De orthographia
Georgius Choeroboscus ConstantinopolitanusOrth 187 · pg-scrape-grcMore by Georgius Choeroboscus Constantinopolitanus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-choeroboscus-constantinopolitanus" aria-label="More works by Georgius Choeroboscus Constantinopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
187.1
9Βεργίλιοσ9: ι ὅλα· λέγεται καὶ Οὐεργίλιος· ἔθος γάρ ἐστι Ῥωμαϊκὸν τὸ β εἰς τὴν ου δίφθογγον τρέπειν· τὸν Βαλεν τιανὸν, Οὐαλεντιανόν· τὸν Βάλην, Οὐάλην. 9Βροτησίου· Βιωθάνατος· Βιοφελές· Βιωτικόσ9: Παρὰ τὸ βιῶ, βιώσω. 9Γινώσκω9: Τὸ γι διὰ τοῦ ι· τὸ νω μέγα· ὥσπερ γὰρ ἀπὸ τοῦ ὀγδοήκοντα γίνεται ὀγδώκοντα, κατὰ κρᾶσιν τοῦ ο καὶ η εἰς ω, οὕτως ἀπὸ τοῦ νοῶ, νοήσω, γίνεται νώσω, κατὰ κρᾶσιν τοῦ ο καὶ η εἰς ω, καὶ κατὰ πλεονασμὸν τοῦ γ γνώσω· καὶ ὥσπερ ἀπὸ τοῦ τρώσω μέλλοντος ἀποτελεῖται ἐνεστὼς τιτρώσκω διὰ τοῦ ι κατὰ τὴν ἄρχουσαν, οὕτως καὶ ἀπὸ τοῦ γνώσω μέλλοντος ἀπο τελεῖται ἐνεστὼς γιγνώσκω διὰ τοῦ ι κατὰ τὴν ἀρχὴν, καὶ ἀπο κοπὴν τοῦ δευτέρου γ γινώσκω· τὸ δὲ ι ἀπὸ διπλασιασμοῦ ἔχει τὴν τρίτην συλλαβήν· οὐ θέλουσι δὲ οἱ ἀναδιπλασιασμοὶ διὰ τῆς ει διφθόγγου γράφεσθαι· οἷον, δῶ, διδῶ· θῶ, τιθῶ· βῶ, βιβῶ· γνώσω, γινώσκω. 9Γινώσκω9: Τὸ γνω μέγα· ἐπεὶ καὶ γιγνώσκω λέγεται· ἦν γὰρ γνῶ, γνώσω, γνώσκω, καὶ γιγνώσκω· μνῶ, μνήσω, μνήσκω, καὶ μιμνήσκω· οὐδέποτε οὖν ἐν τοῖς τοιούτοις εὑρίσκεται δί φθογγος. 9Γλωχίσ9: ι, ὡς δικατάληκτον. 9Γωνία9: Τὸ γω μέγα, ἐπεὶ καὶ γουνία λέγεται· τὸ νι υ, ἐπειδὴ τὰ διὰ τοῦ νια θηλυκὰ διὰ τοῦ ι γράφεται· οἷον, γωνία· πενία· μανία. 9Γρήνικοσ9: Ἔστιν δὲ ὄνομα ποταμοῦ· καὶ τινὲς λέγουσιν ὅτι σύνθετόν ἐστιν παρὰ τὸ γῆ καὶ τὸ νικῶ, γήνικος, ὁ τὴν γῆν νικῶν· καὶ πλεονασμῷ τοῦ ρ, Γρήνικος· ἄλλοι δὲ ἀπὸ τοῦ νικῶ καὶ τοῦ Γραικὸς γέγονε Γραινικὸς, ἐκεῖ γάρ φασι τοὺς Γραῖκας νικῆσαι τοὺς βαρβάρους. 9Γλισὰς Γλισᾶ9: Ἔστιν δὲ ὄνομα πόλεως διὰ τοῦ ι· πᾶσα γὰρ συλλαβὴ ἀπὸ τῆς γλι ἀρχομένη ἀποστρέφεται τὴν ει δίφθογγον. 9Γλοσσιά9: Λέγεται, ὃ ἐπιτιθέασιν εἰς τὰ οἰκεῖα στόματα οἱ 188 αὐληταί· διὰ τοῦ ι γράφεται· καθὰ γὰρ τὰ εἰς ις ὀξύτονα θηλυκὰ ὑπὲρ μίαν συλλαβὴν κοινολεκτούμενα ἀποστρέφονται τὴν ει δίφθογγον· οἷον, ἀσπίς· ῥανίς· σφραγίς· κρηπίς· οὕ τως καὶ γλωσσίς. 9Γρίφοσ9: Διὰ τοῦ ι τὸ γρι· τὰ γὰρ εἰς φος δισύλλαβα ἀρσενικὰ μονογενῆ ἑνὶ φωνήεντι θέλουσι παραλήγεσθαι· οἷον, ὁ λόφος· ὁ ζόφος· ὁ κέπφος· ἔστιν δὲ ὀρνέου ὄνομα· τὸ οὖν γρί φος διὰ τοῦ ι· τὸ δὲ Ῥοῦφος Ἰταλικόν· καὶ ἄλλως· πᾶσα συλλαβὴ ἀπὸ τῆς γρὶ ἀρχομένη ἀποστρέφει τὴν ει δίφθογγον· οἷον, γρίντις ὁ βυρσέος· γρῆνος τὸ δέρμα· γριπεὺς ὁ ἁλιεύς· γρίσον ὁ χοῖρος· οὕτως οὖν καὶ γρίφος· γρῖφος δὲ λέγεται τὸ δύσλυτον αἴνιγμα. 9Γρίποσ9: Τὸ γρι ι· τῷ εἰρημένῳ κανόνι τοῦ γρίφος· γρι πεὺς γὰρ ὁ ἁλιεύς ἐστιν. 9Γελασῖνοσ9: Διὰ τοῦ ι· σημαίνει δὲ τὴν κοιλότητα τὴν γινομένην ἐν τοῖς προσώποις ἐκ τοῦ γελῶντος· διὰ τοῦ ι δὲ γράφεται· τὰ γὰρ διὰ τοῦ ινος ὀνόματα πρὸ μιᾶς τὸν τόνον ἔχοντα, μὴ ἔχοντα ἀπὸ πλεονασμοῦ τὸ ι, διὰ τοῦ ι γράφεται· οἷον, Ἀκραγαντῖνος· Σαβῖνος· Λογγῖνος· Πραξῖνος· Μαρτῖνος· Ἀντωνῖνος· Κωνσταντῖνος· Ἐχῖνος· Ἰουστῖνος· οὕτως καὶ γελασῖνος διὰ τοῦ ι. 9Γλυκίων9: Διὰ τοῦ ι· τὰ γὰρ διὰ τοῦ ιων συγκριτικὰ ὑπὲρ δύο συλλαβὰς διὰ τοῦ ι γράφεται· οἷον, ἡδίων· ταχίων· βελ τίων· βραδίων· διπλασίων· οὕτως οὖν καὶ γλυκίων, διὰ τοῦ ι· χωρείων· ἀρείων. 9Γίνεται9: Τὸ γι ι· σημαίνει δὲ τὸ ἀποτελεῖται· γράφε ται δὲ διὰ τοῦ ι πρὸς ἀντιδιαστολὴν τοῦ γείνεται, τὸ γεννᾶται· τοῦτο γὰρ διὰ τῆς ει διφθόγγου γράφεται· ἀπὸ τοῦ γένος γὰρ γέγονεν γεννᾶται, καὶ γίνομαι κατὰ πλεονασμόν· καὶ ἄλλως τὸ ε γενόμενον ἐν ταῖς τοιαύταις παραγωγαῖς ἐπιφερομένων δύο συμφώνων πέφυκε τρέπεσθαι εἰς τὸ ι· μένω, μέμνω· τέκω, τίκτω· οὕτως, καὶ ἀπὸ τοῦ γένομαι, γέγονε, γίνομαι, διὰ τοῦ ι. 189 9Γείτων9: Τὸ γει δίφθογγος· γέγονε ἀπὸ τοῦ γέα γραφέν τος διὰ τοῦ ε γεΐτων, καὶ κατὰ σύνθεσιν γείτων· καὶ ἄλλως· ἀπὸ τοῦ γῆ γηΐτων, καὶ κατὰ συστολὴν τοῦ η εἰς ε γεΐτων, καὶ κατὰ συναίρεσιν γείτων. 9Γειτνιῶ9: Τὸ γει δίφθογγος ἀπὸ τοῦ γείτων, γείτονος, γει τονῶ, καὶ γειτονιῶ, καὶ κατὰ συγκοπὴν γειτνιῶ. 9Γειγάντεια9: Ἡ πραγματεῖα, ὡς ἡ Ὀδύσσεια καὶ Δολώνεια, διὰ τῆς ει διφθόγγου· καὶ προπαροξύνεται. 9Γένειον9: Τὸ νει δίφθογγος· τὰ γὰρ ἀπὸ τῶν εἰς ος οὐδε τέρων δισυλλάβων διὰ τοῦ ειον γινόμενα οὐδέτερα μονογενῆ, διὰ τῆς ει διφθόγγου γράφεται· οἷον, δάνος, δάνειον· οὕτως, καὶ γένος, γένειον, ὁ τόπος τῶν τριχῶν· γένεια δὲ αὗται αἱ τρίχες. 9Γάδειρα9: Τὸ δει δίφθογγος· ἀπὸ γὰρ τοῦ γῆ καὶ τὸ δειρὰ, τοῦ σημαίνοντος τὴν ἐξοχὴν, γέγονε Γάδειρα· οἱονεὶ γῆς δειρά· τὰ γὰρ Γάδειρα ἀρχὴ τῆς γῆς. 9Γεῖσα9: Πληθυντικὸν οὐδέτερον· οἷον, τὰ γεῖσα· καὶ σημαί νει πᾶν ἐξέχον· ἀπὸ γὰρ τῆς γέα γέγονεν γέϊ, καὶ γεῖσα. 9Γραφεῖον9: Διὰ τῆς ει διφθόγγου· ὥσπερ ἀπὸ τοῦ ἄγω γίνεται ἀγεῖον, καὶ ἀγγεῖον, διὰ τῆς ει διφθόγγου, καὶ ἐκεῖθεν, διὰ διφθόγγου τῆς ει καὶ αὐτὸ, οὕτω καὶ ἀπὸ τοῦ γράφω γίνε ται γραφεῖον, διὰ τῆς ει διφθόγγου, καὶ ἐκεῖθεν γραφείδιον. 9Γραμματεῖον9: Διὰ τῆς ει διφθόγγου· τοῦτο δὲ σημαίνει τὴν μικρὰν δέλτον· γράφεται δὲ, διὰ τῆς ει διφθόγγου τῷ κα νόνι τοῦ γραφεῖον, καὶ διὰ τὸ εἶναι οὐδέτερον. 9Γραμμάτιον9: Τὸ σημαῖνον τὸ μικρὸν γράμμα· διὰ τοῦ ι γράφεται, ὡς ὀψάριον ὀψαρίδιον, καὶ τὰ ὅμοια. 9Γλυκείδιον9: Διὰ τῆς ει διφθόγγου τὸ κει· ἀπὸ γὰρ τοῦ γλυκέος γενικῆς, γίνεται γλυκείδιον, ὡς παρὰ τὸ πράξεως, πραξείδιον, καὶ λέξεως, λεξείδιον. 9Γίγαρτα9: ι· ἐν συστολῇ γὰρ εὕρηται. 9Γέγειοσ9: Σημαίνει δὲ τὸν ἀρχαῖον, διὰ τῆς ει διφθόγγου γράφεται· ἀπὸ γὰρ τοῦ γέα γέγονεν γέειος, διὰ τῆς ει διφθόγ γου, καὶ κατὰ πλεονασμὸν τοῦ γ, γέγειος. 9Γυναίκιον9: ι τὸ ὑποκοριστικὸν, καὶ προπαροξύνεται· τὸ δὲ