De orthographia
Georgius Choeroboscus ConstantinopolitanusOrth 190 · pg-scrape-grcMore by Georgius Choeroboscus Constantinopolitanus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-choeroboscus-constantinopolitanus" aria-label="More works by Georgius Choeroboscus Constantinopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
190.1
κτητικὸν διὰ τῆς ει διφθόγγου γράφεται, καὶ προπερισπᾶται. 9Γείνωντασ9: Τὸ γεννήσωσιν, δίφθογγος. 9Γωνιώδησ9: Διὰ τοῦ ω μεγάλου· τὰ δύο παρώνυμα γὰρ ταῦτα ἐπιθετικὰ, καὶ τὰ ὅμοια, τὰ διὰ τοῦ ωδης, διὰ τοῦ ω με γάλου γράφεται. 9Γναφεῖα9: Δίφθογγος· τὰ γὰρ παρασχηματισμένα τῶν εἰς ευς ἀρσενικῶν διὰ τῆς ει διφθόγγου γράφεται, καὶ προπαροξύνε ται· οἷον, ἱερεύς· ἱέρειον κοινῶς· τὸ γὰρ παροξύτονον ἴδιον Ἀτ τικῶν· βασιλεύς, βασίλεια ἐπιθετικά· πανδοκεὺς, πανδόκεια, λέγεται δὲ καὶ πανδοκεύτρια· κεραμεὺς, κεράμεια. 9Γραμματείδιον9: Εἰ δίφθογγος ἡ τρίτη συλλαβὴ, ὅτε ἀπὸ τοῦ γραμματεῖον· τὸ δὲ ἀπὸ τοῦ γράμματος ὑποκοριστικὸν διὰ τοῦ ι. 9Γελοῖον9: Τὰ διὰ τοῦ υιον οὐδέτερα προπερισπώμενα διὰ τῆς οιον διὰ διφθόγγου γράφεται· οἷον, γελοῖον· αἰδοῖον· ἀλ λοῖον· ὁμοῖον· παρὰ δὲ Ἀττικοῖς ὅμοιον. 9Γερακτος· Γάλλιοι9: Ἀπόκοποι, ἤγουν εὐνοῦχοι. 9Δίνη9: Τὸ δι ι· σημαίνει δὲ τὴν συστροφήν· τὰ γὰρ διὰ τοῦ ινη μονογενῆ, μὴ γενόμενα ἀπὸ ἐπιθέτων κύρια, ἀποστρέφει τὴν ει δίφθογγον· χωρὶς τοῦ πείνη, ὅπερ ἀπὸ τοῦ πεῖνα γέγονεν· παραδείγματα δὲ ταῦτα· Ἀδρηστίνη· Ὠκεανίνη· εἰλα- πίνη· μιρσυωνη· οὕτως οὖν καὶ δίνη διὰ τοῦ ι· ἐπειδὴ καὶ οἱ Αἰολεῖς δίννας λέγουσι, καὶ οὐχὶ δέννας. 9Δίνω9: Τὸ συστρέφω, ὁμοίως διὰ τοῦ ι· οἱ γὰρ Αἰολεῖς δίννω λέγουσιν. 9Δείνω9 καὶ 9Δεινοποιῶ9: Διὰ τῆς ει διφθόγγου· ἀπὸ γὰρ τοῦ δεινὸς ὀξυτόνου γέγονεν· τὸ δὲ δεινὸς ἀπὸ τοῦ δέος, δεινός. 9Δίνοσ9: Διὰ τοῦ ι, ἀρσενικῶς γὰρ λέγεται· τὰ διὰ τοῦ ινος ὀνόματα πρὸ μιᾶς τὸν τόνον ἔχοντα, μὴ ἔχοντα ἀπὸ πλεονασμοῦ τὸ ι, διὰ τοῦ ι γράφεται· οἷον, σχῖνος· πρῖνος· οὗτως καὶ δῖ ρίου, καὶ συστροφὴν ὕδατος. 191 9Δηρίω9: Διὰ τοῦ ι τὸ ρι· τὰ γὰρ διὰ τοῦ ιω ὑπὲρ δύο συλ λαβὰς βαρύτονα κλινόμενα εἰς μέλλοντα ἀποστρέφονται τὴν ει δίφθογγον· οἷον, μητίω· κονίω· οὕτως οὖν καὶ δηρίω διὰ τοῦ ι. 9Δριμύσ9: ι· Τὰ ἀμφιβαλλόμενα κατὰ τὴν πρώτην συλλα βὴν, ἔχοντα δὲ ἐν τῇ δευτέρᾳ συλλαβῇ τὸ ι, ἢ τὸ υ, διὰ τοῦ ι γράφεται. 9Δωτίνη9: ω καὶ ι· τὰ γὰρ διὰ τοῦ ινη μονογενῆ, μὴ ὄντα ἀπὸ ἐπιθέτων, ἀποστρέφονται τὴν ει δίφθογγον· οἷον, ὑσμίνη· Ἀδρηστίνη, οὕτως καὶ δωτίνη· τὸ δὲ δω μέγα· ἐπειδὴ ἐκ τῶν περισπωμένων ῥημάτων ἐστίν· σημαίνει δὲ τὴν δωρεάν· γέγονεν δὲ ἀπὸ τοῦ δώσω μέλλοντος δωσίνη, καὶ τροπῇ τοῦ σ εἰς τ δωτίνη· ἢ ἀπὸ τοῦ δέδοται τρίτου προσώπου δοτὸς, καὶ ἐκεῖθεν δοτίνη διὰ τοῦ ο, καὶ τροπῇ τοῦ ο εἰς ω δωτίνη. 9Δωτὴρ9 καὶ 9Δωτῆρεσ9: Ἀπὸ τοῦ δοτὴρ, τοῦ διὰ τοῦ ο μι κροῦ ἐκταθέντος εἰς ω μέγα, δωτῆρες διὰ τοῦ ω, ὥσπερ τὸ ποιητῇ θεοὶ δωτῆρες ἐάων. 9Διώνυσοσ9: Κατ' ἔκτασιν τοῦ ο εἰς ω γίνεται Διώνυσος διὰ τοῦ ω, ὥσπερ δότης διὰ τοῦ ο, καὶ κατ' ἔκτασιν γέγονεν δώτης διὰ τοῦ ω· οἷον, δώτη μέν τις ἔδωκεν. 9Δίς· Τρίς· Τετράκισ9: Καὶ τὰ ἑξῆς· ἐπιῤῥήματα ἀριθμη τικὰ διὰ τοῦ ι πάντα. 9Διφᾶν9: Ὅ ἐστι ψηλαφᾶν, διὰ τοῦ ι γράφεται· παρὰ γὰρ τὸ ἀφῆ καὶ τῆς διὰ προθέσεως γίνεται διαφῶ, διαφᾶς, καὶ πάλιν τὸ ἀπαρέμφατον διαφᾶν, ὥσπερ βοᾶν, καὶ κατὰ κρᾶσιν τοῦ ι καὶ α εἰς ι μακρὸν διφᾶν. 9Δῖοσ9: Τὸ δὲ ι γράφεται· ὥσπερ γὰρ ἀπὸ τοῦ Χῖος γίνε ται Χίϊος, οὕτως καὶ ἀπὸ τοῦ δῖος γίνεται δίϊος, καὶ κατὰ κρά σιν τῶν β ιι εἰς ἓν ι μακρὸν δῖος, ὥσπερ, ὡς εἴρηται, ἀπὸ τοῦ Χίϊος, Χῖος· καὶ ἄλλως· τὰ ἀπὸ μονοσυλλάβων ὀξυτόνων διὰ τοῦ ιος παραγόμενα, μὴ σημαίνοντα μέρος σωματικὸν, μήτε μετουσιαστικὰ ὄντα, διὰ τοῦ ι γράφεται· οἷον, Φρὺξ, Φρύγιος· 192 Κὰρ, Κάριος· Τρὼς, Τρώϊος· Στὺξ, Στύγιος· οὕτως καὶ Ζεὺς, Διὸς, Δίϊος, δῖος· Ἰστέον, ὅτι τὸ Χῖος, καὶ δῖος, διὰ τοῦ ι γράφεται· τὸ δὲ θεῖος, καὶ Κεῖος, διὰ διφθόγγου· ἀμφότερα δέ ἐστιν κτητικὰ δισύλλαβα· γίνεται δὲ ἐκ τοῦ θεὸς, θέϊος, καὶ θεῖος· καὶ τὸ Κεῖος ἀπὸ τοῦ Κέως, ὅ ἐστιν ὄνομα πόλεως· Κέϊος, καὶ κατὰ κρᾶσιν Κεῖος. 9Διώρησ9: Ἔστιν δὲ ὄνομα κύριον διὰ τοῦ ι γραφόμενον· γέγονεν δὲ, ἢ παρὰ τὴν διὰ πρόθεσιν καὶ τὸ ὁρῶ, διαόρης, καὶ κατ' ἔκτασιν τοῦ ο εἰς ω, διαώρης, καὶ κράσει τοῦ ι καὶ α εἰς ι μακρὸν, Διώρης. 9Δελφίσ9: ι· τὰ γὰρ δικατάληκτα πάντα διὰ τοῦ ι γράφε ται· οἷον, Τέλχις, καὶ τὰ ὅμοια. 9Δίασ9: Διὰ τοῦ ι γράφεται· ὥσπερ γὰρ ἀπὸ τῆς δράκοντος γενικῆς γίνεται δρακοντίας, οὕτως καὶ ἀπὸ τῆς Διὸς γενι κῆς γίνεται Διΐας, καὶ κατὰ κρᾶσιν τῶν δύο ιι εἰς ἓν ι μακρὸν, Δίας. 9Δίφιλοσ9: ι· ὥσπερ γὰρ παρὰ τὴν Ἄρηϊ δοτικὴν γίνεται ἀρηΐφιλος, οὕτως καὶ παρὰ τὴν Διῒ Διίφιλος, καὶ κατὰ κρᾶσιν τῶν δύο ιι εἰς ἓν ι μακρὸν, Δίφιλος. 9Διπολεῖα9: Τὸ δι ι κατὰ τὴν ἀρχὴν, παρὰ τὴν Διῒ δοτι κήν· κατὰ δὲ τὴν παραλήγουσαν, διὰ τῆς ει διφθόγγου· ἐπειδὴ τὸ πολεῖον ἐστὶν ἡ εὐθεῖα ἡ ἑνική· ὅπερ διὰ τῆς ει διφθόγγου γράφεται· ἐμάθομεν γὰρ ἐν τῇ τοῦ βαλανείου δοτικῇ, ὅτι τὰ διὰ τοῦ ειον οὐδέτερα μονογενῆ ὑπὲρ τρεῖς συλλαβὰς, πρὸ μιᾶς τὸν τόνον ἔχοντα, διὰ τῆς διφθόγγου γράφεται· οἷον, μαγει ρεῖον· ἰατρεῖον· ὀρφανοτροφεῖον· ἰχθυοτροφεῖον· ἰαμβεῖον· βα λανεῖον· οὕτως οὖν καὶ διπολεῖον, διὰ τῆς ει διφθόγγου· ἐκεῖθεν δὲ γίνεται Διπολεῖα· Διπολεῖα δέ ἐστιν ἑορτὴ ἐπιτελουμένη Διῒ Πολειαίω, ἡ ἐν τῇ ἀκροπόλει τιμωμένη. 9Διπετήσ9: Σημαίνει δὲ τὸ διαυγές· διὰ τοῦ ι γράφεται· παρὰ τὴν Διῒ δοτικὴν γεγονὸς καὶ τὸ πεσεῖν, οἱονεὶ ὁ ἐκ τοῦ Διὸς πεπτωκώς· εἰώθασιν δὲ καλεῖν διηπετῆ τὸν Νεῖλον καὶ τὸν Ξάνθον· οἷον,