Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-choeroboscus-constantinopolitanus" aria-label="More works by Georgius Choeroboscus Constantinopolitanus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
193.1
ἐπειδὴ διαυγέστατον ὕδωρ ἔχουσιν· καὶ τὸν ἀέρα δὲ διηπετῆ εἰώθασιν καλεῖν· οἷον, λαμπρότερον καὶ διιπτέστερον. 9Διπλασίων9: Διὰ τοῦ ι γράφεται· ὥσπερ γὰρ ἀπὸ τῆς Διὸς γίνεται Διῒ, Διΐων, διὰ τοῦ ι· οὕτως καὶ ἀπὸ τοῦ διπλα σίως, διπλασίων, διὰ τοῦ ι· καὶ ἄλλως κατὰ τὸν κάνονα τοῦ γλυκίων. 9Δηΐων9: Διὰ τοῦ ι τὸ δεύτερον· γέγονεν δὲ ἀπὸ τοῦ δήϊος, δηΐων, τῷ λόγῳ τῶν δισυλλάβων συγκριτικῶν, καθώσπερ τὸ γλυκίων. 9Δανείζω9: Διὰ τῆς ει διφθόγγου· καί ἐστιν εἰπεῖν ὅτι ὥσπερ ἀπὸ τοῦ γένειον γίνεται γενειάζω, οὕτως καὶ ἀπὸ τοῦ δάνειον δανειάζω, καὶ ἐν συγκοπῇ δανείζω. 9Δαρεικόσ9: Δίφθογγος· καὶ γὰρ ἀπὸ τοῦ Δαρεῖος γέγονεν Δαρειακὸς, καὶ κατὰ συγκοπὴν τοῦ α Δαρεικὸς διὰ τῆς ει διφθόγγου. 9Δάνειον9: Δίφθογγος· τὰ γὰρ ἀπὸ τῶν εἰς ος δισυλλάβων οὐδετέρων διὰ τοῦ ειον γινόμενα οὐδέτερα μονογενῆ διὰ τῆς ει διφθόγγου γράφεται· οἷον, γένος, γένειον· βρένθος, βρένθειον· ἔστιν δὲ εἶδος πολυτελοῦς μύρου· οὕτως καὶ δάνος, δάνειον· χωρὶς τοῦ ἰσχνὸς, ἰσχνίον. 9Δείδω9: Σημαίνει δὲ τὸ φοβοῦμαι· γράφεται δὲ διὰ τῆς ει διφθόγγου, ἐπειδὴ ἀπὸ τοῦ δέος γέγονεν δέω, καὶ κατὰ πλεο νασμὸν τοῦ ι δείω, καὶ κατ' ἐπέκτασιν τοῦ δ δείδω. 9Δειλόσ9: Διὰ τῆς ει διφθόγγου· ὥσπερ γὰρ παρὰ τὸν σχήσω μέλλοντα, τὸν σημαίνοντα τὸ χωρῶ, γίνεται χηλὸς, ση μαίνει δὲ τὴν κιβωτόν· καὶ ὥσπερ παρὰ τὸν βήσω μέλλοντα γίνεται βῆλος, ὅ ἐστιν βαθμὸς, οὕτως καὶ ἀπὸ τοῦ δείδω, δείσω, τοῦ σημαίνοντος τὸ φοβοῦμαι, γίνεται δειλός· τῆς ει διφθόγγου ἐκ τοῦ ῥήματος οὔσης. 9Δεῖπνον9: Διὰ τῆς ει διφθόγγου· παρὰ τὸ δεῖ καὶ τὸ πονεῖν· ἔστιν δὲ δεῖπνον, οἱονεὶ, μεθ' ὃ δεῖ πονεῖν· δεῖπνον δὲ λέγεται τὸ ἄκρατον. 9Δεῖν9: Δίφθογγος· σημαίνει δὲ τὸ δέον· γράφεται δὲ διὰ τῆς ει διφθόγγου· ἐπειδὴ ἀπὸ τοῦ δέον γέγονεν δεῖν τὸ ἀπα

Intertext edge

Open linked passage

Note