De orthographia
Georgius Choeroboscus ConstantinopolitanusOrth 194 · pg-scrape-grcMore by Georgius Choeroboscus Constantinopolitanus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-choeroboscus-constantinopolitanus" aria-label="More works by Georgius Choeroboscus Constantinopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
194.1
ρέμφατον, ὡς πλέον, πλεῖν· οἷον, δεῖν γενέσθαι, ἀντὶ τοῦ πρέπων γένεσθαι. 9Δείρω9: Διὰ τῆς ει διφθόγγου· γέγονεν δὲ ἀπὸ τοῦ μέλ λοντος· δερῶ γὰρ ὁ μέλλων, καὶ διὰ τὸ ἀντιπαρακεῖσθαι αὐτὸ τὸ ο· οἷον, δορά· τὰ γὰρ ἔχοντα τὸ ο ἀντιπαρακείμενον ἔχουσι τὸ ε ἐγκείμενον· οἷον, σπείρω, σπορά· ἀλείφω, ἀλοιφή· καὶ πάντα τὰ διὰ τοῦ ειρω ἀποστρέφονται τὴν διὰ τοῦ ι μόνου γραφήν· οἷον, οἰκτείρω· κείρω· οὕτως καὶ δήρω διὰ τῆς ει δι φθόγγου. 9Δειρά9: Τὸ σημαῖνον τὸν τράχηλον διὰ τῆς ει διφθόγγου· δέῤῥα γὰρ λέγουσιν οἱ Αἰολεῖς· ὥσπερ τὸ κείρω κέῤῥω λέγουσιν, οὕτως καὶ δέῤῥω. 9Δενδρήεισ9: Τὸ δρη· η ἐκ τοῦ δένδρα, τοῦ α εἰς η τρα πέντος· τὸ δὲ εις δίφθογγον· ἐπειδὴ δενδρήεντός ἐστιν ἡ γενι κή· αἱ γὰρ διὰ τοῦ εντος γενικαὶ διὰ τῆς ει διφθόγγου γρά φονται κατὰ τὴν εὐθεῖαν· οἷον, χαρίεντος, χαρίεις γάρ· τιμή εντος, τιμήεις· καὶ ἄλλως διὰ τὸ ἔχειν οὐδέτερον τὸ δενδρῆεν, καὶ τὰ ὅμοια. 9Δεινόσ9: ει· Οἱονεὶ ὁ δέους ἐμποιητικός· καὶ ὥσπερ παρὰ τὸ ἔλεος γίνεται ἐλεεινὸς διὰ τῆς ει διφθόγγου, οὕτως καὶ παρὰ τὸ δέος δεινὸς, καὶ κατὰ κρᾶσιν δεινὸς διὰ τῆς ει δι φθόγγου. 9Αἰνόσ9: Δεῖ γινώσκειν, ὅτι ἡνίκα τοῦτο τὸ δεινὸς τρέψῃ τὸ ε εἰς α, καὶ τὸ ἐν τῇ ἀρχῇ σύμφωνον, ἤγουν τὸ δ ἀποβάλῃ, αἰ νὸς γίνεται, ὥσπερ μέχρι ἄχρι, κατὰ τροπὴν τοῦ ε εἰς α. 9Δείδια9: Ὃ σημαίνει τὴν ἀσέληνον νύκτα, διὰ τῆς ει δι φθόγγου γράφεται κατὰ τὴν ἄρχουσαν· παρὰ γὰρ τὸ δεινὸς γέγονεν· καὶ πάντα τὰ παρὰ τὸ δεινὸς διὰ τῆς ει διφθόγγου γράφεται· οἷον, δεινομέλης· δεινολόγος· οὕτως καὶ Δεινίας, καὶ Δεινών· ἔστι δὲ κύριον· τὸ δὲ νι ι· τὰ γὰρ διὰ τοῦ νια διὰ τοῦ ι γράφεται. 9Δεῖμα9: Σημαίνει δὲ τὸν φόβον διὰ τῆς ει διφθόγγου γρά φεται· ὥσπερ γὰρ ἀπὸ τοῦ ποιήσω γίνεται ποίημα, οὕτως καὶ 195 ἀπὸ τοῦ δείσω μέλλοντος γίνεται δεῖμα· καὶ γράφεται διὰ τῆς ει διφθόγγου, ἐπειδὴ καὶ ὁ δείσω μέλλων, ὃ σημαίνει τὸ φο βοῦμαι, διὰ τῆς ει διφθόγγου γράφεται. 9Δεῖμοσ9: Διὰ τῆς ει διφθόγγου γράφεται· ἀπὸ γὰρ τοῦ δέος γίνεται δέϊμος, καὶ κατὰ σύνθεσιν τοῦ ε καὶ ι εἰς τὴν ει δίφθογγον, δεῖμος. 9Δείξω9: Διὰ τῆς ει διφθόγγου· ἀπὸ γὰρ τοῦ δείκω γέγονεν, τοῦ σημαίνοντος τὸ δεικνύω· ἀνεφάνη δὲ καὶ τὸ ε ἐν τῷ ῥημα τικῷ· Ἡρόδοτος γὰρ αὐτὸ χωρὶς τοῦ ι προηγάγετο· εἶπεν γὰρ" ἱστορίης ἀπόδεξις ἥδε." 9Δυεῖν9: Δοιοῖν γάρ. 9Δείκηλον9: Τὸ δει διὰ τῆς ει διφθόγγου· σημαίνει δὲ καὶ τὸ ἄγαλμα καὶ τὸ εἴδωλον· ὥσπερ γὰρ ἀπὸ τοῦ πέμπω γίνε ται πεμπώβολος, σημαίνει δὲ τῶν πολλῶν ἐνιαυτῶν ὄντα· καὶ ὥσπερ ἀπὸ τοῦ ἄγω γίνεται ἄγελος καὶ ἄγγελος, οὕτως καὶ ἀπὸ τοῦ δείκω, τοῦ σημαίνοντος τὸ δεικνύω, γίνεται δείκελλον, καὶ συνεκτάσει τοῦ ε εἰς η δείκηλον. 9Δειμαλέοσ9: Τὸ δει δίφθογγος· ὥσπερ γὰρ ἀπὸ τοῦ τάρ βος γίνεται ταρβαλέος, οὕτως καὶ ἀπὸ τοῦ δεῖμα, τοῦ σημαί νοντος τὸν φόβον, δειμαλέος γραφόμενον διὰ τῆς ει διφθόγγου· Ἰστέον δὲ ὅτι τὰ διὰ τοῦ αλεος ὑπὲρ τρεῖς συλλαβὰς πρὸ μιᾶς τὸν τόνον ἔχουσιν· οἷον, ἀργαλέος· σμερδαλέος· δειμα λέος· νηφαλέος· πλὴν τεσσάρων· δαιδάλεος· κοβάλεος· ἀτα σθάλεος· αἰθάλαιος· τὸ δὲ αἰθάλεος διφορεῖται ἀπὸ τοῦ αἴθω γὰρ ὑπάρχει· ὥσπερ καὶ ἀπὸ τοῦ νήφω, νηφαλέος. 9Δείλη9: Διὰ τῆς ει διφθόγγου· παρὰ τὸ ἐνδεῖν καὶ ἐλλεί πειν τῇ ἔλλῃ, οἱονεὶ τῇ θερμασίᾳ· δέλλη οὖν φῶς ἐστιν, καὶ κατὰ κρᾶσιν τοῦ ελ εἰς τὴν ει δίφθογγον γέγονεν δείλη· καὶ ἐκ τούτου ἡ δείλη, τῆς δείλης, ἐπιῤῥηματικῶς· οἷον," δείλης ἦλθον." 9Δαρεῖοσ9: Διὰ τῆς ει διφθόγγου· τὰ γὰρ διὰ τοῦ ειος τρι σύλλαβα πρὸ μιᾶς τὸν τόνον ἔχοντα, καὶ ἐν τῇ κατ' ἀρχὴν συλλαβῇ τὸ α μικρὸν, διὰ τῆς ει διφθόγγου γράφεται, πλὴν 196 τοῦ ἀντίος· οἷον, Καδμεῖος· Βακχεῖος· ἀνδρεῖος· οὕτως καὶ Δαρεῖος. 9Δαρεικόσ9: Διὰ τῆς ει διφθόγγου· γέγονεν δὲ ἀπὸ τοῦ Δαρεῖος, Δαρειακὸς, καὶ κατὰ συγκοπὴν Δαρεικός. 9Δευρί9: Τὸ ἐπίῤῥημα ι· ὃ γίνεται*** 9Δεκελεικόσ9: Διὰ τῆς ει διφθόγγου· ἀπὸ γὰρ τοῦ Δεκε λείας γέγονεν. 9Δεκελειακόσ9: Καὶ κατὰ συγκοπὴν Δεκελεικός. 9Δούρειοσ9: Διὰ τῆς ει διφθόγγου· πρῶτον μὲν ὅτι ἀνεφά νει τὸ ε ἐν τῷ δούρεος· δεύτερον δὲ ὅτι τὰ διὰ τοῦ ειος, σημαί νοντα μέρος σωματικὸν ἢ μετουσιαστικὸν, διὰ τῆς ει διφθόγγου γράφεται· λέγεται δὲ καὶ δώρειος. 9Δουράτειοσ9: Διὰ τῆς ει διφθόγγου· ἐκ τοῦ δουράτεος γάρ· καὶ ὣς μετουσιαστικόν. 9Δευτέρειον9: Δίφθογγος· ἀπὸ τοῦ δευτερειάω. 9Δεῖσα9: Ὃ σημαίνει τὴν ὑγρασίαν· διὰ τῆς ει διφθόγγου γράφεται· ἀπὸ γὰρ τοῦ δεύσω μέλλοντος γέγονεν δεῦσα, καὶ κατὰ τροπὴν τοῦ υ εἰς ι δεῖσα· καὶ τὸ παράδεισος διὰ τῆς ει διφθόγγου· παρὰ τὴν δεῖσαν γάρ ἐστιν. 9Δηϊάνειρα9: Διὰ τῆς ει διφθόγγου τὸ νει· πάντα γὰρ τὰ διὰ τοῦ ειρα προπαροξύτονα διὰ τῆς ει διφθόγγου γράφεται· οἷον, σώτειρα· ὀλέτειρα· γενέτειρα· εὐπάτειρα· ἔθειρα· δότειρα· οὕτως οὖν καὶ Δηϊάνειρα· καὶ καθάπερ δὲ τὰ ειρα θηλυκὰ οὐδέ ποτε ἔχουσιν ἐν τῇ παραληγούσῃ τὸ ι μόνον, ἀλλ' ἢ μετὰ τὸ ω ἔχουσιν αὐτό· οἷον, πρῷρα· ἢ μετὰ τῷ α· οἷον, σφαῖρα· ἢ μετὰ τοῦ ο· οἷον, μοῖρα· ἢ μετὰ τοῦ ε· οἷον, στεῖρα· ὀλέτειρα· δό τειρα· πεῖρα· σπεῖρα· σημαίνει δὲ τὴν εἰλινήν· οὕτως οὖν καὶ Δηϊάνειρα. 9Δώδεκα9: Διὰ τοῦ ω μεγάλου· οἱονεὶ δυόδεκα, τοῦ υ καὶ ο εἰς ω μέγα κραθέντος. 9Δωρί9: Τὸ ἐπίῤῥημα διὰ τοῦ ι· ἐκ τοῦ δεῦρο τροπῇ τοῦ ο εἰς ι. 9Διομήδεια9: Ει δίφθογγος· ἀνάγκῃ τῷ κτητικῷ λόγῳ.