Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-choeroboscus-constantinopolitanus" aria-label="More works by Georgius Choeroboscus Constantinopolitanus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
197.1
9Δολομήτισ9: Τὸ τις ι· παρὰ γὰρ τὸ δολῶ δολοῖς γέγονεν· καὶ ἰστέον ὅτι τὰ τῆς δευτέρας καὶ τρίτης συζυγίας τῶν περι σπωμένων διὰ τοῦ ι θέλουσι γράφεσθαι· οἷον, διετία· τριετία· ἑξαετία· ἑπταετία. 9Δεῖπνον9: Τὸ λεγόμενον ἄκρατον λέγεται· τὸ δὲ ἑσπερι νὸν δόρπος. 9Δυσώδησ9: Διὰ τοῦ ω μεγάλου γράφεται· καὶ πάντα τὰ διὰ τοῦ ὠδης· οἷον, εὐώδης· πετρώδης· δυσώδης· καὶ τὰ ὅμοια. 9Δορύλλειον9: Δίφθογγος ει· καὶ Κοτιάειον· Γορδίον δὲ καὶ Δοκίμιον πόλεις Φρυγίας τὸ ι παραλήγονται. 9Δηλαδή9: Τὰ δύο διὰ τοῦ η. 9Δορυφόροσ9: Παρὰ τὸ δόρυ ἡ παράδοσις. 9Δωροφοροσ9: Παρὰ τὸ δῶρον ἡ παράδοσις. 9Δεεῖρα. 9 9Δηλητήριον9: Παρὰ τὸ δηλῶ τὸ βλάπτω, δηλητὴς καὶ δηλητήριον. 9Δειλινόν9. 9Δείλησ9. 9Δίμωρον9. 9Δομίτιοσ9: ὄνομα κύριον. 9Δή9: Ὁ παραπληρωματικὸς σύνδεσμος η· καὶ τὸ 9Δεῖ9 τὸ σημαῖνον τὸ πρέπει ει δίφθογγος, δέει δεῖ. 9Διώρια9 9Ἑρμίσ9: ι· σημαίνει δὲ τοῦ κραββάτου τὸν πόδα· ἐπειδὴ τὰ ἐνύπνια ὁ Ἑρμὶν ἐκεῖ ἔγραψεν· ἢ παρὰ τὸ ἐνείρεσθαι καὶ ἐμπλέκεσθαι ἐν τῇ κλίνῃ· καὶ πάλιν διὰ τὸ δικατάληκτον διὰ τοῦ ι γράφεται· οἷον, ἀκτὶς, ἀκτίν· οὕτως καὶ ἑρμὶς, ἑρμίν. 9Ἐλευσίσ9: Ἔστιν δὲ ὄνομα πόλεως· διὰ τοῦ ι γράφεται ὡς δικατάληκτον. 9Ἐρυθῖνοσ9: Ὄνομα πόλεως διὰ τοῦ ι τὸ θι· τὰ γὰρ διὰ τοῦ ινος πρὸ μιᾶς τὸν τόνον ἔχοντα, μὴ ἔχοντα ἀπὸ πλεονασμοῦ τὸ ι, διὰ τοῦ ι γράφεται, καὶ πάντα προπερισπῶνται· οἷον, Σαβῖνος· Μαρτῖνος· οὕτως οὖν καὶ Ἐρυθῖνος. 9Ἐρασῖνοσ9: Ἔστιν δὲ ὄνομα κύριον, διὰ τοῦ ι· τῷ λόγῳ τοῦ Ἐρυθῖνος· γέγονεν δὲ παρὰ τὸν ἐράσω μέλλοντα. 9Ἐχῖνοσ9: Διὰ τοῦ ι· τῷ λόγῳ τῶν διὰ τοῦ ινος προπερι σπωμένων, τὸ δὲ ἐχῖνος πολλὰ σημαίνει· σημαίνει γὰρ τὸν θα λάτιον ἐχῖνον, καὶ τὸν χερσαῖον, τὸν λεγόμενον ἀκανθόχοιρον, καὶ εἶδος χύτρας καὶ λέβητος, καὶ πόλιν, καὶ μέρος. 9Ἐχινάσ9: Διὰ τοῦ ι· ἀπὸ γὰρ τοῦ ἐχῖνος· ἔστιν δὲ πόλις. 9Ἐρινύσ9: Τὸ ρι διὰ τοῦ ι· ἢ παρὰ τὸ τὰς ἀρὰς ἀνύειν γέγονεν ἀρανὺς, καὶ κατὰ τροπὴν τοῦ α εἰς ι Ἐρινύς· ἢ παρὰ τὴν ἔραν γέγονεν ἐρανὺς, καὶ Ἐρινὺς, οἱονεὶ ἡ ἐκ τῆς γῆς ἀνερ χομένη· ἢ παρὰ τὸ ἐρὶ τὸ ἐπιτατικὸν καὶ τὸ ἀνύειν γέγονεν Ἐρινὺς, οἱονεὶ ἡ μεγάλως ἀνύουσα· ἢ παρὰ τὸ ἐλινύειν, τὸ σημαῖνον τὸ ἡσυχάζειν, γέγονεν ἐλινὺς, καὶ Ἐρινὺς, οἱονεὶ ἡ ἡσυχάζουσα κατὰ ἀντίφρασιν, τοῦτ' ἔστιν ἡ μὴ ἡσυχάζουσα. 9Ἐξοκεῖλα9 καὶ 9Ἐποκεῖλα9: Διὰ τοῦ ο μικροῦ, παρὰ γὰρ τὴν ἐπὶ πρόθεσιν. 9Εἱρκτή9: σημαίνει δὲ τὴν φυλακὴν, διὰ τῆς ει διφθόγγου γράφεται· ὁμοίως δὲ καὶ Εἱρμός· ταῦτα γὰρ τοῦ εἵργω τὴν δίφθογγον ἐφύλαξαν· τὸ δὲ εἱρμὸς τοῦ εἴρω, τοῦ σημαίνοντος τὸ συμπλέκω. 9Εἷρπον9: Διὰ διφθόγγου· παρὰ τὸ ἕρπω. 9Εἷλκον9: Διὰ τῆς ει διφθόγγου, παρὰ τὸ ἕλκω. 9Ἑταιρία9: Τὸ ται δίφθογγος· τὸ ρι ι· ἡ παράδοσις. 9Ἑταιρεῖοσ9: Δίφθογγος τὸ ρε· τῷ λόγῳ τῶν κτητικῶν προ περισπωμένων. 9Ἐπειλημμένοι9: Ὡς ἐπιλαβόμενοι τῆς προθέσεως τὸ ι· οἱ ἐπειλημμένοι διὰ τῆς ει διφθόγγου· ἡ παράδοσις. 9Ἐμίχθη9: ι. 9Ἐρινέοσ9: ι· Παρώνυμον γὰρ, διὰ τὸ ἐριστικὸν εἶναι τὸ δένδρον, καὶ πέτραις καὶ λίθοις ἐπαναβλαστάνειν. 9Ἐνθαδί9: ι. 9Ἔρισμα9: ι, ἐπὶ τῆς φρουρᾶς. 9Ἔρεισμα9: Ει δίφθογγος, ἐπεὶ καὶ τὸ ἐρείδω· εὑρέθη γὰρ καὶ ἐρειρέδαται. 199 9Ἐξουσία9: ι ἔστιν, καὶ ἐκ τῆς συναλειφῆς τῶν ψιλῶν εὑ ρίσκεται κατ' ἐξουσίαν, καὶ ἐξουσίως, καὶ ἐπεξουσίως. 9Ἐνίοτε9: ι· ἢ γὰρ ἀπὸ τοῦ ἐστὶν, καὶ τοῦ ὅτε, καὶ ἔνιοι. 9Ἐνιπή9: Διὰ τοῦ ι τὸ νι· ἐκ γὰρ τοῦ ἐνίπτω γέγονεν, ὅπερ διὰ τοῦ ι γράφεται· τὰ γὰρ παρὰ τὸ πτω ἀποστρέφονται τὴν ει δίφθογγον· οἷον, νίπτω· ῥίπτω· πίπτω· πλὴν τοῦ φιλαλείπτω καὶ ἐρείπτω. 9Ἔριθοσ9: ι· σημαίνει δὲ τὸν ἐργάτην, καὶ τὴν γυναῖκα τοῦ ἐργαζομένου τὰ ἔρια· γέγονεν δὲ τὸ ἀρσενικὸν ἀπὸ τοῦ ἔρα, ὅ ἐστιν ἡ γῆ, ἔραθος, καὶ κατὰ τροπὴν τοῦ α εἰς ι ἔριθος· καὶ ἀπὸ τοῦ ἔριον, ἔριθος· ὁμοίως δέ ἐστιν τολόβινθος, ὃ σημαίνει τὸν κρόκον τοῦ ὠοῦ. 9Ἔμισα9: Ἡ πόλις, ὡς λάρισα· καὶ Ἐμισαῖος, ὡς Λαρισαῖος. 9Ἐριθεύσ9: Διὰ τοῦ ι, παρὰ τὸ ἔριθος γέγονεν· ἔστιν δὲ εἶδος ὀρνέου. 9Ἐρινεόσ9: ι· σημαίνει δὲ τὴν ἀγρίαν συκήν· ἀπὸ γὰρ τοῦ ἐρίζω γέγονεν ἐρινὸς, καὶ πλεονασμῷ τοῦ ε ἐρινεός· ἐριστικὸν γάρ ἐστι τὸ δένδρον· ἀνέρχεται γὰρ καὶ εἰς τοῖχον, καὶ εἰς ἕκα στον τόπον. 9Ἐχίων9: Ἔστιν δὲ ὄνομα κύριον· διὰ τοῦ ι· ἐκ γὰρ τοῦ ἔχις ἔχιος, ὅ ἐστιν εἶδος ὄφεως, γέγονεν Ἐχίων, καὶ τῷ λογῷ τοῦ Ἀμφίων διὰ τοῦ ι. 9Ἐνιπεύσ9: Διὰ τοῦ ι· ἔστιν δὲ ὄνομα ποταμοῦ· ἀπὸ γὰρ τοῦ ἐνιπὴ, τοῦ σημαίνοντος τὴν ἀπειλὴν γέγονεν· καὶ γὰρ ὁ πο ταμὸς οὗτος ἄγριός ἐστιν, καὶ ἀπειλοῦντι ἔοικεν· τὸ δὲ ἐνιπὴ διὰ τοῦ ι, ἀπὸ γὰρ τοῦ ἐνίπτω γέγονεν. 9Ἐκεῖνοσ9 καὶ 9Ἐκείνη9: Διὰ τῆς ει διφθόγγου· ἀπὸ παιδος ἢ κάθιστος. 9Ἐξίτηλοσ9: ι· παρὰ τὸ ἐξιέναι τὸ τεθηλός· λέγεται δὲ κυ ρίως τὸ ἀποβαλμένον. 9Ἐτεωνεύσ9: Ὄνομα κύριον. 9Ἐυηνίνη9: Διὰ τοῦ ι τὸ νι· σημαίνει δὲ τὴν τοῦ Εὐήνου· 200 τὰ γὰρ διὰ τοῦ ινη μονογενῆ, μὴ γενόμενα ἀπὸ ἐπιθετικῶν κύρια, διὰ τοῦ ι γράφεται· πλὴν τοῦ πείνη· οἷον, Ὠκεανίνη· Ἀδρη- στίνη· ἀξίνη· Παλαιστίνη· δίνη. 9Ἐπί9: Ἡ πρόθεσις ι· 9Ἐπεὶ9 ὁ σύνδεσμος δίφθογγος. 9Ἐπίσιον9: Διὰ τοῦ ι τὰ δύο· σημαίνει τὰ ξηρά· γέγονεν ἐπίσιον· καὶ ἄλλα παρὰ τὸ εἰσιέναι ἐστίν. 9Ἐνδῖοσ9: Σημαίνει δὲ τὸν μεσημβρινὸν καιρὸν, διὰ τοῦ ι γράφεται· παρὰ τὸ ἴδειν γάρ ἐστιν ἰδίειν, ὅ ἐστιν ἱδροῦν. 9Ἐλινύω9: Σημαίνει δὲ τὸ ἡσυχάζω, διὰ τοῦ ι γράφεται, κατὰ τὸν κανόνα τὸν εἰρημένον ἐν τῇ περὶ τοῦ Βιθονια δι φθόγγῳ. 9Ἐρείπτω9: Διὰ τῆς ει διφθόγγου· ἔστιν γὰρ παρὰ τὴν ἔραν, ὃ σημαίνει τὴν γῆν· ἰστέον δὲ ὅτι τὸ ἐρείπτω καὶ ἐνεργη τικὸν σημαίνει καὶ παθητικόν· σημαίνει δὲ τὸ καταβάλλω καὶ πίπτω. 9Ἐπαλξίτησ9: Σημαίνει δὲ τὸν λίθον τὸν ὄντα ἐπάνω τῆς ἐπάλξεως, διὰ τοῦ ι γράφεται, τῷ λόγῳ τοῦ Ἀσκαλωνίτης, καὶ διὰ τὸ εἶναι παρώνυμον. 9Εὔριποσ9: Διὰ τοῦ ι· παρὰ γὰρ τὸ ῥιπίζω· γέγονεν Εὔ ριπος, οἱονεὶ ὁ εὐκαίρως ῥιπιζόμενος καὶ ἐπιφερόμενος· ἢ παρὰ τὸ εὐρὺ γέγονεν εὔρυπος, καὶ κατὰ τροπὴν τοῦ υ εἰς ι Εὔριπος· ὥσπερ ἀφροδύτη ἡ Ἀφροδίτη· καὶ δύφρος, δίφρος· οἱονεὶ ὁ πλατὺς κατὰ ἀντίφρασιν τοῦτ' ἔστιν ὁ μὴ ὢν πλατύς· καὶ γὰρ ὁ Εὔριπος πέλαγος στενόν ἐστιν μεταξὺ τῆς Εὐβοίας· ὅπερ ἑπτάκις τῆς ἡμέρας ἐνθαλάττει τὴν ἰδίαν κίνησιν, καὶ πάντας ἐναντίας τῇ κινήσει τοῦ ἀνέμου κινεῖται· ἐκεῖ δὲ ἐτε λέσθη ὁ Ἀριστοτέλης· μὴ εὑρηκὼς γὰρ τὴν αἰτίαν τῆς τοιαύτης κινήσεως, ὀλιγοψυχήσας ἀπέθανεν. 9Ἐνθαδί9: Τὸ ἐπίῤῥημα διὰ τοῦ ι· ὥσπερ γὰρ ἐκ τοῦ δεῦρο γίνεται δευρὶ, κατὰ τροπὴν τοῦ ο εἰς ι, οὕτως καὶ παρὰ τὸ ἐν θάδε γίνεται ἐνθαδὶ, κατὰ τροπὴν τοῦ ε εἰς ι. 9Ἐκεινοσί9: Διὰ τοῦ ι τὸ σι· κατ' ἐπέκτασιν γάρ ἐστιν· αἱ δὲ ἐπεκτάσεις οὐ γίνονται διὰ τῆς ει διφθόγγου, ἀλλὰ διὰ τοῦ 201 ι· τὸ οὖν οἱονεὶ καὶ ὡσπερεὶ, γραφόμενα διὰ τῆς ει διφθόγγου, οὐκ ἔστιν κατεπέκτασιν, ἀλλὰ διάφορα μέρη λόγου εἰσίν· τὸ γὰρ οἱονεὶ δύο μέρη λόγου ἐστίν· τὸ οἷον, ὄνομα, καὶ τὸ εἰ σύνδεσμος συναπτικός· τὸ δὲ ὡσπερεὶ τρία λόγου μέρη ἐστίν· ἔστιν γὰρ ὡς ἐπίῤῥημα, καὶ τὸ περ σύνδεσμος παραπληρωματικὸς, καὶ τὸ εἰ σύνδεσμος συναπτικός. 9Εὐριπίδησ9: Διὰ τοῦ ι τὸ ρι καὶ πι· παρὰ γὰρ τὸ Εὔριπος Εὐριπίδης· καὶ πάλιν, τὰ ἀπὸ τῶν εἰς ος διὰ τοῦ ιδης γινόμενα διὰ τοῦ ι γράφεται, χωρὶς τοῦ Κύθνος, Κυθνείδης· ἔστιν δὲ ὄνομα κύριον. 9Ἐνδίνων9: Σημαίνει δὲ τὰ ἐντόσθια σπλάγχνα, διὰ τοῦ ι γράφεται· τὰ γὰρ διὰ τοῦ ινος προπαροξύτονα διὰ τοῦ ι γρά φεται· οἷον, ξύλινος· κόφινος· λίθινος· ἀνθρώπινος· οὕτως καὶ ἔνδινος διὰ τοῦ ι, καὶ ἐκεῖθεν ἐνδίνων· πλὴν εἰ μὴ ὦσιν ἀπὸ ἁπλοῦ ἔχοντα τὴν ει δίφθογγον· οἷον, ἀπὸ τοῦ ξένος γίνεται ξεῖνος, κατὰ πλεονασμὸν τοῦ ι, καὶ ἐκεῖθεν εὔξεινος. 9Ἑλλανικόσ9: Διὰ τοῦ ι τὸ νι· παρὰ γὰρ τὸ Ἕλλην Ἑλληνικὸς, καὶ τροπῇ τοῦ η εἰς α· καὶ ἄλλως, τὰ εἰς κος κτητικὰ διὰ τοῦ ι γράφεται. 9Ἐγείρω9: Παρὰ γὰρ τὸν ἐγερῶ γέγονεν μέλλοντα· καὶ πάλιν οἱ Αἰολεῖς ἐγέῤῥω λέγουσιν. 9Ἐθείρω9: Διὰ τῆς ει διφθόγγου· τὰ γὰρ διὰ τοῦ ειρω ῥή ματα βαρύτονα ἀποστρέφονται τὴν διὰ τοῦ ι μόνου γραφήν· οἷον, ἀγείρω, ἀείρω· ἱμείρω· σπείρω· κείρω· φθείρω· εἵρω· οὕτως καὶ ἐθείρω· τὸ θείρω δὲ σημαίνει τὸ ἐξ ἔθους ἐπιμελοῦμαι τῶν τριχῶν, ἢ ἐξ ἔθους τινὶ ἐπιφυτῶν. 9Ἔθαιρω9 καὶ 9Ἑταῖροσ9: Τὸ θαι καὶ τὸ ται δίφθογγος· παρὰ γὰρ τὸ ἐθάρω, καὶ τὸ ἐτάρω γέγονεν. 9Ἔθειρα9: Σημαίνει δὲ τὴν τρίχα, διὰ τῆς ει διφθόγγου· ἐκ γὰρ τοῦ ἐθείρω γέγονεν, οἱονεὶ ἡ ἐξ ἔθους φυτῶσα· ἀπάγεται δὲ καὶ τῷ κανόνι τῶν εἰς ρα θηλυκῶν ἐν τῇ Δηϊάνειρα εἰρημένων. 9Ἐρείκω9: Σημαίνει δὲ τὸ σχίζω· διὰ τῆς ει διφθόγγου· ἀνεφάνη γὰρ τὸ ε ἐν τῷ ἐρέχθω, καὶ αὐτὸ γὰρ τὸ σχίζω ση μαίνει· ἡ γὰρ ει δίφθογγος παρὰ τισίν ἐστιν ὑγρότητα. 202 9Ἐρείκη9: Ὅ ἐστιν εἶδος δένδρου εὐχέρως σχιζόμενον, διὰ τῆς ει διφθόγγου, ἀπὸ γὰρ τοῦ ἐρείκω γέγονεν. 9Ἔρειξισ9: Σημαίνει δὲ τὴν κατεσχισμένην γῆν· διὰ τῆς ει διφθόγγου γράφεται, ἐκ γὰρ τοῦ ἐρείκω, ἐρείξω, ἔρειξις. 9Ἐρείδω9: Διὰ τῆς ει διφθόγγου· ἀνεφάνη γὰρ τὸ ε ἐν τῷ ἐρηρέδαται, καὶ ὑπερείδομαι ὁμοίως διὰ τῆς ει διφθόγγου. 9Ἐξώικισαν9: Σὺν τῷ ι· καὶ τὸ κι ι. 9Εἰκή9: Διὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ εἴκω γέγονεν· σημαίνει δὲ τὸ εἰκὴ, τὸ ὡς ἔτυχεν. 9Εἴσω9: Διὰ τῆς ει διφθόγγου· ὥσπερ γὰρ ἀπὸ τῆς ἐξ γί νεται ἔξω, καὶ ἀπὸ τῆς πρὸ πρόσω, οὕτως καὶ ἀπὸ τῆς εἰς εἴσω. 9Εἶο9: Σημαίνει δὲ τὸ αὐτοῦ, διὰ τῆς ει διφθόγγου γρά φεται· ἔστιν γὰρ ἐμοῦ· σοῦ· οὖ· καὶ αὐταὶ αἱ γενικαὶ γίνονται κατὰ διάλεκτον· ἐμέο· σέο· ἔο· καὶ ἐπειδὴ αἱ διαλελυμέναι γενικαὶ οὐδέποτε τὰ δύο φωνήεντα ἔχουσι μακρὰ, ἢ πάλιν βρα χεῖα· ἀλλὰ τὸ ἓν μακρὸν, τὸ δὲ ἕτερον βραχύ· οἷον, Πριαμείδεω· Πηλείδεω· Ὠκεανοῖο· ποταμοῖο· ἐπλεόνασεν τὸ ι ποιητικῶς, καὶ ἐγένοντο ἐμεῖο· σεῖο· εἶο· διὰ τῆς ει δι φθόγγου. 9Εἰδώσ9: Διὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸν εἰδῶ ἐνεστῶτα γέγονεν εἰδὼς ἡ μετοχή· εἰδῶ γὰρ τὸ γινώσκω δίφθογγος. 9Εἴδεται9: Εἰ δίφθογγος· δοκεῖ, φαίνεται. 9Εἴδομεν9: Ἀντὶ τοῦ μάθομεν· δίφθογγος. 9Εἰσάμενοσ9: Διὰ τῆς ει διφθόγγου· ἀπὸ γὰρ τοῦ εἰδῶ ῥή ματος τοῦ σημαίνοντος, τὸ ὁμοιῶ, γέγονεν εἴσω, εἴσα, εἰσάμην, καὶ εἰσάμενος ἡ μετοχή. 9Εὐνεῖδαι9: Διὰ τῆς ει διφθόγγου τὸ νει· παρὰ γὰρ τὸ Εὔνεος γέγονεν. 9Εὐνείδησ9: Ὥσπερ ἀπὸ τοῦ Νέλεος, Νελείδης, καὶ Νε λεῖδαι, οὕτως καὶ ἀπὸ τοῦ Εὐνείδης, Εὐνεῖδαι. 9Εἰθισμένοσ9: Ει δίφθογγος· ἀπὸ τοῦ ἐθισμένος. 9Εἶο9: Δίφθογγος ἡ ἀντωνυμία· ἔω γὰρ ἦν. 9Εἴρων9: Δίφθογγος· παρὰ γὰρ τὸ εἴρω τὸ σημαῖνον τὸ λέγω 203 γέγονεν, οἱονεὶ ὁ διὰ λόγων παραλογιζόμενος· τὸ δὲ εἴρω δέ δεικται διὰ τῆς ει διφθόγγου γραφόμενον. 9Εἰνοσίφυλλον9: Διὰ τῆς ει διφθόγγου· σημαίνει δὲ τὸν κινοῦντα τὰ φύλλα· παρὰ γὰρ τὴν ἔνωσιν, ὃ σημαίνει τὴν κίνησιν, καὶ τὸ φύλλον γέγονεν ἐνοσίφυλλον, καὶ πλεονασμῷ τοῦ ι εἰνοσίφυλλον διὰ τῆς ει διφθόγγου. 9Εἴλεον9: Διὰ τῆς ει διφθόγγου· σημαίνει δὲ τὴν μαγει ρικὴν τράπεζαν· παρὰ γὰρ τὸ ἔλεος γέγονεν ἔλεον, καὶ ἐν πλεονασμῷ τοῦ ι εἴλεον διὰ διφθόγγου. 9Εἴβω9: Διὰ τῆς ει διφθόγγου· ἀπὸ γὰρ τοῦ λείβω γέγονεν κατὰ ἀποβολὴν τοῦ λ εἴβω, καὶ ἐκεῖθεν εἴβη· τρία δέ ἐστιν εἰς βω ῥήματα διὰ τῆς ει διφθόγγου γραφόμενα· οἷον, ἀμείβω· στείβω· ὅ ἐστιν τὸ περιπατῶ, καὶ λείβω, καὶ εἴβω, κατὰ ἀπο βολὴν τοῦ λ. 9Ἔπειξισ9: Διὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ ἐπείγω, ἐπείξω, γέγονεν ἔπειξις· τὸ δὲ ἐπείγω διὰ τῆς ει διφθόγγου γρά φεται, ἐπειδὴ ἔχει ἀντιπαρακείμενον τὸ οἴγω· ὁ γὰρ κατεπείγων, ὥς τι ἀνύσαι βουλόμενος, κατεπείγει· καὶ πάλιν, τὰ ἔχοντα ἀν τιπαρακείμενον τὸ ο διὰ τῆς ει διφθόγγου γράφεται· οἷον, ἐπείγω· οἴγω· ὡς λείπω, λέλοιπα· καὶ κτείνω, κτόνος. 9Ἐγχείμαργοσ9: Διὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὴν ἔγχει δοτικὴν γέγονεν. 9Ἐνόεισ9: Διὰ τῆς ει διφθόγγου· ῥῆμα γάρ ἐστι παρατα τικόν· καὶ ἰστέον ὅτι οἱ παρατατικοὶ ἐπὶ δεύτερον καὶ τρίτον πρόσωπον διὰ τῆς ει διφθόγγου γράφεται· ἐνόεις, ἐνόει· ἐποίεις, ἐποίει· ἐκάλεις, ἐκάλει. 9Εἱμένοσ9: Σημαίνει δὲ τὸ ἐνδεδυμένος, διὰ τῆς ει διφθόγγου γράφεται· οἱ γὰρ Αἰολεῖς εἱμένοι καὶ ἀφιεμένοι φασίν· ὥσπερ κείρω, κέῤῥω· φθείρω, φθέρω. 9Εἰαμενή9: Σημαίνει δὲ τὸν κάθυγρον τόπον, διὰ τῆς ει δι φθόγγου· παρὰ γὰρ τὸ ἐρειαμένη, καὶ κατὰ ἀποβολὴν εἰαμένη. 9Ἐργαλεῖον9: Ει δίφθογγος· καὶ προπερισπᾶται κατὰ πα ράδοσιν. 9Εἰρωνεῖα9: Διὰ τῆς ει διφθόγγου, καὶ κατὰ τὴν ἄρχου 204 σαν, καὶ κατὰ τὴν παραλήγουσαν· ἡ μὲν ἄρχουσα, ὅτι παρὰ τὸ εἴρων εἴρωνος γέγονεν, ὅπερ διὰ τῆς ει διφθόγγου γράφεται, ὡς δέδεικται· κατὰ δὲ τὴν παραλήγουσαν, ὅτι παρὰ τὸ εἰρωνεύω, ἐστὶν εἰρωνεῖα· ὡς μοιχεύω, μοιχεῖα. 9Εἰλικρινήσ9: Σημαίνει δὲ τὸν καθαρὸν, διὰ τῆς ει διφθόγγου κατὰ τὴν ἄρχουσαν· παρὰ γὰρ τὸ κρίνω καὶ τὸ ἔλη, τὸ ση μαῖνον τὴν θερμασίαν, γέγονεν εἰλικρινὴς, οἱονεὶ ὁ ἐν τῇ ἔλῃ κε κριμένος· καὶ κατὰ πλεονασμὸν τοῦ ι γέγονεν εἰλικρινὴς διὰ τῆς ει διφθόγγου· τὸ δὲ λι γέγονεν οὕτως· εἰλοκρινὴς ἦν, καὶ τροπῇ τοῦ ο εἰς ι γέγονεν εἰλικρινής· τὸ δὲ κρι ἐκ τοῦ κρίνω. 9Ἐπηρεια9: Δίφθογγος Ἐπηρεάζω γὰρ, καὶ ἐπιρεασμός. 9Εἴκοσι9: Διὰ τῆς ει διφθόγγου κατὰ παράδοσιν· ὥσπερ δὲ ἀπὸ τοῦ εἷς γέγονεν ἔεις κατὰ πλεονασμὸν τοῦ ε, καὶ φυλάττει τὴν ει δίφθογγον, οὕτως καὶ τὸ εἴκοσι γίνεται κατὰ πλεονασμὸν ἐείκοσι· καὶ φυλάττει τὴν ει δίφθογγον· ἔστιν δὲ εἰπεῖν οὕτως, πᾶς ἀριθμὸς ἐντὸς τῶν χιλίων θέλει ἔχειν στοιχεῖον, εἴτε φωνῆεν, εἴτε σύμφωνον, ἐκ τῶν ἐντὸς τῆς δεκάδος· τὸ γὰρ ἓν ἔχει τὸ ε· ὅπερ ἐκ τῶν ἐντὸς τῆς δεκάδος ἐστίν· καὶ πάλιν τὸ δύο ἔχει τὸ δ ἐκ τῶν ἐντὸς τῆς δεκάδος· πάλιν τὸ πεντήκοντα ἔχει τὸ ε, καὶ τὸ η, καὶ τὸ α· ἅτινα ἐκ τῶν ἐντὸς τῆς δεκάδος ἐστίν· τὸ δὲ ὀκτὼ δοκεῖ ἀντικεῖσθαι· οὐ γὰρ ἔχει στοιχεῖον ἐκ τῶν ἐντὸς τῆς δεκάδος· ἀλλ' εἰσιν δυνάμει ἔχων στοιχεῖα ἐκ τῶν ἐντὸς τῆς δεκάδος· λέγουσιν γὰρ οἱ φιλόσοφοι, ὅτι παρὰ τὸ ἄγω ἐστὶν δύο· τὸ δὲ ἄγω δύο ἔχει στοιχεῖα ἐκ τῶν ἐντὸς τῆς δε κάδος, λέγω δὴ τὸ α, τὸ γ, καὶ τὸ δ· ὀκτὼ γὰρ λέγεται παρὰ τὸ ἄγειν δύο· δύο γὰρ τετράδας ἄγει· διὰ δὲ τὸν τοιοῦτον κανόνα καὶ τὸ τρεῖς διὰ τῆς ει διφθόγγου γράφεται ἵνα σχῇ στοιχεῖον ἐκ τῶν ἐντὸς τῆς δεκάδος· ἔχει γὰρ τὸ ε· εἰ δὲ ἐγράφετο διὰ μόνου τοῦ ι, οὐκ ἔμελλεν ἔχειν στοιχεῖον ἐκ τῶν ἐντὸς τῆς δε κάδος, ἐν δὲ τῇ συνθέσει· οἷον, ἐν τῷ τρισκαίδεκα· ἐπειδὴ εὑ ρίσκεται ἔχον στοιχεῖον ἐκ τῶν ἐντὸς τῆς δεκάδος, ἔχει γὰρ τὸ α τοῦ καὶ συνδέσμου, καὶ τὸ δ, καὶ τὸ ι τοῦ δέκα· τούτου χάριν ἀποβάλλει τὸ ε τὸ προσελθὸν τὸ τρεῖς χάριν τοῦ εὑρεθέντος στοιχείου ἐκ τῶν ἐντὸς τῆς δεκάδος· ἵνα οὖν καὶ ἐν τῷ εἴκοσι 205 εὑρέθη στοιχεῖον ἐκ τῶν ἐντὸς τῆς δεκάδος, τούτου χάριν γρά φεται διὰ τῆς ει διφθόγγου· ἔχει γὰρ τὸ ε, ὅπερ ἐστὶν ἐκ τῶν ἐντὸς τῆς δεκάδος· εἰ δὲ ἐγράφετο διὰ τοῦ ι, οὐκ ἤμελλεν ἔχειν στοιχεῖον ἐκ τῶν ἐντὸς τῆς δεκάδος· ἀμέλει οἱ Δωριεῖς, διὰ τοῦ ι γράφοντες αὐτὸ, τρέπουσι τὸ ο ἐν τῇ παραληγούσῃ εἰς τὸ α, λέγοντες εἴκασι· ἵνα εὑρέθῃ ἔχον στοιχεῖον ἐκ τῶν ἐντὸς τῆς δεκάδος. 9Εἰλίσσω9: Τὸ ει δίφθογγος· τὸ λι ι· ὡς ἐκ τοῦ ἐλίξω μέλλοντος γίνεται εἰλίσσω· τὸ λι ι· ἐπειδὴ οὐδέποτε πρὸ τῶν δύο ςσ εὑρίσκεται ἡ ει δίφθογγος, πλὴν τοῦ κρείσσων, καὶ τοῦ ἐξ αὐτοῦ γενομένου ῥήματος τοῦ κρεισσῶ. 9Εἰνάτηρ9: Σημαίνει δὲ τὴν νύμφην, διὰ τῆς ει διφθόγγου· παρὰ τὸ εὐνὴ γέγονεν εὐνατηρ, καὶ κατὰ τροπὴν τοῦ υ εἰς ι εἰνάτηρ. 9Εἴργω9: Δίφθογγος· ἀπὸ γὰρ τοῦ ἐέργω γίνεται κατὰ κρᾶ σιν τῶν δύο εε εἰς τὴν ει δίφθογγον· καὶ ἄλλως· ὅτι ἀνεφάνη τὸ ἐν τῷ ἔργαθεν· ἢ διὰ τὸ ἀντιπαρακεῖσθαι τὸ ο· οἷον, ὀργή· ἡ γὰρ ὀργὴ εἴργει τινὰ τοῦ καλῶς βούλεσθαι· τὰ δὲ ἔχοντα τὸ ο ἀντιπαρακείμενον ἔχουσι τὸ ε ἐγκείμενον· κτείνω, κτόνος· εἵρω, εἱρμὸς, οὕτως καὶ εἴργω, ὀργή. 9Εἰκών9: Ει δίφθογγος· ἀπὸ γὰρ τοῦ εἴκω τὸ ὁμοιῶ γέγο νεν εἰκών· ἀντιπαράκειται γὰρ τὸ ο ἐν τῷ ἔοικα· τὰ γὰρ ἔχοντα ἀντιπαρακείμενον τὸ ο ἔχουσι τὸ ε ἐγκείμενον· οἷον, κείρω, κουρεύς· ἀγείρω, ἀγορά· οὕτως, καὶ εἴκω, οἶκος· τὸ δὲ Ἰκό νιον ἡ πόλις, καὶ τοῦτο παρὰ τὸ εἰκὼν ὂν, διὰ τοῦ ι γράφεται· τὸ δὲ Ἰκόνιον γέγονεν ἀπὸ τῆσδε τῆς αἰτίας· γυναῖκα φασὶν κατοικεῖν εἰς τὸν τόπον παράνομον, ἡ τοῖς ἐπιξενουμένοις ἐκέ λευεν συγγενέσθαι αὐτῇ, καὶ μετὰ τὴν συνουσίαν ἀνῄρει, ἵνα μὴ ἡ ἀσελγεία αὐτῆς ἐπιγνώσθῃ· Περσέα δὲ τὸν Δαναῆς ἐπὶ τοὺς τόπους ἀφικνούμενον, καὶ μέλλοντα τὰ αὐτὰ πάσχειν, δεί ξαντα τὸ τῆς Γοργοῦς πρόσωπον, αὐτὴν ἀπελιθῶσθαι· ταύτην δὲ ἐπιπολὺ χρόνον τὴν εἰκόνα διαμεῖναι λιθίνην· ἀφ' ἧς αἰτίας 206 καὶ τοὺς κατοικοῦντας τὴν πόλιν Ἰκόνιον ὀνομάσαι· διὰ δὲ τοῦ ι γράφεται, ἐπειδὴ εὑρέθη ἡ ἄρχουσα συστελλομένη παρὰ Με νάνδρῳ. 9Εἴκω9: Σημαίνει δὲ τὸ ὑποχωρῶ, διὰ τῆς ει διφθόγγου γρά φεται· ἀντιπαράκειται γὰρ αὐτὸ τὸ οἶκος· οἱονεὶ, εἰς ὃν ὑπο χωροῦμεν πάντες· τὰ γὰρ ἔχοντα τὸ ο ἐγκείμενον τὸ ε ἀντι παρακείμενον· εὑρέθη δὲ ἐν διαστάσει καὶ ὁ πρῶτος ἀόριστος· οἷον, ἔερξε. 9Ἐκεῖνοσ9: Ει δίφθογγος· καὶ γὰρ οἱ Δωριεῖς κῆνος, καὶ τῆνος, διὰ τοῦ η ποιοῦσι τὴν γραφήν· ἔθος γὰρ ἔχουσιν τὴν ει δίφθογγον τρέπειν· οἷον, πλείων· μείων, μήων· αἱ δὲ πρωτό τυποι ἀντωνυμίαι, αἱ μονοπρόσωποι, ἀπὸ φωνήεντος θέλουσιν ἄρχεσθαι· οἷον, αὐτὸς, οὗτος· οὕτως οὖν, καὶ τὸ ἐκεῖνος προσέ λαβεν τὸ ε διὰ τὸν κανόνα τοῦτον. 9Εὐρώπεια9: Διὰ τῆς ει διφθόγγου, τῷ λόγῳ τῶν διὰ τοῦ εια προπαροξυτόνων· Εὐρώπεια δέ ἐστιν ὄνομα κύριον· τὰ γὰρ διὰ τοῦ εια θηλυκὰ, ἐπὶ τοῦ αὐτοῦ σημαινομένου, διὰ τῆς ει διφθόγ γου γράφεται· οἷον, Καλλιώπεια· Πληστοδόκεια· οὕτως καὶ Εὐρώπη, Εὐρώπεια, διὰ τῆς ει διφθόγγου. 9Ἔμεια9: Διὰ τῆς ει διφθόγγου, τῷ λόγῳ τῶν διὰ τοῦ εια προπαροξυτόνων· καὶ ἄλλως· ὥσπερ ἀπὸ τοῦ ἐνεργῶ, ἐνέργεια, καὶ ἀνθῶ, Ἄνθεια· οὕτως καὶ ἀπὸ τοῦ ἐμῶ, Ἔμεια, διὰ τῆς ει διφθόγγου· ἔστιν δὲ τόπος πλήσιον Μυκηνῶν· Ἔμεια δὲ λέγεται, ἐπειδὴ ἐκεῖ ἤμεσεν ὁ Κέρβερος ἀνελθὼν ἐν τοῦ Ἄδου· ἢ ἐπειδὴ ὁ Θυέστης φαγὼν τὰ τέκνα αὐτοῦ, ἐκεῖ ἤμεσεν. 9Ἑξείδιον9: Σημαίνει δὲ τὴν ἕξιν διὰ τῆς ει διφθόγγου τὸ ξει· γέγονεν δὲ ἀπὸ τῆς ἕξεως, ἑξείδιον, ὥσπερ ἀπὸ τῆς λέ ξεως, λεξείδιον· καὶ ὄφεως, ὄφειον, ἀπὸ τῆς Ἀττικῆς γενικῆς· ἡ τῆς ἕξιος, καὶ λέξιος, καὶ ὄφιος· διὰ τοῦ ι πάντα. 9Ἐγχειρίδιον9: Σημαίνει δὲ καὶ βίβλον μικρὰν, καὶ ξίφος· γέγονεν δὲ παρὰ τὴν ἔγχει δοτικήν· ἰστέον δὲ ὅτι αἱ ἀπὸ δοτι 207 κῶν τῶν εἰς ος οὐδετέρων συντιθέμεναι λέξεις κατὰ μέρος τοῦ τον τὸν τρόπον γίνονται· ἐὰν μὲν γὰρ ἐπιφέρηται φωνῆεν, ἢ ἓν ἁπλοῦν σύμφωνον φυλάττεται ἡ αι δίφθογγος· οἷον, ὀρείαυ λος· ὀρείχαλκος· Ὀρειγενής· Ὠρειθυῖα· κατ' ἔκτασιν τοῦ ο εἰς ω· ἐγχείμαργος· σημαίνει δὲ τὸ ὀρίγανον, ἀπέβαλεν γὰρ τοῦτο τὸ ο τῆς ὄρει δοτικῆς, καὶ ἐξέτεινεν τὸ ι· ἐὰν δὲ σύμ φωνα δύο ἐπιφέρωνται, ἢ ἓν διπλοῦν, ἀποβάλλει τὸ ε· οἷον, ὀρί τροφος· ὀρίδρομος· ὀριβρεμέτης· ὑψιβρεμέτης· ὑψίζυγος. 9Ἐρέχθειον9: Τὸ τοῦ Ἐρεχθέος, δίφθογγος. 9Εἶδαρ9: Σημαίνει δὲ τὴν βρῶσιν· διὰ τῆς ει διφθόγγου· ἐκ τοῦ ἔδω, τοῦ σημαίνοντος, τὸ ἐσθίω, γέγονεν ἔδαρ, καὶ κατὰ πλεονασμὸν τοῦ ι εἶδαρ, διὰ τῆς ει διφθόγγου. 9Ἐπικήδειον9: Ει δίφθογγος τὸ δει· κτητικὸν γὰρ ἀπὸ τοῦ κήδους. 9Εἶδοσ9: Ει· ἐπειδὴ ἀντιπαράκειται αὐτῷ τὸ οἶδα· καὶ προ είρηται περὶ τοῦ ἀντιπαρακεῖσθαι τὸ ο· οὕτως καὶ εἴδω, τοῦ σημαίνοντος τὸ γινώσκω· γίνεται οἶδα, καὶ ἐξ αὐτοῦ εἰδῶ, εἶ δος· σημαίνει δὲ τὴν μορφὴν καὶ τὸ σχῆμα· καὶ τὸ ἀπὸ γένους διαιρούμενον· οἷον, ἄνθρωπον· ἵππον· ἐλαῖαν. 9Εἰδικόν9: Ἡνίκα μὲν τὸ εἶδος σημαίνει· οἷον, γένος· εἶ δος γενικὸν εἰδικόν, διὰ τῆς ει διφθόγγου· ἡνίκα δὲ τὸν ἴδιον οἶκον, διὰ τοῦ ι γράφεται. 9Εἶαρ9: Διὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ ἔω τὸ σημαῖ νον τὸ ἐκπέμπω, γέγονεν ἔαρ· τότε γὰρ ἐκπέμπονται οἱ καρποὶ, καὶ κατὰ πλεονασμὸν τοῦ ι, εἶαρ. 9Εἶθαρ9: Ὃ σημαίνει τὸ εὐθέως· ἔστιν ἐπίῤῥημα διὰ τῆς ει διφθόγγου· ἀπὸ γὰρ τοῦ εὐθὴς γέγονεν εὔθαρ, καὶ τροπῇ τοῦ υ εἰς ι, εἶθαρ. 9Ἐνομότεια9: Ει· ἐνωμότεια τάγματα δίφθογγος· ἡ παρά δοσις. 9Εἰρία9: Δίφθογγος· ἀπὸ γὰρ τοῦ ἐρίου γέγονεν εἰρία, κατὰ μεταπλασμόν. 9Εὐδεινόσ9: Ει· ὡς ποθεινός· εὐδεινότερος γὰρ τοῦ συγκρι τικοῦ. 208 9Εὐδί9: ι· ἡ παράδοσις. 9Εἰροπόκοσ9: Διὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ ἔριον καὶ τὸ πέκω, τὸ σημαῖνον τὸ ξαίνω, γέγονεν ἐροπόκος, καὶ πλεο νασμοῦ τοῦ ι εἰροπόκος, διὰ τῆς ει διφθόγγου. 9Εὐρεῖα9: Διὰ τῆς ει διφθόγγου· εὕρηται γὰρ καὶ χωρὶς τοῦ ι, εὐρέα· καὶ ἄλλως· τὰ ἀπὸ τῶν εἰς υς ἀρσενικῶν διὰ τοῦ εια παρασχηματιζόμενα θηλυκὰ, διὰ τῆς ει διφθόγγου γράφε ται· οἷον, βραδὺς, βραδεῖα· οὕτως καὶ ἡδὺς, ἡδεῖα, καὶ εὐρὺς, εὐρεῖα. 9Εἰλαπίνη9: Σημαίνει δὲ τὴν εὐωχίαν, διὰ τῆς ει διφθόγγου τὸ πρῶτον, ἐλαπίναν γὰρ φασὶν οἱ Αἰολεῖς. 9Εἷσ9: Διὰ τῆς ει διφθόγγου τὸ ὄνομα· τὰ γὰρ εἰς εις, ἔχοντα οὐδέτερον εἰς εν, διὰ τῆς ει διφθόγγου γράφεται· οἷον, χαρίεις, χαρίεν· ἀστερόεις, ἀστερόεν· οὕτως, οὖν, καὶ εἷς, ἕν. 9Εἴσ9: Ἡ μετοχὴ δίφθογγος· διὰ τὸ τὴν γενικὴν ἐκφέρε σθαι διὰ τοῦ εντος. 9Εἶλαρ9: Σημαίνει δὲ τὸ φύλαγμα· διὰ τῆς ει διφθόγγου γράφεται, παρὰ γὰρ τὸ εἰλῶ ἐστιν τὸ συγκλείω· τὸ δὲ εἰλῶ παρὰ τὸ ἕλος· ἕλος γὰρ λέγεται ὁ τόπος ὁ συγλειόμενος ἀπὸ δένδρων, καὶ κατὰ πλεονασμὸν τοῦ ι εἴλω, καὶ ἐξ αὐτοῦ εἶλαρ διὰ τῆς ει διφθόγγου. 9Εἰρεσία9: Σημαίνει δὲ τὴν κωπηλασίαν, διὰ τῆς ει διφθόγ γου· παρὰ γὰρ τὸ ἐρέτης γέγονεν ἐρεσία, καὶ κατὰ πλεονασμὸν τοῦ ι εἰρεσία. 9Εἵλωτεσ9: Διὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ Ἕλως, Ἕλωτος, γέγονεν Ἕλωτες· καὶ κατὰ πλεονασμὸν τοῦ ι Εἵ- λωτες· Εἵλωτες δέ εἰσιν οἱ κατοικοῦντες τὴν Μεσηνιακήν. 9Ἐλεινόσ9: Σημαίνει δὲ τὸν ἐλεεινόν· διὰ τῆς ει διφθόγγου· ὥσπερ γὰρ ἀπὸ τοῦ δέος δεεινὸς, καὶ κατὰ κρᾶσιν τοῦ ε καὶ τῆς ει διφθόγγου εἰς τὴν ει δίφθογγον, δεινός· οὕτως καὶ ἀπὸ τοῦ ἔλεος γίνεται ἐλεεινὸς, καὶ κράσει ἐλεινός. 9Ἑκτόρειοσ9: Διὰ τὴς ει διφθόγγου· εὕρηται γὰρ καὶ χω ρὶς τοῦ ι, Ἑκτόρεον δὲ χιτῶνα. 209 9Εἰλειθυῖα9: Διὰ τῆς ει διφθόγγου, καὶ ἡ πρώτη καὶ ἡ δεύ τερα συλλαβή· παρὰ γὰρ τὸ ἐλεύθω, τὸ σημαῖνον τὸ παραγί νομαι, γέγονεν ἐλευθυῖα, καὶ πλεονασμῷ τοῦ ι Εἰλευθυῖα, καὶ τροπῇ τοῦ υ εἰς ι Εἰλειθυῖα. 9Ἐπιείκεια9: Διὰ τῆς ει διφθόγγου, καὶ κατὰ τὴν πρώτην καὶ κατὰ τὴν παραλήγουσαν· παρὰ τὸ εἴκω γάρ ἐστιν, τὸ ση μαῖνον τὸ ὑποχωρῶ· καὶ γὰρ ὁ ἐπιεικὴς εὐχερῶς ὑποχωρεῖ· ὅπερ διὰ τῆς ει διφθόγγου γράφεται, ὁμοίως καὶ ἡ παραλή γουσα τῷ λόγῳ τῶν διὰ τοῦ εια προπαροξυτόνων. 9Ἐπιτήδειοσ9: Ἀπὸ τοῦ ἐπιτηδὴς, ἐπιτηδέους, καὶ ἐξ αὐτοῦ ἐπιτήδειος. 9Εἷμα9: Σημαίνει δὲ τὸ ἱμάτιον διὰ τῆς ει διφθόγγου· ἕμ μα γάρ φασιν οἱ Αἰολεῖς ἀποβάλλοντες τὸ ι, καὶ διπλασιά ζοντες τὸ σύμφωνον· ὥσπερ κείρω, κέῤῥω, καὶ φθείρω, φθέῤῥω· τὸ μέντοι ἑμάτιον, διὰ τοῦ ι γράφεσθαι δῆλον, εἴγε κατὰ σύν θεσιν γίνεται θοιμάτιον· εἰ γὰρ ἐγράφετο διὰ τῆς ει διφθόγγου θουμάτιον εἶχεν γενέσθαι· τὸ γὰρ ο καὶ ε εἰς τὴν ου δίφθογγον κίρναται· οἷον, τὸ ἐμὸν, τοὐμόν. 9Εἰρήνη9: Δίφθογγος κατὰ τὴν ἄρχουσαν· ὥσπερ γὰρ ἀπὸ τοῦ λάμπω γίνεται λαμπήνη, οὕτως καὶ ἀπὸ τοῦ εἴρω, τοῦ ση μαίνοντος τὸ λέγω, γίνεται εἰρήνη· ὅπερ διὰ διφθόγγου γρά φεται. 9Εἴλεοσ9 καὶ 9ὀειλύοσ9 ὁ λεγομ6ε6***. 9Εἴκελοσ9: Διὰ τῆς ει διφθόγγου· ὥσπερ γὰρ ἀπὸ τοῦ ἄγω γέγονεν ἄγελος καὶ ἄγγελος, οὕτως καὶ ἀπὸ τοῦ εἴκω, τοῦ σημαί νοντος τὸ ὁμοιῶ, ὅπερ διὰ διφθόγγου γράφεται, γέγονεν εἴκελος. 9Εἴρω9: Σημαίνει δὲ τὸ συμπλέκω, διὰ τῆς ει διφθόγγου· ἀνεφάνη γὰρ τὸ ε ἐν τῷ ἕρμα· ἕρμα δέ ἐστι τὸ κώλυμα· καὶ πάλιν, ὅτι ἀντιπαράκειται αὐτὸ τὸ ὅρμος· σημαίνει δὲ τὸν περι τραχήλιον κόσμον, παρὰ τὸ εἴρειν καὶ συμπλέκειν τὰς ναῦς· καὶ πάλιν διὰ τὸ ἀντιπαρακεῖσθαι αὐτῷ τὸ ο· οἷον, εἴρω, ὅρ μος· καὶ ἄλλως ὅτι οἱ Αἰολεῖς οἴρατο λέγουσιν· ἔστιν δὲ εἴρω, 210 ἐρῶ, εἶρα, ἔῤῥον τὸ προστακτικόν· ἔθος γὰρ ἔχουσι τὸ ε τρέ πειν· οἷον, ὄνειρος, ὄνοιρος. 9Εἴρω9: Σημαίνει δὲ τὸ λέγω, διὰ τῆς ει διφθόγγου· ἀνε φάνη γὰρ τὸ ε ἐν τῷ ἐρῶ μέλλοντι· καὶ πάλιν, ὅτι τὰ διὰ τοῦ εἴρω βαρύτονα ἀποστρέφονται τὴν διὰ τοῦ ι μόνου γραφήν. 9Εὔειλοσ9: Σημαίνει δὲ τὸν εὐάερον τόπον· παρὰ τὸ εἴλη, ὅ ἐστιν θερμασία, γέγονεν εὔειλος. 9Εἰκάζω9: Τὸ ει δίφθογγος· ἀπὸ τοῦ εἴκω τοῦ σημαίνοντος τὸ ὁμοιῶ. 9Ἐπίχειρα9: Τὸ χει δίφθογγος· παρὰ τὴν χεῖρα γάρ. 9Ἐπειόσ9: Δίφθογγος· τὰ γὰρ διὰ τοῦ ειος κύρια ὀξύτονα τρισύλλαβα διὰ τῆς ει διφθόγγου γράφεται· οἷον, Πηνειός· Ἀρνειός· Ἀλφειός· Σπερχειός· Ὀλμειός· Δεινειός· οὕτως καὶἘπειὸς διὰ τῆς ει διφθόγγου. 9Ἑρμείασ9: Διὰ τῆς ει διφθόγγου· ἀπὸ γὰρ τοῦ Ἑρμέας γέγονεν κατὰ πλεονασμὸν τοῦ ι. 9Ἐρσήεισ9: Διὰ τῆς ει διφθόγγου· ἀνεφάνη γὰρ τὸ ε ἐν τῇ ἐρσήεντος γενικῇ. 9Ἐρατεινόσ9: Διὰ τῆς ει διφθόγγου· οἱ γὰρ Δωριεῖς ἐρα τεννὸς λέγουσι, ὥσπερ ποθεινὸς, ποθεννός· καὶ διὰ τὸν κανόνα τῶν εἰς νος ὀξυτόνων παρωνύμων. 9Εἴασκεν9: Διὰ τῆς ει διφθόγγου· ἔστιν γὰρ ἐῶ, ἐᾶς· εἴων, εἴας, εἴα· τὰ γὰρ τοιαῦτα τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν ἐκτείνουσιν· οἷον, ἔτυπτον, ἔτυπτες, ἔτυπτε· ἐκ τούτου οὖν τοῦ ἐᾶς γίνεται εἴασκε διὰ τῆς ει διφθόγγου κατὰ πλεονασμὸν τοῦ ι. 9Εἴωθα9: Διὰ τῆς ει διφθόγγου· ἀνεφάνη γὰρ τὸ ε ἐν τῷ ἔθος καὶ ἐν τῷ εὔωθα· οἱ γὰρ Αἰολεῖς τὸ εἴωθα, εὔωθα λέγου σιν· γέγονεν δὲ τὸ εἴωθα τούτῳ τῷ τρόπῳ· ἔστιν ῥῆμα ὃ ση μαίνει τὸ ἐξ ἔθους τί διαπράττομαι, ἐξ οὗ καὶ ἔθνος· τούτου ὁ μέσος παρακείμενος εἶθα, καὶ πλεονασμῷ τοῦ ω εἴωθα καὶ εἴωθε. 9Εἰμί9: Τὸ ὑπάρχω δίφθογγος τὸ πρῶτον, τὸ δὲ δεύτερον ι· οἱ γὰρ Αἰολεῖς ἐμμὶ λέγουσιν, ὥσπερ κείρω, κέῤῥω· γέγονεν δὲ τὸ εἰμὶ οὕτως· ἔστιν ἐῶ τὸ σημαῖνον τὸ ὑπάρχω· τοῦτο 211 τρέπον τὸ ω εἰς μι γίνεται ἐμί· καὶ ἐπειδὴ τὰ εἰς μι φύσει μακρὰ παραλήγονται· οἷον, ἵστημι· τίθημι· δίδωμι· χωρὶς τοῦ ἐσμὶ, θέσει γὰρ μακρὸν παραλήγεται· καὶ πάλιν ἀναγκάζεται καὶ τοῦτο φύσει μακρὰ παραλήγεσθαι· ἢ τρέπον τὸ ε εἰς η, ἢ προσλαμβάνον τὸ ι· τὸ γὰρ ε ἐν τοῖς ῥήμασιν διχῶς μεγε θύνεται· ἢ διὰ προσθήκης τοῦ ι· οἷον, ἔχω, εἶχον· ἕλκω, εἷλ κον· ἢ διὰ τὸ τρέπεσθαι εἰς η· οἷον, ἐλαύνω, ἤλαυνον· ἐλέγχω, ἤλεγχον· καὶ ὤφειλεν μᾶλλον τρέψαι τὸ ε εἰς τὸ η, εἴπερ προσλάβεσθαι τὸ ι· τὰ γὰρ εἰς μι οὐ θέλουσι διφθόγγῳ παρα λήγεσθαι· οἷον, τίθημι· δίδωμι· χωρὶς τοῦ εἶμι τοῦ σημαί νοντος τὸ πορεύομαι· ἀλλ' ἐπειδὴ ἔτρεψεν τὸ ε εἰς τὸ η, οὐκ ἤμελλεν φυλάττειν λείψανόν τι τοῦ πρωτοτύπου· οἷον, λέγω, λόγος· νέμω, νόμος· διδῶ δίδωμι· τούτου χάριν προσέλαβεν τὸ ι, καὶ γέγονεν εἰμὶ διὰ τῆς ει διφθόγγου, ἵνα φυλάξῃ τι τῆς φωνῆς τοῦ πρωτοτύπου· διατί δὲ πάλιν οὐκ ἔτρεψεν τὸ ε εἰς τὸ η; ἵνα μὴ συνεμπέσῃ τὸ ἠμὶ τὸ σημαῖνον τὸ λέγω· τὸ γενόμενον ἀπὸ τοῦ φημὶ ἠμί. 9Εἰμί9: Τὸ ὑπάρχω· Εἶμι τὸ πορεύομαι· Ἠμὶ τὸ λέγω, τὸ γενόμενον ἐκ τοῦ φημὶ κατὰ ἀποβολὴν τοῦ φ. 9Εἶσ9: Τὸ ὑπάρχεις· διὰ τῆς ει διφθόγγου· ἀπὸ γὰρ τοῦ εἰμὶ γέγονεν τροπῇ τῆς μι εἰς σ. 9Εἰσί9: Διὰ τῆς ει διφθόγγου τὸ πρῶτον· ἀνεφάνη γὰρ τὸ ε ἔασι. 9Εἶμι9: Σημαίνει δὲ τὸ πορεύομαι· διὰ τῆς ει διφθόγγου τὸ πρῶτον· ἀπὸ γὰρ τοῦ εἴω γέγονεν τροπῇ τοῦ ω εἰς μι· σημαί νει δὲ τὸ εἴω τὸ πορεύομαι, τὸ δὲ ἰμὶ, τὸ διὰ τοῦ ι, ἀπὸ τοῦ ἴημι γέγονεν κατὰ συγκοπὴν τοῦ η. 9Ἐπικλώσειαν9: Τὸ σει δίφθογγος ὡς εὐκτικόν· τὸ δὲ κλω μέγα, ἐκ τοῦ κλῶ, κλᾶς, κλᾶ. 9Εὔρειος Ποταμόσ9: Διὰ τῆς ει διφθόγγου· εὐρεὴς γὰρ καὶ εὐρέες. 9Εἰραφιώτησ9: Διὰ τῆς ει διφθόγγου· ἀπὸ γὰρ τοῦ ἐῤῥά φθαι γέγονεν ἐῤῥαφιώτης καὶ εἰραφιώτης, προσελθόντος τοῦ ι, καὶ ἀποβληθέντος τοῦ ρ· Εἰραφιώτης δὲ λέγεται ὁ Διόνυσος. 212 διὰ τὸ ἐῤῥάφθαι ἐν τῷ μηρῷ τοῦ Διός· ἢ παρὰ τὸ ἐρέφεσθαι, τὸ σημαῖνον τὸ στεφανοῦσθαι, γέγονεν ἐραφιώτης, καὶ κατὰ πλεονασμὸν τοῦ ι Εἰραφιώτης· ἢ παρὰ τὸ ἔριφος γέγονεν ἐρα φιώτης, καὶ κατὰ πλεονασμὸν τοῦ ι Εἰραφιώτης· καὶ γὰρ ὑπὸ ἐρίφων φασὶν ἀνατραφῆναι τὸν Διόνυσον. 9Ἐμίχθη9: ι τὸ μι κατὰ παράδοσιν· μέμιχα γάρ ἐστιν ὁ μέσος παρακείμενος, εἰ δὲ διὰ τῆς ει διφθόγγου ἐγράφετο μέμοιχα εἶχεν εἶναι· ἐὰν γὰρ εὑρέθη τὸ ε ἐν δισυλλάβῳ μέλ λοντι, ἢ μόνον, ἢ μετὰ τοῦ ι, τρέπεται εἰς τὸ ο· οἷον, πείθω, πείσω, πέποιθα· λείβω, λείψω, λέλοιφα· εἰ οὖν τὸ μίγω, μίξω, διὰ τῆς ει διφθόγγου ἐγράφετο, μέμοιχα εἶχεν εἶναι ὁ παρα κείμενος· ἀλλὰ μὴν μέμιγά ἐστιν· καὶ δῆλον ὅτι μίγω καὶ μίξω διὰ τοῦ ι, καὶ ἐμίχθη ὁμοίως. 9Ἐρεείνω9: Διὰ τῆς ει διφθόγγου· τὰ γὰρ διὰ τοῦ εινω ὑπὲρ δύο συλλαβὰς, μὴ συντεθειμένα ἀπὸ ἁπλοῦ γραφομένου διὰ τοῦ ι, διὰ τῆς ει διφθόγγου γράφονται· οἷον, φαείνω· ἀλε είνω· ἐρεείνω· πλὴν τοῦ ὀρίνω· ὀδίνω· ὑπὲρ δύο συλλαβὰς δὲ, διὰ τὸ κρίνω· κλίνω· ἀπὸ ἁπλῶν δὲ διὰ τοῦ ι γραφομένων, διὰ τὸ κρίνω καὶ συγκρίνω. 9Ἐπαυτοφόρωι9: Τὰ δύο μικρά· τὸ ρω μέγα· ἡ παράδοσις. 9Εἴλη9: Σημαίνει δὲ τὴν θερμασίαν, διὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ ἔλη γεγόνεν κατὰ πλεονασμὸν τοῦ ι. 9Εἰλῶ9: Διὰ τῆς ει διφθόγγου· ἀνέφανεν γὰρ τὸ ε ἐν τῷ ἐλίσσω καὶ ἐλλεδανός· σημαίνει δὲ τὸν δεσμόν. 9Εἶ9: Δίφθογγος· αἶ γὰρ λέγουσιν οἱ Δωριεῖς· ἔθος δὲ ἔχουσι τὸ ε εἰς α τρέπειν· οἷον, τρέχω, τράχω· Ἄρτεμις, Ἄρταμις· οὕτως οὖν καὶ εἶ, αἶ. 9Ἐπεί9: Διὰ τῆς ει διφθόγγου· ἀπὸ γὰρ τοῦ ει γέγονεν καὶ τῆς ἐπὶ προθέσεως· ἰστέον ὅτι τὸ ἐπεὶ ἡνίκα χρονικὸν ἐπίῤῥημά ἐστιν· οἷον, πλάγχθη ἐπεὶ Τροίης ἱερὸν πτολίεθρον, ἀντὶ τοῦ ἀφ' οὗ· καὶ πάλιν, αὐτὰρ ἐπεὶ κόσμηθεν,

Intertext edge

Open linked passage

Note