De orthographia
Georgius Choeroboscus ConstantinopolitanusOrth 213 · pg-scrape-grcMore by Georgius Choeroboscus Constantinopolitanus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-choeroboscus-constantinopolitanus" aria-label="More works by Georgius Choeroboscus Constantinopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
213.1
ἀντὶ τοῦ ὅταν· ἡνίκα δὲ αἰτιολογικὸν παραλαμβάνεται, σύν δεσμός ἐστιν· οἷον," ἐπεὶ ἡμέρα ἐστὶν, φῶς ἐστίν." 9Εἶθε9: Διὰ τῆς ει διφθόγγου· ἀπὸ γὰρ τοῦ ἔθε γέγονεν εἶθε· καὶ πάλιν ὅταν οἱ Δωριεῖς αἶθε λέγουσιν, καὶ ἔθος ἔχου σιν, ὡς εἴρηται, τὸ ε εἰς τὸ α τρέπειν· οὕτως εἶθε, αἶθε. 9Εἶτα9: Διὰ τῆς ει διφθόγγου· ὥσπερ γὰρ ἀπὸ τοῦ δὴ γίνε ται δῆτα, οὕτως καὶ ἀπὸ τοῦ εἰ γίνεται εἶτα. 9Ἔπειτα9: Διὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ εἶτα καὶ τὴν ἐπὶ πρόθεσιν γίνεται ἔπειτα. 9Εἰκόσ9: Διὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ εἴκω, τὸ ση μαῖνον τὸ ὁμοιῶ, γέγονεν. 9Ἐξωκήθη9: Ἀντὶ τοῦ ὠκήθη, τὸ ω μέγα· παροχήμενον γάρ. 9Εἶα9: Ἔστιν δὲ παρακελευσματικὸν ἐπίῤῥημα, καὶ γράφε ται διὰ τῆς ει διφθόγγου· ὥσπερ γὰρ παρὰ τὸ ῥέα γίνεται ῥεῖα, διὰ τῆς ει διφθόγγου κατὰ πλεονασμὸν τοῦ ι· οὕτως καὶ ἀπὸ τοῦ ἔω, τοῦ σημαίνοντος τὸ ἐκπέμπω, γίνεται ἔα, καὶ εἶα, κατὰ πλεονασμὸν τοῦ ι. 9Ἐννέα9: Δύο νν· παρὰ γὰρ τὸ ἓν καὶ τὸ νέα γέγονεν ἐννέα. 9Ἑκκαίδεκα9: Ὁ ἀριθμὸς ὁ σύνθετος κ καὶ οὐ ξ· ἐτράπη γὰρ ἡ πρόθεσις διὰ τὸ ἐπαγόμενον σύμφωνον. 9Ἑβδομήκοντα9: Τὸ μὴ η· καὶ ἑξήκοντα ὁμοίως· τὰ γὰρ διὰ τοῦ κοντα ἀριθμητικὰ θέλουσι πρὸ τοῦ κ ἔχειν φωνῆεν· ἀπὸ οὖν τοῦ ἓξ γέγονεν ἑξάκις, καὶ ἐκ τοῦ ἑξάκις ἑξήκοντα· τροπῇ Δωρικῇ τοῦ α εἰς η· ἑβδομήκοντα διὰ τοῦ η· καὶ ὀγδοήκοντα, ἐκ τοῦ ἕβδομος καὶ ὄγδοος ὤφειλεν εἶναι ἑβδομόκοντα καὶ ὀγδό οκοντα διὰ τοῦ ο· ἀλλ' ἐπειδὴ τὰ διὰ τοῦ κοντα ἀριθμητικὰ οὐ θέλουσι προπαραλήγεσθαι, οὔτε τὸ ο, οὔτε τὸ ε, ἐξ ἀνάγκης ἐτρέψαμεν τὸ ο εἰς τὸ η, καὶ γέγονεν ἑβδομήκοντα καὶ ὀγδο ήκοντα· καὶ ἐνενήκοντα ὁμοίως γέγονεν ἀπὸ τοῦ ἐννέα ἐννεά κοντα, καὶ κατὰ ὑπερβιβασμὸν ἐνενάκοντα· καὶ ἐπειδὴ καὶ ὁ πεντήκοντα καὶ οἱ λοιποὶ τὸ η παραλήγονται· οἷον, ἑξήκοντα, 214 καὶ ἑβδομήκοντα, καὶ ὀγδοήκοντα· τούτου χάριν, ἐκείνων τρεψάν των τὸ α εἰς η, ἔτρεψεν καὶ τοῦτο, καὶ γέγονεν ἐνενήκοντα. 9Ἐρυσίβη9: Διὰ τοῦ ι γράφεται· ἐρυσίβη δὲ λέγεται ἡ πάχνη, ἡ γενομένη ἐν τῇ δυσαερίᾳ, καὶ φθείρουσα τοὺς καρπούς. 9Ἔγγειοσ9: Διὰ τῆς ει διφθόγγου· τὰ γὰρ παρὰ τὸ γέα ὄντα διὰ τῆς ει διφθόγγου γράφεται· οἷον, ἀνώγειος· βαθύ γειος· εὔγειος· μεσόγειος· κατώγειος· ὑπέργειος· οὕτως καὶ ἔγγειος διὰ τῆς ει διφθόγγου. 9Ἐρωιδιόσ9: Τὸ ρω μέγα σὺν τῷ ι· καὶ τὸ δι ι· ἡ παράδο σις· αἱ δὲ ἐτυμολογίαι διφοροῦνται. 9Εῶιοσ9: Διὰ τοῦ ω, κτητικὸν γάρ. 9Ἐσθίω9: Τὸ τρώγω ψιλὸν τὸ ε· παρὰ τὸ ἔδω, τὸ σημαῖνον τὸ αὐτὸ, ἐξ οὗ καὶ τὸ ἐδωδή. 9Ἐσθήσ9: Τὸ ἱμάτιον, καὶ Ἔσθημα τὸ αὐτὸ διὰ τοῦ ε· παρὰ γὰρ τὸ ἔω, τὸ σημαῖνον τὸ ἐνδύομαι. 9Αἴσθησισ9 καὶ 9Αἰσθητήριον9: Αἰσθητὸς καὶ Αἰσθάνομαι, καὶ ὅσα ὅμοια, διὰ τῆς αι διφθόγγου· παρὰ τὸ αἴω, τὸ σημαῖνον τὸ πνέω, πρὸς ἀντιδιαστολὴν τοῦ ἐνδύομαι. 9Ἑστία9 καὶ 9Ἑστιάτωρ9: Διὰ τοῦ ε ψιλοῦ. 9Ἤτις Ἀρετὴ9 καὶ 9Εἴτις Ἔπαινοσ9: Τὸ μὲν πρῶτον ἄρθρον· τὸ δὲ δεύτερον ἀντὶ τοῦ ἐάν. 9Εἰδῶν· Εἰδοῖς· Ἐπαΐειν· Ἐλιγήσεται9. 9Ἔρις, Ἔριδος· Ἐρίφια· Εἰκασμός· Ἐργαλεῖον9 9Ἐλεγεῖον· Εὐκταῖος· Ἐξάπινα9. 9Εἰκαῖοσ9: Σημαίνει δὲ τὸν μάταιον, καὶ εἰκή. 9Ἑρμῆσ9: Ὁ λόγος, ὡς ὅθεν καὶ 9Ἑρμηνεῖα9. 9Εἴκω9: Τὸ ὁμοιῶ· ἐξ οὗ εἰκών· 9Εἴκω9 τὸ πρέπω· ἐξ οὗ εἰ κότως· 9Εἴκω9 τὸ ὑποχωρῶ, ἐξ οὗ οἶκος. 9Ἤκω9: Τὸ ἔρχομαι, ἐξ οὗ ἤκω τὸ φέρω· 9Ἴκω9 τὸ παρα- γίνομαι. 9Εἴδω9: Τὸ βλέπω, ἐξ οὗ ἐστιν" εἶδον οἱ ὀφθαλμοί μου." 9Εἴδω9: Τὸ γινώσκω, ἐξ οὗ οἶδα· 9Εἰδῶ9 περισπώμενον τὸ γι νώσκω, ἐξ οὗ" πάντες εἰδήσουσίν με ἀπὸ μικροῦ ἕως με γάλου." 215 9Εἴδω9: Τὸ ὁμοιῶ· ἐξ οὗ εἰδόμενος· 9Ἴδω9 τὸ γινώσκω, ἐξ οὗ ἴσω· 9Ἤδω9 τὸ εὐφραίνομαι, ἐξ οὗ ἧδαρ καὶ ἧδον. 9Ἐπιτηδήσ9: Ἔστιν ἔτης, ὃ σημαίνει τὸν συνήθη· οἷον, κασιγνήτους τε ἔτας τε, ἀπὸ τοῦ ἔθους γεγενημένου ἐτητὴς ἐν παραγωγῇ, καὶ ἐτηδὴς, καὶ ἐν συνθέσει ἐπιετηδὴς, καὶ ἀποβολῇ τοῦ ε ἐπιτηδὴς, καὶ ἐπιτή δειος ἐξ αὐτοῦ· ἢ παρὰ τὸ ἥδω ῥῆμα, τὸ σημαῖνον τὸ τέρπω καὶ εὐφραίνω, ἡδὴς, καὶ μετὰ τῆς ἐπὶ προθέσεως ἐπιηδὴς, καὶ προ σθέσει τοῦ τ ἐπιτηδὴς, καὶ ἐπιτήδειος ἐξ αὐτοῦ. 9Ζευγίσιον9: Διὰ τοῦ ι γράφεται· τῷ χαρακτῆρι τῶν διὰ τοῦ ισιον διὰ τοῦ ε γραφομένων· οἷον, χαρίσιον· προβαλίσιον· Ἀρτεμίσιον· οὕτως καὶ ζευγίσιον· περὶ τῶν εσσιν ἐμάθομεν ἐν τοῖς Ἀρτεμισίου. 9Ζεῖρα9: Σημαίνει δὲ τὴν ζώνην, καὶ χιτῶνα, καὶ χλαμύδα· διὰ τῆς ει διφθόγγου γράφεται· παρὰ τὸ δεῖν, ὅ ἐστιν δεσμεύ ειν, γέγονεν, καὶ κατὰ μετάθεσιν τοῦ δ εἰς τὸ ζ ζεῖρα. 9Ζειά9: Δίφθογγος· ἔστιν δὲ εἶδος κριθῆς, ἤγουν ἡ αὐτὴ κρι θή· ἔστιν δὲ παρὰ τὸ ζέειν· καὶ πλεονασμῷ τοῦ ι ζειὰ, ἤγουν ἡ τοῦ ζέειν ἡμᾶς αἴτιος, ἤγουν τοῦ ζῆν. 9Ζείδωροσ9: Διὰ τῆς ει διφθόγγου· ἢ γὰρ παρὰ τὸ ζεῖ γέ γονεν ζειόδωρος, καὶ κατὰ συγκοπὴν τοῦ ο ζείδωρος· ἢ παρὰ τὸ ζῆν γέγονεν ζήδωρος, οἱονεὶ ἡ τὰ πρὸς τὸ ζῆν δωρουμένη· τοῦ η εἰς τὴν ει δίφθογγον μετατεθέντος Βοιωτικῶς· ἢ παρὰ τὸ ζέειν ζεέδωρος, κατὰ κρᾶσιν τῶν δύο εε εἰς τὴν ει δίφθογγον· ζείδωρος. 9Ζώνιον9: ι· ὑποκοριστικὸν γάρ· τοῦτο ἐπὶ γυναικῶν μᾶλλον τίθεται. 9Ζήτρειον9: Διὰ τῆς ει διφθόγγου· σημαίνει δὲ τὸ τῶν δού λων δεσμοτήριον, τὸν κοῦσπον, ἢ τὸν μύλωνα· ἐκεῖ γὰρ ἐδεσμεύ οντο οἱ δοῦλοι· παρὰ γὰρ τὸ δεῖν τὸ δεσμεύειν, καὶ τὸ τρεῖν, ὅ ἐστιν τὸ φοβεῖσθαι, γέγονεν ζήτρειον· μετατεθέντος τοῦ δ εἰς τὸ ζῆτα, καὶ τῆς ει διφθόγγου εἰς τὸ η· ὥσπερ πλείων, πλήων· μείων, μήων· ἢ παρὰ τὸ ζα τὸ ἐπιτατικὸν μόριον, ἐξ οὗ τὸ ζαπλοῦτε, καὶ τὸ τρεῖν, τὸ ὄντως φοβεῖσθαι, γέγονεν ζάτρειον, καὶ ζήτρειον. 216 9Ζύγιον9: ι· ὑποκοριστικὸν γὰρ τὸ τοῦ ζυγοῦ. 9Ζωάγρια9: Ἡ παράδοσις. 9Ζῶισον9: τὸ ζω μέγα σὺν τῶ ι· τὸ ο μικρὸν, ἀπὸ γὰρ τοῦ ζῶ ῥήματος γέγονεν. 9Ζώιδιον9: Τὸ μὲν τὸ δι ι· ὑποκοριστικὸν γάρ. 9Ζεύγνυσι9 καὶ 9Ζευγνῦσι9: Καὶ τὸ μὲν ἑνικὸν προπαροξύνε ται, τὸ δὲ πληθυντικὸν προπερισπᾶται· οὕτως καὶ ῥήγυσι καὶ ῥηγῦσι. 9Ἡρωΐνη9: Τὸ ρω μέγα· τὸ ινη διὰ τοῦ ι· τὰ γὰρ διὰ τοῦ ινη ἀποστρέφονται τὴν ει δίφθογγον· οἷον, Ἀρίνη· Παλαιστίνη· Ἀδριστίνη· Ὠκεανίνη· Αἰητίνη· οὕτως καὶ ἡρωΐνη. 9Ἡμῖν9: Διὰ τοῦ ι· ἄμμι γὰρ λέγουσιν οἱ Αἰολεῖς βαρυ τόνως καὶ συστέλλοντες τὸ ι· ἦμιν λέγουσιν οἱ Ἴωνες προπερι σπωμένως· καὶ ἀμῖν λέγουσιν οἱ Δωριεῖς· ἔστιν οὖν καὶ ἡμῖν περισπώμενον διὰ μακροῦ τοῦ ι. 9Ἡμετέρειοσ9: Ἔστιν δὲ κτητικὸν, καὶ σημαίνει τὸν τοῦ ἡμετέρου, διὰ τῆς ει διφθόγγου· ὥσπερ γὰρ ἀπὸ τοῦ Ἀρίσταρχος γίνεται Ἀριστάρχειος διὰ τῆς ει διφθόγγου, οὕτως καὶ ἀπὸ τοῦ ἡμέτερος, ἡμετέρειος· ἔστιν δὲ κανὼν λέγων· τὰ διὰ τοῦ ρειος ἀπὸ τῶν εἰς ρος ἐχόντων τὸ τ τῆς προηγουμένης συλλαβῆς, ἔχουσι τὸ ει διὰ τῆς ει διφθόγγου γραφόμενον· οἷον, ἀβέλτε ρος, ἀβελτέρειος· ἕτερος, ἑτέρειος· οὕτως καὶ ἡμέτερος, ἡμε τέρειος διὰ τῆς ει διφθόγγου· ἔχει γὰρ τὸ καὶ τὸ ε ἐν τῇ πρώτῃ συλλαβῇ. 9Ἠτίσ9: Ὄνομα πόλεως, διὰ τοῦ ι τὸ τις· 9Ἠτεῖοσ9· σημαίνει δὲ τὸν πολίτην. 9Ἡρακλειώτησ9: Τὸ κλει δίφθογγος, Ἡρακλεῖα γάρ· οὕ- τως ἡ παράδοσις. 9Ἠθεῖοσ9: Διὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ θεὸς γέγονεν θέϊος, καὶ κατὰ συναίρεσιν τοῦ ε καὶ ι εἰς τὴν ει δίφθογγον θεῖος, καὶ κατὰ πλεονασμὸν τοῦ η ἠδεῖος· ὥσπερ βαιὸν, ἠβαιόν· γέγονεν δὲ πάλιν ἀπὸ τοῦ ἔθος, ἐθεῖος, καὶ ἠθεῖος· ἢ ἀπὸ τοῦ ἦθος γέγονεν ἠθεῖος· σημαίνει δὲ φιλοφρόνησιν ἀπὸ νεωτέρου εἰς παλαιότερον. 217 9Ἠχήεισ9: Ἠχήεντος γὰρ ἡ γενικὴ, καὶ ἠχῆεν τὸ οὐδέτερον. 9Ἡρακλείη9: Δίφθογγος κατὰ τὴν παραλήγουσαν· ἀπὸ γὰρ τοῦ Ἡρακλῆς γίνεται Ἡρακλεῖος κτητικὸν διὰ τῆς ει διφθόγ- γου· καὶ λοιπὸν τὸ θηλυκὸν Ἡρακλεῖα διὰ τῆς ει διφθόγγου· οἷον, Ἡρακλεῖα χεῖρ· καὶ ἐκ τούτου γίνεται Ἡρακλείης, κατὰ μετάθεσιν τοῦ α εἰς τὸ η. 9Ἥπεροσ9: Ἥπειρος δὲ λέγεται ἡ γῆ· γράφεται δὲ τὸ μὲν η ἐκ τοῦ α τοῦ στερητικοῦ, ἄπερος γὰρ λέγεται κατὰ ἐτυμο λογίαν· τὸ δὲ πει δίφθογγος, ὅτι ἔχει ἀπὸ πρωτοτύπου φωνῆς τὸ ε· πέρας γὰρ οὐκ ἔχει, ἄπερός τις οὖσα καὶ ἤπειρος· φασὶν οἱ Δωριεῖς τρέπειν τὴν ει δίφθογγον εἰς τὸ η, ὥσπερ πλείων, πλήων· ἔστιν δὲ παρὰ τὸ α τὸ στερητικὸν μόριον καὶ τὸ πέρας. 9Ἡμεῖσ9: Δίφθογγος· ἄμες γὰρ λέγουσιν οἱ Δωριεῖς, καὶ ἄμμες οἱ Αἰολεῖς. 9Ἧξασ9: Ὁ κληθεὶς καὶ ἐπακούσας, η. 9Ἠνία9: Τὸ ἐπὶ τῶν λώρων διὰ τοῦ η γράφεται ἡ ἄρχουσα, παρὰ γὰρ τὸ ἀνύειν γέγονεν ἀνίον καὶ ἠνίον· καὶ γὰρ διὰ τῶν λώρων τῶν ἱππέων ἀνύομεν. 9Ἡμίσεια9: Ἀπὸ τοῦ ἥμισυς καὶ τὸ οὐδέτερον δῆλον ἐστὶν, ἡμίσεα γὰρ καὶ θήλεα. 9Ἥφαιστος· Ἡμισσαῖος· Ἡράκλειοσ9: ει· παρὰ γὰρ τὸκλέος. 9Ἤιομεν ὡς ἐκελεύσασ9: Ἀπὸ τοῦ εἴω τοῦ πορεύομαι, τροπῇ τοῦ ε εἰς η, καὶ ἔχει καὶ τὸ ι προσγεγραμμένον. 9Θίσ9: Διὰ τοῦ ι· σημαίνει δὲ τὸν αἰγιαλὸν καὶ τὸν σωρόν· γράφεται δὲ διὰ τοῦ ια ὡς δικατάληκτον. 9Θέτισ9: Ἀπὸ τοῦ Θέτις, Θέτιδος, καὶ Θέτιος, κατὰ ἀπο βολὴν τοῦ δ, καὶ Θέτιδι καὶ Θέτιι, καὶ κατὰ κρᾶσιν τῶν δύο ιι εἰς ἓν ι μακρὸν, Θέτι. 9Θερσίτησ9: ι ὣς παρώνυμον· ἔστιν δὲ παρὰ τὸ θέρω, ὃ ση μαίνει τὸ θερμαίνω, ῥηματικὸν ὄνομα· θερμὸς γὰρ καὶ προπε τὴς ἦν· ἢ ἀπὸ τοῦ Θέρσου Αἰολίου γέγονεν Θερσίτης. 9Θρίαι9: Σημαίνει δὲ τὰς μαντικὰς ψήφους· γράφεται δὲ 218 διὰ τοῦ ι παρὰ τὸ τρισσόν· ἔστιν δὲ τὸ τρισσὸν διὰ τοῦ ι γραφόμενον, ἐπειδὴ οὐδέποτε πρὸ τῶν δύο ςσ δίφθογγος εὑρίσκε ται· οἷον, ἐλίσσω· μελίσσω· κισσός· χωρὶς τοῦ κρείσσων, καὶ τοῦ ῥήματος κρεισσῶ. 9Θρίναξ9: Σημαίνει δὲ τριενοειδὲς ἐργαλεῖον ἐργατικὸν, διὰ τοῦ ι δὲ γράφεται· παρὰ γὰρ τὸ τρι γέγονεν τρίναξ, καὶ θρίναξ, κατὰ μετάθεσιν τοῦ ψιλοῦ εἰς δασύ· καὶ πάλιν τὰ εἰς αξ διὰ τοῦ ι γράφεται· τὰ γὰρ εἰς αξ ἀποστρέφονται τὴν ει δίφθογ γον κατὰ τὴν παραλήγουσαν· οἷον, Φαίαξ· κλίμαξ· κόραξ· θρί δαξ· πλὴν τοῦ μείραξ, καὶ τοῦ λείμαξ, σημαίνει δὲ τὸν λει μῶνα· καὶ τοῦ ἐν συνηθείᾳ λεγομένου λείαξ. 9Θρινακρία9: Διὰ τοῦ ι· σημαίνει δὲ τὴν Σικελίαν· ὥσπερ οὖν ἀπὸ τοῦ Φρυγὸς γίνεται Φρυγία, καὶ κατὰ Φαίακος, Φαι ακία, οὕτως καὶ ἀπὸ θρίναξ, θρίνακος, Θρινακία, ἡ παράδοσις· τὸ ἐκ τριῶν συγκεῖσθαι ἄκρων λέγεται θρινακία, οἱονεὶ τρι νακρία τις οὖσα· καὶ γὰρ τρία ἀκρωτήρια ἔχει ἡ Σικελία· ἔστιν δὲ ταῦτα, Λιλύβαιον· Πάχυνον· Πέλωρον. 9Θρίψ9: Σημαίνει δὲ εἶδος σκώληκος, διὰ τοῦ ε γράφεται· καὶ γὰρ τὰ εἰς ψ λήγοντα πᾶσαν δίφθογγον ἀποστρέφονται· Λίψ· αἰγιλίψ· Κίνυψ· Κύκλωψ· Πέλωψ· οὕτως καὶ θρὶψ διὰ τοῦ ι. 9Θριδακίνη9: Διὰ τοῦ ι ἡ παραλήγουσα, τῷ λόγῳ τῶν διὰ τοῦ ινη· σημαίνει δὲ τὸ λάχανον, ὅπερ ἐν τῇ συνηθείᾳ θοδράκιον λεγέται· σημαίνει δὲ καὶ μαζόν. 9Θρία9: Σημαίνει δὲ τὰ τῆς συκῆς φύλλα, διὰ τοῦ ι γράφε ται· παρὰ γὰρ τὸ τρι γέγονεν, κατὰ μετάθεσιν τοῦ τ εἰς τὸ θ· καὶ γὰρ τὸ φύλλον τῆς συκῆς τριμερές ἐστιν. 9Θλίβω9: ι· τὰ γὰρ εἰς βω λήγοντα ῥήματα οὐ θέλουσι τῇ ει διφθόγγῳ παραλήγεσθαι· πλὴν τοῦ στείβω· ἀμείβω· εἴβω, τοῦ ἐκ τοῦ λείβω γινομένου· εἴσιν δὲ παραδείγματα· στίλβω· βίβω· τρίβω· φέρβω· σέβω· βαβῶ σημαίνει δὲ τὸ καθεύδω· καὶ ἄλλως τὸ β κατὰ πάντα οὐ θέλει ἔχειν τὴν ει δίφθογγον προηγουμένην· οἷον, λίβανον· λίβας· κιβωτὸς, καὶ τὰ ὅμοια· εἰ δέ που εὑρέθῃ τὸ β ἔχον τὴν εἰ δίφθογγον προηγουμένην, γνῶθι 219 ὅτι ἐν ῥήματι ἐστὶν ἔχοντι τὸ ο ἀντιπαρακείμενον διὰ τῆς οι διφθόγγου· οἷον, ἀμείβω· ἀμοιβή· λοιβή· στοιβή. 9Θειλόπεδον9: Σημαίνει δὲ τὸν τόπον ἔνθα ξηραίνονται αἱ σταφυλαί· διὰ τῆς ει διφθόγγου τὸ θει· παρὰ γὰρ τὸ ἔλη, τὸ σημαῖνον τὴν θερμασίαν, γέγονεν εἴλη διὰ τῆς ει διφθόγγου κατὰ πλεονασμὸν τοῦ ι· καὶ πάλιν ἀπὸ τοῦ εἴλη καὶ τὸ πέδον, τοῦ σημαίνοντος τὸ χαμηλὸν, γέγονεν εἰλόπεδον, καὶ πλεονασμῷ τοῦ θ θειλόπεδον. 9Θεῖοσ9: Παρὰ τὸ θεὸς, θέϊος, καὶ θεῖος κατὰ συναίρεσιν. 9Θεισεῖον9: Διὰ τῆς ει διφθόγγου· τὰ γὰρ ἀπὸ τῶν εἰς ευς διὰ τοῦ ειον παραγόμενα, διὰ τῆς ει διφθόγγου γράφεται· κου ρεὺς, κουρεῖον· βαφεὺς, βαφεῖον· κναφεὺς, κναφεῖον· οὕτως καὶ Θησεὺς, Θησεῖον· ὡς μονογενὲς δὲ, καὶ προπερισπώμενον, καὶ ὡς οὐδέτερον· πρόσκειται μονογενὲς διὰ τὸ βασιλεὺς, βασίλειον· τοῦτο γὰρ οὐ προπερισπώμενόν ἐστιν, οὐ μονογενὲς, ἀλλὰ τρι γενές· βασίλειος οἶκος· βασιλεῖα χείρ· καὶ βασίλειον οἴκημα· λέγεται δὲ καὶ Θησίον. 9Θεῖα9: Παρὰ τὴν θεὰν, θέϊα, καὶ θεῖα· ὥσπερ καὶ τὸ θεῖος. 9Θείνω9: Σημαίνει δὲ τὸ τύπτω· ἐφάνη γὰρ τὸ ε ἐν τῷ μέλλοντι, θένος γάρ. 9Θαλία9: Ἐπὶ τῆς ἀνέσεως ἢ εὐωχίας ι· ἐπιθετικῶς δὲ ει δί φθογγος. 9Θεμέλιον9: ι· παρὰ τὸ θήσομαι θεμέλιον, ὡς κειμήλιον ἥλιον. 9Θεῖναι9: ει δίφθογγος· ἀνεφάνη γὰρ ἐν τῷ ἔθεμεν τὸ ε. 9Θάλεια· Θέρεια9: Τῷ λόγῳ τῶν διὰ τοῦ εια προπερισπω μένων· καὶ ἄλλως, ὡς παρὰ τὸ ἐνεργῶ, ἐνέργεια, οὕτως καὶ παρὰ τὸ θαλῶ, θάλεια· καὶ θερῶ, θέρεια. 9Θερείβοτον9: Παρὰ γὰρ τὴν δοτικὴν τοῦ θέρους ἐκεῖθεν γέ γονεν θέρει ἔστιν, καὶ τὸ βότον, τὸ σημαῖνον τὴν βοσκὴν, γέγο νεν θερείβοτον. 9Θιασώτησ9: ι· ἀπὸ τοῦ ἐνθεάσας θεασμὸς πρόσκειται. 9Θίασοσ9: ι καθαρόν· τὰ ἔχοντα ἢ μακρὸν τὸ α, ἢ δύο ςσ, ὀξύνονται· οἷον, Καρνασός· Ἁλικαρνασσός. 220 9Θωπεῖα9 θωπεύω γάρ· 9Θλίψις: Θυείδιον9 δίφθογγος ἡ δεύ τερα συλλαβή· καὶ γὰρ ἡ θύεια τρισύλλαβος διὰ τῆς ει δι φθόγγου· ἡ παράδοσις. 9Θήλεια9: Τὰ ἀπὸ τῶν εἰς υς. 9Θυμοβορείων9: ει δίφθογγος· θυμοβορέων γάρ. 9Θωρακεῖον9: Δίφθογγος· τὰ γὰρ ὑπὲρ τρεῖς συλλαβὰς μοναδικὰ, μὴ ὄντα ἐπὶ τεμένων, ἢ κατὰ τοιαῦτα, ὡς τὸ μαγει ρεῖον· μορμολυκεῖον. 9Θρόνοσ9: Τὰ εἰς νος δισύλλαβα τὸ ο παραλήγονται· οἷον, θρόνος· κτόνος· φόνος· πλὴν τοῦ βῶνος. 9Θεαρχίω9: ι ἐκ παραδόσεως· 9Θυρέος· Θόρυβοσ9 μικρόν· παρὰ τὸ θέω τὸ τρέχω. 9Θῶραξ: Θόλοσ9 ὁ οἶκος, καὶ 9Θολὸν9 τὸ τεταραγμένον. 9Θυρεός· Θημωνία: Θύννα9 ἡ θῦνα· 9Θηβαῖοσ9. 9Θεωρήμων9: Παρὰ τὸ θεωρός· τὰ γὰρ εἰς ρος ὀξύτονα τὸ ω παραλήγονται· ἐκ τούτου γίνεται ῥῆμα θεωρῶ, θεωρήσω, τε θεώρηκα, τεθεώρημαι, θεωρήμων. 9Ἶνεσ9: Διὰ τοῦ ι ὡς δικατάληκτον· ἀπὸ γὰρ τοῦ ἲς ἶνες τὸ πληθυντικόν. 9Ἴδον9: Ὁ β ἀόριστος· Εἴδω γὰρ τὸ θέμα· 9Ἰδεῖν9 καὶ9Ἰδέα9 καὶ 9Ἰδομενεύσ9. 9Ἶνισ9: Σημαίνει δὲ τὸν υἱὸν, διὰ τοῦ ι· ἢ γὰρ παρὰ τὸ ἶσον γέγονεν, δύναμις γὰρ τῶν πατέρων οἱ υἱοί· ἢ παρὰ τὸ ἰαίνειν γέγονεν· καὶ γὰρ τὰ τέκνα τοὺς πατέρας εὐφραίνουσιν· ἢ παρὰ τὸ ἰνοῦν, τὸ σημαῖνον τὸ θηλάζειν. 9Ἰλισόσ9: Ἔστιν δὲ ὁ ποταμός· διὰ τοῦ ι τὸ λι· ἐπειδὴ τὰ εἰς ος ἐπὶ ποταμῶν καὶ ὀξύνονται, καὶ διὰ τοῦ ι γράφεται· οἷον, Ἀνισός· Κνιφισός· καὶ ἡ πρώτη διὰ τοῦ ι· τὰ γὰρ ἀμφιβαλ λόμενα· καὶ ἄλλως· τὰ εἰς υς οὐ θέλουσιν τῇ ει διφθόγγῳ· παραλήγεσθαι· οἷον, Ἐρινύς· πιτύς. 9Ἱλεόσ9: Σημαίνει δὲ τὸν φωλεὸν καὶ τὴν κατάδυσιν· καὶ γὰρ τὰ παρὰ τὸ εἰλῶ παράγωγα ὀνόματα διὰ τοῦ ι γράφε ται· οἷον, ἰλύς· ἴλης σημαίνει δὲ τὴν ἄθροισιν. 9Ἴλοσ9: ι· καὶ γὰρ τὰ διὰ τοῦ ιλος βαρύτονα, μὴ ὄντα οὐ 221 δέτερα, μὴ σύνθετα ἀπὸ ὀνομάτων ἐχόντων τὴν ει δίφθογγον, ἀποστρέφονται τὴν ει δίφθογγον πλὴν τοῦ Νεῖλος· οἷον, Τρω ΐλος· Ζωΐλος καὶ Ἴλος διὰ τοῦ ι. 9Ἰλύον9: ι ἔδειξεν γὰρ ἐν τῷ ἰλύς. 9Ἰβιών9: Πόλις ἐν Αἰγύπτῳ ὀξυτόνως λεγομένη· μᾶλλον δὲ νῆσος. 9Ἴρισ9: Σημαίνει δὲ καὶ τὴν ἄγγελον τῶν θεῶν, καὶ τὸ τόξον ἐν τῷ οὐρανῷ φαινόμενον, διὰ τοῦ ι· ἐπειδὴ τὰ εἰς ρις θηλυκὰ ῥηματικὰ δισύλλαβα βαρύτονα ἑνὶ φωνήεντι παραλήγεται· χαίρω, χάρις· εἴρω, ἔρις· κυρίως γὰρ ἡ μάχη ἡ διὰ λόγων γε νομένη· δαίω, σημαίνει δὲ τὸ κόπτω, δαῖς καὶ κατὰ τροπὴν τοῦ α εἰς η δὴς, καὶ κατὰ πλεονασμὸν τοῦ ρ δῆρις, οὕτως καὶ ἀπὸ τοῦ εἴρω, τοῦ σημαίνοντος τὸ λέγω, γέγονεν Ἴρις. 9Ἴβισ9: Ἐστιν δὲ εἶδος ὀρνέου, ι· τὰ γὰρ ἀμφιβαλλόμενα. 9Ἴφισ9: Τὸν αὐτὸν κανόνα. 9Ἴεισ9: Ἔστιν δὲ ὁ δαίμονος διὰ τοῦ ι· παρὰ γὰρ τὸ ἴεσθαι, ὅ ἐστιν πλανᾶσθαι· καὶ ἄλλως· τὰ ἀμφιβαλλόμενα. 9Ἴβυκοσ9: Παρὰ τὸ Ἴβυξ· καὶ ἄλλως· τὰ ἀμφιβαλλόμενα. 9Ἴρισ9: ι ἡ παράδοσις· ἢ κατὰ τὸν κανόνα τοῦτον· τὰ ἀμφι βαλλόμενα. 9Ἶροσ9: ι ἡ παράδοσις· ἢ τὸν αὐτὸν κανόνα. 9Ἱστάμενοσ9: Ὁμοίως· παρὰ τὸ ἰέναι. 9Ἰλίων9: ι τὰ ἀμφιβαλλόμενα· τὸ δὲ δεύτερον τὸν κανόνα τοῦ Ἀμφίων· σημαίνει δὲ τὸν σύγγαμβρον. 9Ἰξίων9: Καὶ κατὰ τὴν λήγουσαν, καὶ κατὰ τὴν παραλή γουσαν τὸν αὐτὸν κανόνα· ὥσπερ δὲ ἀπὸ τοῦ ἄγω, ἄξω, γίνεται ἄξιος, οὕτως καὶ ἀπὸ τοῦ ἴκω, ἴξω, γίνεται ἴξιος· οὐδέποτε δὲ τὸ ι καὶ τὸ υ πρὸ τοῦ ξ εὑρίσκονται φύσει μακρὰ, χωρὶς εἰ μὴ λόγῳ ἀρχούσης παρῳχημένου, ὡς τὸ ἰξεύω, ἴξευον· οἷον, φοίνιξ· κήρυξ. 9Ἱδίω9: Σημαίνει δὲ τὸ ἱδρῶ, διὰ τοῦ ι κατὰ τὴν ἄρχουσαν καὶ κατὰ τὴν παραλήγουσαν· ἡ μὲν πρώτη ὅτι ἀπὸ τοῦ ὕδωρ γέγονεν ὑδρῶ, καὶ τροπῇ τοῦ υ εἰς ι ἰδρῶ· κατὰ δὲ τὴν παρα λήγουσαν, ὅτι ἀπὸ τοῦ ἱδρῶ γέγονεν ἱδριῶ κατὰ πλεονασμὸν