De orthographia
Georgius Choeroboscus ConstantinopolitanusOrth 222 · pg-scrape-grcMore by Georgius Choeroboscus Constantinopolitanus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-choeroboscus-constantinopolitanus" aria-label="More works by Georgius Choeroboscus Constantinopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
222.1
τοῦ ι καὶ ἀποβολὴν τοῦ ρ, ἱδίω· τὸ δὲ ι πέφυκεν πλεονάζειν ἐν τοῖς ῥήμασιν· οἷον, ἐρεύθω, ἐρευθίω· στῶ, ἱστῶ· χρῶ, κιχρῶ· δῶ, διδῶ. 9Ἶνα9: Ἔστιν δὲ ὀνόματος, διὰ τοῦ ι· ἀπὸ γὰρ τοῦ ἲς ἰνὸς γέγονεν. 9Ἰχανόω9: ι κατὰ τὴν ἀφαίρεσιν τοῦ λ παρὰ τὸ λίαν ἔχε σθαι, ἢ ἰσχανόω ἦν, καὶ ἐπὶ τῇ ἐνδείᾳ τοῦ σ τέταται τὸ ι, ὡς καὶ τὸ γινώσκω, γνώσκω. 9Ἰνωπόσ9: Ἔστιν δὲ ὄνομα ποταμοῦ, διὰ τοῦ ι γράφεται· παρὰ γὰρ τὸ ἲς ἰνὸς, ὃ σημαίνει τὴν δύναμιν, καὶ παρὰ τὸ ὂψ ὀπὸς, ὃ σημαίνει τὴν φωνὴν, γέγονεν Ἰνωπὸς ἐκτάσει τοῦ ο πα ρακολούθως εἰς τὸ ω. 9Ἴναχοσ9: Ὄνομα ποταμοῦ, διὰ τοῦ ι γράφεται· παρὰ γὰρ τὸ ἲς ἰνὸς, τὸ σημαῖνον τὴν δύναμιν, καὶ τὸ χεύεσθαι γέγονεν Ἴναχος· οἱονεὶ, ὁ μετὰ δυνάμεως χεόμενος. 9Ἰαπετόσ9: Ὄνομα κύριον διὰ τοῦ ι γράφεται· παρὰ τὸ ἴπτω, τὸ σημαῖνον τὸ βλάπτω, γέγονεν ἰπετὸς, καὶ κατὰ πλεο νασμὸν τοῦ α Ἰαπετός· τὸ δὲ ἴπτω διὰ τοῦ ι γράφεται· τὰ γὰρ εἰς πτω ῥήματα οὐ θέλουσι τῇ ει διφθόγγῳ παραλήγεσθαι. 9Ἰδομενεύσ9: ι παρὰ τὴν ἴδην καὶ τὸ μένος· οἱονεὶ, ὁ ἔχων δύναμιν. 9Ἱμάτιον9: Διὰ τοῦ ι γράφεται καὶ τὰ παρ' αὐτὸ πάντα· οἷον, ἱμάτιαι πόλεις· ἱματιοφόρος καὶ ἱματιοπώλης· γράφεται δὲ διὰ τοῦ ι, δῆλον ἐκ τοῦ γίνεσθαι αὐτὸ κατὰ συναίρεσιν τοῦ ο καὶ ι εἰς τὴν οι δίφθογγον· εἰ δὲ ἐγράφετο διὰ τῆς ει διφθόγ γου, θουμάτιον εἶχεν εἶναι κατὰ κρᾶσιν τοῦ ο καὶ ε εἰς τὴν ου δίφθογγον. 9Ἰσαῖος· Ἰσίδωροσ9: Διὰ τοῦ ι τὰ δύο, παρὰ τὴν Ἴσιν καὶτὸ δῶρον. 9Ἵκω9: Διὰ τοῦ ι γράφεται· παρὰ γὰρ τὸ ἥκω τὸ διὰ τοῦ η· οἷον, Ἥκω νεκρῶν κευθμῶνα, γέγονεν ἵκω κατὰ τροπὴν τοῦ η εἰς ι· ἰστέον δὲ ὅτι τὸ ἵκω διὰ 223 τοῦ ι γράφεται ποιητικῶς ἐν τοῖς ἐνεργητικοῖς· οἷον, ἵκει· τὸ διὰ τοῦ η δὲ γραφόμενον πεζολόγων ἐστὶν καὶ ἰαμβογράφων· ἐν δὲ ταῖς παθητικαῖς φωναῖς καθόλου διὰ τοῦ ι γράφεται· οἷον, ἀφίγμαι, ἀφίκται. 9Ἵμεροσ9: ι· παρὰ γὰρ τὸ ἵκεσθαι τὸ σημαῖνον τὸ προθυ μεῖσθαι. 9Ἱμείρω9: ι· σημαίνει δὲ τὸ ἐπιθυμῶ, διὰ τοῦ ι γράφεται κατὰ τὴν ἀρχὴν, ὡς ἀπὸ τοῦ ἵμερος γεγονώς. 9Ἴετο9: ι· παρὰ γὰρ τὸ ἵημι, τὸ σημαῖνον τὸ προθυμοποιοῦ μαι, ἢ τὸ πέμπω· ἵημι ι· ἀπὸ διπλασιασμοῦ γὰρ ἔχει τὸ ι· οἷον, ὦ, ιὦ, ἵημι· δῶ, διδῶ, δίδωμι. 9Ἰσχανόω9: Σημαίνει δὲ τὸ ἐπιθυμῶ, καὶ γὰρ πολλάκις τὸ ε ἐν τοῖς ῥήμασιν ἐπιφερομένων δύο συμφώνων τρέπεται εἰς τὸ ι· οἷον, τέκω, τίκτω· οὕτως καὶ ἔχω, ἴσχω, διὰ τοῦ ι· ὥσπερ ἀπὸ τοῦ φῶ γίνεται φαίνω, καὶ παμφαίνω, καὶ ἐκεῖθεν ὁ μέλ λων παμφανῶ, οὕτως καὶ ἀπὸ τοῦ ἰσχῶ γίνεται ἰσχαίνω, καὶ ἐκεῖθεν ὁ μέλλων ἰσχανῶ, ἀποβληθέντος τοῦ σ, καὶ ἐκταθέντος τοῦ ι. 9Ἰόσ9: Σημαίνει δὲ τὸ βέλος, διὰ τοῦ ι γράφεται· παρὰ γὰρ τὸν ὄντα ἰὸν τοῦ ὄφεως γέγονεν· καὶ γὰρ ἔχριον τὰ βέλη ἀπὸ τοῦ ἰοῦ τοῦ ὄφεως, ἵνα τιτρωσκόμενός τις εὐθέως ἀναιρέθῃ· ἢ παρὰ τὸ ἰέναι γέγονεν, καὶ γὰρ λίαν πορεύεται τὸ βέλος· τὸ δὲ ἰέναι διὰ τοῦ ι γράφεται, ἐπειδὴ ἀπὸ τοῦ ἴημι ἐστίν· καὶ ἀπὸ τοῦ ισον μικρόν. 9Ἴκτεροσ9: ι, ὡς νύκτερος. 9Ἰοχέαιρα9: ι· ἡ τῷ ἰῷ χαίρουσα. 9Ἶποσ9: Σημαίνει δὲ τὴν παγίδα τῶν μυῶν, ι· παρὰ γὰρ τὸ ἴπτω γέγονεν, τὸ σημαῖνον τὸ βλάπτω· τὰ γὰρ εἰς πτω οὐ θέ λουσι διφθόγγῳ παραλήγεσθαι. 9Ἱμονία9: Σημαίνει δὲ τὸ θέρμα, εἰς ὃ ἀντλοῦσι τὸ ὕδωρ· διὰ τοῦ ι· παρὰ γὰρ τὸ ἱμὰς, ἱμάντος γέγονεν. 9Ἀνιμῶμαι9: Διὰ τοῦ ι· παρὰ γὰρ τὸ ἱμάς. 9Ἱρόσ9: Σημαίνει δὲ τὸν ἱερὸν, διὰ τοῦ ι γράφεται· ἀπὸ γὰρ τοῦ ἱερὸς γέγονεν ἱρὸς κατὰ κρᾶσιν τοῦ ι καὶ ε εἰς ι μακρόν· 224 ἰστέον ὅτι ἡνίκα τὸ ε ἐπιφέρηται, τὸ ι ἐπικρατῇ· οἷον, ἱρός· ἡνίκα δὲ τὸ ε ἐν διφθόγγῳ ἐστίν, τότε δίφθογγος ἐπικρατεῖ· οἷον, οἱγίεια, οἱγεῖα. 9Ἶσοσ9 καὶ 9Ἴσανδροσ9: Ἐξ αὐτοῦ διὰ τοῦ ι γράφεται κατὰπαράδοσιν. 9Ἰχώρ9: Σημαίνει δὲ τὸ σεσηπὸς αἷμα, διὰ τοῦ ι γράφεται· παρὰ τὸ ἴσχω, τὸ σημαῖνον τὸ λεπτύνω, καὶ ἰσχαίνω γίνεται ἰσχὼρ, τὸ λεπτύνον τὸ σῶμα ἐν τῷ καταστάζειν· καὶ ἀφαιρέ σει τοῦ σ ἰχώρ. 9Ἰτέα9: Διὰ τοῦ ι· παρὰ γὰρ τὸ ἰέναι ἐστίν· καὶ γὰρ τα χέως αὔξεται· κατὰ τὸν τοῦ ἰὸς τὸν κανόνα. 9Ἴπτω9: Σημαίνει δὲ τὸ θλίβω, διὰ τοῦ ι ὡς ἐδείξαμεν. 9Ἱλεόμενοι9: Ἐπὶ τοῦ ἱλασκόμενοι. 9Ἵληθι9: Διὰ τοῦ ι γράφεται· γέγονεν δὲ παρὰ τὸ ἱλαρὸς, καὶ γὰρ ὁ εὐμενὴς ἱλαρός. 9Εἴλαθι9: Οἱ Αἰολεῖς γὰρ ἔλλαθι λέγουσιν. 9Ἴω9: Τὸ ἴω διὰ τοῦ ι· ἔστιν καὶ εἴω διὰ τῆς ει διφθόγγου· καὶ τὰ μὲν ἑνικὰ τοῦ εἰμὶ, ἀπὸ τοῦ εἴω, τοῦ διὰ τῆς ει δι φθόγγου γέγονεν· τὰ δὲ δυικὰ καὶ πληθυντικὰ ἀπὸ τοῦ ἴω, τοῦ διὰ τοῦ ι γραφομένου· οἷον, δυϊκά· ἴτον, ἴτον· πληθυντικά· ἴμεν, ἴτε, ἴσιν, καὶ πλεονασμῷ τοῦ α ἴασιν. 9Ἴφι9: Σημαίνει δὲ τὸ ἰσχυρῶς· ὥσπερ γὰρ ἀπὸ τοῦ νόστος, νόστου, γέγονεν νοστόφι· οὕτως καὶ ἀπὸ τοῦ ἲς, ἰνὸς, γίνεται ἰνόφι, καὶ κατὰ συγκοπὴν ἴφι· τὸ δὲ ἲς διὰ τοῦ ι γράφεται ὡς δικατάληκτον· πάντα δὲ τὰ δικατάληκτα διὰ τοῦ ι γρά φεται. 9Ἴψ9: Διὰ τοῦ ι· σημαίνει δὲ εἶδος σκώληκος· τὰ γὰρ εἰς ψ λήγοντα ἅπασαν δίφθογγον ἀποστρέφονται· γέγονεν δὲ παρὰ τὸ ἴπτω, σημαίνει δὲ τὸ βλάπτω· οἷον, ἲψ, ἰπός· ἰστέον δὲ ὅτι τὸ θρίψ, θριπὸς, κληθέν· θρίπες δέ εἰσιν οἱ σκώληκες οἱ ἐσθίοντες τὰ ξύλα· σῆτες δὲ οἱ ἐσθίοντες τὰ ἱμάτια· ἴπες δὲ οἱ ἐσθίοντες τὰ κόατα, ἴκες δὲ οἱ ἐσθίοντες τὰς ἀμπέλους. 225 9Ἴγδησ9: Διὰ τοῦ ι ἡ ἄρχουσα, καὶ ἡ τελευταῖα, διὰ τοῦ η. 9Ἰλύσ9: Σημαίνει δὲ τὴν ἄθροισιν, διὰ τοῦ ι γράφεται· τὰ γὰρ παρὰ τὸ εἰλῶ παραγόμενα, ἢ σύνθετα ὀνόματα, μὴ κατὰ τὸ ἄρχον μέρος, διὰ τοῦ ι γράφεται. 9Ἰλὺς, Ἰλέοσ9: Σημαίνει δὲ τὴν κατάδυσιν. 9Ἵλαοσ9: Παρὰ τὸ ἱλαρός· οἱ γὰρ Αἰολεῖς ἴλλαος λέγουσιν, καὶ οὐχὶ ἔλλαος. 9Ἴασοσ9: ι καὶ ἴσος· παρὰ τὸ ἰάσω μέλλοντα, ἐξ οὗ τὸ ἰά σομαι· ἢ παρὰ τὸ κρίασον, ἴασος. 9Ἰάσων9: μακρὸν τὸ α· παρὰ τὸ ἰῶ, ἰάσω μέλλοντα γέγονεν Ἰάσων, καὶ Ἰάσονος μικρὸν, ὡς μακρὸν τὸ α. 9Ἰθύσ9: ι· ἢ γὰρ καὶ τὸ ἴσον, ἢ τὸν κανόνα· τὰ ἀμφιβαλλό μενα. 9Ἰθύνω9: Παρὰ τὸ ἰθὺς, ἰθύνω, καὶ ὁ μέλλων ἰθυνῶ. 9Ἰλαδόν9: Σημαίνει δὲ τὸ ὁμοῦ, διὰ τοῦ ι γράφεται· παρὰ τὸ ἴλη, τὸ σημαῖνον τὴν ἄθροισιν, γέγονεν, ὅπερ διὰ τοῦ ι γρά φεται. 9Ἰδικῶσ9: Ἀπὸ γὰρ τοῦ ἴδιον· ὅταν δὲ εἰδικόν ἐστιν, λέγο- μεν τὸ διαιρούμενον ἐκ τοῦ γένους, διὰ τῆς ει διφθόγγου γρά φεσθαι· τὸ δὲ ἴδιον ι, ἐπεὶ καὶ συστέλλεται. 9Ἵγνητεσ9: ι· οἱ γνήσιοι. 9Ἵπποσ9: ι· πρὸ γὰρ τῶν δύο ππ ἡ ει δίφθογγος οὐκ ἔστιν· ἢ παρὰ τὸ ἵπτασθαι τοῖς ποσίν. 9Ἰσαῦρα9: ι· ἡ πόλις, καὶ Ἰσαυρία. 9Ἰθύφαλον9: ι· καὶ 9Ἰθυφαλία9 μέτρον ι· ἡ παράδοσις. 9Ἱέρεια9: Διὰ τοῦ ι ἡ ἄρχουσα κατὰ παράδοσιν, καὶ ἡ πα ραλήγουσα διὰ τῆς ει διφθόγγου· τὰ γὰρ ἀπὸ τῶν εἰς ευς διὰ τοῦ εια παρασχηματιζόμενα θηλυκὰ διὰ τῆς ει διφθόγγου γρά φεται· οἷον, βασιλεὺς, βασίλεια, καὶ ἱερεὺς, ἱέρεια· οἱ δὲ Ἀθηναῖοι τοῦ ἱερεία ἐκτάσει τοῦ α, καὶ καταβιβασμὸν τῶν τό νων, καὶ φυλάττειν τὴν αὐτὴν γραφήν· οἷον, ἱερεία. 9Ἴφθιμοσ9: Ἀπὸ τοῦ ἴφθος, ἴφθιμος. 9Ἱππώναξ9: Παρὰ τὸ ἵππος ι· τὸ δὲ πω μέγα· ὅτι παρὰ τὸ ἱπποάναξ γέγονεν, καὶ κατὰ συναίρεσιν Ἱππώναξ. 226 9Ἰγκροσ9: Σημαίνει δὲ τὸν ἐγκέφαλον, διὰ τοῦ ι γράφεται· 9Ἱκεσία9. 9Ἰοειδεῖσ9: Μέλας· ει ἡ παράδοσις. 9Ἱππαρχεῖοσ9: Ἑρμῆς· τὸ χει δίφθογγος· 9Ἰξίς· Ἱμειρμένη. Ἰρέοσ9: Ἡ ἐξ αἰχμαλωσίας δουλεῖα· 9Εἴω, Εἶμι9, τὸ πο ρεύομαι. 9Ἰῶ9: Ἰεῖς, ἴημι, ἴεμαι, καὶ αὐτὸ τὸ πορεύομαι. 9Ἱῶ9: Ἱεῖς, ἵεμαι, τὸ πέμπω ἐξ οὗ τὸ εἷναι καὶ ἀφεῖναι. 9Ἰῶ9: Ἰᾷς, ἴημι, ἴαμαι, τὸ ἰατρεύω. 9Ἐῶ9: Ἐεῖς, ἐεῖ, ἔημι, ἔεμαι, ἠρεήμενος, ἡ μετοχὴ, καὶ καθήμενος. 9Ἱῶ9: Ἱεῖς, ἱεῖ, ἵημι, ἥσω, ἧκα, καὶ συνῆκα, ὁ αʹ ἀόριστος· τὰ πληθυντικὰ, ἥκαμεν, ἥκατε, ἧκαν, καὶ συνῆκαν·" οὐκ ἔγνω σαν, οὐδὲ συνῆκαν." 9Κρῖοσ9: Ἔστιν δὲ ὄνομα Τιτᾶνος, διὰ τοῦ ι γράφεται· παρὰ γὰρ τὸ κεκρῖσθαι ἐστίν· τοῦτο δὲ καὶ προπερισπώμενόν ἐστιν, πρὸς ἀντιδιαστολὴν τοῦ προσηγορικοῦ τοῦ κριός· καὶ ἄλλως· τῷ κανόνι τῶν διὰ τοῦ ιος δισυλλάβων ἀρσενικῶν διὰ τοῦ ι γραφομένων. 9Κριόσ9: Διὰ τοῦ ι γράφεται· παρὰ γὰρ τὸ κεκρῖσθαι ἐστὶν κατὰ τὰς τριχάς· διὰ τοῦ ι δὲ γράφεται τῷ κανόνι τοῦ κριός· κριὸς δέ ἐστιν ὁ προηγούμενος τῆς ποίμνης. 9Κρίβανοσ9: Σημαίνει δὲ τὴν κάμινον, ἔνθα ὤπτων τοὺς ἄρ τους· διὰ τοῦ ι γράφεται· παρὰ γὰρ τὸ κρῖ, τὸ σημαῖνον τὴν κριθὴν, καὶ τὸ βαῦνος, τὸ σημαῖνον τὴν κάμινον· οἱ δὲ Δωριεῖς κλίβανον λέγουσιν. 9Κρῖ9: Σημαίνει δὲ τὴν κριθὴν, διὰ τοῦ ι γράφεται· γέγονεν δὲ ἀπὸ τοῦ κριθὴ κατὰ ἀποκοπὴν τῆς θη συλλαβῆς· σημαίνει δὲ καὶ τὸ πολὺ ἄλευρον· περισπᾶται δὲ τὸ κρῖ· πᾶν γὰρ οὐδέ τερον μονοσύλλαβον μακροκατάληκτον περισπᾶται. 9Κριθή9: Διὰ τοῦ ι· τὰ γὰρ εἰς θη οὐ θέλουσι παραλήγε σθαι τῇ ει διφθόγγῳ· οἷον, μέθη· ποθή· τιτθή· σημαίνει δὲ τὴν παρέχουσαν τὸ γάλα τοῖς ἀρτιγενέσι παισί· σημαίνει δὲ καὶ 227 τὴν μαμήν· οὐδὲν οὐδέτερον εἰς θη λήγει εἰ μὴ μόνον τὸ κριθὴ καὶ τὸ ποθὴ, καὶ τὸ τιθή· λεγέται κριθὴ ἡ παρὰ τὸ προκρι θῆναι τῶν δρυῶν, ὄπτους γὰρ βαλάνους ἔτρωγον οἱ ἀρχαῖοι, καὶ πάλιν ὕστερον ἤρξαντο τὸν ἄρτον ἀπὸ κριθῆς τρώγειν· καὶ ἄλ λως· κριθὴ λέγεται διὰ τὸ διακρίνεσθαι καὶ διαχωρίζεσθαι αὐτὴν ἀπὸ τῶν ἀχύρων ὑπὸ τῶν ἀνέμων· κρινῶ γὰρ ὁ μέλλων, καὶ οἱ Αἰολεῖς κρίννω λέγουσιν. 9Κνίσα9: Σημαίνει δὲ τὴν ἀναθυμίασιν, διὰ τοῦ ι γράφεται· οὕτως καὶ ἀπὸ τοῦ κνίζω, κνίσω, κνίσα· κνίσα δὲ ἀπὸ τοῦ κνισμός. 9Καυλεῖα9: Προπερισπωμένως· ὥσπερ φυλλεῖα κολοβὴν βα ρύνεται, Ἀττικοὶ δὲ ὀξύνουσι. 9Κοντουβερνάλιοσ9: εἴρηται ὁ συστρατιώτης. 9Κινῶ9: Διὰ τοῦ ι· παρὰ γὰρ τὸ κινεῖν· οἱ δὲ Λάκωνες κινέω λέγουσιν, καὶ διὰ τοῦ ι. 9Κύριλλοσ9: ι· ὡς προπαροξύτονον, οὐχ ὡς Ἀστυάγης παρο ξυτόνως· τὰ γὰρ ἔχοντα δύο λλ εἰς ος κύρια διὰ τοῦ ι γράφε ται, καὶ προπαροξύνεται. 9Κλίνω9: ι· κλινῶ γὰρ ὁ μέλλων, καὶ οἱ Αἰολεῖς κλίννω λέ γουσιν, καὶ οὐ κλέννω. 9Καμαρῖνα9: Διὰ τοῦ ι· τὰ γὰρ διὰ τοῦ ινα ἀποστρέφονται τὴν διὰ τῆς ει διφθόγγου γραφὴν, πλὴν τοῦ πεῖνα. 9Κεραμίσ9: ι· τὰ γὰρ εἰς ις θηλυκὰ ὑπὲρ μίαν συλλαβὴν κοινολεκτούμενα ἀποστρέφονται τὴν ει δίφθογγον. 9Κηκίσ9: Σημαίνει δὲ τὴν ἀκηδίαν· διὰ τοῦ η τὸ πρῶτον κατὰ παράδοσιν· τὸ δὲ δεύτερον ι, ὡς θηλυκόν. 9Κίσηρισ9: Ἡ πρώτη ι· ἡ δευτέρα η· καὶ ἡ τρίτη ι· ἀμφό τερα οὕτως ἡ παράδοσις· Ἡρωδιανὸς δὲ διὰ τοῦ ω· εἶπεν γὰρ ὅτι ἐπικινῆς. 9Κῖρισ9: ι ὁ λύχνος· τὰ ἀμφιβαλλόμενα κατὰ τὴν πρώτην. 9Κλιτόριον9: Ὄνομα πόλεως ἐν τῇ Ἀρκαδίᾳ διὰ τοῦ ι γρά- φεται· παρὰ γὰρ τὸ κλύω γέγονεν ἀκλυτόριον, καὶ κατὰ τροπὴν