Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-choeroboscus-constantinopolitanus" aria-label="More works by Georgius Choeroboscus Constantinopolitanus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
228.1
τοῦ υ εἰς τὸ ι κλιτόριον· ὥσπερ Ἀφροδύτη, Ἀφροδίτη· ἰστέον δὲ ὅτι τὸ κλιτόριον σημαίνει καὶ τὸ αἰδοῖον τῆς γυναικὸς, ὅθεν καὶ κλιτοριάζειν λέγουσιν τὸ αἰσχρῶς βιοῖν. 9Κονίω9: ι· παρὰ τὸ κόνις κονίω, ὥσπερ ἀπὸ τοῦ δὴ ἅπτε σθαι. 9Κυλίω9: ι· τὰ γὰρ διὰ τοῦ ιω ὑπὲρ μίαν συλλαβὴν βαρύ τονα, κλινόμενα εἰς μέλλοντα, διὰ τοῦ ι γράφεται. 9Κῖρισ9: Ἔστιν δὲ εἶδος ἰέρακος· λέγεται δὲ καὶ παρὰ Κυ πρίοις Κῖρις ὁ Ἄδωνις· παρὰ δὲ Λάκωσιν ὁ λύχνος. 9Κάρη9: Σημαίνει δὲ τὴν κεφαλήν. 9Κιμωλία9: Τὰ δύο ι· καὶ τὸ μω μέγα· ἡ παράδοσις· νῆσος δὲ ἡ Κίμωλος. 9Κλεῖσ9 καὶ 9Κατακλεῖσ9: Διὰ τῆς ει διφθόγγου. 9Κεράτιον9: ι· ὑποκοριστικὸν γάρ. 9Κοράλια9 καὶ 9Κοράλιον9: Ἴσως τὸ ἅλιον ἔγκειται· ἀπὸ θαλάσσης ταῖς κόραις κόσμος· ποιηταὶ οὖν τὸ αʹ διὰ τοῦ ο· ἡ κοινή τε διὰ τοῦ ο· Ἀττικοὶ δὲ διὰ τοῦ ω. 9Καλῖνοσ9: Ἔστιν δὲ ὄνομα Ἐφεσίου τινὸς ἐλεγειογράφου· τὰ γὰρ διὰ τοῦ ινος διὰ τοῦ ι μακροῦ γράφεται· πλὴν τοῦ Καρκίνος. 9Καϊκόσ9: Ἔστιν δὲ ὄνομα ποταμοῦ· τὰ γὰρ διὰ τοῦ ικος κύρια ἀποστρέφονται τὴν ει δίφθογγον· οἷον, Γρηνικός· Ἑλλα νικός· Ἀνδρονικός· ὅθεν Καικίας λέγεται ὁ ἄνεμος ὁ πνέων ἐκεῖθεν· πλὴν τοῦ φιλόνεικος. 9Κηφισόσ9: Τὸ πρῶτον η· τὸ δεύτερον ι· ἔστιν δὲ ὄνομα ποταμοῦ· γράφεται δὲ διὰ τοῦ ι, ἐπειδὴ τὰ διὰ τοῦ ισος ἐπὶ ποταμῶν καὶ ὀξύνονται, καὶ διὰ τοῦ ι γράφεται· οἷον, Ἐλισός· Κηφισός. 9Κυτίνιον9: Διὰ τοῦ ι τὸ ι· ἀπὸ τοῦ Κύτινος, Κυτίνιον, ὡς κόφινος, κοφίνιον. 9Κῦμα9: Τὰ διὰ τοῦ υω δισύλλαβα ἀποστρέφονται τὴν ει δίφθογγον πλὴν τοῦ οἴω· ἀπὸ τοῦ ὀΐω γὰρ κατὰ συναίρεσιν, οἴω· οἷον, κύω· θύω. 9Κύμινον9: Διὰ τοῦ ι γράφεται· τὰ γὰρ διὰ τοῦ ινον

Intertext edge

Open linked passage

Note