De orthographia
Georgius Choeroboscus ConstantinopolitanusOrth 229 · pg-scrape-grcMore by Georgius Choeroboscus Constantinopolitanus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-choeroboscus-constantinopolitanus" aria-label="More works by Georgius Choeroboscus Constantinopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
229.1
προπαροξύτονα ἀποστρέφονται τὴν ει δίφθογγον· χωρὶς εἰ μὴ ὦσιν ἀπὸ πλεονασμοῦ ἔχοντα τὴν ει δίφθογγον· οἷον, ξύλινον· κύμινον. 9Κρονίων9: Ἀπὸ τοῦ Κρονίδης, ἢ ἀπὸ τοῦ Κρόνος, Κρονίων. 9Κεναγγία9: Οὐ γὰρ διὰ τοῦ ἄγγος, ἄγγεος, τὴν ει δίφθογ γον ἕξει· λέγεται δὲ κεναγγῶ, κεναγγία. 9Καλιά9: Ὀξύτονον· ἔστιν δὲ οἶκος, διὰ τοῦ ι· ἐξ ἀφορμῆς τοῦ καλιὸς δόμος. 9Κλίνη9: Ἀπὸ γὰρ τοῦ κλίνω, κλίνη. 9Κλίμαξ9: Τὰ εἰς αξ λήγοντα ἀποστρέφονται τὴν ει δίφθογ γον κατὰ τὴν παραλήγουσαν· γέγονεν δὲ παρὰ τὸ κλίνω, κλί ναξ, καὶ κλίμαξ, κατὰ μετάθεσιν τοῦ ν εἰς τὸ μ. 9Καδμῖλοσ9: Οὗτος δὲ λέγεται ὁ Ἑρμῆς, διὰ τοῦ ι· τὰ γὰρ διὰ τοῦ ιλος βαρύτονα, μὴ ὄντα οὐδέτερα ἢ σύνθετα ἀπὸ ὀνομά των ἐχόντων τὴν ει δίφθογγον, ἀποστρέφονται τὴν ει δίφθογγον· χωρὶς τοῦ Νεῖλος· οἷον, Ζωΐλος· Καδμῖλος. 9Κροκόδειλοσ9: Τὸ δει δίφθογγος· παρὰ γὰρ τὸ δειλὸς συνετέθη καὶ τὸ κρόκος. 9Κρῖσα9: Ἔστιν δὲ ὄνομα πόλεως, διὰ τοῦ ι· ἐπειδὴ καὶ Κίῤῥα λέγουσι διὰ τοῦ ι, καὶ οὐδέποτε πρὸ τῶν ρρ εὑρίσκεται δίφθογγος· ὑποδηματόῤῥαφος. 9Κακῖθοσ9: ι· παρὰ γὰρ τὸ κακίζω, κάκιστος, καὶ ἐκεῖθεν κακῖθος· σημαίνει δὲ τὸ κολαζόμενος. 9Κυνηγέσια9: Τὸ ην η· παρὰ τὸ κυνηγία· τὸ σι ι· ἡ παρά δοσις. 9Κινησίασ9: ι· ὥσπερ ἀπὸ τοῦ νόσω, νόσιας, οὕτως καὶ παρὰ τὸ κινήσω, κινησίας. 9Κίκισ9: ι· παρὰ γὰρ τὸ κικὺς γέγονεν, τὸ σημαῖνον τὴν ἰσχύν· καὶ τροπῇ τοῦ υ εἰς τὸ ι· τὰ ἀμφιβαλλόμενα κατὰ τὴν πρώτην. 9Κικύω9: Παρὰ τὸ κικύς· τὸ ἀμφιβαλλόμενα κατὰ τὴν πρώτην συλλαβήν.