Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-choeroboscus-constantinopolitanus" aria-label="More works by Georgius Choeroboscus Constantinopolitanus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
230.1
9Κίσ9: Σημαίνει τὸν σκώληκα· τὰ γὰρ εἰς ις μονοσύλ λαβα κοινολεκτούμενα ἀποστρέφονται τὴν ει δίφθογγον, πλὴν τοῦ κλεῖς. 9Κτείσ9: Κτενὸς γὰρ ἡ γενική. 9Κιβωτόσ9: Διὰ τοῦ ι· καὶ ὤφειλεν διὰ τῆς ει διφθόγγου γράφεσθαι, ἐπειδὴ παρὰ τὸ κεῖσθαι ἐκεῖ τὴν βῶσιν λέγεται, ἢ τὴν βρῶσιν· ἀλλ' ἡ παράδοσις τὸ ι ἔχει· γράφεται δὲ διὰ τοῦ ι τῷ λόγῳ τοῦ θλίβω, ἢ παρὰ τὸ κίβος, ὅ ἐστιν ἡ τροφή. 9Κτίστη9: ι ἡ παράδοσις· παρὰ τὸ κιβωτὸν καὶ αὐτή ἐστιν. 9Κίων9: ι· ἢ παρὰ τὸ κίειν, ὅ ἐστιν εἰς ὗψος πορεύεσθαι, ἢ παρὰ τὸ ἴων μετοχὴ προσθήκῃ τοῦ κ, κίων. 9Κυλλοποδίων9: ι· ὁμοίως τοῦ ἐχίων. 9Κωλύω9 καὶ 9Κώλυμα9: Μεγάλα τὰ ω. 9Κάμινοσ9: Παρὰ τὸ ὑπομένην καιομένην· ι ὡς εἴρηται· ἀλλὰ δύναται καὶ παρὰ τὸ ὑπομίμνειν εἶναι. 9Κοχλίδιον9: Διὰ τοῦ ι· ὥσπερ ἀπὸ τοῦ γωνία, γίνεται γω νίδιον, οὕτως καὶ ἀπὸ τοῦ κοχλίας, κοχλίδιον. 9Κινάμωμον9: ι ἡ παράδοσις, καὶ τὸ μω μέγα. 9Κοδρίδησ9: Διὰ τοῦ ι τὸ δρι· τὰ γὰρ ἀπὸ τῶν εἰς ος διὰ τοῦ ιδης γινόμενα διὰ τοῦ ι γράφεται· οἷον, Κόδρος, Κοδρίδης· Κρόνος, Κρονίδης. 9Κειρία9: Σημαίνει δὲ τὸ σχοινίον τὸ δεσμεῦον τὴν κλίνην· καὶ θηλυκῶς λέγεται, καὶ διὰ τῆς ει διφθόγγου γράφεται· ἢ γὰρ παρὰ τὸ κείρω γέγονεν παρὰ τὸ ἐχελεπτὰς κείρεσθαι αὐ τάς· ἢ παρὰ τὸ κέρας, τὸ σημαῖνον τὰς τρίχας, γέγονεν κερία, καὶ κατὰ πλεονασμὸν τοῦ ι κειρία. 9Κυνίτησ9: Τὰ διὰ τοῦ ιτης. 9Κηρύκειον9: Διὰ τῆς ει διφθόγγου· εἰσὶ γάρ τινα ἀπὸ τῶν εἰς διπλοῦν ληγόντων γινόμενα διὰ τοῦ ειον, ἅτινα διὰ τῆς ει διφθόγγου γράφεται· οἷον, Κύκλωψ, Κυκλώπιον· φοίνιξ, φοινίκειον. 9Κύνειοσ9: ει· σημαίνει δὲ μέρος σώματος. 231 9Κερόεισ9: ει· κεροέντος γάρ. 9Κλεινίασ9: ει δίφθογγος τὸ κλει· παρὰ γὰρ τὸ κλέος καὶ τὸ κλεινὸς γίνεται Κλεινίας. 9Κλειταγόρασ9 ὁμοίως. 9Κλεινιόσ9: Δίφθογγος· τὰ εἰς ος ὀξύτονα διφθόγγῳ παρα λήγονται. 9Κλειτοφών9: ει δίφθογγος· παρὰ τὸ κλείω, ὃ σημαίνει τὸ δοξάζω, γέγονεν κλειτὸς, καὶ ἐκεῖθεν Κλειτοφών· κλειτὸς ὁ ἔνδοξος. 9Κλεισθένησ9: Παρὰ τὸ κλέος καὶ τὸ σθένος γέγονεν Κλεισθένης. 9Κλείω9: Σημαίνει δὲ τὸ δοξάζω· παρὰ γὰρ τὸ κλέος γέγονεν κλέω, καὶ κλείω, προσθέσει τοῦ ι. 9Κοιλία9: Παρὰ τὸ κόϊλον, κοῖλον, κοιλία. 9Κουρεῖον9: Παρὰ τὸ κουρεὺς, κουρεῖον, ὥσπερ βαλανεὺς, βαλανεῖον. 9Κρεῖον9: Παρὰ τὸ κέρας γέγονεν κρέον, καὶ κατὰ πλεονα σμὸν τοῦ ι κρεῖον· σημαίνει δὲ τὸ κρεοδόχον ἀγγεῖον. 9Καθίσαν9: Παρὰ τὸ καθίζω ι. 9Κυθέρεια9: Τῷ λόγῳ τῶν διὰ τοῦ εια προπαροξυτόνων. 9Κρανεῖα9: Ἔστιν δὲ εἶδος δένδρου· οὕτως λέγεται ὁ καρπὸς διὰ τῆς ει διφθόγγου· εὕρηται γὰρ καὶ χωρὶς τοῦ ι, κρανέη. 9Κράτεια9: Παρὰ τὸ κρατῶ, κράτεια, ὡς ἀνῶ, ἄνθεια. 9Καθαρεῖον9: Παρὰ τὸ καθαρεύω· 9Κνημίς· Κρινήσ9. 9Κυκλωπεῖον9: Ἔστιν δὲ ὄρος ἐν Λιβύῃ· γέγονεν δὲ τοῦ Κύκλωπος. 9Κτεὶς, Κτενόσ9· ἔστιν δὲ παρὰ τὸ κείνειν τὰς τρίχας λέ γεται κτείς. 9Κρείουσα9: Σημαίνει δὲ τὸ βασιλεύουσα, διὰ τῆς ει δι φθόγγου· εὕρηται γὰρ καὶ χωρὶς τοῦ ι· οἷον, κρέουσα· γέγονεν δὲ ἐκ τοῦ κρατεῖα κρατείων, καὶ τὸ θηλυκὸν κρατείουσα, καὶ κατὰ συγκοπὴν κρατοῦσα, καὶ κρείουσα. 9Κρειῶν9: Σημαίνει δὲ τῶν κρεάτων, διὰ τῆς ει διφθόγγου·

Intertext edge

Open linked passage

Note