De orthographia
Georgius Choeroboscus ConstantinopolitanusOrth 232 · pg-scrape-grcMore by Georgius Choeroboscus Constantinopolitanus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-choeroboscus-constantinopolitanus" aria-label="More works by Georgius Choeroboscus Constantinopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
232.1
παρὰ γὰρ τῶν κρεάτων γέγονεν κατὰ ἀποβολὴν τοῦ τ, κρεάων, καὶ κατὰ κρᾶσιν, κρεῖον, καὶ ἐν πλεονασμῷ τοῦ ι, κρειῶν. 9Κεῖοσ9: Σημαίνει δὲ τὸν πολίτην τῆς Κέω· παρὰ γὰρ τὸ Κέω γέγονεν Κέϊος, καὶ κατὰ κρᾶσιν τοῦ ε καὶ ι εἰς τὴν ει δί φθογγον, Κεῖος. 9Κρείσσων9: Διὰ τῆς ει διφθόγγου· εὕρηται γὰρ καὶ χωρὶς τοῦ ι· οἷον, κρέσσων· γέγονεν δὲ οὕτως· ὥσπερ ἀπὸ τοῦ ταχὺς γίνεται ταχίων καὶ θάσσων, οὕτως καὶ παρὰ τὸ κρατὺς γίνεται κρατείων καὶ κράσσων, καὶ τροπῇ τοῦ α εἰς ε, καὶ πλεονασμῷ τοῦ ι, κρείσσων. 9Κιτίον9: ι· ἔστιν δὲ πόλις Ῥόδου. 9Κράστισ9: ι· ἡ τῶν κτηνῶν χλοροφαγία· ὥσπερ πίστις. 9Κλείω9: ει· ἀντιπαράκειται γὰρ αὐτῷ τὸ κλοιός. 9Κλεῖθρα9: Διὰ τῆς ει διφθόγγου· οἱ γὰρ Ἴωνες διὰ τοῦ η καὶ ι γράφουσι κλῇθρα, τρέποντες τὴν ει δίφθογγον· καὶ ἐκ τοῦ κλείω τοῦ σημαίνοντος τὸ σφαλίζω. 9Κύπειρον9: Ἔστιν δὲ εἶδος βοτάνης, ἐπειδὴ κύπαιρον λέ γουσιν οἱ Δωριεῖς διὰ τῆς αι διφθόγγου· ἔθος γὰρ ἔχουσιν τρέπειν τὸ ε εἰς α· οἷον, Ἄρτεμις, Ἄρταμις. 9Κείρω9: ει δίφθογγος· τὰ διὰ τοῦ ειρω βαρύτονα ἀπο στρέφονται τὴν διὰ τοῦ ι μόνου γραφήν· οἷον, εἴρω· κείρω. 9Κεῖται9: ει δίφθογγος· ἀνεφάνη γὰρ τὸ ε ἐν τῷ κέαται. 9Κείω9: Σημαίνει δὲ τὸ κοιμῶμαι, διὰ τῆς ει διφθόγγου· εὕ ρηται γὰρ καὶ χωρὶς τοῦ ι· οἷον, κέω. 9Κιλικια9 καὶ 9Κικιλια9: Ταῦτα κατὰ παράδοσιν. 9Κείων9: Δίφθογγος· σημαίνει τὸ καίων· ἀνεφάνη γὰρ τὸ ε ἐν τῷ κέδρος. 9Κτιτηρία9: Ὡς εἰσιτηρία· 9Κατιτήριον9 δὲ ὁ τοῦ νεκροῦ βόλος. 9Κελαδεινόσ9: ει· ὡς ὀξύτονον· καὶ πάλιν οἱ Αἰολεῖς κελα δεννὸς λέγουσιν. 9Κειμήλιον9: Διὰ τῆς ει διφθόγγου τὸ πρῶτον· ὥσπερ παρὰ θήσω μέλλοντα γίνεται θεμέλιον, οὕτως καὶ παρὰ τὸ κείσω μέλλοντα κειμήλιον· τὸ δὲ μη η ἐκ τοῦ κεῖμαι· τοῦ α εἰς η τραπέντος. 233 9Κλείσ9: ει δίφθογγος· πολλὰ γὰρ ὀνόματα οἱ μέλλοντες ἀποτελοῦσιν κατὰ ἀποβολὴν τοῦ ω· οἷον, τρώσω, τρώς· θήσω, θής· οὕτως καὶ κλείσω, κλείς· ἰστέον ὅτι ἐν τῇ συνθέσει βα ρύνεται· οἷον κατάκλεις. 9Κλειτύσ9: Σημαίνει δὲ τὰ ἐξέχοντα μέρη τῶν ὀρῶν, διὰ τῆς ει διφθόγγου γράφεται· παρὰ γὰρ τὸ κλετός· σημαίνει δὲ τὸ αὐτὸ κλειτύς· γέγονεν δὲ κλετὺς, καὶ ἐν πλεονασμῷ τοῦ ι κλειτὺς διὰ τῆς ει διφθόγγου. 9Κτείνω9: Κτενῶ γάρ ἐστιν ὁ μέλλων· καὶ πάλιν οἱ Αἰολεῖς κτέννω λέγουσιν, ἀποβάλλοντες τὸ ι, καὶ διπλασιάζοντες τὸ σύμφωνον, ὥσπερ κείρω, κέῤῥω. 9Κώνειον9: Δίφθογγος ει· εἰσὶ γάρ τινα προπαροξύτονα διὰ τοῦ ειον τρισύλλαβα, ἅτινα διὰ τῆς ει διφθόγγου γράφονται· οἷον, γένειον· δάνειον· βρένθειον· ἔστι δὲ εἶδος πολυτελοῦς μυροῦ· οὕτως οὖν καὶ κώνειον διὰ τῆς ει διφθόγγου, καὶ διὰ τὸ κωνεάζομαι, ἐφάνη γὰρ τὸ ε ἐν τοῦτο. 9Κεραμεικόσ9: Διὰ τῆς ει διφθόγγου παρὰ τὸ κεραμεὺς κεραμέως, κεραμέϊ, γέγονεν Κεραμεϊκὸς καὶ Κεραμεικός. 9Κήδειοσ9: Τὸ δει δίφθογγος· 9Κήδομαι9· Φείδομαι ἡ πα ράδοσις. 9Καστόρειον9: ει δίφθογγος· ὡς Νεστώριον, ὡς μετουσια στικόν. 9Κτεινύω9: Διὰ τῆς ει διφθόγγου· καὶ δι' ἑνὸς τοῦ ν κατὰ παράδοσιν· τὸ δὲ ἀποκτίννυται διὰ τοῦ ι, καὶ διὰ δύο νν. 9Καπετώλειον9: ει δίφθογγος· καὶ προπαροξύνεται. 9Κηρύκειον9: Ἀπὸ κτητικοῦ γὰρ κηρυκήϊον. 9Κτῖλοσ9: Σημαίνει δὲ τὸν προηγούμενον τῆς ποίμνης κρίον, διὰ τοῦ ι. 9Κιβώριον9 καὶ 9Κιβούριον9 γάρ. 9Κολονεῖα9: Διὰ τῆς ει διφθόγγου κτητικῷ τύπῳ. 9Καράτομοσ9: Προπαροξύτονον γὰρ τὸν ἀποτμηθέντα τὴν κεφαλήν· τὸ γὰρ καρατόμος τὸ παροξύτονον τὸν τεμιόντα τὴν κεφαλὴν δηλοῖ. 9Καλαυρία9: Ἔστιν ὄνομα πόλεως· παρὰ μὲν Ἀπολλωνίῳ 234 διὰ τῆς ει διφθόγγου γράφεται· οἷον, Καλαυρεῖα· παρὰ δὲ Διονυσίῳ συνεσταλμένον τὸ ι· οἷον, Καλαυρία. 9Καπηλεῖα9 καὶ 9Καπηλεῖον9: ει δίφθογγος· παρὰ τὸ κα πηλεύω. 9Κομψεῖα9 καὶ 9Κρυπτεῖα9: ει δίφθογγος· κομψεύω γὰρ καὶ κρυπτεύω. 9Κεκλείμενοσ9: ει δίφθογγος· ὡς" κεκλειμένων τῶν ἐμπορειῶν" 20 καὶ" κέκλειται20" ἀπὸ δὲ τοῦ κλίνω κέκλινται διὰ τοῦ ι. 9Κεραμικός Κόλποσ9: ι τῷ λόγῳ τῶν διὰ τοῦ ικος. 9Κρανίον9: ι ἡ παράδοσις, ὡς ὑποκοριστικόν. 9Καταγωγεῖον9: ει δίφθογγος, ἡ παράδοσις. 9Καταγώγιον9: ι ἡ παράδοσις, καὶ προπαροξύνεται. 9Κῆποσ9: Τὸ κη η· Καπητωλῖνος· 9Κολυμβήθρα9. 9Κραταιός· Κισήρεωσ9. 9Κώμη9: Τὸ κτῆμα μέγα· 9Κόμη9 ἡ κεφαλὴ μικρόν. 9Κῶμοι9: Αἱ ὀρχήσεις. 9Κώπη9: Τὸ κόπιον· 9Κόπανον· Καλλονή9. 9Κρήτη9: Ἡ νῆσος· 9Κρημνός· Κνῆμαι· Κοιλάσ9. 9Κόφινος· Κνώδαλον· Κιμωλία· Κώδιξ9. 9Κολοβός· Κόλαξ: Κρήνη9 τοῦ ὕδατος. 9Κλοιά9: Τὰ δεσμά· 9Κλωστή· Κλωνός· Κώλυμα9. 9Κομιδή· Κώνειον· Κῶλα· Κώδιον· Κοιλίεσθαι9. 9Κορώνη· Κίναιδος· Κιγκλίσ9: Σημαίνει δὲ τὴν καγκελ λωτὴν θύραν. 9Κενοτομοῦνται φύσεισ9. 9Λιπαρεῖν9: Σημαίνει δὲ τὸ παρακαλεῖν, παρὰ τὸ λίαν εἶναι ἐστὶν τὸ διὰ τοῦ ι γράφεται, ὡς δείξωμεν· τὸ δὲ ρειν δίφθογγος ὡς ἀπαρέμφατον. 9Λίβανον9: ι· παρὰ τὸ λοίβω· καὶ γὰρ συναλιφὴ ἀπὸ τοῦ ἀλείφω· εἰσὶ δέ τινα ὀνόματα ἀπὸ ῥημάτων γινόμενα ἅτινα οὐ φυλάττουσι τὴν τοῦ ῥήματος γραφὴν, ὡς ἐπιτοπλεῖστον· οἷον, πείθω, πιθανός· λείβω, λίβανος. 9Λίαν9: ι· τὰ γὰρ εἰς αν λήγοντα ἐπιῤῥήματα οὐ θέλουσι τῇ 235 ει διφθόγγῳ παραλήγεσθαι· οἷον, ἄγαν· πέραν· ἔαν· οὕτως οὖν καὶ λίαν. 9Λῖροσ9: Σημαίνει δὲ τὸν ἀναιδῆ, διὰ τοῦ ι· παρὰ τὸ λίαν ὁρᾶν· οἱ γὰρ ἀναιδεῖς λίαν ὁρῶσιν· τὸ δὲ λίαν ι γράφεται, ὡς ἐδείξαμεν. 9Λιμβρόσ9: Σημαίνει δὲ τὴν σκοτεινὴν νύκτα· τὰ γὰρ ἔχοντα προηγούμενον σύμφωνον, εἴτε δισύλλαβον, εἴτε ὑπὲρ δύο συλ λαβὰς, ἀποστρέφονται τὴν ει δίφθογγον. 9Λίποσ9: Διὰ τοῦ ι γράφεται· συνεσταλμένη γάρ ἐστιν ἡ λι συλλαβή. 9Λιρόφθαλμοσ9: Τὸ λι· παρὰ γὰρ τὸ λῖρος ἐστίν. 9Λιμόσ9: Διὰ τοῦ ι γράφεται· καὶ ὤφειλεν διὰ τῆς ει δι φθόγγου γράφεσθαι, ἐπειδὴ παρὰ τὸ λείπω ἐστίν· ὁ γὰρ λιμὸς λείψις ἐστὶν τῶν ἐπιτηδείων· ἀλλ' ἡ παράδοσις τὸ ι ἔχει· διὰ δὲ τὸ ἔνδειαν σημαίνειν τινός φημι τῶν ἐπιτηδείων· τούτου χάριν καὶ ἓν δίφωνον ἀνεδέξατο· καὶ ἄλλως, τὸ λιμὸς διὰ τοῦ ι γρά φεται ἐξ ἀφορμῆς τοῦ λιμπάνω· τὰ γὰρ διὰ τοῦ ανω εἰ μὲν πλεονάζει τὸ ν, συστέλλουσι τὴν ἀρχήν· οἷον, λήθω, λανθάνω· μήθω, μανθάνω· πήθω, πανθάνω· λείπω, λιμπάνω· εἰ δὲ μὴ πλεονάζει τὸ ν φυλάττουσι τὴν ἀρχήν· οἷον, λήθω, λανθάνω· τὸ δὲ λιμὸς παρὰ τοῖς Ἀθηναίοις ἀρσενικόν ἐστιν· οἷον, ὁ λιμός· παρὰ δὲ τοῖς Δωριεῦσιν θηλυκόν· οἷον, ἡ λιμός. 9Λῖμαξ9: ι ἡ παράδοσις. 9Λίτρα9: ι· εὕρηται γὰρ ἐν συστολῇ παρὰ τοῖς Δωριεῦσιν. 9Λαγίδησ9: ι· τὰ γὰρ ἀπὸ τῶν εἰς ος διὰ τοῦ ιδης γινόμενα διὰ τοῦ ι γράφεται, χωρὶς τοῦ Κυθνείδης· οἷον, Λαγὸς, Λα γίδης. 9Λίσ9: Σημαίνει δὲ τὸν λέοντα· ἀρσενικῶς καὶ θηλυκῶς δὲ ἐπὶ τῆς λείας διὰ τοῦ ι γράφεται· τὰ γὰρ εἰς ις κοινολεκτούμενα ἀποστρέφονται τὴν ει δίφθογγον· οἷον, Πάρις· πόλις· ἀσπίς· ῥανίς. 9Λέων9: Γέγονεν δὲ τοῦτον τρόπον κατὰ τὸν Ὦρον· ἔστιν δὲ λάω, τὸ σημαῖνον τὸ θεωρῶ, ἐξ οὗ τὸ ἀλαὸς, τὸ σημαῖνον τὸν τυφλὸν, οἱονεὶ ὁ ἐστερημένος τοῦ λάειν· ἀπὸ τούτου τοῦ λάω γέ 236 γονεν λέων· ὀξυδερκέστατον γὰρ τὸ θήριον· φασὶ γὰρ ὅτι οὐδέ ποτε καθεύδει ὁ λεών· τοῦτο δὲ ἀπείθανον· οὐκ ἐνδέχεται γὰρ ἀεί τινα ἐγρηγορέναι· ἀλλ' ἴσως ὥσπερ ἡ δορκὰς ἐν τῷ καθεύδειν ἀνεωγμένους ἔχει τοὺς ὀφθαλμοὺς, τὸν αὐτὸν τρόπον καὶ ὁ λέων ἐν τῷ καθεύδειν ἀνεωγμένους ἔχει τοὺς ὀφθαλμοὺς, ἐπειδὴ τῶν ὀφθαλμῶν μεγάλων ὄντων τὸ δέρας τὸ ἐπικείμενον ἐν τοῖς ὀφθαλμοῖς μικρότερόν ἐστιν, καὶ οὐ δύναται ἐκσπᾶσαι αὐτούς. 9Λάρισα9: Ἔστιν δὲ ὄνομα πόλεως, διὰ τοῦ ι γράφεται· τὰ γὰρ διὰ τοῦ ισα, μὴ ὄντα ἀπὸ ῥημάτων ἔχοντα τὴν ει δίφθογγον, διὰ τοῦ ι γράφεται· οἷον, σάρισα· ἔστιν εἶδος ἀκοντίου μικροῦ· Πῖσα· ἔστιν δὲ πόλις· οὕτω καὶ Λάρισα. 9Λακινία9: Διὰ τοῦ ι τὸ κι, καὶ τὸ νι· τὰ ἀμφιβαλλόμενα· καὶ ἄλλως ἀπὸ τοῦ Λακῖνος. 9Λακῖνοσ9: ι· καὶ προπερισπᾶται· τὰ γὰρ διὰ τοῦ ινος ὀνό ματα πρὸ μιᾶς τὸν τόνον ἔχοντα, μὴ ἔχοντα ἀπὸ πλεονασμοῦ τὸ ι, καὶ προπερισπῶνται, καὶ διὰ τοῦ ι γράφεται, καὶ μακρὸν ἔχουσι τὸ ι· χωρὶς τοῦ Καρκίνος· τοῦτο γὰρ βραχὺ ἔχει τὸ ι. 9Λιμβός· Λιμβάνω9: Διὰ τοῦ ι κατὰ παράδοσιν. 9Λυκῖνος· Λεοντῖνοσ9: Τῷ κανόνι τοῦ Λακῖνος. 9Λίψ9: Σημαίνει δὲ καὶ ἄνεμον, καὶ τὴν ἧτταν, παρὰ τὸ λείπω, λείψω· ἢ παρὰ τὸ λείβω, λείψω· διὰ τοῦ ι δέ· τὰ γὰρ εἰς ψ λήγοντα πᾶσαν δίφθογγον ἀποστρέφονται. 9Λοχίτησ9: Τὰ διὰ τοῦ ιτης διὰ τοῦ ι γράφεται· σημαίνει δὲ τὸν ἐνεδρεύοντα. 9Λιταργόν9: Σημαίνει δὲ τὸν ταχὺν, διὰ τοῦ ι γράφεται· παρὰ γὰρ τὸ λίαν ἀργὸν γέγονεν ταχύ. 9Λαγνεῖα9: Ἐκ τοῦ λαγνεύω. 9Λεικνόν9: Διφορεῖται· καὶ γὰρ διὰ τῆς ει διφθόγγου καὶ διὰ τοῦ, γράφεται· ἢ ἐκ τοῦ λίαν γέγονεν κατὰ μετάθεσιν τοῦ μ εἰς ν λίκνον, παρὰ τὸ λίαν κάμνειν. 9Λακέρεια9: ει δίφθογγος· τῷ κανόνι τῶν διὰ τοῦ εια προ παροξυτόνων· ἔστιν δὲ ὄνομα πόλεως. 9Λάχεια9: Σημαίνει δὲ τὴν καλῶς ἐσκαμμένην γῆν· διὰ 237 τῆς ει διφθόγγου, τῷ λόγῳ διὰ τοῦ εια ἀπὸ ἐνεστώτων προ παροξυτόνων· οἷον, κρατῶ, κράτεια· λαχῶ, λάχεια· ἐνεργῶ, ἐνέργεια. 9Λειτουργεῖν9: Διὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ ὑπηρε τεῖν· τὸ λι ι· τὸ Λίητον δέ ἐστι τὸ δῆμος· ἀπὸ τοῦ οὖν ἔργον καὶ τὸ λήϊτον γέγονεν ληιτουργεῖν, καὶ κατὰ συστολὴν τοῦ η εἰς τὸ ε, λεϊτουργεῖν, καὶ κατὰ συναίρεσιν τοῦ ε καὶ ι εἰς τὴν ει δίφθογγον, λειτουργεῖν. 9Λογεῖον9: Σημαίνει δὲ εἶδος κρατῆρος· σημαίνει δὲ καὶ τὸν τόπον τοῦ θεάτρου, διὰ τῆς ει διφθόγγου γράφεται· τὰ γὰρ ἀπὸ τῶν εἰς ω ῥημάτων διὰ τοῦ ειον γινόμενα, καὶ προπερισπᾶ ται, καὶ διὰ τῆς ει διφθόγγου γράφεται· ᾄδω, ᾠδεῖον· κείρω, κουρεῖον· σκάπτω, σκαφεῖον· ἄγω, ἀγγεῖον· οὕτως καὶ λέγω, λογεῖον. 9Λέκιθοσ9: Σημαίνει δὲ τὸν κρόκον τοῦ ὠοῦ· διὰ τοῦ ι γρά φεται τὸ κι. 9Λείοδησ9: Ἔστιν δὲ ὄνομα κύριον, διὰ τῆς ει διφθόγγου γράφεται, παρὰ τὸ λεῖον γὰρ, ὅπερ διὰ τῆς ει διφθόγγου γρά φεται. 9Λαύρειον9: Ἔστιν δὲ τόπος τῆς Ἀττικῆς ποιῶν μέταλλον, διὰ τῆς ει διφθόγγου γράφεται· τὰ γὰρ διὰ τοῦ ειον τρισύλ λαβα ἰδιάζοντα, καὶ προπαροξύνονται, καὶ διὰ τῆς ει διφθόγγου γράφεται. 9Λύκειον9: Ἔστιν δὲ τόπος τῆς Θετταλίας, ἔνθα λίκος ἐπιὼν τοῖς τοῦ Πηλέως βουσὶν ἀπελιθώθη. 9Λάγειον9: Οὕτως δὲ λέγεται τὸ ἱπποδρόμιον Ἀλεξανδρείας ἀπὸ Λάγου τινός· διὰ τῆς ει διφθόγγου γράφεται, τῷ λόγῳ τοῦ Λαύρειον. 9Λειόβατοσ9: Παρὰ τὸ λεῖον· ἔστιν δὲ εἶδος ἰχθύος. 9Λειρία9: Παρὰ τὸ λεῖον, λείϊον, καὶ προσθέσει τοῦ ρ λείριον. 9Λαγνεῖα9: Δεῖ γινώσκειν ὅτι τὸ λαγνεῖα διὰ τῆς ει δι φθόγγου γράφεται· τὰ γὰρ εἰς της ἔχοντα ἀντιπαρακείμενον ῥῆμα διὰ τοῦ ευω, τὸ θηλυκὸν διὰ τῆς ει διφθόγγου γράφεται· 238 οἷον, ληστὴς, ληστεύω, ληστεῖα· ἱκέτης, ἱκετεύω, ἱκετεῖα· πολίτης, πολιτεύω, πολιτεῖα· λάγνος, λαγνεύω, λαγνεῖα. 9Λείψανον9: Διὰ τῆς ει διφθόγγου γράφεται· ἢ παρὰ τὸ λείβω, λείψω γίνεται, καὶ γὰρ ἔσπενδον ἐπὶ τῶν τεθνεότων· ἢ παρὰ τὸ λείπω, λείψω· λείφανα γάρ εἰσιν τὰ ἐγκαταλίμ ματα. 9Λείχω9: Διὰ τῆς ει διφθόγγου· ἀντιπαράκειται γὰρ αὐτῷ τραπεζολοιχός. 9Λειχή9: Δίφθογγος τὸ λει· ἢ γὰρ παρὰ τὸ λείχω γέγονεν, καὶ γάρ φασιν ὅτι ἐκ τοῦ λείχειν τὸ πάθος ἐπαίρεται· ἢ παρὰ τὸ λεῖον κατὰ ἀντίφρασιν· οἷον, τὸ μὴ ὂν λεῖον. 9Λιτόσ9: ι κατὰ παράδοσιν· καὶ πάλιν τὰ διὰ τοῦ ιτος ἀπο στρεφόμενα τὴν ει δίφθογγον γράφεται· οἷον, σῖτος· Ἐπαφρό διτος· οὕτως καὶ λῖτος διὰ τοῦ ι· τὸ δὲ λιτὸς σημαίνει τὸν εὐ τελῆ καὶ ἄποικον χιτῶνα. 9Λεῖοσ9: Διὰ τῆς ει διφθόγγου· ἀνεφάνη γὰρ τὸ ε ἐν τῷ λεαίνω. 9Λεξείδιον9: Διὰ τῆς ει διφθόγγου τὸ ξ· παρὰ γὰρ τὴν λέξεως γενικὴν γέγονεν. 9Λιμπάνω9: ι· παρὰ γὰρ τὸ λείπω γέγονεν, ὥσπερ λείβω λιβὰς, καὶ νείφω νιφάς. 9Λείμαξ9: Σημαίνει δὲ τὸν λειμῶνα, διὰ τῆς ει διφθόγγου. 9Λείαξ9: Διὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ λεῖον γέγονεν λείαξ. 9Λιρόσ9: Ὁ ἀναιδὴς διὰ τοῦ ι, καὶ ὀξύνεται. 9Λίμμα9: ι παρὰ τὸ λείπω λίμμα· πολλὰ δέ εἰσιν ὀνόματα. 9Λιθόβολοσ9: Διὰ τοῦ ι· καὶ προπαροξύνεται· σημαίνει γὰρ τὸν λίθοις βαλλόμενον. 9Λιθοβόλοσ9 δὲ παροξυτόνως τὸν λίθοις βάλλοντα. 9Λίχνοσ9: Διὰ τοῦ ι· 9Λιχνεῖα9· τὸ χνει δίφθογγος παρὰ τὸ λιχνεύω. 9Λιμβόσ9: ι· παρὰ τὸ λίαν βαίνειν· 9Λοιμική9. 9Λιμβεῖα9: Παρὰ τὸ λιμβεύω. 239 9Λοιμόσ9: Ἡ διαφθορά. 9Λύμη9: Ἡ βλάβη· 9Λοιδορία· Λαιμός· Λῆροσ9 κατὰ παράδοσιν. 9Λειμών9: Παρὰ τὸ λείβω, λειβὼν καὶ λειμών· οἱονεὶ, ὅπου τὰ λεῖα κατανέμεται, τουτέστι τὰ πρόβατα. 9Λείπω9: Λέγει ὁ Ὦρος, ὅτι πάντα παρὰ τὸ λείπω διὰ τῆς ει διφθόγγου γράφεται· οἷον, λειπόνεως· λειποταξία· λειποτάξιον· λειποστράτειον· ὁ δὲ Ὠριγένης διὰ τοῦ ι λέγει γράφεσθαι· οἷον, ἔλιπον παρ' Εὐφορίωνι· λιποτρόφια παρὰ Νεοπτολέμῳ· ἐλ λίπεες παρ' Εὐφορίωνι. 9Λιποκτενίασσα· Λιποναῦται· Λιποταξίου9· Παρὰ Ἀρι στοφάνει. 9Λοίμια9: Ὄνομα κύριον, γέγονεν δὲ ἡ γυνὴ Δημητρίου τοῦ Φαλήρεως· ἔστιν δὲ καὶ προσηγορικὸν, τὰ χάσματα· οὕτω Διογενιανός. 9Μικρόσ9: Διὰ τοῦ ι γράφεται· κανὼν δὲ τοιοῦτος· τὰ εἰς κρος γενόμενα δισύλλαβα, εἴτε κύρια, εἴτε μὴ κύρια, ἀποστρέ φονται τὴν ει δίφθογγον· γέγονεν δὲ τὸ μικρὸς ἀπὸ τοῦ μείων, ὅ ἐστι τὸ ἔλαττον· τοῦτο γίνεται κατὰ διάλυσιν τοῦ ι, καὶ ἐκ τάσει τοῦ ε μήϊον, καὶ ἐκεῖθεν μηϊκρὸς, καὶ κατὰ συγκοπὴν τοῦ η μικρός· τὸν δὲ μικρὸν ἄνθρωπον νᾶνον εἰώθασιν λέγειν· οἱονεὶ νηᾶνος τίς ὢν, καὶ νᾶνος, ὁ ἐστερημένος τοῦ ἄνω. 9Μεσίτησ9: Παρὰ τὸ μέσος· 9Μαργίτησ9· παρὰ τὸ μάργος. 9Μεμφίτησ9: Παρὰ τὸ Μέμφης. 9Μεταποντῖνοσ9: Διὰ τοῦ ι. 9Μοῖρα9: Ἡ πόλις· καὶ 9Μύρα9 τὰ ἀλίμματα· καὶ 9Μοῖρα9 τὸ μέρος. 9Μόλις· Μολυσμός· Μωρόσ9 καὶ 9Μόρος· Μῶμος· Μόδιον9. 9Μίλητοσ9: Ἔστιν δὲ ὄνομα πόλεως, διὰ τοῦ ι γράφεται· Μίλλατος γὰρ λέγουσιν οἱ Αἰολεῖς, ὥσπερ ὅμιλος, ὄμιλλος· πέδιλον, πέδιλλον· εἰ δὲ ἐγράφετο διὰ τῆς ει διφθόγγου, ἔλεγον ἂν Μέλλετος, ὥσπερ κέῤῥω. 9Μᾶλλον9: Τὸ ἐπίῤῥημα τὸ α μακρὸν ἔχει· τὰ δὲ ἔχοντα 240 δύο σύμφωνα ὅμοια ἑπόμενα βραχὺ ἔχουσι τὸ δίχρονον· ὅθεν Ἴωνες τὸ μᾶλλον μάλιον λέγουσιν, διὰ τὸ μὴ συστεῖλαι τὸ α καὶ τὰ ὅμοια· λοιπὸν ἐν οἷς ἐπιφέρηται δύο σύμφωνα ὅμοια, συστέλλουσι τὸ δίχρονον ἢ τὸ ι· οἷον, ἴλλος· ἴκκος· καὶ ἴλλαος καὶ ἴλαος· διὰ τοῦτο ἐπειδὴ συνέστειλαν τὸ δίχρονον, ἤγουν τὸ ι, ὡς εἴρηται καὶ μὴ δύνασθαι αὐτὸ τῶν δύο ἐπιφερομένων συμ φώνων. 9Μίκκοσ9: Ὁμοίως· ἐπειδὴ ἀνεδιπλασιάσθη τὸ κ, συστέλ λουσι τὸ ι. 9Μάσθλησ9: Ἔστιν δὲ ὁ λῶρος. 9Μῖμοσ9: ι· τὰ εἰς ος δισύλλαβα, ἔχοντα τὴν πρώτην καὶ τὴν δευτέραν συλλαβὴν ἀπὸ τοῦ αὐτοῦ συμφώνου ἀρχομένην, ἑνὶ φωνήεντι θέλουσι παραλήγεσθαι· οἷον, Νῖνος· Βίβλος. 9Μίμησισ9: ι τὸ πρῶτον, τὸ δὲ δεύτερον διὰ τοῦ η· παρὰ γὰρ τὸ μῖμος τὸ πρῶτον, τὸ δὲ δεύτερον ἐκ τοῦ μίμης· ἢ καὶ μιμνῶ, τοῦ ω εἰς η τραπέντος· ἐκ τοῦ οὖν μένω γέγονεν μιμνῶ· εἰσὶ γάρ τινα ῥήματα ἅτινα πλεονάζουσι σύμφωνον, καὶ τρέπουσι τὸ ε εἰς ι, ἔστιν οὖν μένω, γίνεται δὲ μίμνω, καὶ ἐκ τούτου μιμνή σκω, μίμνησις, καὶ κατὰ ἀποβολὴν τοῦ ν μίμησις. 9Μῖσοσ9: ι· ὥσπερ ἀπὸ τοῦ ἀφροδύτη γέγονεν Ἀφροδίτη, καὶ δύφρος, δίφρος· μύσος, μίσος. 09Νεῖκοσ9: Ἡ φιλονεικία διὰ τῆς ει διφθόγγου, ἐκ τοῦ εἴκω τὸ ὑποχωρῶ, καὶ τοῦ νε στερητικοῦ γέγονεν νέεικος, καὶ κατὰ κρᾶσιν τοῦ ε καὶ τῆς ει διφθόγγου, νεῖκος· ἡ γὰρ φιλονεικία τοῦ ὑποχωρεῖν ἐστέρηται· εἰ γὰρ ὑποχωροῦσιν οὐκ ἔστι φιλο νεικία. 9Νεῖλοσ9: Διὰ τῆς ει διφθόγγου· οἱ γὰρ Δωριεῖς διὰ τοῦ η γράφουσιν· ἢ παρὰ τὸ νέω γέγονεν νέϊλος, καὶ κατὰ συναίρεσιν Νεῖλος· ἢ παρὰ τὸ νέω, τὸ σημαῖνον τὸ ῥέω, καὶ τὸ ἰλὺς γέγονεν νέϊλος, καὶ Νεῖλος· ὁ γὰρ Νεῖλος ἰλυώδης ἐστίν· καὶ γὰρ νέος κατ' ἔτος φαίνεται, καὶ σήμερον καὶ κατ' ἔτος ποτίζει πᾶσαν τὴν Αἴγυπτον. 9Νείατον9: Σημαίνει δὲ τὸν ἔσχατον, διὰ τῆς ει διφθόγγου γράφεται· ὥσπερ γὰρ παρὰ τὸ μέσον γίνεται μέσατον, τὸν 241 αὐτὸν τρόπον καὶ παρὰ τὸ νεῶ γέγονεν νέατον, καὶ κατὰ πλεονα σμὸν τοῦ ι νείατον. 9Νηλήτησ9: Γέγονεν δὲ παρὰ τὸ νη τὸ ἐπιτατικὸν μόριον, καὶ τὸ ἀλητεῖν, τὸ σημαῖνον τὸ ἁμαρτεῖν· καὶ ἄξιόν ἐστιν ζη τῆσαι, εἰ ἄρα τὸ νηλήτης ἀπὸ τοῦ ἀλιτεῖν γέγονεν, τὸ δὲ ἀλιτεῖν διὰ τοῦ ι γραφόμενον, πῶς τὸ νηλήτης διὰ τοῦ η γράφεται· ἔστιν οὖν εἰπεῖν, ὅτι ἐτράπη Αἰολικῶς τὸ ι εἰς τὸ η, οὕτως γὰρ τὸ ἀκτίνες καὶ τὸ ψιμύθιον διὰ τοῦ η προφέρονται οἱ Αἰολεῖς. 9Νείλεωσ9: Διὰ τῆς ει διφθόγγου γράφεται· ἢ γὰρ παρὰ τὸ νέος καὶ τὸ λεως γέγονεν νεόλεως, καὶ κατὰ κρᾶσιν τοῦ ε καὶ ο εἰς τὴν ει δίφθογγον νείλεως, ὡς πλέον, πλεῖν· δέον, δεῖν· ἢ ὥσπερ ἡ ἀβλῆτος καὶ ἀτρῶτος γενικὴ μετάγονται εἰς εὐθείας, καὶ προπαροξύνεται, τὸν αὐτὸν τρόπον καὶ ἡ Νείλεως γενικὴ μετάγεται εἰς εὐθεῖαν, καὶ προπαροξύνεται· οἷον, Νείλεως, καὶ κατὰ τροπὴν Δωρικὴν τοῦ η εἰς τὴν ει δίφθογγον Νείλεως· ὥσπερ οὐτῶ, οὐτήσω, οὐτεῖλαι, τοῦ η εἰς τὴν ει δίφθογγον τρα πέντος. 9Νειόσ9: Σημαίνει δὲ τὴν ἀνανεουμένην γῆν· διὰ τῆς ει δι φθόγγου γράφεται· παρὰ γὰρ τὸ νεῶ γέγονεν νεὸς, καὶ πλεονα σμῷ τοῦ ι νειός. 9Νυμφεῖα9: ει, ἡ νύμφευσις. 9Νείαρα9: Σημαίνει δὲ τὸ ἔσχατον μέρος τῆς γαστρὸς, διὰ τῆς ει διφθόγγου· παρὰ τὸ νέω τὸ σημαῖνον τὸ πορεύομαι γέγονεν νέαιρα, καὶ πλεονασμῷ τοῦ ι νείαιρα· εἰς αὐτὴν γὰρ πορεύεται τὰ ἐσθιόμενα. 9Νεστόρειοσ9: Διὰ τῆς ει διφθόγγου· εὕρηται γὰρ καὶ χωρὶς τοῦ ι· οἷον, Νεστορέῃ παρὰ νηΐ. 9Νείφω9: Σημαίνει δὲ τὸ χιονίζω, διὰ τῆς ει διφθόγγου· ἔστιν γὰρ νέφος, καὶ ἐξ αὐτοῦ γίνεται νόφος, καὶ ἐν πλεονασμῷ τοῦ γ γνόφος, ἐκ τούτου οὖν τοῦ νέφος γίνεται νέφω, καὶ πλεονασμῷ τοῦ ι νείφω. 9Νιφετόσ9: Καὶ νιφὰς διὰ τοῦ ι· εἰσὶ γάρ τινα ὀνόματα. 9Νήφω9: Τοῦ ἐπὶ τὸ μεθύω κατὰ τροπὴν γεγενῆσθαι λέγει 242 Ἀπολλώνιος ἀπὸ τοῦ νείφω τοῦ σημαίνοντος τὸ χιονίζω, κατὰ τροπὴν τῆς ει διφθόγγου εἰς τὸ η· τοὺς γὰρ λειποψυχοῦντας πολλάκις ὕδατος ῥανίσιν νήφειν ποιοῦμεν. 9Νεμέσιος· Νότοσ9: Ὁ ἄνεμος· 9Νῶτοσ9· τὰ ψῶα· 9Νω θρόσ9. 9Νόστος· Νεοσσοί· Ναβουθαί9. 9Ξυνοικία9: Ἡ ἑορτὴ τὰ ξυνοικία. 9Ξιφίσματα9: Ὄρχησις παρὰ τὸ ξίφος· ὡς τῶν ὀρχουμένων ξιφηρῶν ὄντων. 9Ξίρισ9: Ἔστιν δὲ εἶδος ἀρωματικὸν φυτοῦ, διὰ τοῦ ι γράφε ται· τὰ γὰρ εἰς ρις βαρύτονα τῇ ει διφθόγγῳ οὐ παραλήγονται· οἷον, ἔρις· Ἴρις, ἔστιν δὲ εἶδος ὀρνέου· δῆρις· Σίρις, ἔστιν δὲ ὄνομα πόλεως Φοινίκης· κίσιρις, ἔστιν δὲ εἶδος ὀρνέου· οὕτως καὶ ξίρις. 9Ξεῖνοσ9: Διὰ διφθόγγου γράφεται· ὥσπερ γὰρ ἀπὸ τοῦ κενὸς γίνεται κεινὸς, κατὰ πλεονασμὸν τοῦ ι· οἷον, κεινὴ δὲ τρυφάλεια ἅμ' ἕσπετο χειρὶ παχείῃ, τὸν αὐτὸν τρόπον καὶ τὸ ξένος γέγονεν ξεῖνος· πρόσκειται βα ρύτονα διὰ τὸ χειρὶς, χειρίδος· σημαίνει δὲ τὸ χειρομάνικον· καὶ πάλιν οἱ Αἰολεῖς ξένος λέγουσιν· μηδεὶς δὲ οἰέσθω ὅτι τὸ ξένος ἀπὸ τοῦ ξεῖνος γέγονεν· οὐδέποτε γὰρ οἱ Αἰολεῖς τὸ ι τὸ ἀπὸ πλεονασμοῦ ἀποβάλλουσιν, καὶ διπλασιάζουσι τὸ σύμφω νον· οἷον, τὸ κενὸς γίνεται κεινὸς, καὶ οὐ λέγουσι κέννος· ἀλλὰ ἀπὸ τοῦ ξένος γέγονεν ξέννος· καὶ γὰρ πολλάκις καὶ ἐπὶ βρα χείᾳ συστολῇ ποιοῦνται τοῦ συμφώνου διπλασμόν· οἷον, Ἔννη, ἔστιν δὲ ὄνομα πόλεως· θεράπων, θεράπονος· οὕτως καὶ ξένος, ξέννος. 9Ξυλοφορία9: ι ἡ παράδοσις. 9Ξυλήφιον9: ι, ὡς ὑποκοριστικὸν γὰρ, καὶ δοκιμώτερον τὸ ξυλήριον καὶ ξυλάριον. 9Ξένιοσ9: ι, καὶ τὸ κύριον, καὶ τὸ ἐπίθετον. 9Ξανθικόσ9: Ὁ μὴν ι· οὐδεὶς γὰρ μὴν Μακεδόνων τὴν ει δίφθογγον ἔχει ἐνπαρατέλευτον. 243 9Ξυλεῖα9: ει, ξυλεύω γάρ. 9Ὀπωρινόσ9: Διὰ τοῦ ι γράφεται· τὰ γὰρ εἰς νος ὀξύτονα ἐπὶ καιροῦ λαμβανόμενα πάντα διὰ τοῦ ι γράφεται· οἷον, χει μερινός· θερινός· ἰσημερινός· οὕτως καὶ προϊνὸς διὰ τοῦ ι μακροῦ ὅλα. 9Ὀρίγανον9: Διὰ τοῦ ι γράφεται κατὰ παράδοσιν· ὤφει λεν δὲ διὰ τῆς ει διφθόγγου· τὰ γὰρ ἀπὸ δοτικῆς τῶν εἰς ος οὐδετέρων συντιθέμενα τοῦτον τὸν τρόπον, εἰ μὲν φωνῆεν ἐπιφέ ρηται, ἢ ἓν ἁπλοῦν σύμφωνον, φυλάττεται ἡ ει δίφθογγος· οἷον, ὀρείαυλος· ὀρειγένης· οἱονεὶ, ὁ ἐν τῷ ὄρει γεννηθείς· τὸ γὰρ κύριον ὄνομα τὸ Ὠριγένης διὰ τοῦ ω καὶ ι γράφεται· εἰ δὲ δύο σύμφωνα ἐπιφέρονται, ἀποβάλλεται τὸ ε· οἷον, ἔγχει, ἐγχίκτυπος· ὄρει, ὀρειβρεμέτης· χωρὶς τῶν παρὰ τὸ κάλλος, καὶ τῶν παρὰ τὸ ὕψος· οἷον, καλλιγύναικα· καλλιπάρθενον· καλλιάνασσα· ὑψίζυγος· ὑψίθρονος· τούτων οὕτως ἐχόντων, τὸ ὀρίγανον διὰ τῆς ει διφθόγγου ὤφειλεν γράφεσθαι, διὰ τὸ ἓν ἁπλοῦν σύμφωνον ἐπιφέρεσθαι μόνον· ἔστιν γὰρ παρὰ τὸ ὄρει δοτικὴν καὶ τὸ γένος, τὸ σημαῖνον τὴν χάριν· τὸ γὰρ ὀρίγα νον τὸ ὄρει χαίρει· ἢ παρὰ τὸ ὁρᾶν καὶ τὸ γάνω, τὸ σημαῖ νον τὸ λαμπρύνω· οἱονεὶ, τὸ λαμπρύνον τὴν ὅρασιν· ὁρᾶν γάρ τινα ποιεῖται καλῶς τὸ ὀρίγανον· ἀλλὰ διὰ τοῦ ι ἐπεκράτησε λέγεσθαι· ὁ δὲ γραμματικὸς Θεόδωρος ὅτι παρὰ τὸ ῥιγῶ γίνε ται ῥίγανον, καὶ πλεονασμῷ τοῦ ο ὀρίγανον, εἰ τὸ ψῦχον τινὰ κατὰ ἀντίφρασιν θερμάνει γάρ τινα· τριγενὲς δὲ λέγεται τὸ ὀρίγανον, ἀρσενικὸν, θηλυκὸν, οὐδετερόν. 9Οἰκτίρω· Οἰκτείρω9: Καὶ διὰ τοῦ ι γράφεται, καὶ διὰ τῆς ει διφθόγγου· ἔχουσι δὲ λόγον ἐκάτερα· τὸ γὰρ διὰ τοῦ ι γρά φεται, διὰ τὸ οἰκτιρμὸς γράφεσθαι ι· καὶ πάλιν οἱ Αἰολεῖς οἰκτίῤῥω λέγουσι, καὶ οὐχὶ οἰκτέῤῥω· οἱ δὲ διὰ τῆς ει διφθόγ γου γράφεσθαι αὐτὸ, ἐπειδὴ οἰκτερῶ ἐστιν ὁ μέλλων· ὅσα γὰρ ῥήματα ἐν τῷ μέλλοντι ἔχει τὸ ε******* καὶ ἢ μόνον, ἢ μετὰ τοῦ ι αὐτὸ ἔχουσι· μόνον μέν· οἷον, νέμω, νεμῶ· δέρω, δερῶ· μετὰ δὲ ἑτέρου φωνήεντος· οἷον, κείρω, κερῶ· ἐγεί 244 ρω, ἐγερῶ ἀείρω, ἀερῶ· εἰ οὖν οἰκτερῶ φαμὲν τὸν μέλλοντα διὰ τοῦ ε, δηλονότι ὁ ἐνεστὼς διὰ τῆς ει διφθόγγου γράφεται. 9Οἰκοδομία9: ι, παρὰ τὸ οἰκοδόμος. 9Ὄρνις, Ὄρνιθοσ9: ι, διὰ τὸ εἰς θος εἶναι τὴν γενικήν. 9Ὀπιπεύω9: Ἰστέον ὅτι διὰ τοῦ ι γράφεται, παρὰ γὰρ τὸ ὄπτω, τὸ σημαῖνον τὸ θεωρῶ, γίνεται ὀπτεύω, καὶ κατὰ διπλα σιασμὸν πτεύω, καὶ ὀπιπεύω. 9Ὀρίνω9: Διὰ τοῦ ι γράφεται· οἱ γὰρ Αἰολεῖς ὀρίννω λέ γουσιν, καὶ οὐχὶ ὀρέννω· ἐπειδὴ εὕρηται κλινόμενον μετὰ τῶν παρατατικῶν· εἰ δὲ μετὰ τῆς ει διφθόγγου ἐγράφετο, οὐκ ἐκλί νετο μετὰ τῶν παρατατικῶν· τὰ γὰρ διὰ τοῦ εινω ὑπὲρ δύο συλλαβὰς διὰ τῆς ει διφθόγγου γραφόμενα, ἄχρι τοῦ παρα τατικοῦ κλίνονται· ἐρεείνω· φαείνω· ἀλεείνω· καὶ ἰστέον ὅτι πάντα τὰ ὑπὲρ δύο συλλαβὰς διὰ τοῦ εινω διὰ τῆς ει διφθόγ γου γράφεται· πλὴν τοῦ ὀρίνω· ὠδίνω· πρόσκειται ὑπὲρ δύο συλλαβὰς, διὰ τὸ κρίνω καὶ κλίνω. 9Ὀΐομαι9: Παρὰ τὸ οἴομαι γέγονεν κατὰ διάλυσιν ὀΐομαι. 9Ὅσιοσ9: Διὰ τοῦ ι· ὡς Χαρίσιος· ἀφροδίσιος. 9Ὀψαρίδιον9: Διὰ τοῦ ι· ὥσπερ παρὰ τὸ οἰκία γέγονεν οἰκίδιον διὰ τοῦ ι· οὕτως καὶ παρὰ τὸ ὀψάριον, ὀψαρίδιον, ὡς γωνία, γωνίδιον. 9Ὅμιλοσ9: ι· ὄμιλλος γὰρ λέγουσιν οἱ Αἰολεῖς· καὶ πάλιν, τὰ διὰ τοῦ ιλος. 9Οἰκεῖα9: Τὰ ἴδια· ει δίφθογγος ὡς κτητικὸν, τῆς οἰκίας γάρ. 9Οἰκία9 δὲ ὁ οἶκος διὰ τοῦ ι τὸ κι· ἐκ τοῦ οἶκος γὰρ γέγο νεν οἰκία. 9Οἰκεῖοσ9: ει· οἰκήϊος γὰρ οἱ Δωριεῖς. 9Ὄσπριον9: ι· ἔστιν γὰρ σπόριον, εἶτα καθ' ὑπέρθεσιν τοῦ ο ὄσπριον. 9Ὀϊλεύσ9: Λέγεται δὲ καὶ Ἰλεύς· διὰ τοῦ ι γράφεται· ἐπειδὴ τὰ εἰς ευς ὡς ἐπὶ τὸ πλεῖστον οὐ θέλουσι τῇ ει διφθόγ γῳ παραλήγεσθαι· οἷον, Ἀχιλεύς· οὕτως καὶ Ἰλεὺς διὰ τοῦ ι· πλὴν τοῦ Νειλεὺς, ἐξ οὗ τὸ Νεῖλος. 245 9Ὀμιχῶ9: Σημαίνει δὲ τὸ οὐρῶ· διὰ τοῦ ι γράφεται· τὰ γὰρ εἰς χω τῇ ει διφθόγγῳ οὐ παραλήγονται· πλὴν τοῦ στείχω καὶ λείχω· οἷον, κιχῶ· αὐχῶ. 9Ὄσιρισ9: Διὰ τοῦ ι· τῷ λόγῳ τοῦ Βούσιρις· ὥσπερ ἐν τῷ Β στοιχείῳ μεμαθήκαμεν. 9Ὀνομαστί9: ι· ἐπειδὴ καὶ συνέσταλται. 9Ὄνειροσ9: Τὰ διὰ τοῦ ειρος προπαροξύτονα διὰ τῆς ει διφθόγγου γράφεται· οἷον, ὄνειρος· μάγειρος· καὶ ἄλλως, ἐπει δὴ οἱ Αἰολεῖς ὄνοιρος λέγουσι. 9Οἰνείδησ9: Διὰ τῆς ει διφθόγγου· ἀπὸ γὰρ τοῦ Οἰνεὺς γέγονεν· τὰ δὲ ἀπὸ τῶν εἰς ευς διὰ τοῦ ειδης γινόμενα διὰ τῆς ει διφθόγγου γράφεται· οἷον, Πηλεὺς, Πηλείδης· Οἰνεὺς, Οἰνείδης. 9Ὀπανεῖον9: Ὥσπερ βαλανεῖον ἐν τῷ Β στοιχείῳ ἐγράφη· καὶ ἄλλως, ἐπειδὴ εὕρηται κατὰ διάστασιν τοῦ ι ὀπανήϊον, καὶ τροπῇ τοῦ η εἰς ε ὀπανέϊον, καὶ ὀπανεῖον. 9Ὄνειδοσ9: ει δίφθογγος· παρὰ γὰρ τὸ εἶδος καὶ τὸ ὀνῶ τὸ μέμφομαι γέγονεν ὄνειδος· ὄνειδος γὰρ λέγεται ὁ κατὰ τὸ εἶδος μεμπτός. 9Ὀκεῖλαι9: Ὀκελεύω γάρ. 9Ὀνείατα9: Σημαίνει δὲ καὶ τὰ βρώματα καὶ παντὰ τὰ ὀφελοῦντα, διὰ τῆς ει διφθόγγου γράφεται· ἐπειδὴ οἱ Αἰολεῖς η γράφουσιν αὐτό· οἷον, ὀνήατα· κατὰ ἔθος γὰρ ἔχουσι τὴν ει δίφθογγον εἰς η τρέπειν· γέγονεν δὲ καὶ παρὰ τὸν ὀνήσω μέλ λοντα ὀνείατον, σημαίνει τὸ ὀφέλιμον, κατὰ τροπὴν Βοιωτικὴν τοῦ η εἰς τὴν ει δίφθογγον. 9Ὀφείλω9: Διὰ τῆς ει διφθόγγου· ὄφελος γάρ. 9Ὀστρεῖα9: ει, ὄστρεα γάρ. 9Ὀρεινόσ9: Παρὰ τὸ ὄρος, ὄριος· ἀπάγεται δὲ τῷ κανόνι τῶν εἰς νος ὀξυτόνων. 9Ὀθνεῖον9: ει δίφθογγος· ἀνέφανεν γὰρ τὸ ε ἐν τῷ" ὀθνέην ὁδόν·" ἔστιν δὲ παρὰ τὸ νόθος, νοθεῖος, καὶ ἐν ὑπερ βιβασμῷ ὀθνεῖος. 9Ὀψείω9: Σημαίνει δὲ τὸ ἐπιθυμίαν ἔχω τοῦ θεωρῆσαι· εὕ ρηται γὰρ καὶ χωρὶς τοῦ ι· καὶ ἄλλως· τὰ ἀπὸ ἐνεστώτων ἢ μελλόντων διὰ τοῦ ειω παραγωγὰ ὑπὲρ δύο συλλαβὰς διὰ τῆς ει διφθόγγου γράφεται. 9Ὀρθοέπεια9: ει δίφθογγος· τῷ λόγῳ τῶν διὰ τοῦ εια προ παροξυτόνων. 9Ὁδεῖνα9: ει δίφθογγος κατὰ παράδοσιν· ἰστέον ὅτι ὥσπερ Νεάπολις βʹ ὀνόματα εἰσὶν καθ' ἑνὸς ὑποκειμένου, τὸν αὐτὸν τρόπον καὶ τὸ ὁδεῖνα δύο ἀντωνυμίας εἰσὶν καθ' ἑνὸς ὑποκει μένου· καὶ ἄλλως, καὶ ἐκ τοῦ κατὰ διάστασιν εὑρεθῆναι δέϊνα, καὶ κατὰ συναίρεσιν τοῦ ε καὶ ι ὁ δεῖνα· ἄλλως δὲ διὰ τοῦτο τὸ ὁ δεῖνα διὰ διφθόγγου γράφεται· ἐπειδὴ αἱ ὑπὲρ μίαν συλ λαβὴν μονοπρόσωποι ἀντωνυμίαι θέλουσιν ἔχειν δίφθογγον· οἷον, ἐκεῖνος· οὗτος· αὐτός· χωρὶς τοῦ ὅδε· μονοπρόσωποι δὲ λέγον ται, ἐπειδὴ οὐκ ἔχουσι πρῶτον καὶ δεύτερον πρόσωπον· τὸ γὰρ ἐγὼ καὶ σὺ οὐκ εἴσι τοιοῦτον, ἀλλατί. 9Ὀξύπεινοσ9: ει· 9Ὀλμειόσ9· ει, ὡς Ἀλφειός. 9Οὐδένεια9: ει δίφθογγος, διὰ τὸ οὐδενὲς παρὰ κειμένω. 9Οἱονεί9: Δίφθογγος· δύο γὰρ μέρη λόγου ἐστὶν, ὄνομα καὶ εἰ σύνδεσμος, καὶ ἐν συναιρέσει γέγονεν οἱονεὶ τὸ ἐπίῤῥημα. 9Ὄρειοσ9: ει, ἀπὸ τοῦ ὄρεος γενικῆς. 9Ὄριον9: Τὸ δασυνόμενον ι· καὶ Ὅριος Ζεύς. 9Ὁμηρεῖα9: ει, παρὰ τὸ ὁμηρεύω. 9Ὀξείδιον9: ει, ἀπὸ τοῦ ὀξέος εἴρηται. 9Οἰκετεῖα9: ει, ἡ θεραπεῖα. 9Οὐκενι9: ι κατὰ παράδοσιν. 9Ὄροφοσ9: Μικρόν· ἐν δὲ τῷ διώροφος ἐκτείνει τὸ κατ' ἀρχάς. 9Ὤφελον9: Μέγα· ἔστιν δὲ ἐπίῤῥημα εὐχῆς σημαντικὸν, καὶ ὄφελος. 9Ὀχύρωμα9: Μικρὸν τὸ ἀπὸ τῆς ἀρχῆς. 9Ὀψέ9: Ψιλὸν, ἐξ αὐτοῦ καὶ ὀψεῖα. 9Ὀκέλλω9 καὶ 9Ἐξώκειλα9. 9Ὀλιγωρία· Ὁδυπόρος· Ὁμιλία· Ὀψώνιον9, κατὰ πράδοσιν. 247 9Ὅτω9: Χωρὶς τοῦ σ ὅτε σύμφωνον ἐπιφέρηται. 9Ὀδύσαο9: Ἀντὶ τοῦ ὀργίσθης ἀπὸ τοῦ ὀδύω· ὅθεν Ὀδυςσεύς. 9Ὄνοσ9: Τὸ ο μικρόν. 9Παλαιστίνη9: Τὸ λει δίφθογγον, ἐκ τοῦ πάλαι ἐπιῤῥή ματος. 9Πολιτεῖα9: Παρὰ τὸ πολίτης ι, καὶ παρὰ τὸ λιτεύω δί φθογγος. 9Πρηξῖνοσ9: Γέγονεν δὲ παρὰ τὸν πράξω μέλλοντα πραξῖ νος, καὶ κατὰ τροπὴν τοῦ α εἰς η πρηξῖνος. 9Πανδοκεύτρια9: ι· τὰ γὰρ διὰ τοῦ τρια προπαροξύτονα πάντα διὰ μόνου τοῦ ι γράφεται. 9Παλλακίνος: Πέδιλα9· ι· σημαίνει τὰ ὑποδήματα, καὶ κατὰ τὴν ἐτυμολογίαν ὤφειλεν διὰ τῆς ει διφθόγγου γράφε σθαι· πέδιλα γὰρ λέγονται παρὰ τὸ περὶ τοὺς πόδας εἰλεῖσθαι· διατί δὲ διὰ τοῦ ι; ἐπειδὴ πέδιλλα λέγουσιν οἱ Αἰολεῖς· ὥσπερ ὅμιλος, ὄμιλλος· εἰ δὲ ἐγράφετο διὰ τῆς ει διφθόγγου πέδελλα εἶχον λέγειν· ἐπειδὴ κανὼν ἐστὶν ὁ λέγων, ὅτι τὰ παρὰ τὸ εἰλῶ συγκείμενα ἐν ὀνόμασι κατὰ τὸ τέλος, ἢ παρα γόμενα ἐν ὀνόμασι διὰ τοῦ ι γράφεται· οἷον, ὅμιλος· ἔστιν δὲ παρὰ τὸ ὁμοῦ εἰλεῖσθαι· ἰλεὸς, σημαίνει δὲ τὴν κατάδυσιν· ἰλὴ, σημαίνει δὲ τὴν ἄθροισιν· ἰλύς· Ἰλισσός· οὕτως καὶ πέ διλον διὰ τοῦ ι· πρόσκειται κατὰ τὸ τέλος, διὰ τὸ εἰλίπους· ἐν ὀνόμασι δὲ, διὰ τὸ εἰλίσσω, καὶ εἰλύω. 9Πίνω9: Διὰ τοῦ ι γράφεται· ἀπὸ γὰρ τοῦ πίω γέγονεν κατ' ἐπένθεσιν τοῦ ν· τὸ δὲ ν ἐπὶ βαρυτόνων ῥημάτων ἐχόντων ἓν δίχρονον μόνον εἴωθεν ἐπεντίθεσθαι· οἷον, δύω, δύνω· θύω, θύνω· οὕτως οὖν καὶ πίνω μόνως ἐκτείνει τὸ ι· οἷον, Νέστορα δ' οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης τὸ δὲ πίνω καὶ ἐκτείνει καὶ συστέλλει. 9Πισιδία9: ι ἡ παράδοσις. 9Πύξινον9: Πύξος γάρ. 248 9Πίσεα9: Σημαίνει δὲ τοὺς καθαροὺς τόπους, διὰ τοῦ ι γρά φεται· παρὰ γὰρ τὸν πίσω μέλλοντα, ἐξ οὗ τὸ πίσεα. 9Πτισάνη9: ι, καὶ πισσος παρὰ τὸ πτίσαι· ἦν γὰρ ἡ πτίσ σος ὡς ἀπὸ τοῦ μέλαντος, μελανός. 9Πίειρα9: Σημαίνει δὲ τὴν λιπαρὰν, κατὰ μὲν τὴν ἄρχουσαν διὰ τοῦ ι γράφεται, παρὰ γὰρ τὸ πίω γέγονεν· κατὰ δὲ τὴν παραλήγουσαν διὰ τῆς ει διφθόγγου, τῷ λόγῳ τῶν εἰς ρα θη λυκῶν. 9Πιμελή9: Διὰ τοῦ ι γράφεται ὀξύτονον· ἔστιν δὲ θηλυκὸν γένος, καὶ σημαίνει τὸ λίπος· παρὰ δὲ τὸ πίω καὶ τὸ μέλος· γέγονεν πιωμέλη, καὶ κατὰ συγκοπὴν πιμελή. 9Πίδαξ9: Σημαίνει δὲ τὴν πηγήν· διὰ τοῦ ι γράφεται· τὰ γὰρ εἰς εξ λήγοντα οὐ θέλουσι τῇ ει διφθόγγῳ παραλήγεσθαι· οἷον, κλίμαξ· θρίδαξ· οἷδαξ· πλὴν τοῦ λείαξ· ὥσπερ δὲ παρὰ τὸ κλίνω γέγονεν κλίναξ καὶ κλίμαξ· τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ πίω γέγονεν πίαξ, καὶ προσθέσει τοῦ δ πίδαξ διὰ τοῦ ι. 9Πηγή9: Ἐκ τοῦ πηδῶ γέγονεν πηδή, καὶ κατὰ μετάθεσιν τοῦ δ εἰς γ πηγή. 9Πίσα9: Ἔστιν δὲ ὄνομα πόλεως, διὰ τοῦ ι γράφεται· παρὰ τὸ πίω πίσω γὰρ γέγονεν· οἱονεὶ, ἡ ἔχουσα πολὺ ὕδωρ· καὶ ἄλλως, ἐπειδὴ εὕρηται ἡ πι συλλαβὴ συστελλομένη παρὰ Πιν δάρῳ. 9Προβαλίσιοσ9: Διὰ τοῦ ι· ὥσπερ γὰρ ἀπὸ τοῦ Τρικόρινθος γίνεται Τρικορύσιος, οὕτως καὶ ἀπὸ τοῦ Προβάλιθος, Προβα λίσιος· τὸ δὲ Προβάλιθος διὰ τοῦ ι γράφεται· ἐπειδὴ τὰ εἰς θος οὐ θέλουσι τῇ ει διφθόγγῳ παραλήγεσθαι· οἷον, κάκιθος· σημαίνει δὲ τὸν κάκιστον· ἔριθος· σημαίνει δὲ τὸν ἐργάτην· λέ κιθος· σημαίνει δὲ τὸν κρόκον τοῦ ὠοῦ. 9Πίθοσ9: Τὸν κανόνα τοῦτον· 9Πέρδικος. 9 9Πηρίν9: Σημαίνει δὲ τὸν ὄρχην· διὰ τοῦ ι γράφεται, παρὰ τὸ εἶναι δικατάληκτον· πηρὶς γὰρ καὶ πηρὶν, τὸ ἔξοθεν τῶν αἰδοίων.