Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-choeroboscus-constantinopolitanus" aria-label="More works by Georgius Choeroboscus Constantinopolitanus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
249.1
9Παλίωξισ9: Διὰ τοῦ ι γράφεται· ἔστι γὰρ πάλιν καὶ δίω ξις· ἐκ τούτων γίνεται κατὰ ἀποβολὴν τοῦ ν καὶ δ παλιΐωξις, καὶ κατὰ κρᾶσιν τῶν δύο ιι εἰς ἓν ι μακρὸν παλίωξις. 9Πιδῶ9: Διὰ τοῦ ι· ἢ παρὰ τοῦ πίω γέγονεν, πηδᾶν γὰρ λέ γομεν ἐπὶ τοῦ ἁλλομένου ὕδατος· ἢ ἐπειδὴ παρὰ τὸ πηδῶ λέ γουσι κατὰ μετάθεσιν τοῦ η εἰς ι, ὥσπερ ἥκω καὶ ἵκω· διὰ τοῦ η καὶ ι. 9Πηδῶ9: Διὰ τοῦ η κατὰ παράδοσιν. 9Πιδύτησ9: Ἔστιν δὲ ὄνομα κύριον, διὰ τοῦ ι· παρὰ γὰρ τὸ πιδῶ γέγονεν. 9Πρίων9: Διὰ τοῦ ι, παροξύνεται· παρὰ γὰρ τὸ πρίζω γέγο νεν· πρίονος δὲ ἡ γενική· βραχὺ γὰρ τὸ δίχρονον τῷ λόγῳ τοῦ Ἀμφίων. 9Πιδύω9: Σημαίνει δὲ τὸ ἅλλομαι, διὰ τοῦ ι γράφεται· ὥσπερ γὰρ παρὰ τὸ ῥήσσω γίνεται ῥηγνύω, καὶ παρὰ τὸ πήσσω, πη γνύω, οὕτως καὶ παρὰ τὸ πιδῶ γίνεται πιδύω. 9Πίπτω9: Παρὰ τὸ πτῶ πίπτω· καὶ εὐλόγως, ἐπειδὴ οἱ ἀνα διπλασιασμοὶ ἀπὸ βραχείας θέλουσιν ἄρχεσθαι· καὶ πάλιν τὰ εἰς πτω λήγοντα ῥήματα ἑνὶ φωνήεντι παραλήγονται, πλὴν τοῦ φιλαλείπτω, καὶ ἀνερείπτω, ἐξ οὗ τὸ ἀνηρείψαντο. 9Πηλείων, Πηλείωνοσ9: Τὰ διὰ τοῦ ειων διὰ τῆς ει δι φθόγγου γράφονται, μὴ ὄντα συγκριτικὰ φυλάττουσι τὸ ω κατὰ τὴν γενικήν· οἷον, Ἀτρείων, Ἀτρείωνος· Ἀργείων, Ἀργείωνος Καδμείων, Καδμείωνος. 9Πῖλοσ9: ι· λέγουσι δὲ ἀρσενικόν· σημαίνει δὲ τὸν πίλιον, διὰ τοῦ ι· τῷ λόγῳ τῶν διὰ τοῦ ιλος· καὶ ἄλλως, παρὰ τὸ πιέζω πίεω γέγονεν πίελος, καὶ κατὰ κρᾶσιν τοῦ ι καὶ ε εἰς ἓν μακρὸν πῖλος· ὥσπερ ἱερεὺς, ἱρεύς· ἱερὸς, ἱρός. 9Πιλῶ9: Διὰ τοῦ ι· ὥσπερ γὰρ παρὰ τὸ φίλος γέγονεν φιλῶ, ο οὕτως καὶ παρὰ τὸ πῖλος, πιλῶ, καὶ πιλήσω ὁ μέλλων· ἐν τῇ συνηθείᾳ φασὶν πηλώσω. 9Πίφιξ9: Ἔστιν δὲ εἶδος ὀρνέου, διὰ τοῦ ι γράφεται καὶ κατὰ τὴν ἀρχὴν καὶ κατὰ τὴν παραλήγουσαν· ἡ μὲν πρώτη παρὰ τὸ 250 πίω γέγονεν· χαίρει γὰρ τὸ ὄρνεον τούτοις τοῖς ὕδασιν· ἡ δὲ λήγουσα, ἐπειδὴ τὰ εἰς ξ λήγοντα τὴν ει δίφθογγον ἀποστρέ φονται· ἔτι δὲ καὶ τῷ κανόνι τῶν ἀμφιβαλλομένων. 9Ποικῖλαι9: Διὰ τοῦ ι ἐπειδὴ ὁ μέλλων ποικιλῶ· ἔστιν γὰρ παρὰ τὸ ποικίλλω. 9Πνίγω9: ι, ἐπειδὴ ὁ παρακείμενος πέπνιγά ἐστιν, καὶ οὐ πέπνοιγα. 9Πίθι9: Διὰ τοῦ ι γράφεται· σημαίνει δὲ τὸ πίε· παρὰ γὰρ τὸ πίω γέγονεν πίθι κατ' ἐπέκτασιν τῆς θι συλλαβῆς, καὶ γρά φεται διὰ τοῦ ι καὶ ε· ἔχεις ι μακρὸν πῖθι, ὥσπερ ἱερεὺς, ἱρεύς· ἵεραξ, ἷραξ. 9Πῖνα9: Ἔστιν δὲ ὄνομα λίθου, διὰ τοῦ ι· τὰ γὰρ διὰ τοῦ ινα ἀποστρέφονται τὴν ει δίφθογγον, χωρὶς τοῦ πεῖνα τοῦ ἐπὶ τῆς ἐνδείας· πῖνα δὲ ἐπὶ τοῦ θαλαττίου, διὰ τοῦ ι. 9Πίηρ9: ι, τὰ γὰρ εἰς ηρ βαρύτονα ἑνὶ φωνήεντι θέλουσι παραλήγεσθαι, πλὴν τοῦ ἐξάπτηρ· ἔστιν δὲ ὄνομα κύριον καὶ βαρύνεται· ἡνίκα δὲ σημαίνει τοὺς ὀγκίνους ὀξύνεται. 9Παρθενοπίπησ9: Σημαίνει δὲ τὸν περιβλεπόμενον τὰς παρθένους, διὰ τοῦ ι γράφεται· τὰ γὰρ παρὰ τὸ ὁπιπέων διὰ τοῦ ι γράφεται· οἷον, παιδοπίπης. 9Πολύιδοσ9: Ἔστιν δὲ ὄνομα κύριον μάντεως, διὰ τοῦ ι γρά φεται· εὑρέθη γὰρ καὶ ἐν συστολῇ. 9Πλημμύριον9: ι· ἡ ἀκρὰ παρὰ Συρακούσας. 9Πηνελόπεια9: Διὰ τῆς ει διφθόγγου· ἔστιν δὲ ὄνομα κύ ριον· τὰ γὰρ διὰ τοῦ εια προπαροξύτονα ἐπὶ τοῦ αὐτοῦ σημαί νοντος διὰ τῆς ει διφθόγγου γράφονται. 9Πησιελόπεια9: Ὁμοίως. 9Προάστειον9: ει· πρὸ τοῦ ἄστεος γάρ. 9Προάστιον9: Ὁ φιλόσοφος ι. 9Πιθήσω9: ι· ἦν γὰρ ἐξ ἀρχῆς πείθω διὰ τῆς ει διφθόγγου· καὶ ὁ βʹ αὐτοῦ μέλλων πιθῶ· τοῦτο ὡς ἐνεστῶτα παραλαμβά νει, καὶ ποιεῖ τὸ πιθῶ, πιθήσω· οὕτως καὶ εἴρω, ἐρῶ. 9Πηλείων9: Διὰ τῆς ει διφθόγγου· τὰ γὰρ εἰς δης καὶ τὰ 251 ἔχοντα πατρωνυμικὰ τὴν αὐτὴν παραλήγουσαν θέλουσιν ἔχειν· οἷον, Ἀτρείδης, Ἀτρείων. 9Πηλούσιον9: ι ἡ πόλις οὐδετέρως, πηλούσιον τι ων. 9Πελάγιοσ9: ι ἀπὸ τοῦ πέλαγος· 9Πέλιοσ9. 9Προύνεικοσ9: Σημαίνει δὲ τοὺς ὑβριστὰς, καὶ τοὺς ἄνδρας τοὺς ἱσταμένους ἐν ταῖς ἀγοραῖς, καὶ φερόντων τὰ καὶ λαμ βανόντων τοὺς ὑπὲρ τούτων μισθούς· εἴτε δὲ τοὺς ὑβριστὰς σημαίνει, εἴτε τοὺς ἄλλους, διὰ τῆς ει διφθόγγου γράφεται· καὶ ἐπὶ μὲν τῶν ὑβριστῶν, ἐπειδὴ παρὰ τὴν πρὸ πρόθεσιν καὶ τὸ νεῖκος γέγονεν πρόνεικος, τὸ δὲ νεῖκος διὰ τῆς ει διφθόγγου γράφεται, ὡς ἐμάθομεν· εἰ δὲ τοὺς ἄλλους σημαίνει, ἐπειδὴ παρὰ τὴν πρὸ πρόθεσιν καὶ τὸ ἐνεῖκαι Βοιωτικῶς γέγονεν προ ένεικος, καὶ κατὰ κρᾶσιν τοῦ ο καὶ ε εἰς τὴν ου δίφθογγον προύνεικος, ὥσπερ τὸ ἐμὸν τοὐμόν. 9Πλεῖν9: Διὰ τῆς ει διφθόγγου· ὥσπερ γὰρ ἀπὸ τοῦ τύπτω, τύπτεις, τύπτει γίνεται τύπτειν, τὸ ἀπαρέμφατον προσθήκῃ τοῦ ν, οὕτως ἀπὸ τοῦ πλέω, πλέεις, πλέειν, καὶ κράσει πλεῖν, ὥσπερ ῥέειν, ῥεῖν. 9Πλεῖν9: Σημαίνει δὲ τοῦ πλοῦν, διὰ τῆς ει διφθόγγου· ὥσπερ παρὰ τὸ δέον γίνεται δεῖν, κατὰ κρᾶσιν τοῦ ε καὶ ο εἰς τὴν ει δίφθογγον Ἀττικῶς, οὕτως καὶ παρὰ τὸ πλέον, πλεῖν, Ἀττικῶς. 9Πείθω9: ει, πέποιθα γάρ ἐστιν ὁ μέσος παρακείμενος. 9Πεῖνα9: Διὰ τῆς ει διφθόγγου, παρὰ γὰρ τὸ πένω, ἐξ αὐτοῦ δὲ τοῦ πένομαι γέγονεν πένα, καὶ πλεονασμῷ τοῦ ι πεῖνα, καὶ πεινῶ ῥῆμα. 9Παράδεισοσ9: ει, παρὰ γὰρ τὸν δεύσω μέλλοντα, τὸν ση μαίνοντα τὸ βρέξω, γέγονεν παράδευσος, καὶ κατὰ τροπὴν τοῦ υ εἰς ι παράδεισος· ἢ παρὰ τὴν δεῖσα, ὃ σημαίνει τὴν ὑγρασίαν, γέγονεν παράδεισος· τὸ δὲ δεῖσα διὰ τῆς ει διφθόγγου γρά φεται. 9Πειριθουσ9: Διὰ τῆς ει διφθόγγου· ἰστέον γάρ ἐστιν ἡ λέγουσα ὅτι ὁ Ζεύς. 9Παρειαί9: ει· παραυναὶ γὰρ λέγουσιν οἱ Αἰολεῖς τρέποντες 252 τὸ ι εἰς υ, καὶ τὸ ε εἰς α· καὶ ἄλλως, ὅτι εὕρηται καὶ παρήϊα κατὰ διάστασιν τοῦ ι, καὶ ἐκτάσει τοῦ ε εἰς τὸ η. 9Πειώλησ9: Διὰ τῆς ει διφθόγγου· σημαίνει δὲ τὸν πόρνον καὶ τὸν διαπέσος ἀπολλύμενον· παρὰ γὰρ τὸ πέσος γέγονεν πεόλης, καὶ πλεονασμῷ τοῦ ι, καὶ ἐκτάσει τοῦ ο εἰς τὸ ω, πει ώλης. 9Πεῖρα9: ει· ἐπείδη πέῤῥα λέγουσιν οἱ Αἰολεῖς, ἀποβάλλοντες τὸ ι, καὶ διπλασιάζοντες τὸ σύμφωνον. 9Πλείων9: Εὕρηται γὰρ καὶ πλέον, καὶ ἄλλως, τῷ κανόνι τῶν συγκριτικῶν. 9Πῖθεν9: ι· δεύτερος γὰρ ἀόριστός ἐστιν. 9Πλειών9: Σημαίνει δὲ τὸν ἑνιαυτὸν, διὰ τῆς ει διφθόγγου γράφεται· παρὰ γὰρ τὸ πλεῖον τὸ σημαῖνον τὸ πλῆρες γέγονεν, οἱονεὶ, ὁ πλῆρις χρόνων· τὸ δὲ πλεῖον ἐδείχθη διὰ τῆς ει διφθόγγου γραφόμενον· ὀξύνεται δὲ, ἐπειδὴ δοκεῖ περιεκτικὸν εἶναι· πλειὼν γὰρ λέγεται ὁ ἑνιαυτὸς παρὰ τὸ περιέχειν πλή ρης· τὰ γὰρ εἰς ων περιεκτικὰ ὀξύνονται. 9Πλειάσ9: Σημαντικόν ἐστι τοῦ ἑνιαυτοῦ· δύουσα γὰρ τὴν ἀρχὴν τοῦ ἑνιαυτοῦ δηλοῖ, ἀνατέλλουσα δὲ τὸ τέλος· διὰ τῆς ει διφθόγγου δὲ γράφεται, ἐπειδὴ εὕρηται κατὰ διάστασιν Πληϊὰς κατ' ἔκτασιν τοῦ ε εἰς η· 9Πυρόεισ9. 9Πειραιεύσ9: Διὰ τῆς ει διφθόγγου, παρὰ τὸ περαιοῦσθαι γέγονεν, περαιεὺς καὶ πλεονασμῷ τοῦ ι Πειραιεύς· τὸ δὲ ραι ἐκ τοῦ πέρας, καὶ προσέλαβεν τὸ ι. 9Πλατεῖα9: Παρὰ τὸ πλατύς. 9Πολύκλειτοσ9: ει· παρὰ τὸ κλειτὸς, ὅπερ διὰ τῆς ει δι φθόγγου γράφεται, παρὰ γὰρ τὸ κλέος, κλεϊτὸς, καὶ συναι ρέσει κλειτὸς, καὶ πολύκλειτος. 9Πειρήνη9: Ἡ κρήνη· ἔστιν δὲ πηγὴ ἐν Κορίνθῳ, διὰ τῆς ει διφθόγγου γράφεται· παρὰ γὰρ τὸ πέρας γέγονεν ἄπερος, καὶ πλεονασμῷ τοῦ ι ἄπειρος, καὶ ἐκεῖθεν ἀπειρήνη· οἱονεὶ, ἡ πολλή· καὶ κατὰ ἀποβολὴν τοῦ α Πειρήνη· ἢ ἀπὸ Πειρῆνος τινὸς ὠνομάσθη, καὶ διὰ τοῦτο διὰ τῆς ει διφθόγγου γρά φεται. 253 9Πείρειν9: ει· παρὰ γὰρ τὸ πέρας γέγονεν πέρην, καὶ πλε ονασμῷ τοῦ ι πείρην. 9Πενειόσ9: Ἔστιν δὲ ὄνομα ποταμοῦ, ει· ὡς Ἀλφειός. 9Πείρινθοσ9: Σημαίνει δὲ τὸ τετράγωνον τὸ τιθέμενον ἐπάνω τῆς ἁμάξης, ει· παρὰ γὰρ τὸ περιθέειν γέγονεν πέρινθος, καὶ πλεονασμῷ τοῦ ι πείρινθος. 9Πλεισθένησ9: Ἔστιν δὲ ὄνομα κύριον, ει δίφθογγος· ὥσπερ γὰρ παρὰ τὸ δέον γέγονεν δεῖν, κατὰ κρᾶσιν Ἀττικὴν τοῦ ε καὶ ο εἰς τὴν ει δίφθογγον· καὶ παρὰ τὸ πλέον, πλεῖν· οὕτως καὶ παρὰ τὸ πλέον καὶ σθένος γέγονεν πλεοσθένης, καὶ κράσει Πλεισθένης. 9Πρεσβεῖα9: Διὰ τῆς ει διφθόγγου γράφεται· σημαίνει δὲ τὴν γεγαρηκυῖαν, τῷ λόγῳ τῶν διὰ τοῦ εια προπαροξυτόνων· καὶ ἄλλως· τὰ ἀπὸ τῶν εἰς ευς διὰ τοῦ εια παρεσχηματισμένα θηλυκὰ διὰ τῆς ει διφθόγγου γράφεται· οἷον, ταχὺς, ταχεῖα, οὕτως καὶ πρεσβὺς, πρεσβεῖα· τοῦτο δὲ γίνεται κατὰ συγκο πήν· ἰστέον δὲ ὅτι σπανίως πάνυ εὕρηται ἐν χρήσει. 9Πεισίστρατοσ9: Διὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ πεί θω, πείσω, Πεισίστρατος. 9Ποσειδῶν9: Διὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ πέδον σείειν· ἀπὸ τοῦ οὖν τὸ πέδον γίνεται πεδοσείων, καὶ ἐν ὑπερ βιβασμῷ Ποσειδέων καὶ Ποσειδῶν· καὶ παρὰ τοῖς Ἀθηναίοις δὲ διὰ τῆς ει διφθόγγου γράφεται· οἱ δὲ Αἰολεῖς καὶ οἱ Δω ριεῖς διὰ τοῦ ι. 9Πείσανδροσ9: Παρὰ τὸν πείσω μέλλοντα, καὶ τὸ Πεισί στρατος ὁμοίως. 9Πάδειοσ9: ει δίφθογγος τὸ κτητικόν. 9Παιδίου πλοκάμοισι9: ι. 9Πέλεια9: Τῷ λόγῳ τῶν διὰ τοῦ εια προπαροξυτόνων· καὶ ἄλλως, οἱ Δωριεῖς διὰ τοῦ ι γράφουσιν αὐτό· καὶ ἰστέον δὲ ὅτι ὥσπερ παρὰ τὸ μαῖα γίνεται μαιὰς μαιάδος, οὕτως καὶ παρὰ τὸ πέλεια, πελειὰς πελειάδος, φυλαττομένης τῆς αὐτῆς γρα φῆς. 9Πρυτανεῖον9: Τῷ λόγῳ τοῦ βαλανεῖον· καὶ ἄλλως, τὰ 254 ἀπὸ τῶν διὰ τοῦ ευω διὰ τοῦ ειον γινόμενα διὰ τῆς ει διφθόγ γου γράφεται. 9Πιθανόσ9: ι· 9Παιδεῖα9· ει· παιδεύω γάρ. 9Πανδοκεῖον9: ει δίφθογγος· κτητικὸν γὰρ ἀπὸ τοῦ παν δοκεύς. 9Προμήθεια9: ει, καὶ προπαροξύνεται· οὕτως ἡ παράδοσις. 9Πράσειον9: ει δίφθογγος ἡ βοτάνη. 9Προσέχεια9: ει δίφθογγος, καὶ προπαροξύνεται ἀπὸ τοῦ προσεχής. 9Πυλωρόσ9: Τὰ εἰς ρος ὀξύτονα ἢ τὸ ε παραλήγεται, ἢ τὸ η, ἢ τὸ ν, ἢ τὸ ω· οἷον, φθονερός· καματηρός· ἰσχυρός· οὕτως καὶ πυλωρός. 9Πραγματεῖα9: Ἡ πρᾶσις ει· 9Πραγματία9 δὲ ἡ συγγρα φὴ ι. 9Πρόσσκομμα9: Δύο ςσ· παρὰ τὸ σκώπτω, καὶ ἡ πρόθεσις φυλάττεται εἰς τὰ ῥήματα· ὁ γὰρ παθητικὸς παρακείμενος δεικνύει τὸ προσσκόψεται. 9Προσήλυτοσ9: η· 9Πειροσ9· τυφλός· 9Περιείη9. 9Προοίμιον· Πενιχρός· Πώρωσις· Πλημμοιρῶ9. 9Πῶμα9: Τὸ σκέπασμα πρὸς ἀντιδιαστολήν. 9Πώγων· Πιλωτόν· Πήρωσισ9. 9Πύον9: Τὸ ἔμπυον. 9Παλαιστίνη· Παλαίστρα· Πραῖδα· Παλαιόσ9. 9Πρακτέοσ9: Τὰ ἀπὸ τῶν εἰς ος ὀνομάτων κυρίων διὰ τοῦ εος γινομένων παράγωγα ὀνόματα διὰ τοῦ ε ψιλοῦ γράφεται· οἷον, πρακτὸς, πρακτέος. 9Πυνθάνω9: Παρὰ τὸ πεύθω, πυνθάνω, ὡς λείπω, λιμ πάνω. 9Πήλη9: Ὄνομα νήσου· 9Πεπυρωμένοσ9. 9Ῥήγιον9: Ἔστιν δὲ ἐθνικὸν, διὰ τοῦ ι γράφεται· ἰστέον δὲ ὅτι Ῥήγιον πόλις ἐστὶν πλήσιον τῆς Σικελίας· Ῥήγειον δὲ λέγουσιν· ἐπειδὴ σεισμοῦ γενομένου ἀπετελέσθαι τὰ ἐκεῖ ῥαγέντα τοῦ τόπου ἐκείνου· καὶ παρὰ τὴν ῥῆξιν δέ φασιν ὅτι καὶ ὁ πορθμὸς διὰ μέσου γέγονεν. 255 9Ῥηγμίσ9: Τὸ ρη η, παρὰ τὸ ῥήσσω· τὸ δὲ μις ι, ὡς δικα τάληκτον. 9Ῥοδωνία9: ι, ὥσπερ Ἰωνία. 9Ῥίν9: ι, ὡς δικατάληκτον. 9Ῥητίνη9: ι, ὡς ἀξίνη. 9Ῥινή9: Ἰστέον ὅτι ἐστὶν ῥινὴ ὀξύτονον, καὶ ῥίνη βαρύτονον· ἀλλὰ τὸ μὲν ὀξύτονον σημαίνει τὸ λεγόμενον ῥινίον· τὸ δὲ βα ρύτονον εἶδος ἰχθύος· γράφεται δὲ διὰ τοῦ ι τῷ λόγῳ τῶν διὰ τοῦ ινη. 9Ῥίγοσ9: ι· ἀπὸ γὰρ τοῦ φρίσσω γέγονεν φρίγος, καὶ ἀπο βολῇ τοῦ φ ῥίγος· τὸ δὲ φρίσσω διὰ τοῦ ι γράφεται, ἐπειδὴ οὐδέποτε πρὸ τῶν δύο ςσ ει δίφθογγος εὑρίσκεται. 9Ῥῖνοσ9: Σημαίνει δὲ τὸ δέρμα, διὰ τοῦ ι γράφεται· ἢ γὰρ παρὰ τὸ ῥινὴ γέγονεν, ὅπερ διὰ τοῦ ι γράφεται, ἢ παρὰ τὸ ῥὶν, ὃ σημαίνει τὸ ἄκρον· καὶ γὰρ τὸ δέρμα ἄκρον ἐστὶν, καὶ οἷον ἐπιφάνεια τῆς σαρκός. 9Ῥιπή9: Διὰ τοῦ ι τὸ πρῶτον· τὸ δὲ δεύτερον διὰ τοῦ η· παρὰ γὰρ τὸ ῥίπτω, τοῦ τ ἀποβληθέντος, καὶ τοῦ ω εἰς η τρα πέντος, ῥιπή. 9Ῥησείδιον9: Διὰ τῆς ει διφθόγγου τὸ σει· ἀπὸ τῆς ῥή σεως γενικῆς· ὥσπερ ἀπὸ τῆς λέξεως, λεξείδιον. 9Ῥητορεῖα9: ει, ἀπὸ τοῦ ῥητορεύω. 9Ῥοίτειον9: ει, ἐπειδὴ τὰ διὰ τοῦ ειον τρισύλλαβα μακρὰν ἔχοντα τὴν παραλήγουσαν οὐδέποτε διὰ τοῦ ι γράφεται· οἷον, Σίγειον· Λύκειον, ἔστιν δὲ τόπος· γένειον· βρένθειον. 9Ῥεῖθρον9: Διὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ ῥέειν γίνε ται ῥέεθρον, καὶ κράσει τῶν δύο εε εἰς τὴν ει δίφθογγον ῥεῖθρον· ἰστέον δὲ ὅτι τὰ εἰς ον λήγοντα ῥηματικὰ οὐδέποτε ἔχουσι τὸ ρ ἐν τῇ τελευταίᾳ συλλαβῇ ἰσοσυλλαβοῦντα τῷ ῥήματι· καὶ εἴτε ἔχουσι τὸ τ, ὡς νίζω νίτρον, ἢ τὸ π, ὡς νίπτω, νίπτρον· τρέφω, θρέπτρον· ἢ τὸ κ, ὡς πλήσσω, πλῆκτρον· ἢ τὸ λ μετὰ τοῦ τ, ὡς φύτο, φύτλον· καὶ βαρύνουσι πάντα πλὴν τὸ λουτρόν· τὰ δὲ περισοσύλλαβα εἰσὶν τὸ αν παραληγόμενα· 256 οἷον, τύπτω, τύμπανον· δρέπω, δρέπανον· λείπω, λείψανον· καὶ τὰ εἰς ρον μετὰ τοῦ θ· οἷον, θέλγιθρον· μέλπω, μέλπιθρον· καὶ τὰ εἰς λον ἔχοντα τὸ θ· οἷον, ἕδω, σημαίνει δὲ τὸ καθέζομαι, ἕδεθλον· ἔστιν δὲ παρὰ τὸ ἕδος· γενῶ, ἐξ οὗ τὸ γενήσομαι, γέ νεθλον· ἢ ἔχοντα τὸ τ, ὡς τὸ ἔχω, ἔχετλον· τὸ τοίνυν ῥέεθρον ἄλογον διὰ τοῦ ε, ὡς μέλπιθρον· θέλγιθρον· τὸ ῥεῖθρον πέπονθεν συναλειφὴν ἐκ τῶν δύο εε εἰς τὴν ει δίφθογγον. 9Ῥεῖα9: Διὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ ῥέω γέγονεν ῥέα, καὶ πλεονασμῷ τοῦ ι ῥεῖα διὰ τῆς ει διφθόγγου· τὸ γὰρ εὐχερὲς ῥέπει ἔοικεν. 9Ῥείτησ9: Ἐξ οὗ τὸ βαθυῤῥείτης καὶ εὐῤῥείτης· παρὰ γὰρ τὸ ῥέω ῥεΐτης, καὶ κατὰ συναίρεσιν ῥείτης 9Ῥειτόσ9: ει δίφθογγος, ἢ ῥῖτος ι· ῥητοὶ δέ εἰσι ποταμοὶ δύο διὰ φάραγγος ὑπὸ γῆν ῥέοντες· ἔνθα φησὶν ὡς πλήσιον Ἐλευ σῖνος· καὶ λέγουσιν ὅτι ὁ Ὧρος διὰ τῆς ει διφθόγγου γράφει, ὀξύτονον γὰρ ὡς τὸ κλειτός· ὁ δὲ Ἡρωδιανὸς ἐν τῇ καθόλου λέγει ὅτι διὰ τοῦ ι γράφεται, καὶ βαρύνεται· οἷον, ῥῖτος· σῖτος· Τρῖτος, ἔστιν δὲ ὄνομα ποταμοῦ. 9Ῥίζα9: Ἀπὸ τοῦ ἴζω, ἴζα, καὶ προσθήκῃ τοῦ ρ ῥίζα· ὥσπερ τὸ κνίζω, κνίσω, καὶ κνίσα. 9Ῥιπίδιον· Ῥοιακων ζεῦγος· Ῥοίδια9: Τὰ ὑποδήματα. 9Θηρέκλειον ζεῦγος: Θηρίκλειον9 κύλικος εἶδος. 9Σίγειον9: Τὸ γει δίφθογγος, τῷ κανόνι τοῦ Ῥοίτειον· τὸ σι ι παρὰ τὴν σιγήν. 9Σιγὴ9 καὶ 9Σιγῶ9: Διὰ τοῦ ι· ἐπειδὴ παρὰ τὸ σιγή ἐστιν, ὥσπερ καὶ παρὰ τὸ τιμὴ γέγονεν τιμῶ· τὸ δὲ σιγὴ διὰ τοῦ ι γράφεται, ἐπειδὴ, ὡς φασὶν ὁ Ὧρος, ἐν τῇ συνθέσει συνεσταλ μένη εὑρέθη ἡ σι συλλαβὴ, ἡ ἐν τῷ σιωπή· γέγονεν δὲ παρὰ τὴν σιγὴν καὶ τὴν ὄπα, τὴν φωνὴν, σιωγὴ, καὶ κατὰ ἀποβολὴν τοῦ γ σιωπή· ἀποβληθέντος γὰρ τοῦ γ ἐξέτεινεν τὸ ο· καὶ ἄλλως, τὰ εἰς γη οὐ θέλουσι τῇ ει διφθόγγῳ παραλήγεσθαι· οἷον, γῆ· κραυγή· κλαγγή· αὐγή· οὕτως οὖν καὶ σιγή. 9Σικελίδησ9: Μακρὸν τὸ ι, διὰ τοὺς ἐπαλλήλους βραχείας· 257 ὥσπερ καὶ τὸ Πριαμίδης· ἀπάγεται δὲ τῷ κανόνι τοῦ Κρο νίδης. 9Σέριφοσ9: ι· τὰ γὰρ εἰς φος μονογενῆ ὄντα οὐδέτερα ἁπλᾶ, μὴ ὄντα Ἰταλικὰ, ἑνὶ φωνήεντι θέλουσι παραλήγεσθαι· οἷον, ἔριφος· Τέλεφος· κίνιφος σημαίνει δὲ τὸ ποικίλον· πρόσκειται μονογενῆ, διὰ τὸ ὁ κοῦφος, ἡ κούφη, τὸ κοῦφον· μὴ ὄντα δὲ οὐ δέτερα, διὰ τὸ λαῖφος· ἁπλᾶ δὲ, διὰ τὸ φιλοῦφος, σημαίνει δὲ τὸν συνουσιαστήν· Ἰταλικὰ δὲ διὰ τὸ Ῥοῦφος. 9Σφραγίσ9: ι· τὰ γὰρ εἰς ις ὀξύτονα θηλυκὰ ὑπὲρ μίαν συλ λαβὴν κοινολεκτούμενα ἀποστρέφει τὴν ει δίφθογγον· οἷον, ἀσπίς· ῥανίς. 9Σῖτοσ9: ι· ὥσπερ γὰρ παρὰ τὸ ἐργάζομαι γίνεται ἐργάστης, καὶ κατὰ ἀποβολὴν τοῦ σ ἐργάτης ἐν βαρυτόνῳ τάσει· καὶ παρὰ τὸ οἴσω γίνεται οἴστος, καὶ ἀποβολῇ τοῦ σ οἶτος ἐν βαρυ τόνῳ τάσει, οὕτως καὶ παρὰ τὸ σείω γίνεται σειστὸς, καὶ ἀπο βολῇ τοῦ σ σῖτος διὰ τοῦ ι· καὶ ἄλλως, παρὰ τὸ σίω τὸ διὰ τοῦ ι γραφόμενον· καὶ ἄλλως, ὅτι τὰ διὰ τοῦ ιτος ἀποστρέφονται τὴν ει δίφθογγον· οἷον, Τρίτος· μίτος· Ἐπαφρόδιτος. 9Σκίροσ9: Διὰ τοῦ ι τὸ ἐπὶ τοῦ πάθους· ι ἡ παράδοσις. 9Σείω9: Διὰ τῆς ει διφθόγγου· ὥσπερ γὰρ παρὰ τὸ πνέω γέγονεν πνείω διὰ τῆς ει διφθόγγου ἐπενθέσει τοῦ ι, καὶ παρὰ τὸ πλέω πλείω, οὕτως καὶ παρὰ τὸ σέω σείω διὰ τῆς ει δι φθόγγου. 9Σπληνίον9: Παρὰ τὴν σπληνὸς γενικήν. 9Σιδών9: Ἐπὶ τοῦ πολίτου ὅτε ἀρσενικῶς λέγεται, καὶ ἐπὶ τῆς πόλεως ὅτε θηλυκῶς· διὰ τοῦ ι γράφεται· ἐπειδὴ τὰ εἰς δων λήγοντα θηλυκὰ ἑνὶ φωνήεντι θέλουσι παραλήγεσθαι· οἷον, Σαρπηδών· σηπεδών· χελιδών. 9Σελίδιον9: ι· ὥσπερ ψελὶς, ψελίδιον· οὕτως καὶ σελὶς, σε λίδιον. 9Σάρδισ9: ι· ὥσπερ παρὰ τὸ πόλιες καὶ ὄφιες γίνεται πόλις καὶ ὄφις κατὰ κρᾶσιν τοῦ ι καὶ ε εἰς ι μακρὸν, οὕτως καὶ παρὰ τὸ Σάρδιες γίνεται Σάρδις κατὰ κρᾶσιν τοῦ ι καὶ ε εἰς ι μακρόν. 258 9Σησάμη9: Διὰ τοῦ η ἡ παράδοσις. 9Σκόλοποσ9: Διὰ τοῦ ο ἡ παραλήγουσα· Εὐριπίδης. τίς ἐσθ' ὁ μέλλων σκόλοπος ἢ λεσμοῦ τυχεῖν; 9Σιγηλόσ9: Διὰ τοῦ ι τὸ πρῶτον παρὰ τὸ σιγῶ, σιγήσω· τὸ δὲ η ἐκ τοῦ σιγῶ τροπῇ τοῦ ω εἰς η γέγονεν σιγηλός. 9Σέλινον9: Διὰ τοῦ ι· οἱ γὰρ Αἰολεῖς σέλιννα λέγουσιν, ὥσπερ ὅμιλος, ὄμιλλος· καὶ ἄλλως· τὰ διὰ τοῦ ινος προπαρ οξύτονα μὴ ὄντα σύνθετα ἀπὸ ὀνομάτων ἐχόντων τὴν ει δί φθογγον διὰ τοῦ ι γράφεται· οἷον, κύμινον· ἀνθρώπινον· ξύλινον. 9Σπῖρα9: Σημαίνει δὲ τὰ ἱμάτια, διὰ τοῦ ι γράφεται· ἐπειδὴ παρὰ τὸ ἐνσπείρεσθαι τινὰ ἐν αὐτοῖς οὕτως λέγονται· ἀλλ' ἡ παράδοσις τὸ ι ἔχει ἴσως τῷ λόγῳ τῶν ῥημάτων· εἰσὶ γάρ τινα ὀνόματα ἀπὸ ῥημάτων γινόμενα γραφομένων τῶν ῥημάτων διὰ τῆς ει διφθόγγου, καὶ γράφεται διὰ τοῦ ι· ὥσπερ πείθω, πιθανός· οὕτως καὶ εἴρω, Ἴρις, καὶ σπείρω, σπῖρον, καὶ τὰ σπῖρα. 9Συρία9: ι, παρὰ τὸ Σύρος. 9Σκίπεσ9: ι· σκὶψ γάρ ἐστιν ἡ εὐθεῖα· τὰ δὲ εἰς ψ λή γοντα πᾶσαν δίφθογγον ἀποστρέφονται· λέγουσι δὲ καὶ σκνὶψ καὶ πνὶψ διὰ τοῦ φ καὶ διὰ τοῦ π. 9Στίβη9: ι· σημαίνει δὲ τὴν ψυχρίαν· τὰ γὰρ εἰς η λήγοντα θηλυκὰ ἔχοντα πρὸ τοῦ η ἑνὶ τῶν μέσων, λέγω δὴ τὸ β, ἢ γ, ἢ δ, ἢ ἕν τι τῶν δασέων, λέγω δὴ τὸ θ, ἢ φ, ἢ χ, ἢ τὸ λ, ἢ τὸ μ, ἢ τὸ ν, ἢ τὸ κ, ἢ τὸ π, ἢ τὸ τ, οὐ θέλουσι τῇ ει διφθόγγῳ πα ραλήγεσθαι· οἷον, τριβή· λοιβή· ἀμοιβή· στοιβή· ἐρυσιβή. 9Σινώπη9: Διὰ τοῦ ι· καὶ τὸ νω μέγα κατὰ παράδοσιν. 9Σεμίδαλισ9: ι ἡ βʹ συλλαβὴ, ἐπειδὴ καὶ συστέλλεται· σε μιδάλεως γὰρ κοινοτέρως. 9Στριφνόσ9: Διὰ τοῦ ι· παρὰ τὸ στύφω γέγονεν στυφνὸς καὶ στρυφνὸς, καὶ κατὰ τροπὴν τοῦ υ εἰς ι στριφνός. 9Σκίπων9: Σημαίνει δὲ τὴν βακτηρίαν· διὰ τοῦ ι γράφεται· ἀπὸ γὰρ τοῦ σκιρίπτω γίνεται σκιρίπτων, καὶ κατὰ συγκοπὴν τοῦ η καὶ ρ, ἀποβολῇ τοῦ τ σκίπων· καὶ ἄλλως, τὰ εἰς πτω λή γοντα οὐ θέλουσι τῇ ει διφθόγγῳ παραλήγεσθαι. 259 9Σιμόσ9: Διὰ τοῦ ι γράφεται· παρὰ γὰρ τὸ σίγμα γίνεται σιγμὸς, καὶ κατὰ ἀποβολὴν τοῦ γ σιμός· καὶ γὰρ τοῦ σιμοῦ ἡ ῥὶς δοκεῖ τὸ σ μιμεῖσθαι· τὸ δὲ σίγμα διὰ τοῦ ι γράφεται· τὰ γὰρ εἰς α λήγοντα ὀνόματα τῶν στοιχείων ἑνὶ φωνήεντι θέλουσι παραλήγεσθαι· οἷον, ἄλφα· βῆτα· γᾶμμα· δέλτα· οὕτως οὖν καὶ τὸ σ ἑνὶ φωνήεντι θέλει παραλήγεσθαι. 9Σίνονται9: Διὰ τοῦ ι· οἱ γὰρ Αἰολεῖς σίνονται λέγουσι, καὶ οὐχὶ σέννονται· καὶ παρὰ τὸ σίνομαι δὲ διὰ τοῦ ι γράφεται· οἷον, ἐπισίνης. 9Σιγαλόεντα9: Διὰ τοῦ ι γράφεται· σημαίνει δὲ τὰ πεποι κιλμένα· παρὰ γὰρ τὸ στίζω γέγονεν στιγαλόεντα, καὶ κατὰ ἀποβολὴν τοῦ τ. 9Στῖμι9: Σημαίνει δὲ τὸν λεγόμενον χόλλαν, διὰ τοῦ ι· τὰ γὰρ εἰς ι λήγοντα οὐδέτερα οὐ θέλουσι τὴν ει δίφθογγον παρα λήγεσθαι· οἷον, μέλι· κιννάβαρι· σίνηπι· πίπερι· οὕτως οὖν καὶ στῖμι· ἰστέον δὲ ὅτι λέγεται καὶ ἡ στῖμις, τῆς στίμεως, τὴν στῖμιν, καὶ τὴν μέλαινα στῖμιν ὀμματόγραφος. 9Σίνηπι9: Τὸ σι ι, τῷ κανόνι τοῦ στῖμι· τὸ νη η, ἐκ τοῦ λέγειν σίναπιν· τὸ πι ι, ὡς οὐδέτερον. 9Στιτεῖρα9: ι καὶ ει ἡ παράδοσις. 9Στάγιρα9: Ἔστιν δὲ ὄνομα πόλεως, διὰ τοῦ ι γράφεται κατὰ τὴν παράδοσιν· Φιλόξενος δὲ διὰ τῆς ει διφθόγγου λέγει αὐτὸ γράφεσθαι· διὰ τὸ λέγειν τὸ Στάγειρος καὶ τὰ Στάγειρα· καὶ γὰρ ἔθος ἔχουσιν τὰ διὰ τοῦ ειρος ῥηματικὰ οὐδέτερα λέγειν, καὶ διὰ τῆς ει διφθόγγου γράφειν· οἷον, ὀνῶ ὄνειρον· μάσσω μάγειρος. 9Σμιλή9: Ὀξύνεται καὶ σημαίνει τὸ σμιλίον· διὰ τοῦ ι γράφεται· τὰ γὰρ εἰς λη λήγοντα μονογενῆ οὐ θέλουσι τῇ ει διφθόγγῳ παραλήγεσθαι· οἷον, σμιλή· μαριλή· σημαίνει δὲ τὴν κόνιν· ἰλή· σημαίνει δὲ τὴν ἄθροισιν. 9Σχῖνοσ9: ι, τῷ λόγῳ τοῦ σκοπελῖνος. 260 9Σκωρῖνοσ9: Ὡς ι ἡ παρατελευταῖα ἡ παράδοσις. 9Συνουσία9: ι ἡ παράδοσις· παρὰ γὰρ τὸ συνίεναι· ἐπὶ δὲ τῶν ἀφροδισίων καὶ χρηστικωτέρων λέγεται. 9Σειληνόσ9: Σειλινοὶ δὲ λέγονται οἱ γέροντες τῶν Σατύρων· διὰ τῆς ει διφθόγγου γράφεται· ἢ παρὰ τὸ σείεσθαι αὐτῆς τὸ λινὸν γέγονεν, ἢ παρὰ τὸ σεσειρέναι καὶ χαίρειν σερινὸς, καὶ κατὰ προσθήκην τοῦ ι, καὶ μετάθεσιν τοῦ ρ εἰς λ σειλινός. 9Σφάγιον9: ι· ἀλλὰ καὶ σφαγεῖον διφορεῖται τῷ τόνῳ καὶ τῇ γραφῇ. 9Σιλανόσ9: ι, παρὰ τὸ σίλλος. 9Σεμίραμισ9: ι· βάρβαρον γάρ ἐστιν ὄνομα· τὰ δὲ βάρ βαρα ἀποστρέφει τὴν ει δίφθογγον· Δαΐδ· Βενιαμίν· οὕτως καὶ Σεμίραμις. 9Συκοφαντία9: ι. 9Σίσοφοσ9: ι· τὸ γὰρ θεὸς σιὸς λέγουσιν οἱ Λάκωνες διὰ τοῦ ι· ἀπὸ οὖν τοῦ σιὸς καὶ τοῦ σοφὸς γέγονεν σιόσοφος καὶ σίσο φος· οἱονεὶ σόφος καθάπερ θεός. 9Σίφων9: ι· παρὰ γὰρ τὸ σίζω τὸ σημαῖνον τὸ ἦχον ἀποτελῶ γίνεται σίζων, καὶ τροπῇ τοῦ ζ εἰς φ σίφων. 9Σίζω9: ι· τὰ γὰρ διὰ τοῦ ιζω ῥήματα διὰ τοῦ ι γράφεται. 9Σειρήν9: Διὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ εἴρω τὸ ση μαῖνον τὸ συμπλέκω γίνεται εἰρὴ, καὶ ἐν πλεονασμῷ τοῦ σ Σειρήν. 9Σπεῖσαι9: Διὰ τῆς ει διφθόγγου· ἀνεφάνη γὰρ τὸ ε ἐν τῷ σπένδω. 9Στείχω9: Διὰ τῆς ει διφθόγγου· ἀντιπαράκειται γὰρ αὐτὸ τὸ στοίχω· τὰ δὲ ἔχοντα τὸ ο ἀντιπαρακείμενον ἔχουσι τὸ ε ἐγκείμενον· οἷον, στείβω, στοιβή. 9Σειρά9: Διὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ εἴρω τὸ ση μαῖνον τὸ συμπλέκω γέγονεν εἰρὰ, καὶ ἐν πλεονασμῷ τοῦ σ σειρά· οἱ δὲ Δωριεῖς διὰ τοῦ η γράφουσιν αὐτὸ σηρά· καὶ ἐκ τούτου γνωρίζεται δίφθογγον ἔχειν· τρέπουσιν γὰρ ἐκεῖνοι τὴν ει δίφθογγον εἰς η.

Intertext edge

Open linked passage

Note