De orthographia
Georgius Choeroboscus ConstantinopolitanusOrth 261 · pg-scrape-grcMore by Georgius Choeroboscus Constantinopolitanus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-choeroboscus-constantinopolitanus" aria-label="More works by Georgius Choeroboscus Constantinopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
261.1
9Σεισάχθεισα9: Σημαίνει δὲ τὸ ἀποσείεσθαι τὸ ἄχθος, διὰ τῆς ει διφθόγγου γράφεται· κατὰ δὲ τὴν παραλήγουσαν, τῷ λόγῳ. τῶν διὰ τοῦ εια προπαροξυτόνων. 9Σαμάρεια9: ει· Σαμάρεως γὰρ ἔγκειται ἡ γενική. 9Σπειώ9: Ἔστιν δὲ μία τῶν Νηρηΐδων, διὰ τῆς ει διφθόγγου γράφεται· παρὰ γὰρ τὸ σπέσος γέγονεν σπέσω, καὶ προσθέσει τοῦ ι Σπειώ· ὥσπερ χρέος, χρεὼ, χρειώ· κλέος, κλεὼ, Κλειώ. 9Σώτειρα9: Διὰ τῆς ει διφθόγγου, τῷ λόγῳ τῶν ειρα θη λυκῶν. 9Στεῖρα9: Σημαίνει δὲ τὴν γυναῖκα τὴν μὴ τίκτουσαν, καὶ τὸν ἱστὸν τοῦ πλοίου· διὰ τῆς ει διφθόγγου γράφεται· ἐπὶ μὲν τοῦ ἱστοῦ, ἢ τῆς πρώρου, ἢ τῆς τρόπης, ὅτι ἀπὸ τοῦ στερεὸν γέ γονεν στέρω, καὶ ἐν πλεονασμῷ τοῦ ι στεῖρα, διὰ τῆς ει δι φθόγγου· ἐπὶ δὲ τῆς γυναικὸς τῆς μὴ τικτούσης, ἀπὸ τοῦ στέ ρεσθαι γέγονεν στέρα, καὶ πλεονασμῷ τοῦ ι στεῖρα, διὰ τῆς ει διφθόγγου· οἱονεὶ ἡ στερουμένη τοῦ τίκτειν. 9Συνειδόσ9: ει· συνειδέναι. 9Σπείρω9: Σπερῶ γὰρ ὁ μέλλων. 9Σκαφεῖον9: Ὥσπερ γὰρ ἐργαλεῖον· παρὰ τὸ σκαφεύς. 9Σείριοσ9: Ἔστιν δὲ ἀστὴρ, διὰ τῆς ει διφθόγγου γράφεται, παρὰ γὰρ τὸ εἴρω τὸ σημαῖνον τὸ λέγω γέγονεν εἴριος, καὶ πλε ονασμῷ τοῦ ι Σείριος· ὁ γὰρ Σείριος λέγει καὶ μηνύει ἡμῖν τὸν καιρὸν τοῦ θέρους· ἢ παρὰ τὸ σεσειρέναι γέγονεν σέριον, καὶ πλεονασμῷ τοῦ ι σείριον· σεσηρέναι γὰρ καὶ χαίρειν ποιεῖ ἡμᾶς ὁ Σείριος, καύματος ὢν αἴτιος. 9Σκιάδειον9: ει, διὰ τὸν χαρακτῆρα εἴρηται. 9Σκείρω9: Ἔστιν δὲ ὄνομα ληστοῦ, ὅστις πολλῆς φθορᾶς ἦν ἄξιος· καὶ γὰρ τοὺς παρερχομένους ἔῤῥιπτεν ἐπάνω τῆς χελώνης, ἡ δεχομένη ἤσθιεν αὐτούς· γράφεται δὲ διὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ κείρω γέγονεν κείρων, καὶ πλεονασμῷ τοῦ σ Σκείρων· τὸ δὲ κείρω διὰ τῆς ει διφθόγγου γράφεται τῷ λόγῳ τοῦ σπείρω. 9Σίαλον9: ι· παρὰ τὸ ἀφροδισίαλον τὸ ἐπισυναγόμενον τῷ στόματι.