De orthographia
Georgius Choeroboscus ConstantinopolitanusOrth 262 · pg-scrape-grcMore by Georgius Choeroboscus Constantinopolitanus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-choeroboscus-constantinopolitanus" aria-label="More works by Georgius Choeroboscus Constantinopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
262.1
9Στειριεύσ9: Διὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ στερεὸν γέγονεν στεριεὺς, καὶ πλεονασμῷ τοῦ ι Στειριεὺς διὰ δι φθόγγου. 9Σιμόεισ9: Σιμόεντος γάρ. 9Συνήθεια9: ει, διὰ τὸ εἶναι τὸ ἀρσενικὸν συνήθης, καὶ εἶναι καὶ προπαροξύτονον. 9Στύππιον9: Παρὰ τὸ τύπτω τύππιον, καὶ πλεονασμῷ τοῦ σ στύππιον. 9Σίδη9: Ἔστιν δὲ ὄνομα πόλεως· τὰ εἰς δη βαρύτονα οὐ θέλουσι τῇ ει διφθόγγῳ παραλήγεσθαι· οἷον, κνίδη· ἔστιν δὲ βοτάνη στυπτική· οὕτως καὶ Σίδη διὰ τοῦ ι. 9Σελίδιον9: Διὰ τοῦ ι, ὡς ψαλὶς ψαλίδιον. 9Σπονδεῖον9: Καὶ σπόνδειον μέλος διὰ τῆς ει διφθόγγου. 9Στεῖρα9: Διὰ τῆς ει διφθόγγου, ὡς ζεια· τὰ ἐκ συλλογῆς μικρὰ λιθίδια. 9Σκαμωνεῖα9: Διὰ τοῦ ω μεγάλου, καὶ ει διφθόγγου, κατὰ παράδοσιν. 9Σωλοικία9: ι· ἀπὸ τοῦ σώλοικος. 9Συνοδία9: ι· παρὰ τὸ σύνοδος. 9Σφηκεῖον9. ει· προπερισπᾶται. 9Σίλουροσ9: ι, ἡ παράδοσις. 9Σωματεῖον9: ει, ἡ παράδοσις· Σωμάτιον δὲ καὶ προπαροξυ τόνως τὸ ὑποκοριστικόν. 9Στοιχεῖον9: ει, παρὰ τὸ στείχειν. 9Στρατεῖα9: Παρὰ τὸ στρατεύω· ἡ ἀξία· 9Στρατεῖα9· ει· ἡ ἔξοδος, καὶ βαρύνεται· Στρατιά· ι· τὸ πλῆθος, καὶ ὀξύνεται. 9Στρατιώτησ9: ι, παρὰ τὸ στρατιὰ, καὶ τὸ ω μέγα· τὰ διὰ τοῦ ωτης ἀρσενικὰ διὰ τοῦ ω μεγάλου γράφεται· ἢ καθαρεύει ἡ παραλήγουσα· οἷον, στρατιώτης· κυβεριώτης· τοξιώτης. 9Σπήλαιον9: Εὑρέθη γὰρ καὶ σπηλάδιον· καὶ πάλιν τὰ διὰ τοῦ αιον προπαροξύτονα οὐδέτερα μονογενῆ ὑπὲρ δύο συλλαβὰς διὰ τῆς αι διφθόγγου γράφεται· οἷον, σπήλαιον· σκύλαιον· ἔλαιον· τρόπαιον· καὶ ὅσα ὅμοια. 263 9Σπλάγχνον9: Παρὰ τὸ πέλειν ἄγχιστα σπλάγχνα τινὰ ἀλλήλων, ἢ ἀντικρύ. 9Σκηνή9: Τὰ δύο η· παρὰ τὸ σχῶ, σχηνὴ, καὶ σκηνή. 9Σφαῖρα9. 9Σπαρτίον9: Τὰ ἀπὸ τῶν εἰς ος μακρὰ παραληγομένων διὰ τοῦ ιον γινόμενα οὐδέτερα παροξύτονα πάντα διὰ τοῦ ι γράφε ται· οἷον, σπάρτος, σπαρτίον· θηρὸς, θηρίον· σταυρὸς, σταυρίον. 9Συμβούλιον· Σοβῶ· Σοβαρόσ9. 9Σορόσ9: Τὸ μνημεῖον μικρόν· Σωρὸς τὸ σωρευόμενον μέγα. 9Σπῖλοσ9· ι· 9Σηρικόν· Σκύψ· Σκαιότης· Σωληνάριον9. 9Σωσίασ9: Παρὰ τὸ σώσω, Σωσίας· ὥσπερ παρὰ τὸ κινήσω, κινησίας. 9Σηγώρ9: η κατὰ παράδοσιν· κατὰ δὲ τὴν ἐτοιμολογίαν ι· καὶ γὰρ ἑρμηνεύεται μικρὰ ἢ ταπεινὴ, ἤγουν παρὰ τὸ σιγᾶν· ὁ γὰρ ταπεινὸς μὴ δυνάμενος καθ' ἑαυτὸν σιγᾷ. 9Τελχίν9: ι, ὡς δικατάληκτον. 9Τίρυνσ9: ι· Τίρυνθος γάρ. 9Τραχίν9: ι, ὡς δικατάληκτον. 9Τέμμικοσ9: ι· Τέμμιξ γὰρ ἡ εὐθεῖα· τὰ δὲ εἰς ψ λή γοντα ἀποστρέφονται τὴν ει δίφθογγον. 9Τιτάν9: Διὰ τοῦ ι· ἢ γὰρ παρὰ τὸ τίνω τὸ σημαῖνον τὸ ἀποδίδωμι γέγονεν Τινὰν καὶ Τιτὰν, οἱ οὕτω διαπραττόμενοι ὥστε δοῦναι τιμωρίαν· ἢ παρὰ τὸ στένω γέγονεν Τιτάν· οἱονεὶ, οἱ τένονται τὰς χεῖρας εἰς τὸ κόψαι τὰ αἰδοῖα τοῦ πατρὸς, λέγω δὴ τοῦ Οὐρανοῦ· τὸ δὲ Τιτὰν διὰ τοῦ ι συνεσταλμένου ἐστίν· καὶ ἄλλως· τὰ εἰς αν οὐ παραλήγονται τῇ ει διφθόγγῳ· οἷον, Ἀκμάν· Παράν· τὸ γὰρ Ἀργεῖαν, ἔστιν δὲ ὄνομα ὄρους Μεσσηνίας, ἀπὸ τοῦ Ἀργεῖος ἔχειν τὴν δίφθογγον. 9Τῖοσ9: Ἡ πόλις ι, ὡς Κῖος. 9Τιτῶ9: Οὕτω δὲ λέγεται ἡ ἡμέρα, διὰ τοῦ ι γράφεται· παρὰ γὰρ τὸ Τιτὰν, Τιτᾶνος, γέγονεν Τιτᾶνος, καὶ ἐκεῖθεν ὑποκο ριστικὸν Τιτὼ, ὥσπερ**** 264 9Τετιανόσ9: ι ἀμφότερα· Ἰταλικότερον γάρ ἐστιν ἐν οἷς καὶ περὶ τοῦ Ἐλιανὸς διελάβομεν. 9Τεμενίτησ9: ι παρὰ τὸ τέμενος. 9Ταυρομενίτησ9: ι παρὰ τὸ Ταυρομένιον. 9Τοπίτησ9: ι ὁμοίως. 9Τυφύσ9: ι ἐγράφετο· ὁ κανὼν ἐν τῷ Ἰλύς. 9Τελεσῖνοσ9: ι, ὡς Ἀραγαντῖνος. 9Ταυρῖνος· Τιρύσ9: Ὁμοίως τοῦ ἰλύς· γίνεται δὲ καὶ πρόσθεσις τοῦ ν Τίρυνος. 9Τρίτων9: ι, ἔστιν δὲ ὄνομα ποταμοῦ· τὰ εἰς ων λήγοντα, μὴ ὄντα κοινὰ τῷ γένει, οὐ θέλουσι τῇ ει διφθόγγῳ παραλήγεσθαι· οἷον, Βίτων· κίτων· πρόσκειται κοινὰ τῷ γένει, διὰ τὸ γείτων καὶ ἡ γείτων· καὶ ἄλλως, ἐπειδὴ παρὰ τὴν τριῶν γενικήν ἐστιν· Τρίων καὶ Τρίτων· καὶ γὰρ ἕκαστος ποταμὸς τριῶν τινῶν με τέχει, γῆς, ἀέρος, ὕδατος. 9Τριτογένεια9: Διὰ τῆς ει διφθόγγου κατὰ τὴν παραλή γουσαν, τῷ λόγῳ τῶν διὰ τοῦ εια προπαροξυτόνων, κατὰ δὲ τὴν ἀρχὴν διὰ τοῦ ι· ἢ ἐπειδὴ παρὰ τὸ τρίτον γέγονεν Τριτογένεια· ἢ ἐπειδὴ παρὰ τὸ τριταῖα· οἱονεὶ, ἡ φαινομένη τριταῖα· καὶ γὰρ τῶν αὐτῶν φασὶν εἶναι αὐτὴν τῇ σελήνῃ· ἡ δὲ σελήνη τῇ τρίτῃ ἡμέρᾳ φαίνεται· τὸ δὲ τριταῖα διὰ συνεσταλμένης τῆς τρίτης συλλαβῆς. 9Τιμή9: Διὰ τοῦ ι· παρὰ γὰρ τὸν τίσω μέλλοντα, ὃς ἦν ἀπὸ τοῦ τίνω ἐνεστῶτος, ὅστις καὶ ἐν συστολῇ εὕρηται· καὶ ἄλλως· ἐπειδὴ τὰ εἰς μη οὐ θέλουσι τῇ ει διφθόγγῳ παραλήγεσθαι· οἷον, σπηθαμή· τιμή· αἰχμή. 9Τίσανδροσ9: Διὰ τοῦ ι· παρὰ γὰρ τὸν τίσω μέλλοντά ἐστιν ὡς δέδεικται, ἢ παρὰ τὴν τιμῆς γενικὴν γέγονεν Τιμήσανδρος, καὶ κατὰ συγκοπὴν Τίσανδρος. 9Τίμιοσ9: ι ἀμφότεραι αἱ συλλαβαὶ, ἡ παράδοσις. 9Τίμων9: Διὰ τοῦ ι, παρὰ τὸ τιμή. 9Τιμωρία9: Διὰ τοῦ ι· ὁ δὲ λόγος περὶ τῆς ἀρχῆς· ἡ γὰρ παραλήγουσα συνέσταλται· διὰ τοῦ ι δὲ ἡ ἀρχὴ, ἐπειδὴ παρὰ τὸ τιμωρός ἐστιν· τὸ δὲ τιμωρὸς διὰ τοῦ ι γράφεται, 265 ἐπειδὴ παρὰ τὸ τιμὴ καὶ τὸ ὠρῶ τὸ σημαῖνον τὸ φυλάττω γέγονεν. 9Τιμωρόσ9: Ὁμοίως, ἢ παρὰ τῷ τοῦ πυλωρὸς κανόνι. 9Ταχίων9: ι, ὡς βραδίων, πλὴν τοῦ χειρείων καὶ ἀρείων. 9Τιβήν9: Ἔστιν δὲ τρίπους, διὰ τοῦ ι γράφεται· παρὰ γὰρ τὸ ἐπάνω τριῶν βάσεων κεῖσθαι γέγονεν τριβὴν, καὶ κατὰ ἀπο βολὴν τοῦ ρ τιβήν. 9Τάριχοσ9: Λέγεται δὲ καὶ ἀρσενικῶς καὶ οὐδετέρως, διὰ τοῦ ι γράφεται· καὶ γὰρ τὰ διὰ τοῦ ιχος ὑπὲρ δύο συλλαβὰς οὐ θέλουσι τῇ ει διφθόγγῳ παραλήγεσθαι· οἷον, Φροίνιχος· Ἰάμ βλιχος· σωτήριχος· πρόσκειται ὑπὲρ δύο συλλαβὰς, διὰ τὸ τεῖχος· τὸ δὲ τεῖχος διὰ τῆς ει διφθόγγου γράφεται καὶ τὰ παρ' αὐτῷ· οἷον, δίτειχος· τρίτειχος. 9Τίνυσθαι9: Διὰ τοῦ ι γράφεται· παρὰ τὸ τίνω τὸ σημαῖ νον τὸ ἀποδίδωμι. 9Τίνω9: Σημαίνει δὲ τὸ ἀποδίδωμι, διὰ τοῦ ι· ἐπειδὴ ἀπὸ τοῦ τίω γέγονεν κατὰ πλεονασμὸν τοῦ ν· τὸ δὲ ν ἐπὶ βαρυτόνων ῥημάτων διχρόνῳ μόνῳ πέφυκεν ἐπεντίθεσθαι· οἷον, θύω, θύνω· δύω, δύνω· πίω, πίνω· οὕτως οὖν καὶ τίω, τίνω. 9Τετρίγει9: Ἀπὸ τοῦ τρίζω. 9Τρίβω9: Διὰ τοῦ ι· τὰ γὰρ εἰς βω οὐ θέλουσι τῇ ει διφθόγ γῳ παραλήγεσθαι· οἷον, θλίβω· λήβω· πλὴν τοῦ στείβω· ἀμ είβω· λείβω, καὶ τοῦ ἐξ αὐτοῦ γενομένου ῥήματος εἴβω· βαβῶ, σημαίνει δὲ τὸ καθεύδω. 9Τελωνεῖα9: ει ἡ παράδοσις. 9Τίω, Τείω9: Ἰστέον ὅτι ἐστὶν τείω διὰ τῆς ει διφθόγγου, καὶ τίω διὰ τοῦ ι, ἐξ οὗ γίνεται τὸ τιμή· ἐκ μὲν οὖν τοῦ τείω, τοῦ διὰ τῆς ει διφθόγγου, γίνεται τεῖσις διὰ τῆς ει διφθόγγου· ἐκ δὲ τοῦ τίω, τοῦ διὰ τοῦ ι, γέγονεν τῖσις διὰ τοῦ ι· ὅπερ καὶ ἐπεκράτησεν. 9Τεισάμενοσ9 καὶ 9Τισάμενοσ9: Ἀπὸ μὲν τοῦ τείσω, τοῦ διὰ τῆς ει διφθόγγου, Τεισάμενος διὰ διφθόγγου· ἀπὸ δὲ τοῦ τίσω, τοῦ διὰ τοῦ ι, Τισάμενος διὰ τοῦ ι· ὅπερ καὶ ἐπεκρά τησεν· Τισάμενος δὲ λέγουσιν ἐκ τοῦ τὸν πατέρα αὐτοῦ, λέγω 266 δὴ τὸν Ὀρέστην, τιμωρήσασθαι ἢ τὴν μητέρα αὐτοῦ διὰ τοῦ φόνου τοῦ οἰκείου πατρὸς, λέγω δὲ τοῦ Ἀγαμέμνονος. 9Τείρεα9: Σημαίνει δὲ τὰ ἄστρα, διὰ τῆς ει διφθόγγου· ἢ γὰρ παρὰ τὸ εἴρω, τοῦ σημαίνοντος τὸ λέγω, γέγονεν εἴρεα, καὶ ἐν πλεονασμῷ τοῦ τ τείρεα· καὶ γὰρ τὰ ἄστρα σημαίνει τινὰ σημεῖα ἡμῖν, ὡς καὶ ὁ Ἄρατος δηλοῖ· ἢ παρὰ τὸ τείρεσθαι, τὸ σημαῖνον τὸ καταπονεῖσθαι, γέγονεν τείρεα· καὶ γὰρ πολλοὶ ἐκ τῶν ἀριστερῶν καταπονοῦνται, καὶ γίνονται ἀστρόβλητοι, ὥσπερ καὶ ἐκ τῆς βροντῆς γίνονται ἐμβρόντητοι. 9Ταύχειρα9: ει, ἐπειδὴ καὶ εὕρηται καὶ χωρὶς τοῦ ι παρὰ Παρθενίῳ· ἐκεῖνος γὰρ εἶπεν Ταυχείριος τὸ ἐθνικόν. 9Ταυροκομεῖον9: ει, καὶ προπερισπᾶται, ὡς γλωσσοκομεῖον. 9Τείρεται9: Σημαίνει δὲ τὸ καταπονεῖται, διὰ τῆς ει δι φθόγγου· τέρεται γὰρ λέγουσιν οἱ Αἰολεῖς, καὶ ἔθος ἔχουσι τὸ ι τῇ ει διφθόγγῳ ἀποβάλλειν, καὶ διπλασιάζειν τὸ σύμφωνον· οἷον, φθείρω, φθέῤῥω. 9Τείρω9: Διὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ ἀείρω· ἐκ δὲ τοῦ τείρω γίνεται τείρομαι, καὶ τείρεται. 9Ταμεῖον9: ει, παρὰ τὸ ταμιεύω, καὶ ταμιείδιον τὸ ὑποκορι στικὸν τοῦ ταμιεῖον· ἡ τρίτη διὰ τοῦ ι· ἐπειδὴ καὶ ὁ ταμίας καὶ ἀργυροταμίας. 9Τεῖχοσ9: Διὰ τῆς ει διφθόγγου· παρὰ τὸ τεχνῶ γέγονεν τεῦχος, καὶ κατὰ τροπὴν τοῦ υ εἰς ι τεῖχος· ἄλλως τε δὲ διὰ τῆς ει διφθόγγου γράφεται, ἐπειδὴ ἀντιπαράκειται αὐτὸ τὸ τοῖχος. 9Τοῖχοσ9: Ὁμοίως. 9Τρεῖσ9: Τὸ περισπώμενον διὰ τῆς ει διφθόγγου· καὶ ὤφει λεν διὰ τοῦ ι γράφεσθαι, ἐπειδὴ τριῶν ἐστὶν ἡ γενικὴ τῶν πλη θυντικῶν, καὶ τρισὶν ἡ δοτική· τὰ δὲ ἔχοντα κατὰ τὴν γενικὴν καὶ δοτικὴν τῶν πληθυντικῶν ἐν τῇ παραληγούσῃ τὸ ι, καὶ ἐν τῇ εὐθείᾳ τῶν πληθυντικῶν ἔχουσι τὸ ι κατὰ τὴν παραλή γουσαν· οἷον, πόλις, πολίων, πόλιες· ὄφις, ὀφίων, ὄφιες· εἰ 267 οὖν τριῶν καὶ τρισὶν, δῆλον ὅτι καὶ τρίες διὰ τοῦ ι· καὶ λοιπὸν κατὰ κρᾶσιν τοῦ ι καὶ ε εἰς ι δῆλον ὅτι μακρὸν τρῖς διὰ τοῦ ι· ὥσπερ πόλιες, πόλις· μάντιες, μάντις· ἀλλὰ λέγει ὁ Τεχνι κὸς ὅτι ἵνα μὴ συνεμπέσει τὸ τρὶς ἐπιῤῥήματι, τούτου χάριν οὐκ ἐγράφει διὰ τοῦ ι, ἀλλὰ διὰ τῆς ει διφθόγγου· πρὸς ὅν ἐστιν εἰπεῖν, ὅτι πρῶτον μὲν πολλαί εἰσι συνεμπτώσεις· ἰδοὺ γὰρ τὸ οὐκερῶ τρεῖς ἔχει συνεμπτώσεις· σημαίνει γὰρ τὸ οὐ λέγω, καὶ τὸ οὐ κείρω, καὶ τὸ οὐ φιλῶ· τί οὖν ἄτοπον καὶ τοῦτο γενέσθαι διὰ τοῦ ι καὶ συνεμπεσεῖν τῷ ἐπιῤῥήματι; καὶ ἄλλως, ὅτι οἱ Αἰολεῖς διὰ τοῦ η γράφουσιν αὐτὸ τρῆς· ἔθος ἔχοντες τὴν ει δίφθογγον εἰς η τρέπειν· ἔστιν οὖν εἰπεῖν αἰ τίαν τοιαύτην δι' ἣν τὸ τρεῖς διὰ τῆς ει διφθόγγου γράφεται· πᾶς ἀριθμὸς ἐντὸς τῶν στοιχείων θέλει ἔχειν στοιχεῖον ἐκ τῶν ἐντὸς τῆς δεκάδος· ὁ εἷς ἀριθμὸς ἔχει τὸ ε, ὅπερ ἐκ τῶν ἐντὸς τῆς δεκάδος ἐστίν· πάλιν ὁ δύο ἔχει τὸ δ, ὅπερ ἐκ τῶν ἐντὸς τῆς δεκάδος ἐστίν· πάλιν ὁ τέταρτος ἀριθμὸς ἔχει τὸ ε καὶ τὸ α, ἅτινα ἐκ τῶν ἐντὸς εἰσὶ τῆς δεκάδος· τὸ δὲ ὀκτὼ δοκεῖ ἀν τικεῖσθαι, τοῦτο γὰρ οὐκ ἔχει στοιχεῖον ἐκ τῶν ἐντὸς τῆς δε κάδος· ἀλλ' ἔστιν εἰπεῖν ὅτι δυνάμει ἔχει στοιχεῖα ἐκ τῶν ἐντὸς τῆς δεκάδος· λέγουσι γὰρ οἱ φιλόσοφοι ὅτι παρὰ τὸ ἄγω δύο ἐστίν· τὸ δὲ ἄγω δύο ἔχει στοιχεῖα ἐκ τῶν ἐντὸς τῆς δε κάδος· λέγω δὴ τὸ α καὶ τὸ γ, καὶ τὸ δ· ὀκτὼ γὰρ λέγεται παρὰ τὸ ἄγειν, δύο γὰρ τετράδας ἄγει· τούτων οὕτως ἐχόντων ὁ τρεῖς ἀριθμὸς, ἐπειδὴ εἰ ἐγένετο διὰ τοῦ ι μόνου, οὐκ ἔμελλεν στοιχεῖον ἔχειν ἐκ τῶν ἐντὸς τῆς δεκάδος· [οἷον, τρις] τούτου χάριν προσέλαβεν τὸ ε, καὶ ἐγένετο διὰ τῆς ει διφθόγγου· ἐν δὲ τῇ συνθέσει, ἐπειδὴ ἔχουσιν ἄλλα στοιχεῖα ἐκ τῶν ἐντὸς τῆς δεκάδος· οἷον, τρισκαίδεκα, ἔχει γὰρ τὸ α, καὶ τὸ δ, καὶ τὸ ε· τούτου χάριν ἀποβάλλει καὶ τὸ ε τὸ προσελθὼν διὰ τοῦ εὑρεθέντος στοιχείου ἐκ τῶν ἐντὸς τῆς δεκάδος· ἰστέον δὲ ὅτι ἐν τῇ συνθέσει ὁ τρεῖς ἀριθμὸς ἀποβάλλει τὴν δίφθογγον, καὶ διὰ τοῦ ι γράφεται· οἷον, τρισκαιδέκατος μετὰ τοῦ σ· τὸ δὲ ἐπίῤῥημα ἀποβάλλει ἐν τῇ συνθέσει τὸ σ· οἷον, τρίμινον· τρί πηχυς· τρίπους· πλὴν τοῦ τρίσφυλος· καὶ ἄλλως· ὁ τρεῖς 268 ἀριθμὸς διατί ἐν τῇ συνθέσει διὰ τοῦ ι γράφεται; ἐπειδὴ οὐ δέποτε τὸ σκ ἐν συλλήψει ὄντα ἔχουσι τὴν ει δίφθογγον προη γουμένην, χωρὶς μιᾶς λέξεως καὶ ταύτης ἀμφιβαλλομένης· οἷον, Ἡρακλεΐσκος, Ἡρακλεῖσκος· παραδείγματα δὲ ταῦτα· βασιλίσκος· μειρακίσκος· ἀμέλει ἔστιν εἴδω, εἴσω, διὰ τῆς ει διφθόγγου· καὶ ἡνίκα προσελθὼν τὸ κ, διΐσταται τὸ ι, καὶ γίνε ται ἐΐσκω, διὰ τὸ μὴ δύνασθαι τὴν ει δίφθογγον προηγεῖσθαι ἡνίκα ἐστὶν τὸ σκ ἐν συλλήψει· ἡνίκα δὲ γίνεται σύλληψις, ἀποβάλλει τὸ ε, καὶ γίνεται ἴσκω διὰ τοῦ ι· εἰ οὖν τὸ τρισκαι δέκατος κ ἔχει ἐν συλλήψει, οὐ δύναται γράφεσθαι διὰ τῆς ει διφθόγγου. 9Τρίσ9: Τὸ ἐπίῤῥημα διὰ τοῦ ι. 9Ταλαπείριοσ9: Διὰ τῆς ει διφθόγγου· ἢ γὰρ παρὰ τὸ τήλοθεν πεπηρακέναι γέγονεν ταλαπέριος, καὶ κατὰ πλεονασμὸν τοῦ ι ταλαπείριος· ἢ παρὰ τὸ τλῆναι καὶ τὴν πεῖραν γέγονεν ταλαπείριος· οἱονεὶ, ὁ πολλὴν πεῖραν ὑπομείνας, τουτέστιν πολύπειρος· τὸ δὲ πεῖρα διὰ τῆς ει διφθόγγου γράφεται, ὡς δέδεικται. 9Τέλειοσ9: ει δίφθογγος· πρῶτον μὲν ὅτι λέγεται καὶ χωρὶς τοῦ ι· οἷον, τέλεος, καὶ τελέως τὸ ἐπίῤῥημα· δεύτερον ὅτι τὰ ἀπὸ τῶν εἰς ος οὐδετέρων μὴ παραληγόμενα τὸ α διὰ τοῦ ειος γινόμενα διὰ τῆς ει διφθόγγου γράφεται· ὄνειδος, ὀνείδειος· ἕρκος, ἕρκειος· ἦθος, ἤθειος· οὕτως καὶ τέλος, τέλειος· πλὴν τοῦ τέμενος, τεμένιος. 9Τείνω9: Δίφθογγος· τενῶ γὰρ ὁ μέλλων. 9Ταπεινόσ9: Διὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ ἔδαφος γίνεται ἐδαφεινὸς διὰ τῆ ει διφθόγγου, καὶ κατὰ ἄφεσιν τοῦ α δαφεινὸς, καὶ κατὰ τροπὴν τοῦ δ εἰς τ καὶ τοῦ φ εἰς π τα πεινός· ἢ παρὰ τὸ πέδον γίνεται πεδεινὸς, καὶ κατὰ τροπὴν τοῦ π εἰς τ, καὶ τοῦ ε εἰς α γίνεται ταπεινός· ἢ παρὰ τὸ δάπεδον, δαπεδεινὸς, καὶ κατὰ συγκοπὴν δαπεινὸς, καὶ κατὰ τροπὴν τοῦ δ εἰς τὸ τ ταπεινός· ἢ παρὰ τὸ πατῶ γέγονεν πατός· οἱονεὶ, ὁ πατούμενος τόπος, καὶ ἐκεῖθεν ταπεινός· ἢ παρὰ τὸ τάπης, τά πητος γέγονεν ταπητεινὸς, καὶ κατὰ συγκοπὴν ταπεινός. 269 9Τερεῖνα9: Σημαίνει δὲ τὴν ἁπαλήν· διὰ τῆς ει διφθόγγου· ὥσπερ γὰρ παρὰ τὸ μάκαρ, μάκαρος· καὶ τάλας, τάλανος· γίνεται μάκαιρα καὶ τάλαινα τὸ θηλυκὸν, κατὰ προσθήκην τοῦ ι, οὕτως καὶ παρὰ τὸ τέρην, τέρενος, γίνεται τερεῖνα τὸ θηλυκὸν, διὰ τῆς ει διφθόγγου κατὰ προσθήκην τοῦ ι. 9Τίροσ9: Ἔστιν δὲ ὄνομα ποταμοῦ, ι κατὰ παράδοσιν. 9Τείρεται9: Διὰ διφθόγγου· τέῤῥεται γὰρ οἱ Αἰολεῖς καὶ ὁ Ῥωμαῖος. 9Τέρρα9: Ἡ γῆ παρὰ τὸ ἀεὶ καταπονεῖσθαι αὐτὴν τῇ ἀει σπορίᾳ. 9Τετράδειον9: Διὰ διφθόγγου, καὶ προπαροξύνεται· ἡ πα ράδοσις. 9Τετράδιον9: Διὰ τοῦ ι τὸ ὑποκοριστικόν. 9Τυμβωρυχία9: Τὸ ω μέγα. 9Τριακονταέτησ9 ἄνθρωπος ὀξυτόνος· Τριακονταετὴς δὲ χρόνος ἐστὶν τὴν σάρκα· διετὴς χρόνος ἐστὶν ἀφ' οὗ ταῦτα ἐγένετο. 9Ὑποδεξία9: Σημαίνει τὸ ὑποδέχεσθαι, διὰ τοῦ ι γράφεται· τὰ γὰρ ἀπὸ τῶν εἰς ος μὴ ἐχόντων ῥῆμα ἀντιπαρακείμενον διὰ τοῦ ευω, διὰ τοῦ ια γινόμενα θηλυκὰ πρὸ μιᾶς τὸν τόνον ἔχοντα, διὰ τοῦ ι γράφεται· οἷον, κακὸς, κακία· ὑπόδεκτος, ὑποδεξία, διὰ τὴν σύνταξιν. 9Ὑπηρεσία9: Ἔστιν δὲ ὄνομα κύριον, διὰ τοῦ ι γράφεται· τὰ γὰρ ἀπὸ ἀρσενικῶν ἐχόντων τὸ τ διὰ τοῦ ια γινόμενα καὶ τρέποντα τὸ τ εἰς σ, διὰ τοῦ ι γράφεται· οἷον, ἄλουτος, ἀλου σία· ἀθάνατος, ἀθανασία· οὕτως, καὶ ὑπηρετὸς, ὑπηρεσία. 9Ὑπερίων9: Διὰ τοῦ ι· παρὰ γὰρ τὴν ἰὼν μετοχὴν γέγονεν Ὑπερίων· καὶ ἄλλως· ἐπειδὴ τρέπει τὸ ω εἰς τὸ ο κατὰ τὴν γενικήν· οἷον, Ὑπερίονος· εἰ δὲ ἐγράφετο διὰ τῆς ει διφθόγ γου, ἐφύλαττεν τὸ ω κατὰ τὴν γενικήν· τὰ γὰρ διὰ τοῦ ειων διὰ τῆς ει διφθόγγου γράφεται, μὴ ὄντα συγκριτικὰ φυλάτ τοντα τὸ ω κατὰ τὴν γενικήν· οἷον, Ἀτρείων, Ἀτρείωνος· Καδμείων, Καδμείωνος· Ἀργείων, Ἀργείωνος· πρόσκειται μὴσυγκριτικὰ, διὰ τὸ χερείων, χερείονος· ἀρείων, ἀρείονος.