De orthographia
Georgius Choeroboscus ConstantinopolitanusOrth 270 · pg-scrape-grcMore by Georgius Choeroboscus Constantinopolitanus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-choeroboscus-constantinopolitanus" aria-label="More works by Georgius Choeroboscus Constantinopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
270.1
9Ὑπερίδησ9: Διὰ τοῦ ι γράφεται· ὥσπερ γὰρ παρὰ τὴν ἀνὰ ἄνθρωπος γίνεται ἀνθρώπιος· καὶ παρὰ τὴν ὑπὸ, ὑπόσιος· οὕτως καὶ παρὰ τὴν ὑπὲρ, ὕπερος· κατὰ τὸν κανόνα ἔχοντα κ στοιχεῖον. 9Ὑσμίνη9: Διὰ τοῦ ι· ὁ κανών· τὰ διὰ τοῦ ινη μονογενῆ, μὴ γινόμενα ἀπὸ ἐπιθέτων κύρια, ἀποστρέφονται τὴν διὰ τῆς ει διφθόγγου γραφήν· οἷον, Ὠκεανίνη· Εὐηνίνη· ἰατρίνη· Ἀδρι- στίνη· ὑσμίνη· καὶ τὰ ὅμοια. 9Ὑγίεια9: Παρὰ τὸ ὑγιὴς, ὑγίεια· οἱ δὲ Ἀθηναῖοι ἐκτείνον- τες τὸ α, καὶ καταβιβάζοντες τὸν τόνον, φυλάττουσι τὴν αὐτὴν γραφήν· τοῦτο δὲ τὸ ὑγίεια κατὰ κρᾶσιν τοῦ ι καὶ τῆς ει διφθόγγου εἰς τὴν ει δίφθογγον γίνεται ὑγεῖα, ὥσπερ Ἀπολλω νίεια, Ἀπολλωνεῖα. 9Ὑλεῖον9: ει δίφθογγος τὸ τέμενος, ἡ παράδοσις. 9Ὑεία9: ει δίφθογγος· μετουσιαστικὸν γάρ· εἴρηται δὲ καὶ ὑεικὸν δέρμα, καὶ γαστὴρ ὑεία. 9Ὑποδεῖται9: ει δίφθογγος, ἀντὶ τοῦ ὑποδεσμεῖται καὶ τοῦ ὑποδεσμεύεται μᾶλλον. 9Ὑπισχνοῦμαι9: Διὰ τοῦ ι, κατὰ παράδοσιν. 9Ὑττήνιοσ9: Ὄνομα κύριον. 9Ὑφειμένοσ9: ει δίφθογγος, κατὰ παράδοσιν. 9Ὕαινα· Ὑπαίθριοσ9: Τὸ παι δίφθογγος· τὸ θρι ι, κατὰ παράδοσιν. 9Φιλίων9: Σημαίνει δὲ τὸν προσφιλέστατον, διὰ τοῦ ι γρά φεται· τὰ γὰρ διὰ τοῦ ιων συγκριτικὰ ὑπὲρ δύο συλλαβὰς οὐ θέλουσι τῇ ει διφθόγγῳ παραλήγεσθαι, πλὴν τοῦ χερείων καὶ ἀρείων. 9Φασιλίτησ9: Ἀπὸ τοῦ φασίλιος ὀνόματος. 9Φιλιτάσ9: Διὰ τοῦ ι ἀμφότεραι κατὰ παράδοσιν· τὰ γὰρ εἰς ας, εἴτε ὀξύτονα, εἴτε περισπώμενα ἀρσενικὰ, οὐ θέλουσι τῇ ει διφθόγγῳ παραλήγεσθαι· οἷον, Ξηνᾶς· Μητρᾶς· Γλισᾶς· Κερκιδᾶς· Ἰστᾶς· καὶ Φιλιτάς· πρόσκειται ἀρσενικὰ, διὰ τὸ πελειὰς θηλυκόν. 271 9Φλῖοσ9: Ὄνομα πόλεως, διὰ τοῦ ι γράφεται· ἐπειδὴ τὰ διὰ τοῦ ιος δισύλλαβα ἀρσενικὰ οὐ θέλουσι διὰ τῆς ει διφθόγ γου γράφεσθαι· Κίος, ἔστιν δὲ ὄνομα ποταμοῦ· βιός· δῖος· Χῖος· οὕτως καὶ Φλίος· πλὴν τοῦ μεῖος· λεῖος· θεῖος· Κεῖος ἀπὸ τοῦ κέω· πλεῖος· χρεῖος ὁ χρήζων· ἀρεῖος ὁ ἀσθενῆς· πρόσκειται ἀρσενικὰ, διὰ τὸ νειὸς ἄρουρα, σημαίνει δὲ τὴν ἀρε ουμένην γῆν. 9Φιλοικτίρμον9: Διὰ τοῦ ι· οὐχ ὡς ἐναντεῖος διὰ τῆς ει διφθόγγου· εἴρηται γὰρ ἐν τῷ τοῦ οἰκτίρμονος κανόνι. 9Φαρκίσ9: Σημαίνει δὲ τὴν ῥυτίδα, διὰ τοῦ ι γράφεται τῷ λόγῳ τοῦ σφραγίς. 9Φιλονικῆσαι9 καὶ 9Φιλόνικοσ9: Ἐπὶ τοῦ τὴν νικην φιλοῦν τος διὰ τοῦ ι ἡ παράδοσις. 9Φιλονεικία9: Τὸ νει δίφθογγον. 9Φωλεόσ9: Ἔστιν δὲ ἡ κατείσδυσις τῶν ἑρπετῶν· εἴρηται δὲ παρὰ τὸ φῶς ἀπολωλέναι. 9Φθία9: Διὰ τοῦ ι γράφεται· τὰ γὰρ διὰ τοῦ ια, εἴτε ἐπὶ πόλεως, εἴτε ἐπὶ χώρας, πρὸ μιᾶς τὸν τόνον ἔχοντα, οὐ θέλουσι τῇ ει διφθόγγῳ παραλήγεσθαι· ἐπὶ χώρας· οἷον, Καππαδοκία· Ἀσία· Γαλατία· Ἰταλία· Λυκία· ἐπὶ δὲ πόλεως· οἷον, Φαρ- σαλία· Ἀπολλωνία· οὕτως οὖν καὶ Φθία· πρόσκειται πρὸ μιᾶς τὸν τόνον ἔχοντα, διὰ τὸ Ἀλεξάνδρεια· καὶ πάλιν δὲ διὰ τοῦ ι γράφεται τὸ Φθία· ἐπειδὴ ἀπὸ τοῦ Φθίος κύριον ὄνομα γέ γονεν· τὸ δὲ Φθίος διὰ τοῦ ι γράφεται κατὰ τὸν κανόνα τοῦ Φλίος· καὶ ἄλλως, ἀπὸ τοῦ ἴφθιμος, ἰφθίμη, γέγονεν ἰφθία καὶ Φθία· οἱονεὶ, ἡ ἰσχυρῶν ἀνδρῶν γεννητική. 9Φθιῶται9: Διὰ τοῦ ι· ἀπὸ γὰρ τοῦ Φθία γέγονεν, ὅπερ ὡς δέδεικται διὰ τοῦ ι γράφεται· ἰστέον δὲ ὅτι Φθιῶται μὲν ἐκα λοῦντο οἱ τοῦ Ἀχιλλέως· Φθίοι δὲ οἱ τοῦ Προτεσιλάου. 9Φιλήτησ9: Διὰ τοῦ ι γράφεται· σημαίνει δὲ τὸν κλέπτην· καὶ λέγει ὁ τεχνικός· πολλὰ πάθη δίδωσι γὰρ ἀποβολὴ τοῦ υ τὸ ε· τὸ γὰρ ὑφειλέτης κατὰ τὴν δευτέραν συλλαβὴν διὰ τῆς 272 ει διφθόγγου γράφεται· δίδωσι δὲ καὶ ἔκτασις τοῦ ε εἰς η· τὸ γὰρ ὑφειλέτης τὸ ε παραλήγεται· τὸ δὲ φιλήτης τὸ η· ὁ λέγων καὶ ὁ Τρύφων ὅτι εἰσὶ τινὰ ὀνόματα συμπάσχοντα τῷ δηλουμένων· οἷον, ἡμισυκύκλιον· λείπω, λιμός· οὕτως καὶ ἐν ταῦθα ἔπαθεν ἡ φωνὴ τὰ δηλούμενα· καὶ ἐν τῷ ὑφειλέτης γέγονεν φιλείτης· ἐπειδὴ γὰρ ἔνδειαν σημαίνει· ὁ γὰρ κλέπτης ἔνδειαν ποιεῖ· τούτου γὰρ χάριν καὶ φωνῆς ἔνδειαν ἐδέξατο, καὶ ἀπέβαλεν τὸ υ, καὶ τὸ ε, καὶ τροπὴν ἐποίησεν τοῦ ε εἰς τὸ η· κρείττων δέ ἐστιν εἰπεῖν, ὅτι ὥσπερ παρὰ τὸ οἰκῶ γίνεται οἰκέ της, καὶ παρὰ μάγω μαγέτης, οὕτως καὶ παρὰ τὸ φιλῶν γί νεται φιλέτης ἐν ἐκστάσει τοῦ ι, καὶ κατὰ τροπὴν τοῦ ε εἰς η, φιλήτης· φιλίτης γὰρ γέγονεν ὁ κλέπτης παρὰ τὸ φιλεῖσθαι κατὰ ἀντίφρασιν· οἱονεὶ, ὁ μισούμενος. 9Φοίνιξ9: Διὰ τοῦ ι· τὰ εἰς διπλοῦν λήγοντα οὐ θέλουσι διφθόγγῳ παραλήγεσθαι. 9Φίκνον9: Ἔστιν δὲ ὄνομα ὄρους, διὰ τοῦ ι ἡ ἀρχὴ, τῷ κανόνι τῶν διπλῶν· κατὰ δὲ τὴν δευτέραν καὶ αὐτὴ διὰ τοῦ ι, κατὰ παράδοσιν. 9Φοινίκη9: Διὰ τοῦ ι· πρῶτον μὲν ὅτι ἀπὸ τῆς Φοίνικος γε νικῆς· δεύτερον δὲ ὅτι τὰ διὰ τοῦ ικη ἀποστρέφονται τὴν ει δίφθογγον· οἷον, δίκη· νίκη· χωρὶς τοῦ Εὐνίκη, ἔστιν δὲ ὄνομα μιᾶς τῶν Νηρηΐδων· καὶ χωρὶς τοῦ φερείκη, ἔστιν δὲ εἶδος δέν δρου, ὅπερ ὁ Ἡρωδιανὸς ἐν τῇ καθόλου διὰ τοῦ ι ἐκτεταμένου γράφει. 9Φρίκη9: Διὰ τοῦ ι· τῷ κανόνι τοῦ φοινίκος· καὶ ἄλλως, ὅτι παρὰ τὸ φρίσσω γέγονεν· ἐπειδὴ οὐδέποτε πρὸ τοῖν δύο ςσ δίφθογγος εὑρίσκεται. 9Φιμόσ9: Διὰ τοῦ ι γράφεται· παρὰ γὰρ τὸ σφίγγω γέγονεν σφιγγμὸς καὶ φιλιμός· τὸ δὲ σφίγγω διὰ τοῦ ι γράφεται, ἐπειδὴ τὰ εἰς ων λήγοντα ῥήματα βαρύτονα, ἔχοντα δύο τὰ αὐτὰ σύμφωνα, οὐ θέλουσι τῇ ει διφθόγγῳ παραλήγεσθαι· οἷον, τίλλω· πάλλω· ἀΐσσω· ἐλίσσω· οὕτως καὶ σφίγγω· πρόσκει ται βαρύτονα, διὰ τὸ κρεισσῶ. 273 9Φινεύσ9: Διὰ τοῦ ι· παρὰ γὰρ τὸ ἰφθὶ καὶ τὸν νοῦν γέγο νεν· οἱονεὶ, ὁ ἰσχυρὸν ἔχων νοῦν· τὸ δὲ ἴφιος δέδεικται διὰ τοῦ ι γράφεσθαι· καὶ ἄλλως, τὰ εἰς ευς οὐ θέλουσι τῇ ει διφθόγγῳ παραλήγεσθαι· οἷον, Ἀχιλλεύς· Δωριεύς· Ἐρετριεύς· Τηριεύς· ἁλιεύς· οὕτως οὖν καὶ Φινεύς· πλὴν τοῦ Νηλεύς. 9Φθεισήνωρ9: Διὰ τῆς ει διφθόγγου· ἔστιν γὰρ φθείρω διὰ τῆς ει διφθόγγου, καὶ φθίω διὰ τοῦ ι· ἐξ οὗ τὸ φθίσας· ἐκ τοῦ οὖν φθείω, τοῦ διὰ τῆς ει διφθόγγου, γέγονεν φθει σήνωρ. 9Φλία9: Διὰ τοῦ ι· παρὰ γὰρ τὸ θλίβω, ὅπερ δέδεικται διὰ τοῦ ι γράφεσθαι, γέγονεν θλία, καὶ κατὰ τροπὴν τοῦ θ εἰς τὸ φ φλιά· φλιὰ δέ ἐστιν τὸ πλάγιον τῆς θύρας, ἐν ᾧ ἵσταταί τις καὶ ἐπερείδεται. 9Φθείσω9: Διὰ τῆς ει διφθόγγου κατὰ παράδοσιν. 9Φθεῖσαι9: Διὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ φθείρω τὸ διὰ τῆς ει διφθόγγου γέγονεν· γράφεται δὲ καὶ διὰ τοῦ ι ἐκ τοῦ φθίω τοῦ διὰ τοῦ ι. 9Φαείνω9: Ὁμοίως τοῦ ἀλεείνω, δίφθογγος. 9Φείδομαι9: ει δίφθογγος· παρὰ γὰρ τὸ φεύγειν τὸ δοῦναι γέγονεν φεύδομαι, καὶ κατὰ τροπὴν τοῦ υ εἰς ι φείδομαι· τὸ δὲ φιδως τὸ ῥηματικὸν ὃ σημαίνει τὸ φειδωλὸς, ἐπεκράτησεν διὰ τοῦ ι γράφεσθαι. 9Φειδωλόσ9: Διὰ διφθόγγου· ὥσπερ γὰρ παρὰ τὸ ἁμαρτῶ γέγονεν ἁμαρτωλὸς, οὕτως καὶ παρὰ τὸ φείδω γέγονεν φειδωλός· οἱονεὶ, ὁ φεύγων τοῦ δοῦναι, φευδωλὸς γάρ. 9Φείδυλοσ9: Παρὰ τὸ φείδομαι, ει δίφθογγος. 9Φείδων9: Ἔστιν δὲ ὄνομα κύριον, διὰ τῆς ει διφθόγγου γράφεται· ὥσπερ γὰρ παρὰ τὸ λάμπω γέγονεν Λάμπων, οὕτως καὶ φείδω, Φείδων. 9Φαεινός· Φωτεινόσ9: ει δίφθογγος, ὡς ὀξύτονα· καὶ ἄλ λως, ἐπειδὴ οἱ Αἰολεῖς φαεννὸς καὶ φωτεννὸς λέγουσιν. 9Φερεζαῖος· Φθεῖρ9: ει δίφθογγος τὸ ἐπὶ τῆς σωματικῆς φθορᾶς· ἰστέον δὲ ὅτι εἰς ειρ μονοσύλλαβα διὰ τῆς ει διφθόγ γου γραφόμενα τρία εἰσίν· τὸ φθεὶρ τὸ ἐπὶ τῆς φθορᾶς τοῦ 274 σώματος· καὶ τὸ Εἲρ, ὄνομα δὲ τοῦ ποταμοῦ· καὶ τὸ χείρ· καὶ τὸ μὲν φθεὶρ ἀπὸ τοῦ φθείρω· τὸ δὲ Εἲρ ἀπὸ τοῦ εἴρω τοῦ συμπλέκω· τὸ δὲ χεὶρ, ἐπεὶ οἱ Αἰολεῖς ἢρ φασὶν τρέποντες τὴν ει εἰς τὸ η· ἔστιν δὲ καὶ τὸ Σαπείρ. 9Φθίρον9: Ἰστέον ὅτι τὸ Φθίρον ὄρος ἀκριτόφυλλον, ὁ Τεχνικὸς διὰ τοῦ ι γράφει, λέγων παρὰ τὸ Φθὴρ τὸ ἐπὶ τοῦ υἱοῦ τοῦ Ἐνδυμίωνος. 9Φοιτῶ· Φωλέα9. 9Φόροσ9: Τὸ τέλεσμα, καὶ φόρος ὁ τόπος. 9Φείδιπποσ9: ει δίφθογγος, παρὰ τὸ φείδω· ἐξ οὗ τὸ φεί δομαι. 9Φρείατα9: Ἀπὸ τοῦ φρέατα, κατὰ πλεονασμὸν τοῦ ι φρεί ατα. 9Φιλομείδησ9: Ἢ παρὰ τὸ μέδειν τὸ βασιλεύειν κατὰ πλε ονασμὸν τοῦ ι· ἢ παρὰ τὸ μειδιῶ, τὸ σημαῖνον τὸ γελᾶν, γέγονεν φιλομείδης. 9Φθεία9: Ἰστέον ὅτι διὰ τῆς ει διφθόγγου γράφεται· ἔστιν δὲ ὄνομα πόλεως· εὕρητο γὰρ καὶ χωρὶς τοῦ ι· Φθείας παρὰ τείχεσιν. 9Φωνήεισ9: Διὰ τῆς ει διφθόγγου· ἀνεφάνη γὰρ τὸ ε ἐν τῇ φωνήεντος γενικῇ. 9Φιγαλεόσ9: Ὁ ἀπὸ τῆς φυγῆς ἢ τοῦ δήμου· Φιγάλεια γὰρ δῆμος Ἀρκαδίας. 9Φθηρά9: Πόλις μεταξὺ Λακωνικῆς καὶ Πύλου τῆς Μεση νίας οὖσα, ἀπὸ τοῦ φθέρω. 9Φορβειά9: ει δίφθογγος, ὡς παρειά· ὀχειά· ταῦτα κατ' οὐ σίας· τὸ δὲ ἀρειὰ κατὰ πράγματος, καὶ αὐτὸ δὲ διὰ τῆς ει διφθόγγου γράφεται, καὶ ἡ δωρειά. 9Φλωρέντως· Φλῶρος· Φιλία9: Παρὰ τὸ φίλος. 9Φοινίκεια9: Τὸ κει δίφθογγος τὰ γράμματα ἢ παρατέλευ τον ἢ τοῖς ἀπὸ τῶν Φοινίκων ὡς Καδμοῦ δικομίσαντος τὰ εἰς τὴν Ἕλλαδα. 275 9Φωνοείκεια9: Οἱονεὶ φωνεικῶνες. 9Φιάλη9: Διὰ τοῦ ι· πὶν γὰρ σιάλη ὡς νείφω, νεφέλη· ἀφ' ἧς ἐστιν εἰπεῖν** αλες τουτέστιν ἀθροῦν διὰ τὸ ἐξηπλῶ σθαι. 9Φίτροσ9: Διὰ τοῦ ι· οἱονεὶ, φύτρος· ἀπὸ τοῦ φυτοῦ. 9Γλόγιοσ9: Διὰ τοῦ ι· χαρακτὴρ γάρ ἐστι τριβραχέων ὀνο μάτων, ἃ καὶ θέλει ὡς ἐπίπαν, κύρια μὲν ὄντα, παροξύνεσθαι, ἐπί θετα δὲ, προπαροξύνεσθαι. 9Φθίνω9: Διὰ τοῦ ι ἡ παράδοσις. 9Φιλόλογοσ9: Διὰ τοῦ ι· καὶ ὅσα ὅμοια. 9Φλυκτίσ9: ι. 9Φθίω9: Διὰ τοῦ ι· παρὰ τὸ ἔφθιος· Φθείω διὰ διφθόγγου· ἀφ' οὗ τὸ φθείσω, ὅθεν καὶ φθόη. 9Χῖοσ9: Σημαίνει δὲ τὸν πολίτην τῆς Χίου· διὰ τοῦ ι γρά φεται· ὥσπερ γὰρ ἀπὸ τοῦ Λέσβος, Λέσβιος, διὰ τοῦ ι, καὶ ἀπὸ τοῦ Σάμος, Σάμιος, οὕτως καὶ ἀπὸ τοῦ Χίος, Χίϊος, καὶ κατὰ κρᾶσιν τῶν δύο ω εἰς ἓν μακρὸν Χῖος· ὥσπερ δίιος, δῖος· Θέτιι, Θέτι. 9Χίλιοι9: Διὰ τοῦ ι· καὶ ὤφειλεν διὰ τῆς ει διφθόγγου· ἐπειδὴ οἱ Αἰολεῖς χέλλιοι λέγουσιν· τοῦτο δὲ ἔθος ἔχουσι ποιεῖν ἐπὶ τῶν γραφομένων διὰ τῆς ει διφθόγγου· οἷον, φθείρω, φθέῤῥω· εἰ δέ τις εἴποι ὅτι καὶ τὸ ι εἰς πέντε τρέπεται· οἷον, Πρίαμος, Πέῤῥαμος· τρίτος, τέρτος· οὕτως οὖν καὶ τὸ χίλιοι διὰ τοῦ ι γραφόμενον χέλλιος γέγονεν παρ' αὐτὸ, κατὰ τροπὴν τοῦ ι εἰς υ· λέγομεν ὅτι οἱ Αἰολεῖς τὸ ι τὸ συνεσταλμένον πεφύ κασι τρέπειν εἰς τὸ ε· οἷον Πρίαμος, Πέῤῥαμος· τρίτος, τέρ τος· κόπρια, κόπεῤῥα· τὸ δὲ χίλιος τὸ ι μακρὸν ἔχει πῶς ἔτρε ψεν τὸ ι εἰς ε· τὸ δὲ χίλιοι διὰ τοῦ ι γράφεται διὰ τοιαύτην αἰτίαν· πᾶς ἀριθμὸς ἐν τῇ ἀρχούσῃ κατὰ τὴν φωνὴν συνεμπί πτων ὀνόματι στοιχείου καὶ τὴν αὐτὴν αὐτῷ φυλάττει γραφήν· οἷον, ὁ εἴκοσι ἀριθμὸς ἐν τῇ ἀρχούσῃ κατὰ τὴν φωνὴν συνεμ πίπτει τὸ ει στοιχείῳ, ἀλλὰ καὶ τὴν αὐτὴν αὐτῷ φυλάττει γραφήν· διὰ γὰρ τοῦ ε ἐκφέρεται· ἐπειδὴ οὖν καὶ τὸ χίλιοι