Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-choeroboscus-constantinopolitanus" aria-label="More works by Georgius Choeroboscus Constantinopolitanus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
276.1
ἐν τῇ ἀρχούσῃ συνεμπίπτει τὸ χι στοιχείῳ, τὸ δὲ χι διὰ τοῦ ι γράφεται, τούτου χάριν καὶ τὸ χίλιοι διὰ τοῦ ι γράφεται. 9Χῖ9: Τὸ ὄνομα τοῦ στοιχείου· διὰ τοῦ ι γράφεται, ἐπειδὴ πᾶν ὄνομα στοιχείου εἰς ι καταλῆγον οὐκ ἔχει αὐτὸ ἐν διφθόγ γῳ· οἷον, ξῖ· πῖ· φῖ· ψῖ· οὕτως οὖν κἂν χῖ διὰ τοῦ ι μόνου χωρὶς τοῦ ε· τοῦτο γὰρ ι ἔχει ἐν διφθόγγῳ· καί ἐστιν εἰπεῖν ταύτην τὴν ἀπολογίαν· ὅτι τὰ ὀνόματα τῶν στοιχείων ἀφ' ἑαυτῶν θέλουσιν ἄρχεσθαι· οἷον, ἄλφα ἀπὸ τοῦ α ἄρχεται· βῆτα ἀπὸ τοῦ β· εἰ οὖν τὸ ε τὸ ὄνομα τοῦ στοιχείου διὰ τοῦ ι ἐγράφετο, οὐκ ἤμελλεν ἀπὸ ἑαυτοῦ ἄρχεσθαι· τούτου οὖν χά ριν διὰ τῆς ει διφθόγγου γράφεται, ἵνα εὑρεθῇ ἀπὸ τοῦ ε ἀρχό μενον. 9Χρίω9: Τὸ ἀλείφω διὰ τοῦ ι. 9Χαλκίον9: Θερμαντήριον τὸ σκεῦος. 9Χαλινόσ9: Διὰ τοῦ ι· οἱ γὰρ Αἰολεῖς χαλλινὸς λέγουσιν· εἰ δὲ ἐγράφετο διὰ τῆς ει διφθόγγου χαλλενὸς εἶχε λέγεσθαι. 9Χαρῖνοσ9: Διὰ τοῦ ι. 9Χαρίσσιοσ9: Διὰ τοῦ ι· 9Χρυσίτησ9· διὰ τοῦ ι. 9Χρῖμα9: Σημαίνει δὲ τὸ χρίσμα, διὰ τοῦ ι γράφεται· ἐπει δὴ οἱ Αἰολεῖς χρίμμα λέγουσιν, καὶ οὐχὶ χρέμμα· ἰστέον δὲ ὅτι ὥσπερ λέγουσιν κρούμμα καὶ κρούσμα, οὕτως λέγεται χρῖμα καὶ χρίσμα. 9Χιλόσ9: Σημαίνει δὲ τὴν τροφὴν, καὶ ὀξύνεται, καὶ θηλυκῶς λέγεται, καὶ διὰ τοῦ ι γράφεται· τὰ γὰρ διὰ τοῦ ιλος μὴ ὄντα οὐδέτερα, μήτε ἐν ἄρσει ὀξείᾳ, μήτε σύνθετα ἀπὸ ὀνομάτων ἐχόντων τὴν ει δίφθογγον, διὰ τοῦ ι γράφεται· πλὴν τοῦ Νεῖ λος· οἷον, Τροΐλος· Ζωΐλος. 9Χορήγιον9 καὶ 9Χορηγόσ9: Τὸ χο μικρὸν παρὰ τὸ χέω· ὁ γὰρ χορηγὸς τοὺς χορευτὰς καὶ τοὺς ὑποκριτὰς συνῆγεν, καὶ συνεκρότει. 9Χοίνιξ9: Διὰ τοῦ ι· τὰ γὰρ εἰς διπλοῦν λήγοντα ἀποστρέ φεται τὴν ει δίφθογγον. 9Χιράδεσ9: Διὰ τοῦ ι γράφεται· χιράδες δέ εἰσιν αἱ τῶν χειρῶν ῥαγγάδες· καὶ ὤφειλεν διὰ τῆς ει διφθόγγου γράφεσθαι, 277 ἐπειδὴ παρὰ τὸ χεὶρ γέγονεν· ἀλλ' ἴσως ἀπεβάλετο τὸ ε, ὥσπερ τὸ λείβω λιβάς· κρεῖττον δέ ἐστιν εἰπεῖν, ὅτι συνέπαθεν ἡ φωνὴ τὸ σημαινόμενον· ἐπειδὴ γὰρ τὸ χεῖρας ἔνδειαν τινὰ ση μαίνει· τὰς γὰρ τῶν χειρῶν ῥαγάδας δηλοῖ, ἡ δὲ ῥαγὰς πρὸς τὸ ὁλόκληρον ἔνδειαν ἔχει· τὸ γὰρ ἔχον ῥαγάδας οὐκ ἔστιν ὁλό κληρον· τούτου χάριν καὶ ἔνδειαν φωνήεντος ἀνεδέξατο, φημὶ δὲ τοῦ ε· καὶ τὸ λιμὸς ἀπὸ τοῦ λείπω γενόμενον οὐκ ἐφύλαξε τοῦ λείπω τὴν δίφθογγον. 9Χίλων9: Ἔστιν δὲ ὄνομα κύριον διὰ τοῦ ι γράφεται· ἐπειδὴ εὕρηται καὶ ἐν συστολῇ παρὰ Καλλιμαχῷ· οἷον, Σόλων ἐκεῖνος δὲ ὡς Χίλων ἀπέστειλεν· ἔστιν δὲ χολίαμβον. 9Χελιδών9: Διὰ τοῦ ι γράφεται· τὰ γὰρ εἰς δων λήγοντα θηλυκὰ ἑνὶ φωνήεντι θέλουσι παραλήγεσθαι· χελιδὼν δὲ λέγε ται, ἢ παρὰ τὸ τὰ χείλη δονεῖν, ἢ παρὰ τὸ τὰ χείλη οἰδάνειν· ἢ παρὰ τὸ τοῖς χείλεσιν ᾄδειν. 9Χίμετλα9: Διὰ τοῦ ι κατὰ παράδοσιν. 9Χόριοσ9: Διὰ τοῦ ι· καὶ Χορεῖος διὰ διφθόγγου· ὁ τόνος ἐπὶ διαφορὰ καὶ ἡ γραφή. 9Χείρων9: Τὸ συγκριτικὸν, ἐπειδὴ οἱ Αἰολεῖς χέῤῥων λέγου σιν· γέγονεν δὲ παρὰ τὸ χεὶρ χείρων· χείρων γὰρ λέγεται παρὰ τὸ ἐλαττοῦσθαι κατὰ τὰς χείρας. 9Χαλκεῖοσ9: ει δίφθογγος· μετουσιαστικὸν γάρ. 9Χλωρον9: Τὸ χω μέγα κατὰ παράδοσιν, ἢ τὸν κανόνα τοῦ πυλωρός. 9Χαραδριόσ9: Διὰ τοῦ ι, παρὰ τὸ χαίρειν γὰρ τοῖς ἰδίοις· ἑλῶδες γράφεται τὸ ὄρνεον. 9Χάρεια9: ει δίφθογγος, ὡς προπαροξύτονον. 9Χαλκοβάρεια9: ει δίφθογγος. 9Χαλκεῖον9: ει δίφθογγος· χαλκεύω γάρ. 9Χοριόν9: Διὰ τοῦ ι τὸ ἐλουτρὸν τῶν βρεφῶν, παρὰ τὸ χο ρεῖν. 9Χρεῖα9: ει δίφθογγος· παρὰ γὰρ τὸ χρέος γέγονεν χρέα, καὶ μετὰ τοῦ ι χρεῖα.

Intertext edge

Open linked passage

Note