De orthographia
Georgius Choeroboscus ConstantinopolitanusOrth 278 · pg-scrape-grcMore by Georgius Choeroboscus Constantinopolitanus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-choeroboscus-constantinopolitanus" aria-label="More works by Georgius Choeroboscus Constantinopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
278.1
9Χίτρον9: Διὰ τοῦ ι· ἢ χιδρὸν, ἄλευρον τὸ ἐξ ἁπαλῶν κριθῶν· ἢ οἱ χλοροὶ πυροί. 9Χρεωφειλέτησ9: ει· καὶ χρεοφειλέτης λέγεται. 9Χειά9: ει δίφθογγος ἡ κατάδυσις τῶν ὄφεων· παρὰ γὰρ τὸ χῶ, τὸ σημαῖνον τὸ χωρῶ, γέγονεν χέα, καὶ ἐν πλεονασμῷ τοῦ ι χειά. 9Χεῖρεσ9: ει δίφθογγος· χέῤῥες γὰρ λέγουσιν οἱ Αἰολεῖς. 9Χοιροτροφεῖον9: Ἡ παρατέλευτος κατὰ παράδοσιν. 9Χοῖροσ9: οι δίφθογγος, παρὰ τὸ χοῦν αἴρειν. 9Χεῖλοσ9: ει δίφθογγος· χέλλος γὰρ λέγουσιν οἱ Αἰολεῖς, ὥσπερ κείρω κέῤῥω· ἢ παρὰ τὸ χρέω γέγονεν χέλος, καὶ ἐν πλεονασμῷ τοῦ ι χεῖλος· εἰς αὐτὸ γὰρ ἔχονται αἱ τροφαί. 9Χρείω9: Σημαίνει δὲ τὸ χρεισμοδῶ, διὰ τῆς ει διφθόγγου· παρὰ γὰρ τὸ χρέος γέγονεν χρέω, καὶ ἐν πλεονασμῷ τοῦ ι χρείω· τοῖς γὰρ χρεῖαν ἔχουσι τὸ ἀληθὲς μαθεῖν χρεισμοδεῖ ὁ τόπος. 9Χρίω9: Σημαίνει δὲ τὸ ἀλείφω, διὰ τοῦ ι γράφεται· καὶ ἴσως πρὸς ἀντιδιαστολὴν τοῦ χρείω τοῦ ἐπὶ χρεισμοδῶ· ἕτεροι δὲ λέγουσιν ὅτι διὰ τοῦ ι γράφεται, ἐπειδὴ τὰ εἰς πτω οὐ θέλουσι τῇ ει διφθόγγῳ παραλήγεσθαι· οἷον, νίπτω· ῥίπτω· πλὴν τοῦ φιλαλείπτω· γέγονεν δὲ ἀπὸ τοῦ χρίμπτω χρίω· πλὴν τοῦ ἀνερείπτω, τοῦ σημαίνοντος τὸ ἁρπάζω, ἐξ οὗ τὸ ἀνηρείψαντο. 9Χλαῖνα9: αι δίφθογγος ἡ χλαμύς· ἰστέον ὅτι διαφέρει χλαῖνα, χλαμῦδος, καὶ χλανίδος· χλαῖνα μὲν γάρ ἐστι τὸ παχὺ καὶ χειμερινὸν ἱμάτιον παρὰ τὸ χλαίνειν· χλανὶς δὲ ἡ λεπτὴ τὴν ἐργασίαν καὶ τρυφερά· χλαμὺς δὲ ἡ περιφερὶς, ἤγουν τὸ λεγόμενον σαγομάντιον. 9Χυτρεῖα9: ει δίφθογγος· τὰ τῶν χύτρων ὄστρακα, ἤδη δὲ καὶ ἐπὶ πάντα ὀστράκου ἐτάττετο. 9Χείμων9: ει δίφθογγος παρὰ τὸ χέω. 9Χείμαστον9: Τὸ ἐπιτήδιον ἱμάτιον ἀπὸ τοῦ χειμῶνος. 279 9Χείρ9: παρὰ τὸ ἔχειν. 9Χηρεῖα9: Παρὰ τὸ χηρεύω. 9Χρήιζω9: Μετὰ τοῦ ι· χρηΐζω γάρ. 9Χιτών9: Διὰ τοῦ ι· εἰσὶ τινὰ ὀνόματα ἀπὸ ῥημάτων γινό- μενα. 9Χῶσαι9: Μέγα κατὰ παράδοσιν· ἢ παρὰ τὸ χῶ χώσω. 9Χαίτη9: Παρὰ τὸ κρατῶ, κράτη, καὶ χαίτη. 9Χειρὶς, Χειρίδοσ9: Σημαίνει τὸ χειρομανικόν. 9Ψιθυροί9: Διὰ τοῦ ι, κατὰ παράδοσιν. 9Ψωφίσ9: Διὰ τοῦ ι, διὰ τὴν κατάληξιν. 9Ψάλιον9: Διὰ τοῦ ι, ἐπειδὴ καὶ συστέλλεται. 9Ψέλλιον9: ι, ὅτι συστέλλεται. 9Ψηφίσ9: ι, διὰ τὴν κατάληξιν. 9Ψιμύθιον9: Διὰ τοῦ ι ἀμφότεραι. 9Ψίξ9: ι, διὰ τὴν κατάληξιν. 9Ψιλή9: Διὰ τοῦ ι· ἀπ' ἄκρου γὰρ τῶν χείλεων προφέρεται, ὥσπερ ἡ δασεῖα, ἥτις ἀπὸ τοῦ σεύεσθαι εὕρηται, καὶ τῆς δα ἐπὶ τὸ ἀθροῦν πνεῦμα ἡ δασεῖα. 9Ψίσαι9: Διὰ τοῦ ι ἡ παράδοσις· σημαίνει δὲ καὶ τὸ ψωμίσαι, καὶ βραχὺ θρέψαι μετὰ ποιοῦ τινὸς ἤχου. 9Ψωμίσαι9 καὶ 9Ψωμίον9: ω καὶ ι ἡ παράδοσις. 9Ψευδίσ9: ι, διὰ τὴν κατάληξιν. 9Ψυχεινός: Ψείρει9 ει δίφθογγος ἡ παράδοσις. 9Ψευδομαντεία9: ει δίφθογγος, ἐκ τοῦ μαντεύω. 9Ψῆφοσ9: Ἡ παράδοσις. 9Ψόγοσ9: Παρὰ τὸ ψέγω· 9Ψόγειοσ9 ει δίφθογγος, καὶ προ- παροξύνεται· ἔνθεν καὶ οὐδέτερον παρὰ τὸ ψόγεια. 9Ψωμίσ9: ι ἡ καταλήγουσα γάρ. 9Ψιλὸσ9, καὶ 9Ψιλὴ9, καὶ 9Ψίλιον9: Διὰ τοῦ ι. 9Ψωφίσ9: ι διὰ τὴν κατάληξιν. 9Ψύλλειον9: Ἡ βοτάνη ει δίφθογγος· ὡς πράσειον καὶ ἐλένειον ἡ παράδοσις. 9Ψαίρειν9: ει δίφθογγος Ἀττικοὶ τὸ κινεῖν καὶ ψαύειν· κέ- χρηνται δὲ τῇ λέξει ἐπὶ τῶν ἰστίων. 280 9Ψαιδρόν9: αι δίφθογγος, τὸ φαιδρὸν Κύπριοι. 9Ψαῖμα9: αι δίφθογγος, τὸ ὀλίγον· καὶ ψαῖσμα τὸ ὀλιγόσιτον. 9Ψαινάθιον9: αι δίφθογγος, τὸ ψευδὲς καὶ μάταιον. 9Ψαίνυον9: αι δίφθογγος τὸ ἀχρεῖον, ἡ παράδοσις. 9Ψαιστόν9: αι δίφθογγος· ἔστιν δὲ εἶδος πλακοῦντος, ὃ δι' ἀλφίτων παρασκευάζων, ἀπὸ τοῦ ψαῖσθαι καὶ ψώχεσθαι· ὅθεν καὶ ψωμοὶ καὶ ψίχες τὰ μικρὰ θρέμματα. 9Ψυχραινόμενοσ9: Ἀντὶ τοῦ ψυχρὰ πράσσων· τὸ χραι δί- φθογγος. 9Ψηλαφῶ9: Τὸ ψη η· ὅθεν γνῶ. 9Ψιλαφῶ9: Διὰ τοῦ ι, παρὰ τὸ ψιλῶς ἅπτεσθαι ὁ μάγειρος. 9Ὠσχοφορίον9 καὶ 9Ὠσχοφορία9: Ἀπὸ παρακειμένου δέ ἐστιν τὸ ο· ἦν γὰρ ὀσχοφορῶ· οἴσχη δέ ἐστιν τὰ μετὰ τῶν βοτρύων κλήματα. 9Ὤνιον9: Διὰ τοῦ ι, ὡς ἀπὸ τοῦ θοίνιον καὶ ἐνθοίνιον. 9Ὠρίων9: Διὰ τοῦ ι, ἐπειδὴ καὶ Εὐριπίδης συνέστειλεν. 9Ὠρείτησ9: Ὠρεὸς γάρ. 9Ὠκεῖα9: ει δίφθογγος· ὠκέα γὰρ καὶ ὠκέη. 9Ὠφέλεια9: ει δίφθογγος ἡ παράδοσις· ὁ Πολιτικὸς δὲ διὰ τοῦ ι, καὶ προπαροξύνεται· παρὰ Σοφοκλεῖ δὲ καὶ ει δίφθογγος, καὶ προπαροξύνεται ὡς προμήθεια. 9Ὡρολογεῖον9: ει δίφθογγος· εἴρηται καὶ ὡς ἡμερολογεῖον. 9Ὠστιεῖται9: Ἀπὸ τοῦ ὠστίζω, ὃ δηλοῖ τὸ ὠθοῦμαι· ὡς τὸ βαδιεῖται καὶ αἰκιεῖται τῇ ει διφθόγγῳ παραλήγοντα, ὡς τὸ ὥσει καὶ οἱονεί. 9Ὠκυτόκειον9: ει δίφθογγος· καὶ γὰρ ὠκυτοκεύς. 9Ὠδεῖον9: ει δίφθογγος, ὡς γράφω, γραφεῖον· πέμπω, πομ- πεῖον· ᾄδω, ᾠδεῖον. 9Ὤκειλεν9: ει δίφθογγος, ἐπὶ τοῦ προσωθῆναι ναῦν. 9Ὠτειλή9: Ὠτέλλω γὰρ οἱ Αἰολεῖς τὰ τραύματα· Ἀττικοὶ δὲ οὐλὴν λέγουσιν. 9Ὠψεῖον9: Ὀπτικῶς εἶχον· εἴρηται δὲ καὶ ὤψεον. ἐγὼ δέ τοι καὶ πάλιν ὄψεον. 281 9Ὠιαί9: Σὺν τοῦ ι ἡ παράδοσις, ὅτε σχετλιασμοῦ ἐστιν ἐπίῤ- ῥημα. 9Ὠνηματιαῖοσ9: αι ἡ παράδοσις. 9Ὠπιδαῖοσ9: αι, καὶ προπερισπᾶται· ἔστιν δὲ ἐπὶ ἔθνους. 9Ὡραῖα9, καὶ 9Ὡραῖοσ9, καὶ 9Ὡραιέστατοσ9: αι δίφθογγος ὅλα ἡ παράδοσις. 9Ὡριαίνεσθαι9: αι δίφθογγος· ἀπὸ τοῦ ὡραΐζεσθαι· 9Ὠσφραί- νεται9. 9Ὠχραίνεται9: αι δίφθογγος, ἀντὶ τοῦ ὠχρειά. 9Ὠδίν9: ι, ὡς δικατάληκτον. 9Ὠδή9: Μετὰ τοῦ ι, παρὰ τὸ ᾄδω, ἀοιδὴ καὶ ᾠδή. 9Ωἶα9: Τὸ τοῦ χιτῶνος ἄκρον, μετὰ τοῦ ι ἡ παράδοσις. 9Κωμωιδός· Μελωιδός· Ῥαψωιδόσ9: Σὺν τῷ ι παρὰ τὸ ᾠδή. 9Ὠιόν9: Τὸ τῆς ὄρνις σὺν τοῦ ι. 9Ωἶμοι9: Διχῶς ἐκ τοῦ οἴμμοι. 9Ὦτε9: Σὺν τῷ ι, ἀντὶ τοῦ ὡσειτε. 9Ὠδίσ9: Διὰ τοῦ ι τῆς καταλήξεως ἕνεκεν. 9Ὠμώσ9: Ὑποδύτης καλεῖται ὁ ἔσωθεν χιτωνίσκος· ἐπενδύ- της δὲ ὁ ἔξωθεν. 9Πάλιν9: Ἐπίῤῥημα συντακτικόν· 9Ἀνάστα9· ἐπίῤῥημα παρα- κελεύσεως· 9Ἀμέλει9· ἐπίῤῥημα συλλήψεως· ἀντὶ τοῦ διὰ τοῦτο. 9Τί9· ἐπίῤῥημα ἀπορητικόν. 9Πολύ9: Ἐπίῤῥημα ποσότητος δηλωτικόν. 9Ἆρα· Ἄνμοι9: Ἐπιῤῥήματα ἀποῤῥητικά· 9Οὐκοῦν9· σύν- δεσμος ἐναντιωματικός· ὁμοίως καὶ 9Λοιπόν9. 9Σχεδόν9: Ἐπίῤῥημα συγκριτικὸν, σημαίνει δὲ παρὰ μικρόν. 9Οἴμμοι9, καὶ 9Ὦιμοι9, καὶ 9Οὐαί9: Ἐπιῤῥήματα σχετλια- στικά· 9Ἅπαξ9 ἀριθμοῦ δηλωτικόν. Χριστὲ ἀεί μοι δίδου χάριν20.