Prolegomena et scholia in Theodosii Alexandrini canones
Georgius Choeroboscus ConstantinopolitanusCano 110 · pg-scrape-grcMore by Georgius Choeroboscus Constantinopolitanus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-choeroboscus-constantinopolitanus" aria-label="More works by Georgius Choeroboscus Constantinopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
110.1.1
τος ἀρχόμενος καὶ ἀπὸ φύσει μακρᾶς τὸν αὐτὸν τόνον φυλάττει ἐν τῇ συνθέσει, χωρίς τοῦ ὑπόειξεν, οἷον ὡς παρὰ τῷ ποιητῇ ἐν Ὀδυσσείᾳ τῷ δ' ἕδρης ἐπιόντι πατὴρ ὑπόειξεν Ὀδυσσεύς, καὶ τοῦ εἶκον ὑπόεικον, ὡς τὸ νεῶν δ' ὑπόεικον ἀνάγκῃ· ἔστωσαν δὲ παραδείγματα τοῦ κανόνος ταῦτα, εἶχον κατεῖχον, εἶπον προσεῖπον, ἦλθον συνῆλθον, εὗρον ἐφεῦρον, ἧψα συνῆψα, εἶδον συνεῖδον, ἷγμαι ἀφῖγμαι, εἶκον ὑπεῖκον, εἶξεν ὑπεῖξεν· οὕτως οὖν καὶ οἶδα συνοῖδα ὤφειλεν εἶναι, ἀλλ', ὡς εἴρηται, αἰολικῶς ἀνεβίβασε τὸν τόνον καὶ γέγονε σύνοιδα προπαροξυτόνως, ὥσπερ καὶ τὸ δεύτερον τούτου πρόσωπον τὸ οἶσθα κάτοισθα. Πρόσκειται ἐν τῷ κανόνι ὁρι στικός διὰ τὸ εἰπέ ἔξειπε, εὑρέ ἔφευρε· ταῦτα γὰρ ἀνεβίβασαν τὸν τόνον, ἀλλ' οὐκ εἰσὶν ὁριστικὰ ἀλλὰ προστακτικά· πρόσκειται δέ ἀπὸ φωνήεντος ἀρχόμενος διὰ τὸ κεῖτο κατέκειτο, χεῦεν ἐπέχευεν· ταῦτα γὰρ ἀνεβίβασαν τὸν τόνον, ἀλλ' οὐκ ἄρχονται ἀπὸ φωνήεντος ἀλλ' ἀπὸ συμφώνου· ἀπὸ φύσει δὲ μακρᾶς πρόσκειται διὰ τὸ ἷζε ἔφιζε, Νέστωρ αὖτις ἔφιζε· τοῦτο δὲ τὸ ἔφιζε κοινῶς μὲν φύσει μακρὸν ἔχει τὸ ˉι, ἐξ οὗ τὸ ἐφῖζε προπερισπωμένως, ἰωνικῶς δὲ ἢ ποιητικῶς συστέλλει αὐτό, τουτέστι θέσει μακρὸν αὐτὸ ἔχει, ἐξ οὗ τὸ ἔφιζε προπαροξυτόνως· παρῳχημένος δὲ πρόσκειται διὰ τὸ ἧται [τὸ σημαῖνον τὸ] κάθηται· τοῦτο γὰρ καὶ ἀπὸ φωνήεντος ἄρχεται καὶ ἀπὸ φύσει μακρᾶς, καὶ ὅμως ἀνεβίβασε τὸν τόνον, ἀλλ' οὐκ ἔστι παρῳ χημένου χρόνου ἀλλ' ἐνεστῶτος. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι φαίνεται ὁ Ἡρωδιανὸς λέγων ἐν τοῖς Ἐπιμερισμοῖς, ὅτι τὸ σύνοιδα οὐκ ἔστιν Αἰολικὸν ἀλλὰ ψευδαιολικόν· αἱ γὰρ Αἰολικαὶ δίφθογγοι οὐδέποτε τοῖς Αἰολεῦσι διαλύονται, οἷον τὸ τάλας καὶ μέλας καὶ ὄνειρος οἱ Αἰολεῖς τάλαις καὶ μέλαις καὶ ὄνοιρος λέγου σιν, καὶ οὐ διαλύουσι τὴν ˉεˉι δίφθογγον ἐπὶ τούτων, ἐπειδὴ Αἰολικαί εἰσιν αἱ δίφθογγοι, κατὰ γὰρ τὴν τῶν Αἰολέων διά λεκτον γεγόνασιν· τὸ δὲ Προίτου καὶ κοίλου διαλύουσι καὶ λέγουσι Προΐτου καὶ κοΐλου, ἐπειδὴ αἱ δίφθογγοι αὗται οὐκ εἰσὶν Αἰολικαὶ ἀλλὰ κοιναί· εἰ οὖν τὸ σύνοιδα διαλύουσι συνόϊδα λέγοντες, δηλονότι οὐκ ἔστιν ἡ ˉοˉι δίφθογγος Αἰολική, ἀλλὰ ψευδαιολικόν ἐστι τὸ σύνοιδα. Τούτων οὕτως ἐχόντων δεῖ γινώσκειν, ὅτι τὸ δεύτερον πρόσωπον τοῦ οἶδα κατὰ ἀναλογίαν, φημὶ δὴ τὸ οἶδας, κεκώλυται, ἀντ' αὐτοῦ δὲ τῷ οἶσθα κέχρηνται, οἷον οὐ γάρ πω σάφα οἶσθ' οἷος νόος Ἀτρείδαο, καὶ οἶσθα καὶ ἄλλον μῦθον ἀμείνονα 111 τοῦδε νοῆσαι· εὕρηται δὲ καὶ μετὰ τοῦ ˉς οἶσθας, ὡς παρὰ Κρατίνῳ ἐν Μαλθακοῖς. Γέγονε δὲ τὸ οἶσθα τοῦτον τὸν τρόπον· τὸ οἶδα οἴδημι λέγουσιν οἱ Αἰολεῖς, τούτου τὸ δεύτερον οἴδης, καὶ κατ' ἐπέκτασιν τῆς ˉθˉα συλλαβῆς οἴδησθα, ὥσπερ ἦσθα, καὶ κατὰ συγκοπὴν οἶσθα. Ταῦτα μὲν ἐν τούτοις. Ζητοῦσι δὲ καὶ περὶ τοῦ ἔοργα, πόθεν γέγονεν. Καὶ ἔστιν εἰπεῖν, ὅτι ἐστὶ ῥέζω ῥέξω ἔρρογα ὁ μέσος παρακείμενος, καὶ καθ' ὑπερβιβασμὸν ἔοργα, τοῦ ἑνὸς ˉρ ἀποβληθέντος. Καὶ περὶ τοῦ ἔολπα δὲ ζητοῦσιν, πόθεν γέγονεν. Καὶ ἔστιν εἰπεῖν, ὅτι ἐστὶν ἔλπω, τούτου ὁ μέσος παρακείμενος ἦλπα, καὶ λοιπὸν προσθέσει τοῦ ˉο ἤολπα, καὶ κατὰ συστο λὴν τοῦ ˉη εἰς τὸ ˉε γίνεται ἔολπα· ἢ ἀπὸ τοῦ ἔλπω γέγονεν ἦλπα, καὶ κατὰ διάλυσιν τοῦ ˉη εἰς δύο ˉεˉε ἔελπα, καὶ κατὰ τροπὴν τοῦ δευτέρου ˉε εἰς τὸ ˉο ἔολπα· ἢ ἀπὸ τοῦ ἔλπω τῷ λόγῳ τῆς παραληγούσης ὁ μέσος παρακείμενος γέγονεν ὄλπα, ὥσπερ λέγω λέλογα, καὶ ἐν πλεονασμῷ τοῦ ˉε ἔολπα. Λέγει δὲ ὁ Φιλόπονος, ὅτι δύναται ἀπὸ τοῦ ἔλπω εἶναι ὁ μέσος παρακείμενος ἔλπα τῷ λόγῳ τῶν ποιητικῶν ἰωνικῶν, ὥσπερ ἄγω ἦγε, καὶ ποιητικῶς ἢ ἰωνικῶς, οἷον ἄγεν δέ ἑ μοῖρα βαρεῖα, καὶ πάλιν ἅπτομαι ἡψάμην ἥψατο καὶ ποιητικῶς ἢ ἰωνικῶς ἅψατο, οἷον ἅψατο δ' ἡμιόνων· οὕτως οὖν καὶ ἀπὸ τοῦ ἔλπω γέγονεν ὁ μέσος παρακείμενος ποιητικῶς ἢ ἰωνικῶς ἔλπα, καὶ ἐπενθέσει τοῦ ˉο ἔολπα. Οὐχ ὑγιῶς δὲ λέγει· τὰ γὰρ ποιη τικὰ ἢ Ἰωνικὰ ἐν τῷ παρατατικῷ καὶ ἐν τῷ ἀορίστῳ μὲν συνάρχονται τῷ ἐνεστῶτι, οὐ μὴν δὲ ἐν τῷ παρακειμένῳ, οἷον ἄγω ἦγεν ἄγεν, οἷον ἄγεν δέ ἑ μοῖρα βαρεῖα, ἅπτομαι ἡψάμην καὶ ἁψάμην ἅψατο, οἷον ἅψατο δ' ἡμιόνων. Λέγει δὲ ὁ Ἡρωδιανός, ὅτι δύναται εἶναι ὡς ἀπὸ τρισυλλάβου τοῦ ἐέλπω· τούτου γὰρ ὁ μέσος παρακείμενος ἤελπα, καὶ κατὰ τροπὴν τοῦ ˉε εἰς τὸ ˉο καὶ συστολῇ τοῦ ˉη εἰς τὸ ˉε ἔολπα. Ζητοῦσι δὲ καὶ περὶ τοῦ ἔοικα, πόθεν γίνεται. Καὶ ἔστιν εἰπεῖν, ὅτι ἀπὸ τοῦ εἴκω (τοῦ σημαίνοντος τὸ ὁμοιῶ) ὁ μέσος παρακείμενος γέγονεν εἶκα, καὶ ἐν διαιρέσει ἔϊκα, καὶ ἐπενθέσει τοῦ ˉο ἔοικα· ἢ ἀπὸ τοῦ εἴκω τῷ λόγῳ τῆς παραληγούσης γέγονεν ὁ μέσος παρακείμενος οἶκα, ὥσπερ λείπω λέλοιπα, πείθω πέποιθα, καὶ ἐν πλεονασμῷ τοῦ ˉε ἔοικα. Ζητοῦσι δὲ καὶ περὶ τοῦ ἔμμορε, πόθεν γέγονεν. Καὶ λέγουσιν, 112 ὥσπερ ἀπὸ τοῦ κείρω κερῶ γέγονε κέκορα, οὕτω καὶ ἀπὸ τοῦ μείρω (τοῦ σημαίνοντος τὸ μερίζω) γέγονεν ὁ μέλλων μερῶ, καὶ μέμορα ὁ μέσος παρακείμενος, καὶ κατὰ ὑπερβιβασμὸν ἔμμορα. Ἔστι δὲ εἰπεῖν, ὅτι εἰ ἦν μέσου παρακειμένου, οὐκ ἂν εὑρίσκετο τὸ δεύτερον πρόσωπον ἔμμορες, ἀλλ' ἔμμορας διὰ τοῦ ˉα, ὥσπερ τέτυπας. Κρεῖττον οὖν ἐστιν εἰπεῖν, ὅτι δευτέρου ἀορίστου ἐστίν· ἀπὸ γὰρ τοῦ μορῶ (ὃ σημαίνει τὸ τυγχάνω) γέγονε μορήσω μεμόρηκα, καὶ ὁ δεύτερος ἀόριστος ἔμορον, καὶ ἐν πλεονασμῷ τοῦ ˉμ ἔμμορον· ὅτι δὲ δευτέρου ἀορίστου ἐστίν, δηλοῖ καὶ τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν εὑρισκόμενον ἔμμορον ἐκεῖνοι· εἰ γὰρ ἦν μέσου παρακειμένου, ἐμμόρασιν εἶχεν εἶναι, ὥσπερ τετύπασιν λελόγασιν. Ζητοῦσι δὲ καὶ περὶ τοῦ πέπονθα, πόθεν γέγονεν. Καὶ ἔστιν εἰπεῖν, ὅτι ἀπὸ τοῦ πονῶ πονήσω ὁ μέσος παρακείμενος πέπονα, καὶ ἐν πλεο νασμῷ τοῦ ˉθ πέπονθα· ἢ ἀπὸ τοῦ πήθω (ὃ σημαίνει τὸ πάσχω), ἐξ οὗ ὁ δεύτερος ἀόριστος ἔπαθον, ὡς λήθω ἔλαθον, μήθω ἔμαθον, λήβω ἔλαβον, γέγονεν ὁ μέσος παρακείμενος πέπηθα, καὶ κατὰ τροπὴν τοῦ ˉη εἰς ο καὶ ἐν πλεονασμῷ τοῦ ˉν πέπονθα. Ἰστέον δὲ ὅτι βραχεῖά ἐστιν ἡ τροπὴ τοῦ ˉη εἰς τὸ ˉο καὶ σπανίως εὑρίσκεται· τὸ γὰρ πέποσθε πληθυντικόν, οἷον ἐπεὶ κακὰ πολλὰ πέποσθε, (ἀντὶ τοῦ πεπόνθατε) οὕτω γέγονεν· ἔστι πήθω (τὸ σημαῖνον τὸ πάσχω) πήσω πέπηκα πέπησμαι πεπήσμεθα πέπησθε, καὶ κατὰ τροπὴν τοῦ ˉη εἰς τὸ ο πέποσθε· ἐὰν γὰρ ἀπὸ τοῦ πεπόνθατε αὐτὸ σχηματίσωμεν, πολλὰ πάθη παρέχομεν· ἀναγκαζόμεθα γὰρ δοῦναι συγκοπὴν τοῦ ˉα καὶ τοῦ ˉτ, καὶ ἀποβολὴν τοῦ ˉν, καὶ πλεονασμὸν τοῦ ˉς. Ζητοῦσι δέ τινες καὶ περὶ τοῦ λέλογχα, πόθεν γέγονε (σημαίνει δὲ τὸ ἐκληρωσάμην). Καὶ ἔστιν εἰπεῖν, ὅτι ἀπὸ τοῦ λέγω λέξω γέγονε λέλοχα, καὶ ἐν πλεονασμῷ τοῦ ˉν γέγονε λέλογχα· ἢ ἀπὸ τοῦ λήχω, ἐξ οὗ ὁ δεύτερος ἀόριστος ἔλαχον, γέγονε λέληχα, καὶ κατὰ τροπὴν τοῦ ˉη εἰς τὸ ˉο καὶ πλεονασμῷ τοῦ ˉν γέγονε λέλογχα· τὸ δὲ ˉν εἰς τὸ ˉγ ἐτράπη διὰ τὴν ἐπιφορὰν τοῦ ˉχ· καὶ γὰρ τὸ ˉν ἐπιφερομένου τοῦ ˉγ ἢ ˉκ ἢ ˉχ ἢ ˉξ ἐν μιᾷ λέξει τρέπεται εἰς τὸ ˉγ, οἷον συγγενής συγκληρο νόμος συγχέω συγξηραίνω· πρόσκειται ἐν μίᾳ λέξει διὰ τὸ σὺν Γεωργίῳ· ἐνταῦθα γὰρ ἐπιφέρεται τὸ ˉγ, καὶ ὅμως οὐκ ἐτράπη τὸ ˉν εἰς τὸ ˉγ, ἀλλ' οὐκ ἀντίκειται ἡμῖν, ἐπεὶ οὐκ ἔστι μία λέξις ἀλλὰ δύο. Ζητοῦσι δέ τινες καὶ περὶ τοῦ ἐγρηγόρθασιν, πόθεν γέγονεν. Καὶ 113 ἔστιν εἰπεῖν, ὅτι ἀπὸ τοῦ ἐγείρω ἐγερῶ, ἐξ οὗ ἤγερκα ὁ ἐνεργητικὸς παρακείμενος, γέγονεν ἤγερα ὁ μέσος παρακείμενος, καὶ ὁ Ἀττικὸς ἐγήγερα, καὶ ἐν πλεονασμῷ τοῦ ˉρ ἐγρήγερα, καὶ κατὰ τροπὴν τοῦ ˉε εἰς ˉο καὶ πλεονασμῷ τοῦ ˉθ ἐγρήγορθα, καὶ ἐκεῖθεν λοιπὸν τὸ ἐγρηγόρθασι τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν. Λέγει δὲ ὁ Φιλόπονος, ὅτι καὶ ἀπὸ τοῦ ἐγρηγορῶ ἐνεστῶτος δύναται γενέσθαι ἐγρήγορα ὁ μέσος παρακείμενος, καὶ κατὰ πλεονασμὸν τοῦ ˉθ ἐγρήγορθα, καὶ ἐκεῖθεν ἐγρη γόρθασιν τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν. Ἰστέον δὲ ὅτι ἐὰν ἀπὸ τοῦ ἐγρηγορῶ κανονίσωμεν αὐτό, παραλόγως εὑρίσκεται ἡ ἄρχουσα τοῦ ἐγρήγορα μὴ τρέψασα τὸ ˉε εἰς η, ὥσπερ ἐπὶ τοῦ ἐγείρω ἤγερκα, ἐλεῶ ἠλέηκα, ἐρωτῶ ἠρώτηκα, ἐρευνῶ ἠρεύνηκα. Λέγουσι δέ τινες, διατί μὴ ἀπὸ τοῦ γρηγορῶ κανονίζομεν αὐτό. Πρὸς οὓς ἔστιν εἰπεῖν, πρῶτον μὲν ὅτι τὸ γρηγορῶ οὐκ εἴρηται, ἐγρηγορῶ γάρ· δεύτερον δὲ ὅτι εἰ ἦν ἀπὸ τοῦ γρηγορῶ, γεγρήγορα ὤφειλεν εἶναι, ὥσπερ γράφω γέγραφα. Τέτυπας, τέτυπε. Δυϊκά· τετύπατον, τετύπατον. Πλη θυντικά· τετύπαμεν, τετύπατε, τετύπασιν. Ὑπερσυντέλικοσ. Ἐτετύφειν. Πᾶς παρακείμενος τρέπων τὸ ˉα εἰς ˉεˉιˉν ὑπερ συντέλικον ποιεῖ. Κανονίσας ὁ τεχνικὸς τὸν ἐνεργητικὸν παρακεί μενον καὶ τὸν Ἀττικὸν καὶ τὸν μέσον τρέπεται ἐπὶ τὸν ὑπερσυντέλικον, κανονίζει δὲ αὐτὸν ἐκ τοῦ παρακειμένου τροπῇ τοῦ ˉα εἰς ˉεˉιˉν. Ἰστέον ὅτι πᾶς παρακείμενος ἐνεργητικός τε καὶ μέσος, κοινός τε καὶ Ἀττικός, τρέπων τὸ ˉα εἰς ˉεˉιˉν τὸν ὑπερσυντέλικον ποιεῖ, οἷον τέτυφα ἐτετύφειν, πεποίηκα ἐπεποιήκειν, ἔσταλκα ἐστάλκειν, δέδουπα ἐδεδού πειν, ἔστολα ἐστόλειν, ἀκήκοα ἠκηκόειν, ἀγήγοχα ἠγηγόχειν, ἀλήλιφα ἠληλίφειν. Καὶ εἰ μὲν ἀπὸ συμφώνου ἄρχεται ὁ ἐνεστὼς καὶ παρα κείμενος, προσόδῳ τοῦ ˉε αὔξεται ἡ ἄρχουσα τοῦ παρατατικοῦ καὶ ὑπερ συντελίκου, οἷον τέτυφα ἐτετύφειν, πεποίηκα ἐπεποιήκειν, νενόηκα ἐνενοήκειν, λελάληκα ἐλελαλήκειν, λέλεχα ἐλελέχειν, δέδουπα ἐδε δούπειν, πέποιθα ἐπεποίθειν, κέχηνα ἐκεχήνειν, μέμηνα ἐμεμήνειν, χωρὶς τῶν Ἰωνικῶν δηλονότι· ἐκεῖνοι γὰρ τετύφειν λέγουσι χωρὶς τοῦ ˉε· εἰ δὲ ἀπὸ φωνήεντος ἄρχεται ὁ παρακείμενος, συνάρχεται ὁ ὑπερσυντέλικος, ἔσταλκα ἐστάλκειν, ἔφθαρκα ἐφθάρκειν, ἔκταγκα ἐκτάγκειν, ἐζω γράφηκα ἐζωγραφήκειν, ἐξύρικα ἐξυρίκειν, ἐψήφωκα ἐψηφώκειν, ἠλέηκα 114 ἠλεήκειν, ἠρεύνηκα ἠρευνήκειν, ἔστολα ἐστόλειν, ἔσπορα ἐσπόρειν, ἔκτονα ἐκτόνειν. Δεῖ προσθεῖναι χωρὶς τῶν Ἀττικῶν· ταῦτα γὰρ ἀπὸ βραχείας ἀρχόμενα κατὰ τὸν παρακείμενον ἐν τῷ ὑπερσυντελίκῳ χρονικῶς μεγεθύνονται, οἷον ἀλήλιφα ἠληλίφειν, ὀμώμοκα ὠμωμόκειν, ἀγήγοχα ἠγηγόχειν, ἐνήνοχα ἠνηνόχειν, ὄπωπα ὠπώπειν, ὄλωλα ὠλώ λειν, ὄρωρα ὠρώρειν, ὄδωδα ὠδώδειν, πλὴν τοῦ ἐλήλυθα, ἐληλύθειν γὰρ ὁ ὑπερσυντέλικος διὰ τοῦ ˉε· ὅθεν ἀναλογώτερόν φασι τὸ παρὰ Καλλιμάχῳ ὅθεν ἠληλούθειν, ὡς τρέψαν κατὰ τὸν ὑπερσυν τέλικον τὸ τοῦ παρακειμένου ˉε. Ἰστέον δὲ ὅτι σημειούμεθα καὶ ἕτερά τινα μὴ συναρχόμενα τῷ παρακειμένῳ κατὰ τὸν ὑπερσυντέλικον, οἷον τὸ οἶδα εἴδειν καὶ τὸ ἕστηκα εἱστήκειν· ἔστι γὰρ οἶδα ὁ μέσος παρακείμενος διὰ τῆς ˉοˉι δι φθόγγου, καὶ ὁ μέσος ὑπερσυντέλικος εἴδειν ἐστὶ καὶ οὐ διὰ τῆς ˉοˉι διφθόγγου· ἐν μόνῳ γὰρ τῷ μέσῳ παρακειμένῳ ἐποιήσαντο οἱ Αἰολεῖς τὴν τροπήν. Οἷον τί ἐστι τὸ λεγόμενον; ἔστιν εἴδω, τούτου ὁ μέσος παρακείμενος εἶδα ἦν, καὶ κατὰ τροπὴν Αἰολικὴν τοῦ ˉε εἰς ˉο γέγονεν οἶδα, ὥσπερ ὄνειρος ὄνοιρος· τούτου χάριν ὁ μέσος ὑπερσυντέλικος γέγονεν εἴδειν διὰ τῆς ˉεˉι διφθόγγου, ὡς ἀπὸ τοῦ εἶδα μέσου παρακει μένου τοῦ διὰ τῆς ˉεˉι διφθόγγου· καὶ λοιπὸν κατὰ ἔκτασιν Ἀττικὴν τοῦ ˉε εἰς τὸ ˉη γέγονεν ᾔδειν διὰ τοῦ ˉη καὶ ˉι, ὥσπερ εἰκάζω εἴκαζον καὶ ᾔκαζον. Πάλιν ἕστηκα ὁ μέσος παρακείμενος, καὶ ὤφειλεν εἶναι ὁ μέσος ὑπερσυντέλικος ἑστήκειν, ἵνα συνάρξηται τῷ μέσῳ παρακειμένῳ, ἀλλ' ἐγένετο εἱστήκειν διὰ τῆς ˉεˉι διφθόγγου διὰ τοιαύτην αἰτίαν· ἔστιν ὁ ἐνεστὼς τοῦ ἕστηκα ἑστήκω, ἐξ οὗ τὸ ἑστήξω ἑστήξειν, ὡς ἑστήξειν δὲ τὸ τεῖχος ἐπ' ἀρχαίοισι θεμέθλοις παρὰ Καλλιμάχῳ ἐν Ὕμνοις in Apoll. 15>· τούτου, φημὶ δὴ τοῦ ἑστήκω ἐνεστῶτος, τὸ δεύτερον καὶ τρίτον πρόσωπόν ἐστιν ἑστήκεις ἑστήκει διὰ τοῦ ˉε· εἰ οὖν ἐγένετο τοῦ ἕστηκα μέσου παρακειμένου ὁ ὑπερσυντέλικος ἑστήκειν διὰ τοῦ ˉε, ἔμελλε τὸ δεύτερον αὐτοῦ καὶ τρίτον πρόσωπον εἶναι ἑστήκεις ἑστήκει διὰ τοῦ ˉε, καὶ εἶχε συνεμπεσεῖν τῷ δευτέρῳ καὶ τρίτῳ προσώπῳ τοῦ ἑστήκω ἐνεστῶτος· ἵνα οὖν μὴ συνεμπέσῃ ὁ ὑπερσυντέλικος κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον τῷ δευτέρῳ καὶ τρίτῳ προσώπῳ τοῦ ἐνεστῶτος, τούτου χάριν προσλαμβάνει τὸ ˉι καὶ γίνεται εἱστήκειν εἱστήκεις εἱστήκει διὰ τῆς ει διφθόγγου. Καὶ ἀποροῦσί τινες λέγοντες, εἰ ἄρα ὁ ὑπερ συντέλικος κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον μόνον εἶχε συνεμπε σεῖν τῷ δευτέρῳ καὶ τρίτῳ προσώπῳ τοῦ ἐνεστῶτος, οὐ μὴν καὶ κατὰ 115 τὸ πρῶτον πρόσωποντὸ μὲν γὰρ πρῶτον πρόσωπον τοῦ ἐνεστῶτος ἑστήκω ἐστίν, τὸ δὲ πρῶτον πρόσωπον τοῦ ὑπερσυντελίκου ἑστήκειν διατί μὴ μόνον κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον προσῆλθε τὸ ˉι, ἀλλὰ καὶ κατὰ τὸ πρῶτον. Ἔστιν οὖν εἰπεῖν, ὅτι οὐκ ἠδύνατο κατὰ μόνον τὸ δεύτερον προσελθεῖν τὸ ˉι καὶ τρίτον πρόσωπον, καὶ μὴ κατὰ τὸ πρῶτον· τὰ γὰρ τρία πρόσωπα συνάρχεσθαι θέλουσιν ἀλλήλοις, οἷον τύπτω τύπτεις τύπτει, ἔτυπτον ἔτυπτες ἔτυπτε, τέτυφα τέτυφας τέτυφε, ἐτετύφειν ἐτετύφεις ἐτετύφει, καὶ ἐπὶ τῶν πληθυντικῶν ὁμοίως· οὕτως οὖν καὶ εἱστήκειν εἱστήκεις εἱστήκει· εἰ γὰρ ἐγένετο ἑστήκειν εἱστήκεις εἱστήκει, οὐκέτι συνήρχοντο ἀλλήλοις τὰ τρία πρόσωπα, ὅπερ ἐστὶν ἄτοπον. Ταῦτα μὲν ἐν τούτοις. Ἄξιον δέ ἐστι ζητῆσαι, εἰ ἄρα ὁ παρατατικὸς τοῦ ἐνεστῶτός ἐστι παρῳχημένος, ἐξ αὐτοῦ γὰρ κανονίζεται, καὶ ὁ ὑπερσυντέλικος τοῦ παρακειμένου, καὶ ὁ ἀόριστος τοῦ μέλλοντος, διατί ὁ μὲν ἐνεστὼς καὶ ὁ μέλλων τοὺς ἰδίους παρῳχημένους μεγεθύνουσιν ἢ χρονικῶς ἢ συλλα βικῶς, οἷον τύπτω ἔτυπτον, ἄγω ἦγον, καὶ πάλιν τύψω ἔτυψα, ἐλεήσω ἠλέησα, ὁ δὲ παρακείμενος οὐ μεγεθύνει τὸν ἴδιον παρῳχημένον, ἤγουν τὸν ὑπερσυντέλικον, ἢ χρονικῶς ἢ συλλαβικῶς· ἀλλὰ συλλαβικῶς μὲν μεγεθύνει αὐτόν, οἷον τέτυφα ἐτετύφειν, δέδουπα ἐδεδούπειν, οὐ μέντοι χρονικῶς· ἔσταλκα γὰρ καὶ ἐστάλκειν, ἔστολα καὶ ἐστόλειν, ἔφθορα καὶ ἐφθόρειν· εἰρήκαμεν γὰρ ἀνωτέρω, ὅτι ἐὰν μὲν ἀπὸ φωνήεντος ἄρχη ται ὁ παρακείμενος, συνάρχεται αὐτῷ ὁ ὑπερσυντέλικος, χωρὶς τῶν Ἀττικῶν καὶ τοῦ οἶδα εἴδειν καὶ ἕστηκα εἱστήκειν. Ἔστιν οὖν εἰπεῖν ταύτην τὴν ἀπολογίαν· διὰ τοῦτο ὁ παρακείμενος οὐ μεγεθύνει χρονι κῶς τὸν ὑπερσυντέλικον, ἐπειδὴ κανών ἐστιν ὁ λέγων, ὅτι καθόλου οἱοσδήποτε τῶν παρῳχημένων, ἐὰν ἀπὸ μακρᾶς ἄρξηται φύσει ἢ θέσει, ἀπὸ τῆς αὐτῆς ἔχει ἀρχομένους καὶ τοὺς λοιποὺς παρῳχημένους, θέσει μέν, οἷον ἔστελλον ἔσταλκα ἔστειλα, ἔφθειρον ἔφθαρκα ἔφθειρα, ἐζω γράφουν ἐζωγράφηκα ἐζωγράφησα, φύσει δέ, οἷον ἠλέουν ἠλέηκα καὶ ἠλέησα, ἠρεύνων ἠρεύνηκα καὶ ἠρεύνησα, ἡτοίμαζον ἡτοίμακα καὶ ἡτοί μασα· ἐπειδὴ οὖν ἡνίκα ὁ παρακείμενος ἀπὸ φωνήεντος ἄρχεται, πάντως καὶ ἀπὸ μακρᾶς ἄρχεται, χωρὶς τῶν Ἀττικῶν, οἷον ἔσταλκα ἔφθαρκα ἔσπαρκα ἠρεύνηκα ἡτοίμακα ὥρακα ἠρώτηκα, τούτου χάριν οὐ μεγεθύνεται χρονικῶς ὁ ὑπερσυντέλικος, ἀλλ' ἔχει αὐτὸν συναρχό μενον αὐτῷ. Πρόσκειται χωρὶς τῶν Ἀττικῶν, ἐπειδὴ ταῦτα ἀπὸ φωνήεντος ἀρχόμενα καὶ ἀπὸ βραχείας ἄρχονται κατὰ τὸν παρακεί μενον, ἅτινα καὶ χρονικῶς μεγεθύνονται κατὰ τὸν ὑπερσυντέλικον, οἷον ἀλήλιφα ἠληλίφειν, ἀκήκοα ἠκηκόειν, ἀγήγοχα ἠγηγόχειν, ὀμώμοκα 116 ὠμωμόκειν, χωρὶς τοῦ ἐλήλυθα· τοῦτο γὰρ ἀπὸ βραχείας ἀρχόμενον κατὰ τὸν παρακείμενον οὐ μεγεθύνεται κατὰ τὸν ὑπερσυντέλικον, ἐλη λύθειν γάρ ἐστιν ὁ ὑπερσυντέλικος διὰ τοῦ ˉε, καὶ τὴν αἰτίαν μετ' ὀλί γον εἰσόμεθα. Ἀποροῦσι δέ τινες λέγοντες, εἰ ἄρα, ὡς εἴρηται, καθόλου οἱοσδή ποτε ἐκ τῶν παρῳχημένων ἐὰν ἀπὸ μακρᾶς ἄρξηται φύσει ἢ θέσει, ἀπὸ τῆς αὐτῆς ἔχει ἀρχομένους καὶ τοὺς λοιποὺς παρῳχημένους, οἷον ἔστελ λον ἔσταλκα ἔστειλα, ἠλέουν ἠλέηκα ἠλέησα, διὰ ποίαν αἰτίαν ἐκ τοῦ ἐναντίου τοῦ Ἀττικοῦ ὑπερσυντελίκου ἀπὸ μακρᾶς ἀρχομένου, ἠκηκόειν γὰρ καὶ ἠληλίφειν καὶ ὠμωμόκειν, ὁ παρακείμενος ὁ Ἀττικὸς οὐκ ἄρχε ται ἀπὸ μακρᾶς ἀλλ' ἀπὸ βραχείας, ἀκήκοα γὰρ καὶ ἀλήλιφα καὶ ὀμώ μοκα. Καὶ ἔστιν εἰπεῖν, ὅτι ταῦτα διαλέκτου εἰσὶν ἰδιώματα, καὶ οὐκ ἀναγκαῖά εἰσιν εἰς ἀνατροπὴν τῶν κοινῶν. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι τὸ ἐώλπειν καὶ ἐῴκειν καὶ ἐώργειν ὑπερβιβασμὸν ἀνεδέξαντο τοῦ χρόνου· ἔστι γὰρ ὁ μέσος παρακείμενος ἔολπα καὶ ἔοργα καὶ ἔοικα, καὶ λοιπὸν ὁ ὑπερσυντέλικος ὤφειλεν εἶναι ἠόλπειν ἠόργειν ἠοίκειν, ἀλλὰ κατὰ ὑπερβιβασμὸν τοῦ χρόνου γεγόνασι ταῦτα ἐώλπειν ἐώργειν ἐῴκειν, τῆς μὲν πρώτης συλλαβῆς συσταλείσης εἰς τὸ ˉε, τῆς δὲ δευτέρας ἐκταθείσης εἰς τὸ ˉω, ὥσπερ ἐπὶ τοῦ ἑορτάζω ἑώρτα ζον γέγονεν· τούτου γὰρ ὁ παρατατικὸς ὤφειλεν εἶναι ἡόρταζον, καὶ γέγονε κατὰ ὑπερβιβασμὸν τοῦ χρόνου ἑώρταζον, τῆς μὲν πρώτης συλ λαβῆς συσταλείσης εἰς τὸ ˉε, τῆς δὲ δευτέρας ἐκταθείσης εἰς τὸ ˉω. Καὶ ἄξιόν ἐστι ζητῆσαι, διατί ὅλως πεπόνθασιν ὑπερβιβασμόν, φημὶ δὴ τὸ ἐώλπειν καὶ ἐῴκειν καὶ ἐώργειν. Καὶ ἔστιν εἰπεῖν ταύτην τὴν ἀπολο γίαν· ἐπειδὴ ταῦτα πεπονθότα ὄντα, ὡς ἐν τῷ μέσῳ παρακειμένῳ μεμαθήκαμεν, ἔχουσι τὸν παρακείμενον ἀπὸ φωνήεντος ἀρχόμενον καὶ ἀπὸ βραχείας, οἷον ἔοικα ἔολπα ἔοργα, ἠναγκάζοντο κατὰ τὸν ὑπερσυν τέλικον μεγεθυνθῆναι χρονικῶς καὶ γενέσθαι ἠόλπειν καὶ ἠόργειν καὶ ἠοίκειν· κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι ἐὰν ἀπὸ φωνήεντος ἄρξηται ὁ παρακείμενος καὶ ἀπὸ βραχείας, χρονικῶς αὔξεται κατὰ τὴν ἄρχουσαν ὁ ὑπερσυντέλικος, ἀλήλιφα ἠληλίφειν, ὀμώμοκα ὠμωμόκειν, ἀγή γοχα ἠγηγόχειν, ἀκήκοα ἠκηκόειν, χωρὶς τοῦ ἐλήλυθα, ἐληλύθειν γὰρ ὁ ὑπερσυντέλικος διὰ τοῦ ˉε. Ἐπειδὴ οὖν, ὡς εἴρηται, τὸ ἔολπα καὶ ἔοργα καὶ ἔοικα πεπονθότα ὄντα ἐν τῷ παρακειμένῳ ἀπὸ φωνήεντος ἄρχον ται καὶ ἀπὸ βραχείας, τούτου χάριν ἠναγκάζοντο μεγεθυνθῆναι χρονι κῶς κατὰ τὸν ὑπερσυντέλικον καὶ γενέσθαι ἠόλπειν καὶ ἠόργειν καὶ ἠοίκειν· ἀλλ' ἐπειδὴ ἕτερος κανών ἐστιν ὁ λέγων, ὅτι πᾶς παρακείμενος 117 ἀπὸ φωνήεντος ἀρχόμενος πάντως ἔχει τὸν ὑπερσυντέλικον συναρχό μενον αὐτῷ, οἷον ἔφθαρκα ἐφθάρκειν, ἔσταλκα ἐστάλκειν, ἠλέηκα ἠλεήκειν, εὕρηκα εὑρήκειν, χωρὶς τῶν Ἀττικῶν, ὀμώμοκα γὰρ ὠμω μόκειν καὶ ἀκήκοα ἠκηκόειν καὶ ἀγήγοχα ἠγηγόχειν καὶ ἀλήλιφα ἠληλί φειν, τούτου χάριν ὑπερβιβασμὸν ἀνεδέξαντο τοῦ χρόνου, ἵνα συνάρξων ται τῷ παρακειμένῳ, καὶ λοιπὸν ἐγένοντο ἐώλπειν καὶ ἐώργειν καὶ ἐῴκειν, καὶ τὸν κεχρεωστημένον χρόνον τῇ πρώτῃ συλλαβῇ κατὰ τὴν δευτέραν ἀνεδέξαντο, καὶ λοιπὸν εὑρέθησαν καὶ [ἐν] τῷ παρακειμένῳ συναρχόμενα καὶ τὸν κεχρεωστημένον χρόνον τῇ πρώτῃ συλλαβῇ κατὰ τὴν δευτέραν ἀναδεχόμενα. Χωρὶς δὲ τῶν Ἀττικῶν πρόσκειται, ἐπειδὴ ὅλα τὰ Ἀττικὰ ἐν τῷ ὑπερσυντελίκῳ χρονικῶς μεγεθύνονται, οἷον ἀλήλιφα ἠληλίφειν, ἀγήγοχα ἠγηγόχειν, ἀκήκοα ἠκηκόειν, ὀμώμοκα ὠμωμόκειν, ἐνήνοχα ἠνηνόχειν, χωρὶς τοῦ ἐλήλυθα· τοῦτο γὰρ οὐ μεγεθύνεται κατὰ τὸν ὑπερσυντέλικον, ἐληλύθειν γάρ ἐστιν ὁ ὑπερσυν τέλικος διὰ τοῦ ˉε. Καὶ ἡ αἰτία ἐστὶν αὕτη· τὸ ἐλήλυθα κατὰ τὸν ὑπερσυντέλικον διὰ τοῦ ˉη οὐκ ἠδύνατο εἶναι, ἐπειδὴ πέφυκεν ὁ παρα κείμενος προσλαμβάνειν τὸ ˉι κατὰ τὴν ἄρχουσαν καὶ γίνεσθαι εἰλή λουθα, ὡς παρὰ τῷ ποιητῇ, τίπτ' αὖτ', αἰγιόχοιο Διὸς τέκος, εἰλήλουθας; τοῦ οὖν παρακειμένου διὰ τῆς ˉεˉι διφθόγγου ὄντος οὐκ ἠδύνατο ὁ ὑπερσυντέλικος διὰ τοῦ ˉη εἶναι· κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι πᾶς παρακείμενος ἀπὸ μακρᾶς ἀρχόμενος ἀπὸ τῆς αὐτῆς ἔχει καὶ τὸν ὑπερσυντέλικον ἀρχόμενον, οἷον ἔφθαρκα ἐφθάρκειν, ἔσταλκα ἐστάλκειν, ἠγόρακα ἠγοράκειν, ἠλέηκα ἠλεήκειν· εἰκότως οὖν οὐκ ἠδύνατο διὰ τοῦ ˉη εἶναι ὁ ὑπερσυντέλικος· ἀλλ' οὔτε διὰ τῆς ˉεˉι διφθόγγου ἠδύνατο εἶναι, ἐπειδὴ πάντα τὰ ῥήματα τὰ ὑπὲρ δύο συλ λαβάς, εἴτε βαρύτονα εἴτε περισπώμενα ὦσιν, τρέπουσι τὸ ˉε εἰς τὸ ˉη κατὰ τοὺς παρῳχημένους, οἷον ἐθέλω ἤθελον, ἐλέγχω ἤλεγχον, ἑρμη νεύω ἡρμήνευον, ἑτοιμάζω ἡτοίμαζον, ἐρωτῶ ἠρώτων, ἐλεῶ ἠλέουν, ἐρευνῶ ἠρεύνων, χωρὶς τοῦ ἐθίζω εἴθιζον καὶ ἐρύω εἴρυον καὶ ἑλκύω εἵλκυον καὶ ἑρπύζω εἵρπυζον καὶ ἑστιῶ εἱστίων· τὸ γὰρ ἐργάζομαι εἰργαζόμην τινὲς μὲν διὰ τοῦ ˉη γράφουσιν, τινὲς δὲ διὰ τῆς ˉεˉι διφθόγγου, οἵτινες καὶ ἀκριβέστεροί εἰσιν· μὴ δυνάμενον οὖν τὸ ἐλή λυθα κατὰ τὸν ὑπερσυντέλικον μήτε διὰ τοῦ ˉη γενέσθαι μήτε διὰ τῆς ˉεˉι διφθόγγου, ἐξ ἀνάγκης συνήρξατο τῷ παρακειμένῳ τῷ ἐλήλυθα καὶ γέγονεν ἐληλύθειν. Ταῦτα μὲν ἐν τούτοις. 118 Ἰστέον δὲ ὅτι οἱ Ἴωνες τὴν ˉεˉι δίφθογγον τὴν οὖσαν ἐν τῷ ὑπερσυντελίκῳ διαλύουσιν ἐν μὲν τῷ πρώτῳ προσώπῳ εἰς ˉε καὶ ˉα, οἷον ἐτετύφειν ἐτετύφεα, ἐπεποιήκειν ἐπεποιήκεα, τοῦ ˉν ἀποβληθέντος, ἐπειδὴ τὸ ˉα ἀποβλητικόν ἐστι τοῦ ˉν, Ξέρξεα, Πολυδεύ κην Πολυδεύκεα, ἦν ἔα, ἤ κε ζὼς ἀμενηνὸς ἔα χαλκοῖο τυπῇσι· τὸ γὰρ Μοῦσα Μοῦσαν καὶ ἔτυψα ἔτυψαν ἀπὸ κλίσεως ἔχουσι τὸ ˉν, καὶ οὐκ εἰσὶ κατὰ πάθος, ὥσπερ ταῦτα· ἐν δὲ τῷ τρίτῳ προσώπῳ εἰς δύο ˉεˉε διαλύουσι τὴν ˉεˉι δίφθογγον, οἷον ἐτετύφει ἐτετύφεε, ἐπεποιήκει ἐπεποιήκεε. Καὶ ἄξιόν ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν ἐν μὲν τῷ πρώτῳ προσώπῳ τὴν ˉεˉι δίφθογγον εἰς ˉε καὶ ˉα διαλύουσιν οἱ Ἴωνες, οἷον ἐτετύφειν ἐτετύφεα, ἐν δὲ τῷ τρίτῳ εἰς δύο ˉεˉε, οἷον ἐτετύφει ἐτετύφεε. Καὶ λέγομεν ὅτι τὸ ˉα χαρακτηριστικόν ἐστι τοῦ πρώτου προσώπου, οὐ μέντοι τὸ ˉε, οἷον ἔγραψα ἔτυψα, τὸ δὲ ˉε τρί του προσώπου, οὐ μέντοι τὸ ˉα, οἷον ἔτυψε ἔλεγε· τὸ γὰρ ἐβόα ἀπὸ τοῦ ἐβόαε γέγονε κατὰ κρᾶσιν τοῦ ˉα καὶ ˉε εἰς ˉα μακρὸν δηλονότι, ὥσπερ τὰ ἐμά τἀμά· τὸ δὲ οὖτα, οἷον οὖτά με Τυδέος υἱὸς ὑπέρθυμος Διομήδης, ἀπὸ τοῦ οὔτα ε ἐγένετο κατὰ ἀπο κοπήν· εἰκότως οὖν ἐν μὲν τῷ πρώτῳ προσώπῳ εἰς ˉε καὶ ˉα ἐγένετο ἡ διάλυσις τῆς ˉεˉι διφθόγγου, γνήσιον γάρ ἐστι τοῦ πρώτου προσώπου τὸ ˉα, ὡς εἴρηται, ἐν δὲ τῷ τρίτῳ εἰς δύο ˉεˉε, γνήσιον γάρ ἐστι τοῦ τρίτου προσώπου τὸ ˉε. Ἀποροῦσι δέ τινες λέγοντες, εἰ ἄρα εὑρίσκεται τὸ δεύτερον πρόσ ωπον εἰς ˉαˉς λῆγον, ὡς ἐπὶ τοῦ ἔτυψας ἐποίησας, διατί οἱ Ἴωνες τὴν ˉεˉι δίφθογγον τὴν οὖσαν ἐν τῷ δευτέρῳ προσώπῳ τοῦ ὑπερσυντελίκου οὐ διαλύουσιν εἰς ˉε καὶ ˉα, ἀλλ' εἰς δύο ˉεˉε, οἷον ἐτετύφεις ἐτετύφεες. Καὶ ἔστιν εἰπεῖν, ὅτι γνησία ἐστὶν ἡ διάλυσις τῆς ˉεˉι διφθόγγου εἰς δύο ˉεˉε, οὐ μέντοι εἰς ˉε καὶ ˉα· εἰ γὰρ τὰ δύο ˉεˉε συναιρούμενα τὴν ˉεˉι δίφθογγον ἀποτελοῦσιν, οἷον Πηλέες Πηλεῖς, δηλονότι καὶ διαλυομένη ἡ ˉεˉι δίφθογγος εἰς τὰ δύο ˉεˉε θέλει διαλύεσθαι, ἐξ ὧν καὶ συνίσταται, καὶ οὐκ εἰς τὸ ˉε καὶ ˉα· τούτου χάριν εἰς δύο ˉεˉε γέγονεν ἐν τῷ δευ τέρῳ προσώπῳ ἡ διάλυσις τῆς ˉεˉι διφθόγγου, καὶ οὐκ εἰς τὸ ˉε καὶ ˉα, ἐν τῷ πρώτῳ προσώπῳ ἐξ ἀνάγκης γενομένη εἰς ˉε καὶ ˉα [ἡ διάλυσις τῆς ˉεˉι διφθόγγου], διὰ τὸ ˉα εἶναι χαρακτηριστικὸν τοῦ πρώτου προσώ που, οὐ μὴν τὸ ˉε, οἷον ἔγραψα ἐποίησα. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι οἱ Ἀθηναῖοι τὸ διαλυθὲν ὑπὸ τῶν Ἰώνων συναιροῦσι καὶ ποιοῦσιν εἰς ˉη, ἐπεποιήκη λέγοντες, ὅθεν καὶ τὸ ἐκεχήνη ἐγώ παρ' Ἀριστοφάνει ἐν Ἀχαρνεῦσιν, ὅτε δὴ ἐκεχήνη προσδοκῶν τὸν 119 Αἰσχύλον· ἦν γὰρ ἐκεχήνειν ὁ ὑπερσυντέλικος διὰ τῆς ˉεˉι διφθόγγου, καὶ λοιπὸν ἐποίησαν αὐτὸ οἱ Ἴωνες κατὰ διάλυσιν ἐκεχήνεα, καὶ ἐκεῖθεν οἱ Ἀθηναῖοι ἐκεχήνη κατὰ κρᾶσιν τοῦ ˉε καὶ ˉα εἰς ˉη, ὥσπερ τείχεα τείχη· καὶ πάλιν τὸ ᾔδειν οἱ Ἴωνες λέγουσιν ᾔδεα κατὰ διάλυσιν, ὡς παρὰ Καλλιμάχῳ ᾔδεα μᾶλλον ἔγωγε, ἀντὶ τοῦ ᾔδειν· καὶ λοιπὸν οἱ Ἀθηναῖοι κατὰ κρᾶσιν τοῦ ˉε καὶ ˉα εἰς ˉη ᾔδη· περὶ δὲ τού του ἀκριβέστερον μεμαθήκαμεν ἐν τῷ τρίτῳ προσώπῳ τῶν ἑνικῶν τοῦ ἐνεργητικοῦ παρακειμένου, ἡνίκα ἐλέγομεν, ὅτι οὐδέποτε τρίτον πρόσ ωπον συμφωνεῖ τῷ πρώτῳ κατὰ τὸν αὐτὸν ἀριθμὸν καὶ κατὰ τὴν αὐτὴν διάλεκτον· ὁμοίως δὲ καὶ τὸ ἦν ἐγώ, ἀντὶ τοῦ ὑπῆρχον, δια λύουσιν οἱ Ἴωνες εἰς ˉε καὶ ˉα καὶ λέγουσιν ἔα, ὡς παρ' Ὁμήρῳ ἤ κεν ζὼς ἀμενηνὸς ἔα χαλκοῖο τυπῇσι, καὶ λοιπὸν οἱ Ἀθηναῖοι συναιροῦσι τὸ ˉε καὶ ˉα εἰς ˉη καὶ λέγουσι χωρὶς τοῦ ˉν ἦ, ἀντὶ τοῦ ὑπῆρχον, ὡς παρ' Ἀριστοφάνει ἐν Ὄρνισιν ἦ γὰρ ἐγώ, ξένοι, Ἄνθρωπος, ἀντὶ τοῦ ὑπῆρχον, καὶ παρὰ Πλάτωνι ἡ χρῆσις εὕρηται. Ταῦτα μὲν ἐν τούτοις. Καὶ ἄξιόν ἐστι ζητῆσαι τοῦτο, εἰ εὐλόγως ἐν τῷ πρώτῳ προσώπῳ οἱ Ἀττικοὶ εἰς ˉη ποιοῦσι τὴν συναίρεσιν, ἐπειδὴ ἡ ἐντέλεια τὸ ˉε καὶ ˉα ἔχει, οἷον ἐκεχήνεα ἐκεχήνη, τὸ δὲ ˉε καὶ ˉα εἰς ˉη κιρνᾶται, οἷον τείχεα τείχη, βέλεα βέλη, ἐν τῷ τρίτῳ προσώπῳ τῆς ἐντελείας διὰ τῶν δύο ˉεˉε οὔσης, διατί εἰς ˉη ἐποίησαν τὴν συναίρεσιν, οἷον ἐκεχήνεε ἐκεχήνη ἐκεῖνος, καὶ μὴ εἰς τὴν ˉεˉι δίφθογγον, ὡς ἐπὶ τοῦ Πηλέες Πηλεῖς. Ἔστιν οὖν εἰπεῖν, ὅτι, ὡς ἐμάθομεν ἐν τοῖς προλαβοῦσιν, καθόλου ἐπὶ τῶν παρῳχημένων τῶν ὁριστικῶν τὰ δεύτερα καὶ τρίτα πρόσωπα τῶν ἑνικῶν τὰ ἴσα φωνήεντα θέλουσιν ἔχειν τῷ ἰδίῳ πρώτῳ κατὰ τὴν λήγουσαν, ἡνίκα ἰσοσυλλαβοῦσιν αὐτῷ, οἷον ἔτυπτον ἔτυπτες ἔτυπτε, τέτυφα τέτυφας τέτυφε, ἐποίουν ἐποίεις ἐποίει, ἐβόων ἐβόας ἐβόα, ἐχρύσουν ἐχρύσους ἐχρύσου· εἰ οὖν τὸ πρῶτον τὸ ἐκεχήνη ἐγώ δι' ἑνὸς φωνήεντος ἐκφέρεται κατὰ τὴν λήγουσαν, πῶς δύναται τὸ τρίτον τὸ ἐκεχήνη ἐκεῖνος διὰ δύο φωνηέντων ἐκφέρεσθαι κατὰ τὴν λήγουσαν; ἀναγκαίως οὖν καὶ ἐπὶ αὐτοῦ ἐποίησαν εἰς ˉη τὴν συναίρεσιν. Ἐτετύφεις. Ἐνταῦθα τὸ δεύτερον πρόσωπον τοῦ ὑπερσυντελίκου κανονίζει καὶ λέγει, ὅτι πᾶν πρῶτον πρόσωπον εἰς ˉν λῆγον μετὰ φυσικῆς μακρᾶς μὴ ἔχον τὸ ˉμ κλιτικὸν τροπῇ τοῦ ˉν εἰς ˉς τὸ δεύτερον ποιεῖ, ἐτετύφειν ἐτετύφεις, ἐδάρην ἐδά ρης, ἐνύγην ἐνύγης, ἔγνων ἔγνως, ἐβίων ἐβίως, ἐτίθην ἐτίθης, ἵστην ἵστης, ἐδίδων ἐδίδως, ἐζεύγνυν ἐζεύγνυς· οὕτως οὖν καὶ ἐτετύφειν ἐτετύφεις καὶ ἐπεποιήκειν ἐπεποιήκεις καὶ ἐτετύπειν ἐτετύπεις καὶ ἐδε δούπειν ἐδεδούπεις. Πρόσκειται εἰς ˉν λῆγον διὰ τὸ τύπτω, τοῦτο γὰρ οὐ ποιεῖ τροπῇ τοῦ ˉν εἰς ˉς τὸ δεύτερον πρόσωπον, ἐπειδὴ οὐ λήγει εἰς ˉν· πρόσκειται μετὰ μακρᾶς διὰ τὸ ἔτυπτον, τοῦτο γὰρ εἰς ˉν λήγει, καὶ οὐ ποιεῖ τροπῇ τοῦ ˉν εἰς ˉς τὸ δεύτερον πρόσωπον, οὐδὲ γὰρ λέγομεν ἔτυπτος ἀλλὰ ἔτυπτες· ἀλλ' οὐκ ἔστι μετὰ μακρᾶς ἀλλὰ μετὰ βραχείας· μετὰ φυσικῆς δὲ πρόσκειται μακρᾶς διὰ τὸ ἐποίουν καὶ ἐβόων καὶ πάντας τοὺς ἀπὸ περισπωμένων παρατατικούς· οὗτοι γὰρ εἰς ˉν λήγουσι μετὰ μακρᾶς, καὶ οὐ τρέπουσι τὸ ˉν εἰς τὸ ˉς καὶ ποιοῦσι τὸ δεύτερον πρόσωπον, οὐδὲ γὰρ λέγομεν ἐποίους καὶ ἐβόως, ἀλλ' ἐποίεις καὶ ἐβόας, ἐπειδὴ τούτων οὐκ ἔστι φυσικὴ μακρὰ ἀλλ' ἐκ συναιρέσεως, ἀπὸ γὰρ τοῦ ἐποίεον γέγονε τὸ ἐποίουν, καὶ ἀπὸ τοῦ ἐβόαον γέγονε τὸ ἐβόων. Εἰ δέ τις εἴποι, ὅτι καὶ οἱ παρατατικοὶ τῆς τρίτης συζυγίας τῶν περισπωμένων μὴ ἔχοντες φυσικὴν τὴν μακράν καὶ αὐτοὶ γὰρ ἀπὸ συναιρέσεως ἔχουσιν αὐτήν, οἷον ἐχρύσοον ἐχρύσουν, ἐστεφάνοον ἐστεφάνουντροπῇ τοῦ ˉν εἰς τὸ ˉς ποιοῦσι τὸ δεύτερον πρόσωπον, οἷον ἐχρύσουν ἐχρύσους, ἐστεφάνουν ἐστεφάνους, λέγομεν, ὅτι οὐδὲ ἐπὶ τούτων ἐγένετο τροπῇ τοῦ ˉν εἰς ˉς τὸ δεύτερον πρόσωπον, ἀλλ' ἡ συναίρεσίς ἐστιν αἰτία τοῦ καὶ ἐν τῷ πρώτῳ προσώπῳ καὶ ἐν τῷ δευτέρῳ τὴν ˉοˉυ δίφθογγον εὑρεθῆναι· ἀπὸ γὰρ τοῦ ἐχρύσοον καὶ ἐστεφάνοον γέγονε τὸ ἐχρύσουν καὶ ἐστεφάνουν κατὰ κρᾶσιν τῶν δύο ˉοˉο εἰς τὴν ˉοˉυ δίφθογγον, τὰ γὰρ δύο ˉοˉο εἰς τὴν ˉοˉυ δίφθογγον κιρνῶν ται, οἷον νόος νοῦς, πλόος πλοῦς, ῥόος ῥοῦς· καὶ πάλιν ἀπὸ τοῦ ἐχρύσοες καὶ ἐστεφάνοες ἐγένετο ἐχρύσους καὶ ἐστεφάνους κατὰ κρᾶσιν τοῦ ˉο καὶ ˉε εἰς τὴν ˉοˉυ δίφθογγον, οἷον τὸ ἐμόν τοὐμόν, προέστη προύστη, καὶ λοιπὸν ἐν τῷ πρώτῳ προσώπῳ καὶ ἐν τῷ δευτέρῳ εἰς τὴν ˉοˉυ δίφθογγον γενομένης τῆς κράσεως ἐγένετο ὑπόνοια τροπῇ τοῦ ˉν εἰς τὸ ˉς γενέσθαι τὸ δεύτερον πρόσωπον. Πρόσκειται μὴ ἔχον τὸ ˉμ κλιτικόν διὰ τὸ ἐτυπτόμην καὶ ἐλεγόμην καὶ τὰ ὅμοια· ταῦτα γὰρ εἰς ˉν λήγουσι μετὰ φυσικῆς μακρᾶς, καὶ ὅμως οὐ ποιοῦσι τροπῇ τοῦ ˉν εἰς ˉς τὸ δεύτερον πρόσωπον, οὐδὲ γὰρ λέγομεν ἐτυπτόμης καὶ ἐλεγό μης ἀλλ' ἐτύπτου καὶ ἐλέγου· ἀλλ' οὐκ ἀντίκεινται ἡμῖν ταῦτα, ἐπειδὴ κλιτικὸν ἔχουσι τὸ ˉμ, ἤγουν ἀπὸ κλίσεως· ὁ γὰρ ἐνεστώς, τουτέστι τὸ θέμα, οὐκ ἔχει τὸ ˉμ, λέγω γὰρ καὶ τύπτω ἐστίν· τὸ δὲ ἐδάμην, ἔχον τὸ ˉμ καὶ τρέπον τὸ ˉν εἰς τὸ ˉς καὶ ποιοῦν τὸ δεύτερον πρόσωπον, οἷον ἐδάμης, οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔχει τὸ ˉμ κλιτικὸν ἀλλὰ θεματικόν, ἀπὸ γὰρ τοῦ ἐνεστῶτος ἔχει αὐτό· δάμνω γάρ ἐστιν ὁ ἐνεστώς. 121 Ἐτετύφει· εἴρηται. Δυϊκά. Ἐτετύφειτον, ἐτετυφείτην. Ἰστέονὅτι τὸ μὲν πρῶτον πρόσωπον τῶν δυϊκῶν ἐπιλιμπάνει ἐνταῦθα, ἐπειδὴ τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν τὸ ˉμ ἐπὶ τῆς τελευταίας συλ λαβῆς ἔχει, ἐτετύφειμεν γάρ ἐστιν. Τὸ δὲ δεύτερον τῶν δυϊκῶν ἀπὸ τοῦ δευτέρου τῶν πληθυντικῶν γέγονε τροπῇ τοῦ ˉε εἰς ˉοˉν, οἷον ἐτε τύφειτε ἐτετύφειτον· τὸ δὲ τρίτον τῶν δυϊκῶν οὐχ ὁμοφωνεῖ τῷ ἰδίῳ δευτέρῳ, ἐπειδὴ τὸ τρίτον τῶν πληθυντικῶν οὔτε εἰς ˉσˉι λήγει οὔτε εἰς ˉτˉαˉι· ἐτετύφεισαν γάρ ἐστι τὸ τρίτον τῶν πληθυντικῶν· γέγονε δὲ τὸ τρίτον τῶν δυϊκῶν ἀπὸ τοῦ ἰδίου δευτέρου τροπῇ τοῦ ˉο εἰς ˉη, οἷον ἐτετύφειτον ἐτετυφείτην. Πληθυντικά. Ἐτετύφειμεν. Εἴρηται ὁ κανὼν ἐν τῷ παρατατικῷ, ὅτι πᾶν πρῶτον πρόσωπον εἰς ˉν λῆγον, μὴ ἔχον τὸ ˉμ κλιτικόν, πρὸ τοῦ ˉν λαμβάνον τὸ ˉμ καὶ ˉε τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν ποιεῖ, οἷον ἐτύφθην ἐτύφθημεν, ἐδάρην ἐδάρημεν, ἐποίουν ἐποιοῦμεν, ἐβόων ἐβοῶμεν, ἐχρύσουν ἐχρυσοῦμεν, ἔτυπτον ἐτύπτομεν, ἔγραφον ἐγράφομεν· οὕτως οὖν καὶ ἐτετύφειν ἐτετύφειμεν περὶ γὰρ τοῦ ἐτίθην ἐτίθεμεν καὶ ἵστην ἵσταμεν καὶ ἐδίδων ἐδίδομεν καὶ ἐζεύγνυν ἐζεύγνυ μεν, ὅτι συνέστειλαν τὴν παραλήγουσαν ἐν τοῖς πληθυντικοῖς, ἐν τοῖς εἰς ˉμˉι, εἰ θεῷ φίλον, μαθησόμεθα. Ἐτετύφειτε. Εἴρηται, ὅτι τὰ εἰς ˉμˉεˉν πληθυντικὰ τροπῇ τῆς ˉμˉεˉν εἰς ˉτˉε τὸ δεύτερον ποιοῦσιν· τὴν δὲ παραλήγουσαν οὐκ ἔτρεψεν, ἐπειδὴ ἔχει τὴν μετοχὴν εἰς ˉς, τετυφώς γάρ ἐστιν ἡ μετοχή. Ἐτετύφεισαν. Κανονίζει τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν ἀπὸ τοῦ πρώτου τῶν αὐτῶν λέγων οὕτως· τὰ εἰς ˉμˉεˉν πληθυντικὰ ἀπὸ τῶν εἰς ˉν φύσει μακροκαταλήκτων κεκλιμένα εἰς ˉσˉαˉν ποιοῦσι τὸ τρίτον τῶν πληθυντικῶν, οἷον ἐτύφθην ἐτύφθημεν ἐτύφθησαν, ἐδάρην ἐδάρημεν ἐδάρησαν, ἔγνων ἔγνωμεν ἔγνωσαν, ἔβην ἔβημεν ἔβησαν, τυφθείην τυφθείημεν τυφθείησαν, ἐτίθην ἐτίθεμεν ἐτίθε σαν, ἵστην ἵσταμεν ἵστασαν, ἐδίδων ἐδίδομεν ἐδίδοσαν, ἐζεύγνυν ἐζεύγνυ μεν ἐζεύγνυσαν, ἐβίων ἐβίωμεν ἐβίωσαν, ἦν ἦμεν ἦσαν· οὕτως οὖν καὶ ἐτετύφειν ἐτετύφειμεν ἐτετύφεισαν, ἐπεποιήκειν ἐπεποιήκειμεν ἐπεποι ήκεισαν, ἐδεδούπειν ἐδεδούπειμεν ἐδεδούπεισαν· περὶ δὲ τοῦ ἐκοσμήθημεν ἐκοσμήθησαν καὶ τοῦ ἔβην ἔβημεν ἔβησαν καὶ τοῦ ἔφην ἔφημεν ἔφησαν, ὅτι γίνονται ποιητικῶς κόσμηθεν καὶ ἔβαν καὶ ἔφαν, οἷον αὐτὰρ ἐπεὶ κόσμηθεν, καὶ πῇ ἔβαν εὐχωλαί, εἰρήκαμεν ἐν τῷ τρίτῳ προσώπῳ τῶν πληθυντικῶν τοῦ 122 παρατατικοῦ. Πρόσκειται ἐν τῷ κανόνι ἀπὸ τῶν εἰς ˉν φύσει μακρο καταλήκτων διὰ τὸ ἐποίουν καὶ ἐβόων καὶ ἐχρύσουν· ταῦτα γὰρ εἰς ˉν λήγουσι μετὰ μακρᾶς, καὶ τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν εἰς ˉμˉεˉν ἔχουσιν, οἷον ἐποιοῦμεν ἐβοῶμεν ἐχρυσοῦμεν, καὶ ὅμως οὐ ποιοῦσιν εἰς ˉσˉαˉν τὸ τρίτον τῶν πληθυντικῶν· οὐδὲ γὰρ λέγομεν ἐποιοῦσαν καὶ ἐβοῶσαν καὶ ἐχρυσοῦσαν, ἀλλ' ἐποίουν καὶ ἐβόων καὶ ἐχρύσουν, ἐπειδὴ οὐκ ἔστιν ἐπ' αὐτῶν ἡ μακρὰ ἡ ἐν τῷ πρώτῳ προσώπῳ τῶν ἑνικῶν φύσει· ἀπὸ γὰρ συναιρέσεως ταῦτα τὰ μακρὰ ἔχουσιν, ἀπὸ γὰρ τοῦ ἐποίεον γέγονεν ἐποίουν, καὶ ἀπὸ τοῦ ἐβόαον γέγονεν ἐβόων, καὶ ἀπὸ τοῦ ἐχρύσοον γέγονεν ἐχρύσουν. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι ἐτετύφεσαν λέγουσιν οἱ Ἴωνες χωρὶς τοῦ ˉι κατὰ τὴν παραλήγουσαν καὶ ἐγεγράφεσαν, καὶ ἐπὶ τῶν λοιπῶν ὡσαύτως, οἷστισι καὶ οἱ Ἀττικοὶ πολλάκις ἀκολουθοῦσιν, ἐπεποιήκεσαν λέγοντες· ὁ δὲ κανὼν ταῦτα πάντα μετὰ τοῦ ˉι ἀπαιτεῖ, οἷον ἐπεποι ήκεισαν ἐγεγράφεισαν διὰ τῆς ˉεˉι διφθόγγου, ἐπειδὴ ἐτετύφειμεν καὶ ἐπεποιήκειμεν καὶ ἐγεγράφειμεν διὰ τῆς ˉεˉι διφθόγγου, τροπῇ δὲ τῆς ˉμˉεˉν εἰς ˉσˉαˉν γίνονται. Μέσος ὑπερσυντέλικος. Ἐτετύπειν. Ὅσα ἔδει ῥηθῆναι καὶ ἐπὶ τοῦ μέσου ὑπερσυντελίκου, ἐλέχθη ἐν τῇ διδασκαλίᾳ τοῦ ἐνεργητικοῦ ὑπερσυντελίκου. Ἐτε τύπεις, ἐτετύπει. Δυϊκά· ἐτετύπειτον, ἐτετυπείτην. Πληθυν τικά· ἐτετύπειμεν, ἐτετύπειτε, ἐτετύπεισαν. Ἀόριστος πρῶτος. Ἔτυψα. Ἐνταῦθα περὶ τοῦ πρώτου ἀορίστου διαλαμβάνει καὶ λέγει, ὅτι πᾶς μέλλων, δηλονότι πρῶτος, τρέπων τὸ τελευταῖον ˉω εἰς ˉα καὶ τὴν ἄρχουσαν ἐκτείνων χρονικῶς ἢ συλλαβικῶς πρῶτος ἀόριστος γίνεται, οἷον ποιήσω ἐποίησα, τύψω ἔτυψα, γράψω ἔγραψα, ἐλεήσω ἠλέησα, ὀρθώσω ὤρθωσα, λέξω ἔλεξα, χρυ σώσω ἐχρύσωσα· καὶ εἰ μὲν ἀπὸ συμφώνου ἄρχεται ὁ μέλλων, προσόδῳ τοῦ ˉε αὔξεται ἡ ἄρχουσα τοῦ πρώτου ἀορίστου, οἷον τύψω ἔτυψα, γράψω ἔγραψα, νοήσω ἐνόησα, τῶν ἀπὸ τοῦ ˉρ ἀρχομένων καὶ πάντως ἕτερον ˉρ προσλαμβανόντων κατὰ τὸν ἀόριστον, οἷον ῥάψω ἔρραψα, ῥίψω ἔρριψα, ῥυπώσω ἐρρύπωσα, ῥαπίσω ἐρράπισα, ῥεύσω ἔρρευσα· εἰ δὲ ἀπὸ φωνήεντος ἄρχεται ὁ μέλλων, χρονικῶς μεγεθύνεται ὁ πρῶτος ἀόριστος, οἷον ἐρωτήσω ἠρώτησα, ἐλεήσω ἠλέησα, ἅψω ἧψα, ἀγοράσω ἠγόρασα, ἀριστήσω ἠρίστησα, ἑρμηνεύσω ἡρμήνευσα, ὀρθώσω ὤρθωσα, ὀμόσω ὤμοσα, ὁπλίσω ὥπλισα, αἰτήσω ᾔτησα, οἰκήσω ᾤκησα, 123 οἰκονομήσω ᾠκονόμησα, οἰκοδομήσω ᾠκοδόμησα, αὐλίσω ηὔλισα, αὐχήσω ηὔχησα, αὐτομολήσω ηὐτομόλησα· καὶ ἔστιν ἐν συντόμῳ εἰπεῖν, ὥσπερ ὁ παρατατικὸς ἐκανονίσθη ἐκ τοῦ ἐνεστῶτος κατὰ τὴν ἄρχουσαν, οὕτω καὶ ὁ πρῶτος ἀόριστος κανονίζεται ἐκ τοῦ μέλλοντος κατὰ τὴν ἄρχουσαν. Περὶ δὲ τῆς παραληγούσης τοῦ πρώτου ἀορίστου ἔστιν εἰπεῖν, παραλήγουσαν τὴν αὐτὴν ἔχει τῷ μέλλοντι ὁ πρῶτος ἀόριστος, οἷον κόψω ἔκοψα, γράψω ἔγραψα, ποιήσω ἐποίησα, νοήσω ἐνόησα, λαλήσω ἐλάλησα, τελέσω ἐτέλεσα, πλεύσω ἔπλευσα· τὸ γὰρ ἅψω ἧψα καὶ ἄξω ἦξα καὶ ἄρξω ἦρξα λόγῳ ἀρχούσης ἐγένετο καὶ οὐ λόγῳ παραληγού σης· ἐπειδὴ γὰρ ταῦτα δισύλλαβά εἰσιν καὶ τὴν αὐτὴν ἔχουσιν ἄρχουσαν καὶ παραλήγουσαν, τῷ λόγῳ οὖν τῆς ἀρχούσης ἔτρεψαν τὰ φωνήεντα ἐν τῷ πρώτῳ ἀορίστῳ, καὶ οὐ τῷ λόγῳ τῆς παραληγούσης ἐφύλαξαν αὐτά. Δεῖ προσθεῖναι χωρὶς εἰ μὴ περισπῷτο ὁ μέλλων, ὡς ἐπὶ τῆς πέμπτης συζυγίας τῶν βαρυτόνων, τουτέστι τῆς δι' ἀμεταβόλων ἐκφερο μένης· τότε γὰρ τὴν παραλήγουσαν αὐτοῦ ἐκτείνει ὁ πρῶτος ἀόριστος, τουτέστι φύσει μακρὰν αὐτὴν ποιεῖ, οἷον κερῶ ἔκειρα, φθερῶ ἔφθειρα, στελῶ ἔστειλα, σπερῶ ἔσπειρα, δερῶ ἔδειρα, κτενῶ ἔκτεινα, νεμῶ ἔνειμα, δεμῶ ἔδειμα (τὸ οἰκοδομῶ), ἀγγελῶ ἤγγειλα, τιλῶ ἔτιλα, ποικιλῶ ἐποίκιλα, ῥανῶ ἔρρανα, μιανῶ ἐμίανα, σημανῶ ἐσήμανα, χλιανῶ ἐχλίανα, λιανῶ ἐλίανα, θερμανῶ ἐθέρμανα, μολυνῶ ἐμόλυνα, ἀμβλυνῶ ἤμβλυνα· ἰδοὺ γὰρ ταῦτα ἐν μὲν τῷ μέλλοντι βραχὺ ἔχουσι τὸ δίχρονον, ἐν δὲ τῷ πρώτῳ ἀορίστῳ φύσει μακρόν. Ἰστέον δὲ ὅτι πολλάκις οἱ Ἴωνες τρέπουσι τὸ ˉα εἰς τὸ ˉη ἐν τῷ πρώτῳ ἀορίστῳ, οἷον ἐμίανα ἐμίηνα, ἐχλίανα ἐχλίηνα, ἐθέρμανα ἐθέρ μηνα, ἐλίανα ἐλίηνα, ἐκάθαρα ἐκάθηρα, ἐσήμανα ἐσήμηνα, ἐξ οὗ ὁ πρῶτος μέσος ἀόριστος ἐσημηνάμην, ἔφανα ἔφηνα, ἐξ οὗ ὁ πρῶτος μέσος ἀόριστος ἐφηνάμην· τούτοις δὲ τοῖς ὑπὸ τῶν Ἰώνων γινομένοις, λέγω δὴ τῷ ἐμίηνα καὶ ἐλίηνα καὶ ἐχλίηνα καὶ ἐκάθηρα καὶ ἐσήμηνα καὶ τοῖς ὁμοίοις, χρῶνται οἱ Ἀθηναῖοι. [Ἰστέον δὲ ὅτι τὸ γήμας τοῦτον τὸν τρόπον γέγονεν· ἔστι γαμῶ γαμήσω ἐγάμησα, καὶ κατὰ συγκοπὴν τοῦ ˉη καὶ ˉς ἔγαμα, καὶ κατὰ τροπὴν Ἰωνικὴν τοῦ ˉα εἰς ˉη ἔγημα, ὥσπερ ἐμίανα ἐμίηνα, καὶ λοιπὸν ἐκεῖθεν ἡ μετοχὴ γήμας.] Δεῖ δὲ καὶ τοῦτο γινώσκειν, ὅτι ὁ πρῶτος ἀόριστος ἢ φύσει μακρᾷ θέλει παραλήγεσθαι, οἷον ἐποίησα ἐνόησα ἐστεφάνωσα ἐδάνεισα, ἢ θέσει μακρᾷ, οἷον ἔνυξα ἔπλεξα ἔγραψα ἔκοψα, ἢ καὶ φύσει καὶ θέσει, οἷον ἤλειψα ἤμειψα· ταῦτα γὰρ καὶ φύσει μακρᾷ παραλήγονται, καθὸ τῇ ˉεˉι διφθόγγῳ 124 παραλήγονται, καὶ θέσει, καθὸ ἔχουσι διπλοῦν σύμφωνον ἐπιφερόμενον· ὅθεν ἀναλογώτεροί εἰσιν οἱ ποιηταί, ἐπὶ τῶν ἐχόντων ἓν ˉς καὶ βραχεῖ παραληγομένων διπλασιάζοντες τὸ ˉς, οἷον ἐτέλεσα ἐτέλεσσα, ἐσύρισα ἐσύρισσα, ἐγέλασα ἐγέλασσα, ἵνα εὑρεθῇ μακρὰ ἡ παραλήγουσα. Ταῦτα μὲν ἐν τούτοις. Ἔστι δὲ καὶ οὕτω κανονίσαι τὸν πρῶτον ἀόριστον. Ἰστέον ὅτι ὁ πρῶτος ἀόριστος τὴν ἄρχουσαν τὴν αὐτὴν ἔχει τῷ παρατατικῷ, οἷον ἔτυπτον ἔτυψα, ἔγραφον ἔγραψα, ἔλεγον ἔλεξα, ἐποίουν ἐποίησα, ἔρραπτον ἔρραψα, ἔρριπτον ἔρριψα, ἐρρύπουν ἐρρύπωσα, ἔρραινον ἔρρανα, ἔφθειρον ἔφθειρα, ἔστελλον ἔστειλα, ἠλέουν ἠλέησα, ἠγόραζον ἠγόρασα, ὤρθουν ὤρθωσα, ᾤκουν ᾤκησα, ᾔτουν ᾔτησα· εἰς ˉα δὲ ἀεὶ λήγει, καὶ πρὸ τοῦ ˉα δι' ἑνὸς τῶν ἑπτὰ ἡμιφώνων ἐκφέρεται, ἤγουν ἢ διὰ τοῦ ˉξ ἐκφέρεται ἢ διὰ τοῦ ˉψ ἢ ˉς ἢ ˉλ ἢ ˉμ ἢ ˉν ἢ ˉρ, οἷον ἔνυξα ἔτυψα ἐποίησα ἔστειλα ἔνειμα ἔμεινα ἔκειρα· διὰ δὲ τοῦ ˉζ οὐδέποτε ἐκφέρεται. Καὶ ἔστιν εἰπεῖν ταύτην τὴν ἀπολογίαν, ὅτι τὰ χαρακτηρι στικὰ σύμφωνα τοῦ πρώτου μέλλοντος θέλουσι χαρακτηριστικὰ εἶναι καὶ πρώτου ἀορίστου, οἷον τύψω ἔτυψα, λέξω ἔλεξα, ποιήσω ἐποίησα, κερῶ ἔκειρα, τιλῶ ἔτιλα, νεμῶ ἔνειμα, μενῶ ἔμεινα· ἐπειδὴ οὖν ἐν τῷ μέλλοντι τὸ ˉζ οὐδέποτε εὑρίσκεται πρὸ τοῦ ˉω, τούτου χάριν ἐν τῷ πρώτῳ ἀορίστῳ οὐχ εὑρίσκεται πρὸ τοῦ ˉα· διατί δὲ τὸ ˉζ χαρακτηριστικὸν τοῦ μέλλοντος οὐκ ἔστιν, ἐμάθομεν ἐν τῇ διδασκαλίᾳ τοῦ ἐνεργητικοῦ παρακειμένου. Ταῦτα μὲν περὶ τῆς ἀρχούσης τοῦ πρώτου ἀορίστου καὶ περὶ τῆς ληγούσης ἔχομεν εἰπεῖν· περὶ δὲ τῆς παραληγούσης εἰρήκαμεν ἀνωτέρω. Ἰστέον δὲ καὶ τοῦτο, ὅτι πέντε τινὰ σεσημείωνται ἐν τῷ πρώτῳ ἀορίστῳ, δύο ἀπὸ τῶν εἰς ˉω καὶ τρία ἀπὸ τῶν εἰς μι· ἀπὸ μὲν τῶν εἰς ˉω τὸ εἶπα καὶ τὸ ἤνεγκα, ἀπὸ δὲ τῶν εἰς μι τὸ ἔδωκα καὶ ἔθηκα καὶ ἧκα (ἧκα δέ ἐστι τὸ ἔπεμψα, ἐξ οὗ τὸ ἀφῆκα). Ταῦτα δὲ σημειού μεθα, ὅτι οὐκ ἐφύλαξαν τὸ σύμφωνον τοῦ μέλλοντος, ὁ γὰρ μέλλων τούτων δώσω θήσω ἥσω ἐστίν (ἐξ οὗ τὸ ἀφήσω) καὶ ἐνέγξω καὶ ἔψω, καὶ ὅτι δι' ἀφώνων ἐξηνέχθησαν, τὸ γὰρ ˉκ καὶ ˉπ ἄφωνά εἰσιν· οὐδέ ποτε δὲ ἀόριστος δι' ἀφώνου ἐκφέρεται, ἀλλ', ὡς εἴρηται, δι' ἑνὸς τῶν ἑπτὰ ἡμιφώνων, οἷον ἔγραψα ἔλεξα ἐποίησα ἔκειρα ἔνειμα ἔμεινα ἔτιλα. Εἰ δέ τις εἴποι, ὅτι τὸ ἔδωκα μάτην σημειούμεθα, εὑρέθη γὰρ παρὰ τῷ ποιητῇ τρίτον πρόσωπον τῶν πληθυντικῶν διὰ τοῦ ˉς ἐκφερό μενον, οἷον δόσαν δέ μοι υἷες Ἀχαιῶν, ἀπὸ τοῦ ἔδωσαν 125 κατὰ συστολὴν ποιητικὴν τοῦ ˉω εἰς ˉο, λέγομεν, ὅτι οὐκ ἔστι τοῦτο πρώτου ἀορίστου· ὁ γὰρ πρῶτος ἀόριστος διὰ τοῦ ˉω γράφεται, ὡς πρὸς τὸν δώσω μέλλοντα, τοῦτο δὲ διὰ τοῦ ο ἐστίν· ἀλλ' ἔστι δευτέ ρου ἀορίστου, τοῦ γὰρ ἔδων δευτέρου ἀορίστου τὰ πληθυντικά εἰσιν ἔδομεν ἔδοτε ἔδοσαν, ὥσπερ ἔθην ἔθεμεν ἔθετε ἔθεσαν καὶ ἧν ἕμεν ἕτε ἕσαν διὰ τοῦ ˉε (τὸ δὲ ἕσαν σημαίνει τὸ ἔπεμψαν, ἐξ οὗ πρόεσαν ἀντὶ τοῦ προέπεμψαν), καὶ λοιπὸν ποιητικῶς ἢ ἰωνικῶς ἀπὸ τοῦ ἔδοσαν γίνεται δόσαν, ὥσπερ καὶ ἀπὸ τοῦ ἔτυπτε γέγονε ποιητικῶς ἢ ἰωνικῶς τύπτε δ' ἐπιστροφάδην. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι τὸ μὲν εἶπα καὶ ἤνεγκα κλίνονται καὶ εἰς τὰς μετο χὰς καὶ εἰς τὰς λοιπὰς ἐγκλίσεις· εἶπαι γὰρ καὶ ἐνέγκαι τὸ ἀπαρέμφα τον, ὥσπερ τύψαι καὶ γράψαι, καὶ εἶπον καὶ ἤνεγκον τὸ προστακτικόν, ὥσπερ τύψον καὶ γράψον, ὡς παρὰ Μενάνδρῳ εἶπον δὲ τί ποιεῖν μέλλετε, ἀντὶ τοῦ εἰπέ, καὶ εἴπαιμι καὶ ἐνέγκαιμι τὸ εὐκτικόν, ὥσπερ τύψαιμι καὶ γράψαιμι, καὶ ἐὰν εἴπω καὶ ἐνέγκω τὸ ὑποτακτικόν, ὥσπερ ἐὰν τύψω καὶ ἐὰν γράψω, καὶ εἴπας καὶ ἐνέγκας ἡ μετοχή, ὥσπερ τύψας καὶ γράψας, οἷον εἴπας ἥλιε χαῖρε, Κλεόμ βροτε, παρὰ Καλλιμάχῳ, ἀντὶ τοῦ εἰπών· τὸ δὲ ἔδωκα ἔθηκα ἧκα οὐ κλίνονται οὔτε εἰς τὰς μετοχὰς οὔτε εἰς τὰς λοιπὰς ἐγκλίσεις, ὁριστικὰ γὰρ μόνα ἔχουσιν. Καὶ ἄξιόν ἐστι ζητῆσαι, διατί τῶν πέντε σεσημειωμένων ἐν τῷ πρώτῳ ἀορίστῳ, φημὶ δὴ τοῦ ἤνεγκα καὶ εἶπα καὶ ἔδωκα καὶ ἔθηκα καὶ ἧκα (ὃ σημαίνει τὸ ἔπεμψα, ἐξ οὗ τὸ ἀφῆκα), τὰ μὲν δύο τὰ ἀπὸ τῶν εἰς ˉω, λέγω δὴ τὸ εἶπα καὶ ἤνεγκα, κλίνονται καὶ εἰς τὰς μετοχὰς καὶ εἰς τὰς λοιπὰς ἐγκλίσεις, τὰ δὲ τρία τὰ ἀπὸ τῶν εἰς ˉμˉι, λέγω δὴ τὸ ἔθηκα καὶ ἔδωκα καὶ ἧκα, οὐ κλίνονται οὔτε εἰς τὰς μετο χὰς οὔτε εἰς τὰς λοιπὰς ἐγκλίσεις. Καὶ λέγει ὁ Ἀπολλώνιος ταύτην τὴν ἀπολογίαν, ὅτι εἰσί τινα παράλογα καὶ λανθάνουσιν ὅτι εἰσὶ παρά λογα, οἷον λέγομεν ἐμαυτὸν ἔτυψα, σαυτὸν ἔτυψας, ἑαυτὸν ἔτυψε· τὸ οὖν τρίτου προσώπου ὑπάρχον ἐὰν τολμήσῃ ἐνταῦθα ὑπεισελθεῖν εἰς χρείαν πρώτου ἢ δευτέρου προσώπου, οἷον ἑαυτὸν ἔτυψα, ἑαυτὸν ἔτυψας, ἐλέγχεται ἐκ τῶν εὐλόγως προσφερομένων τοῦ ἐμαυτόν καὶ σαυτόν, καὶ οὐ λανθάνει ἡ παραλογία· ἐὰν δὲ ἐν τοῖς πληθυντικοῖς ὑπεισέλθῃ εἰς χρείαν τοῦ πρώτου καὶ δευτέρου προσώπου τὸ τρίτον 126 πρόσωπον, καὶ εἴπωμεν ἑαυτοὺς ἐτύψαμεν, ἑαυτοὺς ἐτύψατε, λανθάνει ἡ παραλογία ἐνταῦθα, ἐπειδὴ ἡ ἀντωνυμία σύνθετος ἐν τοῖς πληθυντι κοῖς οὐκ ἔστι, καὶ λοιπὸν οὐκ ἔχει τι τὸ ὀφεῖλον ἐλέγξαι τὴν παρα λογίαν· οὕτως οὖν καὶ ἐνταῦθα, ἐπειδὴ τὸ εἶπα καὶ ἤνεγκα οὐκ ἔχουσι μέλλοντας ἐν χρήσει, τούτου χάριν οὐ κωλύονται κλίνεσθαι καὶ εἰς τὰς μετοχὰς καὶ εἰς τὰς λοιπὰς ἐγκλίσεις· τὸ δὲ ἔδωκα ἔθηκα καὶ ἧκα (ὃ σημαίνει τὸ ἔπεμψα, ἐξ οὗ τὸ ἀφῆκα), ἐπειδὴ ἔχουσι μέλλοντας ἐν χρήσει τοὺς ὀφείλοντας ἐλέγξαι τὴν παραλογίαν αὐτῶν, λέγω δὴ τὸ θήσω δώσω ἥσω, ἥσω γὰρ καὶ ἐγώ (ἀντὶ τοῦ πέμψω, ἐξ οὗ τὸ ἀφήσω), τούτου χάριν κωλύονται κλίνεσθαι εἰς τὰς μετοχὰς καὶ εἰς τὰς λοιπὰς ἐγκλίσεις. Ταῦτα μὲν ὁ Ἀπολλώνιος. Ὁ δὲ Ἡρωδιανὸς ἄλλην ἀπολογίαν παραδίδωσιν ἔχουσαν οὕτως· τὸ εἶπα διὰ τοῦ ˉψ ὤφειλεν ἐκφέρεσθαι, ἐπειδὴ καὶ ὁ μέλλων τὸ ˉψ ἔχει, ἔψω γάρ ἐστιν, τοῦ δὲ μέλλοντος τὸ ˉψ ἔχοντος καὶ ὁ πρῶτος ἀόριστος διὰ τοῦ ˉψ ἐκφέρεται, οἷον γράψω ἔγραψα, τύψω ἔτυψα· καὶ πάλιν τὸ ἤνεγκα διὰ τοῦ ˉξ ὤφειλεν ἐκφέρεσθαι, ἐπειδὴ καὶ ὁ μέλλων διὰ τοῦ ˉξ ἐκφέρεται, ἐνέγξω γάρ ἐστιν ὁ μέλλων, τοῦ δὲ μέλλοντος τὸ ˉξ ἔχοντος καὶ ὁ πρῶτος ἀόριστος διὰ τοῦ ˉξ ἐκφέρεται, οἷον λέξω ἔλεξα, νύξω ἔνυξα· ἐπειδὴ οὖν τὸ εἶπα διὰ τοῦ ˉψ ὤφειλεν καὶ τὸ ἤνεγκα διὰ τοῦ ˉξ, οὐκ ἐγένετο δὲ οὕτως, ἀλλὰ τὸ μὲν διὰ τοῦ ˉπ, τὸ δὲ διὰ τοῦ ˉκ, τὸ δὲ ˉκ συγγένειαν ἔχει πρὸς τὸ ˉξ καὶ τὸ ˉπ πρὸς τὸ ˉψτὸ μὲν γὰρ ˉξ ἐκ τοῦ ˉκ καὶ ˉς δοκεῖ συγκεῖσθαι, τὸ δὲ ˉψ ἐκ τοῦ ˉπ καὶ ˉςεἰκότως, ὡς μέρος τι τῆς ἀναλογίας φυλάξαντα, ἀκωλύ τως κλίνονται καὶ εἰς τὰς μετοχὰς καὶ εἰς τὰς λοιπὰς ἐγκλίσεις. Τὸ δὲ ἔδωκα καὶ ἔθηκα καὶ ἧκα (ὃ σημαίνει τὸ ἔπεμψα, ἐξ οὗ τὸ ἀφῆκα) διὰ τοῦ ˉς ὤφειλεν εἶναι, ἐπειδὴ καὶ ὁ μέλλων διὰ τοῦ ˉς ἐκφέρεται, δώσω γὰρ καὶ θήσω καὶ ἥσω ἐστίν (ἐξ οὗ τὸ ἀφήσω), τοῦ δὲ μέλλον τος διὰ τοῦ ˉς ὄντος καὶ ὁ πρῶτος ἀόριστος διὰ τοῦ ˉς ἐκφέρεται, οἷον ποιήσω ἐποίησα, νοήσω ἐνόησα ἐπειδὴ οὖν τὸ ἔθηκα ἔδωκα ἧκα διὰ τοῦ ˉς ὤφειλεν εἶναι, οὐκ ἐγένετο δὲ οὕτως, ἀλλὰ διὰ τοῦ ˉκ, τὸ δὲ ˉκ πρὸς τὸ ˉς οὐδεμίαν συγγένειαν ἔχει, εἰκότως, ὡς μὴ φυλάξαντα μέρος τι τῆς ἀναλογίας, κωλύονται κλίνεσθαι καὶ εἰς τὰς μετοχὰς καὶ εἰς τὰς λοιπὰς ἐγκλίσεις. Ταῦτα μὲν ἐν τούτοις. Δεῖ δὲ γινώσκειν, ὅτι οἱ Βοιωτοὶ τὸ ἤνεγκα ἤνειγξα λέγουσιν, διὰ τῆς ˉεˉι διφθόγγου τὴν παραλήγουσαν ποιοῦντες· περὶ δὲ τοῦ τὴν λήγου σαν διὰ τοῦ ˉξ εἶναι λέγομεν, ὅτι ἢ πρὸς ἀναλογίαν τοῦ μέλλοντος 127 τοῦτο πεποιήκασιν, ἐνέγξω γάρ ἐστιν ὁ μέλλων διὰ τοῦ ˉξ, ἢ ἀπὸ τοῦ ἤνεγκα γίνεται κατὰ τροπὴν Βοιωτικὴν τοῦ ˉκ εἰς ˉξ· ἔθος γὰρ ἔχουσιν οἱ Βοιωτοὶ τρέπειν τὸ ˉκ εἰς ˉξ, ὡς καὶ Ἀριστοφάνης δηλοῖ ἐν Νεφέλαις λέγων εἴξασι γοῦν ἐρίοισι πεπταμένοισιν, ἀντὶ τοῦ ἐοί κασιν ἐρίοις ἡπλωμένοις· τοῦτο γὰρ τὸ εἴξασι κατὰ Βοιωτοὺς γέγονε τροπῇ τοῦ ˉκ εἰς ˉξ, εἴκασι γάρ ἐστιν ἀντὶ τοῦ ἐοίκασιν, [ἢ] ἀπὸ τοῦ εἴκω θέματος τοῦ σημαίνοντος τὸ ὁμοιῶ. Τούτων οὕτως ἐχόντων δεῖ ζητῆσαι ἐπὶ τοῦ εἶπα, πότερον ἄρα λόγῳ ἀρχούσης προσέλαβε τὸ ˉι ἢ λόγῳ παραληγούσης· καὶ ἔχομεν εἰπεῖν τρεῖς κανόνας, ἕνα μὲν δεικνύοντα, ὅτι λόγῳ ἀρχούσης προσέλαβε τὸ ˉι οὕτως· ἔστιν ἔπω ὁ ἐνεστώς· τὸ δὲ ˉε μεγεθυνόμενον ἢ διὰ τῆς προσθήκης τοῦ ˉι μεγεθύνεται ἢ τρεπόμενον εἰς τὸ ˉη, οἷον ἔχω εἶχον, ἕλκω εἷλκον, ἐλέγχω ἤλεγχον, ἑτοιμάζω ἡτοίμαζον· οὕτω καὶ ἔπω εἶπα, λόγῳ ἀρχούσης προσελθόντος τοῦ ˉι. Οἱ δὲ κανόνες οἱ λέγοντες, ὅτι λόγῳ παραληγούσης προσέλαβε τὸ ˉι, ἔχουσιν οὕτως· ὁ εἰς ˉα λήγων ἀόριστος, μὴ ἔχων τὸ ˉς ἢ τὸ ˉξ ἢ τὸ ˉψ, πάντως φύσει μακρᾷ παραλήγε ται, οἷον ἔκειρα ἔτιλα ἔρρανα ἔνειμα ἔμεινα· ἐν οἷς οὖν τὸ εἶπα οὐκ ἔχει οὔτε τὸ ˉς οὔτε τὸ ˉξ οὔτε τὸ ˉψ, δηλονότι προσῆλθε τὸ ˉι λόγῳ παρα ληγούσης, ἵνα εὑρεθῇ φύσει μακρὰ ἡ παραλήγουσα· πρόσκειται μὴ ἔχων τὸ ˉς ἢ τὸ ˉξ ἢ τὸ ˉψ διὰ τὸ ἔγραψα ἔλεξα εἴρυσα, ταῦτα γὰρ οὐ παραλήγονται φύσει μακρᾷ, οὐκ ἀντιστρέφοντος τοῦ κανόνος· οὐδὲ γὰρ πάντως ὁ ἔχων τὸ ˉς ἢ τὸ ˉξ ἢ τὸ ˉψ οὐ παραλήγε ται φύσει μακρᾷ, ἀλλ' ἔσθ' ὅτε καὶ αὐτὸς παραλήγεται φύσει μακρᾷ· ἰδοὺ γὰρ ὁ ἤλειψα καὶ ὁ ἔληξα καὶ ὁ ἐποίησα ἀόριστος λόγῳ παρα ληγούσης ἔχων τὸ ˉψ καὶ τὸ ˉξ καὶ τὸ ˉς φύσει μακρᾷ παραλήγεται. Δεύτερος δὲ κανὼν δεικνύς, ὅτι λόγῳ παραληγούσης προσέλαβε τὸ ˉι ὁ εἶπα ἀόριστος, ἔστιν οὗτος· ἀπὸ τοῦ ἔψω μέλλοντος ὤφειλεν εἶναι ὁ πρῶτος ἀόριστος ἔψα, φυλάττειν γὰρ θέλει, ὡς ἐν τοῖς προλαβοῦσιν ἐμάθομεν, τὴν παραλήγουσαν τοῦ μέλλοντος ὁ πρῶτος ἀόριστος· μετελ θούσης δὲ τῆς θέσει μακρᾶς εἰς φύσει μακρὰν ἐγένετο εἶπα, ὥσπερ καὶ ἐν τῷ γιγνώσκω γινώσκω καὶ ἐν τῷ γίγνεται γίνεται· τὸ γὰρ γιγνώσκω καὶ γίγνεται θέσει μακρὸν ἔχουσι τὸ ˉι, τὸ δὲ γινώσκω καὶ γίνεται φύσει μακρόν, τῆς θέσει μακρᾶς μετελθούσης εἰς φύσει μακράν. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι οἱ δύο κανόνες ἔχουσιν ἀντίθεσιν, ὁ μὲν εἷς τῆς 128 ἀρχούσης, ὁ δὲ εἷς τῆς παραληγούσης. Ἔστι γὰρ εἰπεῖν πρὸς τὸν λόγον τὸν τῆς ἀρχούσης, ὅτι τὰ λόγῳ ἀρχούσης προσερχόμενα ἐν τῷ παρατατικῷ καὶ τοῖς ἀορίστοις χρονικῶς ἢ συλλαβικῶς ἀποβάλλονται καὶ ἐν ταῖς μετοχαῖς καὶ ἐν ταῖς λοιπαῖς ἐγκλίσεσιν, οἷον ἔτυπτον τύπτων τύπτειν τύπτε τύπτοιμι ἐὰν τύπτω, αἰτῶ ᾔτουν αἰτῶν αἴτει αἰτοῖμι ἐὰν αἰτῶ, ἔτυψα τύψας τύψαι τύψον τύψαιμι ἐὰν τύψω, ἠλέησα ἐλεήσας ἐλεῆσαι ἐλέησον ἐλεήσαιμι ἐὰν ἐλεήσω, ἔλαβον λαβών λαβεῖν λαβέ λάβοιμι ἐὰν λάβω, ἦλθον ἐλθών ἐλθεῖν ἐλθέ ἔλθοιμι ἐὰν ἔλθω· πρόσκειται τῷ παρατατικῷ καὶ τοῖς ἀορίστοις διὰ τὸν παρακεί μενον, οὗτος γὰρ οὐδαμῶς ἀποβάλλει τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν· οὔτε γὰρ ἐν ταῖς μετοχαῖς αὐτοῦ ἀποβάλλει αὐτήν, οὔτε ἐν ταῖς λοιπαῖς ἐγκλίσεσιν, οἷον τέτυφα τετυφώς τετυφέναι τέτυφε τετύφοιμι ἐὰν τετύφω, ἠλέηκα ἠλεηκώς ἠλεηκέναι ἠλέηκε ἠλεήκοιμι ἐὰν ἠλεήκω· τὸ δὲ εἶπα οὔτε ἐν ταῖς μετοχαῖς οὔτε ἐν ταῖς λοιπαῖς ἐγκλίσεσιν ἀποβάλλει τὸ ˉι, οἷον εἴπας παρὰ Καλλιμάχῳ, εἴπας ἥλιε χαῖρε, ἀντὶ τοῦ εἰπών, καὶ [εἰπεῖν] εἶπαι εἶπον, εἶπον δὲ τί ποιεῖν μέλλετε παρὰ Μενάνδρῳ, ἀντὶ τοῦ εἰπέ, εἴπαιμι ἐὰν εἴπω· ἄρα οὖν οὐ προσῆλθε τὸ ˉι λόγῳ ἀρχούσης. Πάλιν πρὸς τὸν λόγον τῆς παραληγούσης τὸν λέγοντα, ὅτι ὁ εἰς ˉα λήγων ἀόριστος μὴ ἔχων τὸ ˉς ἢ τὸ ˉξ ἢ τὸ ˉψ πάντως φύσει μακρᾷ παρα λήγεται, οἷον ἔκειρα ἔτιλα ἔρρανα ἔνειμα ἔμεινα, ἔστιν ἀντιθεῖναι καὶ εἰπεῖν, ὅτι ὁ εἰς ˉα λήγων ἀόριστος, τοῦ μέλλοντος μὴ παραληγομένου φύσει μακρᾷ, οὐδὲ αὐτὸς δύναται παραλήγεσθαι φύσει μακρᾷ, οἷον ἀγοράσω ἠγόρασα, δεσπόσω ἐδέσποσα, νύξω ἔνυξα, λέξω ἔλεξα, τύψω ἔτυψα· εἰ δὲ ἄρα καὶ παραλήγεται φύσει μακρᾷ, τοῦ μέλλοντος μὴ παραληγομένου φύσει μακρᾷ, πάντως δι' ἀμεταβόλου ἐκφέρεται, οἷον κερῶ ἔκειρα, τιλῶ ἔτιλα, νεμῶ ἔνειμα, μενῶ ἔμεινα, ῥανῶ ἔρρανα· ἐν οἷς καὶ τὸ εἶπα οὐκ ἔχον ἀμετάβολον οὐκ ὤφειλε φύσει μακρὰν ἔχειν τὴν παραλήγουσαν, τοῦ μέλλοντος μὴ παραληγομένου φύσει μακρᾷ, ἔψω γάρ ἐστιν ὁ μέλλων· πρόσκειται τοῦ μέλλοντος μὴ παρα ληγομένου φύσει μακρᾷ, ἐπειδὴ ἐὰν ὁ μέλλων φύσει μακρᾷ παρα λήγηται, καὶ ὁ εἰς ˉα λήγων ἀόριστος φύσει μακρᾷ παραλήγεται, οἷον ποιῶ ποιήσω ἐποίησα, νοῶ νοήσω ἐνόησα, ἀλείφω ἀλείψω ἤλειψα. Κρείττων οὖν ἐστιν ὁ δεύτερος τρόπος τῆς παραληγούσης ὁ λέγων, ὅτι ἡ θέσει μακρὰ μετῆλθεν εἰς φύσει μακράν. [Ἔτυψα] ἔτυψας, ἔτυψε. Δυϊκά· ἐτύψατον, ἐτυψάτην. Πληθυντικά· ἐτύψαμεν, ἐτύψατε, ἔτυψαν. Εἴρηται ἡ διδασκαλία 129 τοῦ τρίτου προσώπου τῶν πληθυντικῶν ἐν τῇ διδασκαλίᾳ τοῦ τρίτου προσώπου τῶν πληθυντικῶν τοῦ παρατατικοῦ. Ἀόριστος δεύτερος. Ἔτυπον. Ἐνταῦθα περὶ τοῦ δευτέρου ἀορίστου διαλαμβάνει καὶ λέγει, ὅτι ὁ δεύτερος ἀόριστος φωνῇ μόνῃ διενήνοχε τοῦ πρώτου ἀορίστου, σημαινομένῳ δὲ ὁ αὐτός ἐστινἐὰν γάρ τις εἴπῃ ἔτυψα καὶ ἔτυπον, τὸ αὐτὸ σημαίνειὥσπερ καὶ ἐπὶ τῶν ὀνομάτων· ὁ γὰρ πρῶτος καὶ δεύτερος τύπος τῶν ὑπερθετικῶν τῷ μὲν σημαινομένῳ οὐδὲν ἀλλήλων διαφέρουσιν, τῇ δὲ φωνῇ καὶ μόνῃ διαφέρουσιν· ἔστι γὰρ ὁ μὲν πρῶτος τύπος τῶν ὑπερθετικῶν ὁ εἰς ˉτˉαˉτˉοˉς, οἷον ταχύτατος, ὁ δὲ δεύτερος ὁ εἰς ˉσˉτˉοˉς, οἷον τάχιστος· ὁ οὖν ταχύτατος καὶ ὁ τάχιστος οὐδὲν διαφέρουσιν ἀλλήλων τῷ σημαινο μένῳ, ἀλλὰ τῇ φωνῇ μόνῃ· ὁμοίως καὶ ἐν τοῖς συγκριτικοῖς καὶ ὁ πρῶτος καὶ ὁ δεύτερος τύπος τῶν συγκριτικῶν τῷ μὲν σημαινομένῳ οὐδὲν ἀλλήλων διαφέρουσιν, τῇ δὲ φωνῇ καὶ μόνῃ διαφέρουσιν· ἔστι γὰρ ὁ μὲν πρῶτος τύπος τῶν συγκριτικῶν ὁ εἰς ˉτˉεˉρˉοˉς, οἷον γλυκύτε ρος, ὁ δὲ δεύτερος ὁ εἰς ˉωˉν καθαρόν, οἷον γλυκίων, καὶ ἰδοὺ τὸ γλυ κύτερος καὶ τὸ γλυκίων οὐδὲν διαφέρουσιν ἀλλήλων τῷ σημαινομένῳ, ἀλλὰ μόνῃ τῇ φωνῇ. Οὐ μόνον δὲ ἐν τοῖς συγκριτικοῖς καὶ ὑπερθετι κοῖς εὑρεῖν τὴν αὐτὴν ἔστιν ἔχοντα σημασίαν τὰ διαφόρῳ φωνῇ λεγό μενα, ἀλλὰ καὶ ἐπὶ ἄλλων τινῶν, ὡς ἐπὶ τοῦ ἄορ ξίφος μάχαιρα φάσγανον σπάθη· ἰδοὺ γὰρ ἐπὶ τούτων διάφορος φωνὴ ὑπάρχει, τὸ δὲ σημαινόμενον ἕν· ἐν τούτῳ γὰρ καὶ ἐπαινετή ἐστιν ἡ τῶν Ἑλλήνων γλῶττα, ὡς πλατεῖα οὖσα καὶ ἐπὶ ἑνὸς σημαινομένου πολλῶν φωνῶν εὐποροῦσα· ἡ γὰρ Ῥωμαϊκὴ κατὰ τοῦτο ψεκτή, ὡς μὴ πλατεῖα ἀλλὰ στενὴ οὖσα. Ὁ οὖν δεύτερος ἀόριστος, ὡς εἴρηται, κατὰ τὴν σημασίαν ὁ αὐτός ἐστι τῷ πρώτῳ ἀορίστῳ, κατὰ δὲ μόνην τὴν φωνὴν διαφέρει· τὸ γὰρ ἔτυψα καὶ ἔτυπον τὸ αὐτὸ σημαίνουσιν, διάφορον δὲ φωνὴν ἔχουσιν· ὡσαύτως δὲ καὶ ὁ δεύτερος μέλλων κατὰ μὲν τὴν σημασίαν ὁ αὐτός ἐστι τῷ πρώτῳ μέλλοντι, κατὰ δὲ μόνην τὴν φωνὴν διαφέρει· τὸ γὰρ τύψω καὶ τυπῶ κατὰ τὴν φωνὴν μόνην εἰσὶ διάφορα· διὸ καὶ ἓξ μόνοι χρόνοι ἀριθμοῦνται, ἐνεστὼς παρατατικὸς παρακείμενος ὑπερ συντέλικος ἀόριστος καὶ μέλλων, ὡς τοῦ πρώτου καὶ δευτέρου ἀορί στου ὑπὸ ἕνα χρόνον ἀναγομένων, καὶ τοῦ πρώτου καὶ δευτέρου μέλ λοντος ὑπὸ ἕνα χρόνον ἀναγομένων, διὰ τό, ὡς εἴρηται, τὸ αὐτὸ ἔχειν σημαινόμενον. 130 Καὶ ἀποροῦσί τινες λέγοντες, εἰ ἄρα διὰ τὸ τοὺς δύο ἀορίστους ἔχειν ἓν σημαινόμενον, καὶ διὰ τὸ τοὺς δύο μέλλοντας ὁμοίως ἔχειν ἓν σημαινόμενον, ἓξ μόνοι ἀριθμοῦνται χρόνοι καὶ οὐ πλείους, ὤφειλον μηδὲ ἓξ λέγεσθαι χρόνοι, ἀλλὰ πέντε· καὶ γὰρ ὁ ἀόριστος αὐτός ἐστι κατὰ τὴν σημασίαν τῷ παρακειμένῳ καὶ ὑπερσυντελίκῳ, τὸ γὰρ ἔτυψα ἐν ἴσῳ ἐστὶ τῷ τέτυφα καὶ ἐτετύφειν. Πρὸς οὓς ἔστιν εἰπεῖν, ὅτι πρῶτον ὁ ἀόριστος αὐτὸς καθ' ἑαυτὸν οὔτε τῷ παρακειμένῳ ἰσοδυναμεῖ οὔτε τῷ ὑπερσυντελίκῳ, εἰ μὴ προσλάβοι ἢ τὸ ἄρτι ἢ τὸ πάλαι· τὸ γὰρ ἔτυψα ἄρτι ἐν ἴσῳ ἐστὶ τῷ τέτυφα, προσλαμβάνων δὲ τὸ πάλαι ἰσοδυναμεῖ τῷ ὑπερσυντελίκῳ, τουτέστι τῷ ἐτετύφειν. Δεύ τερον δέ, ὅτε καὶ δῶμεν ἀόριστον τὸν αὐτὸν εἶναι κατὰ τὴν σημασίαν τῷ ὑπερσυντελίκῳ, καὶ κατὰ τοῦτο ὡς τῶν δύο μετέχων καὶ οὐχ ἑνὸς μόνου ἀναγκάζεται κατ' ἰδίαν χρόνος κληθῆναι· ὥσπερ ἡ μετοχὴ ἡ μετέχουσα τῆς τῶν ῥημάτων καὶ τῆς τῶν ὀνομά των ἰδιότητος οὔτε μετὰ τοῦ ὀνόματος ἠδυνήθη μόνον εἶναι, ὡς κω λυομένη ἐκ τοῦ ῥήματος, οὔτε μετὰ τοῦ ῥήματος, ὡς κωλυομένη ἐκ τοῦ ὀνόματος, καὶ λοιπὸν ἐγένετο ἴδιον μέρος λόγου· τὸν αὐτὸν τρό πον καὶ ὁ ἀόριστος ὡς μετέχων καὶ τοῦ παρακειμένου καὶ τοῦ ὑπερ συντελίκου οὔτε μετὰ τοῦ παρακειμένου ἠδύνατο εἶναι, ἐπειδὴ ἐκωλύετο ἐκ τοῦ ὑπερσυντελίκου, οὔτε μετὰ τοῦ ὑπερσυντελίκου, ἐπειδὴ ἐκωλύετο ἐκ τοῦ παρακειμένου, καὶ λοιπὸν εὐλόγως ἴδιος χρόνος ἐκλήθη. Τρίτον δὲ εὐλόγως οἱ δύο ἀόριστοι ἀντὶ ἑνὸς χρόνου παραλαμβάνονται, καὶ πάλιν οἱ δύο μέλλοντες ἀντὶ ἑνὸς χρόνου, ἐπειδὴ ἐν ἀμφοτέροις οὐκ ἔστι κατὰ τὸν χρόνον ἡ διαφορά, ἀλλὰ κατὰ τὸ πρῶτον καὶ δεύτερον· ὥσπερ γὰρ ἐὰν ὦσι δύο κίονες καὶ ὁ μὲν εἷς ἐστι πρῶτος, ὁ δὲ ἕτερος δεύτερος, [καὶ] καθὸ μὲν κίονές εἰσιν, οὐκ ἔχουσι διαφοράν, ἀμφότεροι γὰρ κίονες, οὕτω καὶ οἱ ἀόριστοι ὁ μὲν εἷς πρῶτος, ὁ δὲ ἕτερος δεύτερος, καὶ οὐκ ἔχουσι διαφοράν, ἀμφότεροι γὰρ ἀόριστοι καὶ λέγονται καὶ εἰσίν· καὶ πάλιν οἱ δύο μέλλοντες καθὸ μέλλοντες οὐδεμίαν ἔχουσι διαφοράν, ἀμφότεροι γὰρ μέλλοντες καὶ λέγονται καὶ εἰσίν, κατὰ δὲ τὸ πρῶτον καὶ δεύτερον δοκεῖ εἶναι διαφορά, ὁ μὲν πρῶτός ἐστιν, ὁ δὲ δεύτερος. Ὁ δὲ ἀόριστος κατὰ αὐτὴν τὴν σημασίαν ἔχει τὴν διαφορὰν πρὸς τὸν παρακείμενον καὶ ὑπερσυντέλικον, καὶ γὰρ ἐν μὲν τῷ ἀορίστῳ ἄδηλόν ἐστιν, εἴτε ἄρτι ἐπληρώθη τὸ πρᾶγμα, εἴτε 131 πρὸ πολλοῦ· τὸ γὰρ ἔτυψα ἄδηλόν ἐστιν εἴτε ἄρτι εἴτε πάλαι· ἐν δὲ τῷ παρακειμένῳ δῆλόν ἐστιν ὡς ἄρτι ἐπληρώθη τὸ πρᾶγμα, τὸ γὰρ τέτυφα τὸ ἄρτι πληρωθὲν δηλοῖ· ὡσαύτως δὲ καὶ ἐν τῷ ὑπερσυντελίκῳ δῆλόν ἐστιν ὅτι πάλαι ἐπληρώθη τὸ πρᾶγμα, τὸ γὰρ ἐτετύφειν τὸ πρὸ πολλοῦ πληρωθὲν δηλοῖ· ὅθεν καὶ ὁ ἀόριστος, ὡς εἴρηται, προσλαμβά νων μὲν τὸ ἄρτι ἰσοδυναμεῖ τῷ παρακειμένῳ, τὸ γὰρ ἔτυψα ἄρτι ἐν ἴσῳ ἐστὶ τῷ τέτυφα· προσλαμβάνων δὲ τὸ πάλαι ἰσοδυναμεῖ τῷ ὑπερ συντελίκῳ, τὸ γὰρ ἔτυψα πάλαι ἐν ἴσῳ ἐστὶ τῷ ἐτετύφειν· εὐλόγως οὖν ὡς κατὰ αὐτὴν τὴν σημασίαν ἔχων ὁ ἀόριστος τὴν διαφορὰν πρὸς τὸν παρακείμενον καὶ ὑπερσυντέλικον ἴδιος χρόνος ἐκλήθη. Πᾶς τοίνυν δεύτερος ἀόριστος ἀπὸ τῶν εἰς ˉω κεκλι μένος συνάρχεται μὲν τῷ πρώτῳ ἀορίστῳ, εἰς ˉοˉν δὲ λήγει. Ἐνταῦθα τὸν δεύτερον ἀόριστον κανονίζει· καὶ ἰστέον ὅτι ὁ δεύτερος ἀόριστος συνάρχεται τῷ πρώτῳ ἀορίστῳ, οἷον ἔτυψα ἔτυπον, ἔκειρα ἔκαρον, ἔφθειρα ἔφθαρον, ἔρραψα ἔρραφον, ἡμάρτησα ἥμαρτον, ὠλί σθησα ὤλισθον. Δεῖ δὲ καὶ τοῦτο γινώσκειν, ὅτι πᾶς δεύτερος ἀόρι στος ἐνεργητικὸς ὁριστικὸς πρώτου προσώπου ἑνικοῦ εἰς ˉν λήγει, καὶ πρὸ τοῦ ˉν ἀπὸ τῶν εἰς ˉω ῥημάτων ὑπάρχων, εἴτε ἀπὸ βαρυτόνων εἴτε ἀπὸ περισπωμένων, βραχυκαταληκτεῖ, τουτέστι πρὸ τοῦ ˉν τὸ ˉο ἔχει, οἷον τύπτω ἔτυπον, λήβω ἔλαβον, δήκω ἔδακον, μήθω ἔμαθον, φήγω ἔφαγον, νύσσω ἔνυγον, λείπω ἔλιπον, μυκῶ ἔμυκον, δουπῶ ἔδου πον, ὀλισθῶ ὤλισθον, χραισμῶ ἔχραισμον, ἀλαλκῶ ἤλαλκον, ἁμαρτῶ ἥμαρτον· πρόσκειται ἀπὸ τῶν εἰς ˉω ῥημάτων ὑπάρχων διὰ τοὺς ἀπὸ τῶν εἰς ˉμˉι δευτέρους ἀορίστους· οὗτοι γὰρ οὔτε βραχυκατα ληκτοῦσιν οὔτε εἰς ˉοˉν λήγουσιν, ἀλλὰ καὶ μακροκαταληκτοῦσι καὶ διά φορον ἔχουσι τὴν κατάληξιν· ποτὲ μὲν εἰς ˉωˉν λήγουσι διὰ τοῦ ˉω, οἷον ἔγνων ἐβίων ἥλων, ποτὲ δὲ εἰς ˉηˉν, οἷον ἔστην ἔθην ἔβην ἔφην, ποτὲ δὲ εἰς ˉυˉν ἐκτεταμένου τοῦ ˉυ, οἷον ἔφυν ἔδυν ἔκλυν (ἀφ' οὗ τὸ κλῦθι). Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι ὁ δεύτερος ἀόριστος πρὸ τῆς ˉοˉν συλλαβῆς τὸ σύμφω νον ἔχει τοῦ μέσου παρακειμένου, ἤγουν τὸ ὂν πρὸ τοῦ ˉα ἐν τῷ μέσῳ παρακειμένῳ. Ἔστι δὲ εἰπεῖν ταῦτα, ἃ εἰρήκαμεν ἐν τῷ μέσῳ παρακει μένῳ, ὅτι εἰ μὲν ὁ ἐνεστὼς δι' ἑνὸς ἁπλοῦ συμφώνου ἐκφέρεται, δι' ἐκείνου καὶ ὁ μέσος παρακείμενος καὶ ὁ δεύτερος ἀόριστος ἐκφέρεται, οἷον λείπω λέλοιπα ἔλιπον, πήθω ἔπαθον, κείρω κέκορα ἔκαρον, φθείρω ἔφθορα ἔφθαρον, σπείρω ἔσπορα ἔσπαρον, πλέκω πέπλοκα ἔπλακον (ἐξ οὗ καὶ τὸ ἐπλάκην)· εἰ δὲ ὁ ἐνεστὼς διὰ δύο συμφώνων ἐκφέρεται, δι' οὗ τὸ ῥηματικὸν ὄνομα ἐκφέρεται, διὰ τούτου 132 καὶ ὁ μέσος παρακείμενος καὶ ὁ δεύτερος ἀόριστος ἐκφέρεται, οἷον σκάπτω σκαφή καὶ ἀποσκαφή (τὸ ἀποσκάψαι) ἔσκαφα καὶ ἔσκαφον (ἐξ οὗ τὸ ἐσκάφην), ῥάπτω ῥαφή ἔρραφα καὶ ἔρραφον (ἐξ οὗ τὸ ἐρρά φην), τύπτω τύπος τέτυπα καὶ ἔτυπον, βλάπτω βλάβη βέβλαβα καὶ ἔβλαβον (ἐξ οὗ τὸ ἐβλάβην), κόπτω κοπή κέκοπα καὶ ἔκοπον (ἐξ οὗ τὸ ἐκόπην). Εἰ δὲ διὰ τοῦ ˉζ ἢ διὰ δύο ˉςˉσ ἐκφέρεται ὁ ἐνεστώς, τότε ὁ μέσος παρακείμενος καὶ ὁ δεύτερος ἀόριστος ἀκολουθήσει τῷ μέλ λοντι· καὶ εἰ μὲν ὁ μέλλων διὰ τοῦ ˉξ ἐστίν, ὁ μέσος παρακείμενος καὶ ὁ δεύτερος ἀόριστος διὰ τοῦ ˉγ ἐκφέρεται, οἷον νύσσω νύξω νένυγα καὶ ἔνυγον (ἐξ οὗ τὸ ἐνύγην), πλήσσω πλήξω πέπληγα καὶ ἔπλαγον (ἐξ οὗ τὸ ἐπλάγην καὶ κατεπλάγην), πήσσω πήξω πέπηγα καὶ ἔπαγον (ἐξ οὗ τὸ ἐπάγην), σφάζω σφάξω ἔσφαγα καὶ ἔσφαγον (ἐξ οὗ τὸ ἐσφάγην), κράζω κράξω κέκραγα καὶ ἔκραγον (ἐξ οὗ τὸ ἐκράγην)· εἰ δὲ ὁ μέλλων διὰ τοῦ ˉς, ὁ μέσος παρακείμενος καὶ ὁ δεύτερος ἀόριστος διὰ τοῦ ˉδ ἐκφέρεται, οἷον χάζω χάσω κέχαδα ἔχαδον, φράζω φράσω πέφραδα καὶ ἔφραδον. Εἰ δὲ ὁ ἐνεστὼς διὰ δύο ἀμεταβόλων ἐκφέρε ται, διὰ τοῦ πρώτου ἀμεταβόλου καὶ ὁ μέσος παρακείμενος καὶ ὁ δεύ τερος ἀόριστος ἐκφέρεται, οἷον κάμνω κέκαμα καὶ ἔκαμον, τέμνω τέτομα καὶ ἔταμον, δάμνω (σημαίνει δὲ τὸ δαμάζω) δέδαμα καὶ ἔδαμον (ἐξ οὗ τὸ ἐδάμην)· ἐκ τούτου πιθανεύονταί τινες λέγοντες, ὅτι τοῦ τίλλω καὶ πάλλω καὶ τῶν ὁμοίων τὸ δεύτερον ἀμετάβολον ἀπεβλήθη ἐν τῷ τέτιλα καὶ ἔτιλον καὶ πέπαλα καὶ ἔπαλον μέσῳ παρακειμένῳ καὶ δευτέρῳ ἀορίστῳ, οἳ καὶ ἀνατρέπονται, ὥς που εἰρήκαμεν ἐν τῷ μέσῳ παρακειμένῳ. Εἰ δὲ ὁ ἐνεστὼς διὰ καθαροῦ τοῦ ˉω ἐκφέρεται, καὶ ὁ μέσος παρακείμενος διὰ καθαροῦ τοῦ ˉα ἐκφέρεται καὶ ὁ δεύτερος ἀόρι στος διὰ καθαροῦ τοῦ ˉοˉν, οἷον κίω (σημαίνει δὲ τὸ πορεύομαι) κέκια καὶ ἔκιον, ὡς παρὰ τῷ ποιητῇ ἔκιον μεγάλῳ ἀλαλητῷ, δίω δέδια καὶ ἔδιον, καίω κέκηα καὶ ἔκαον (ἐξ οὗ τὸ ἐκάην), πίω πέπια καὶ ἔπιον, εἴω (τὸ πορεύομαι) καὶ ὁ μέσος παρακείμενος εἶα, καὶ κατ' ἔκτασιν Ἀττικὴν τοῦ ˉε εἰς τὸ ˉη καὶ κατὰ διάστασιν τοῦ ˉι ἤϊα, οἷον ἤϊα πολλὰ θεοὺς γουνούμενος, καὶ λοιπὸν ὁ δεύτερος ἀόριστος ἴον διὰ τοῦ ˉι λόγῳ τῆς παραληγούσης, ὥσπερ εἴδω ἴδον, οἷον οὐκ ἴδον, οὐ πυθόμην· ὅτι γὰρ δευτέρου ἀορίστου 133ἐστὶ τὸ ἔπιον καὶ ἔκιον καὶ ἴον, δηλοῦσιν αἱ μετοχαὶ αὐτῶν ὀξυ νόμεναι, οἷον πιών κιών ἰών, ἐξ οὗ τὸ συνιών καὶ ἀπιών καὶ παριών καὶ ἐπιών καὶ προσιών· αἱ γὰρ εἰς ˉωˉν ὀξύτονοι μετοχαὶ δευτέρου ἀορίστου εἰσίν, οἷον ἔλαβον λαβών, ἔφαγον φαγών, ἔδραμον δραμών, ἔλιπον λιπών, ἔδακον δακών, ἔπαθον παθών, ἔτυχον τυχών, ἔτυπον τυπών. Ταῦτα μὲν ἐν τούτοις. Περὶ δὲ τῆς ποσότητος τῶν συλλαβῶν ἔστιν εἰπεῖν, ὅτι ἀπὸ μὲν βαρυτόνων θεμάτων ἰσοσυλλαβεῖ τῷ πρώτῳ ἀορίστῳ ὁ δεύτερος ἀόρι στος, οἷον τύπτω ἔτυψα ἔτυπον, ῥάπτω ἔρραψα ἔρραφον, νύσσω ἔνυξα ἔνυγον, γράφω ἔγραψα ἔγραφον (ἐξ οὗ τὸ ἐγράφην)· ἀπὸ δὲ περι σπωμένων θεμάτων μιᾷ αὐτοῦ ἐνδεῖ ὁ δεύτερος ἀόριστος, οἷον δουπῶ ἐδούπησα ἔδουπον, μυκῶ ἐμύκησα ἔμυκον, χραισμῶ ἐχραίσμησα ἔχραισμον, ὀλισθῶ ὠλίσθησα ὤλισθον, καὶ τοῦτο εἰκότως· ὅτε γὰρ ὁ μέλλων περιττο συλλαβεῖ τοῦ ἐνεστῶτος, τότε καὶ ὁ πρῶτος ἀόριστος ἐκ τοῦ μέλλοντος κανονιζόμενος τοῦ δευτέρου ἀορίστου τοῦ ἐκ τοῦ ἐνε στῶτος κανονιζομένου, χραισμῶ χραισμήσω ἐχραίσμησα ἔχραισμον, ὀλισθῶ ὀλισθήσω ὠλίσθησα ὤλισθον, κτυπῶ κτυπήσω ἐκτύπησα ἔκτυπον, δουπῶ δουπήσω ἐδούπησα ἔδουπον· ὅτε δὲ ὁ μέλλων ἰσοσυλλαβεῖ τῷ ἐνεστῶτι, τότε καὶ ὁ πρῶτος ἀόριστος ἐκ τοῦ μέλλοντος κανονιζόμενος ἰσοσυλλαβεῖ τῷ δευτέρῳ ἀορίστῳ τῷ ἐκ τοῦ ἐνεστῶτος κανονιζομένῳ, οἷον τύπτω τύψω ἔτυψα ἔτυπον, γράφω γράψω ἔγραψα ἔγραφον, ῥάπτω ῥάψω ἔρραψα ἔρραφον, κείρω κερῶ ἔκειρα ἔκαρον. Ἕτεροι δὲ λέγουσιν, ὅτι εὐλόγως ἀπὸ μὲν βαρυτόνων θεμάτων ἰσοσυλλαβεῖ ὁ δεύ τερος ἀόριστος τῷ πρώτῳ ἀορίστῳ, ἀπὸ δὲ περισπωμένων μιᾷ αὐτοῦ ἐνδεῖ, ἐπειδὴ συγγένειαν ἔχει ὁ πρῶτος ἀόριστος πρὸς τὸν πρῶτον μέλλοντα, καὶ ὁ δεύτερος ἀόριστος πρὸς τὸν δεύτερον μέλλοντα· καὶ γὰρ ὁ μὲν πρῶτος ἀόριστος ἐκ τοῦ πρώτου μέλλοντος κανονίζεται, ὁ δὲ δεύτερος μέλλων ἐκ τοῦ δευτέρου ἀορίστου· ἐπειδὴ οὖν ἡνίκα βαρύ νεται τὸ θέμα, ὁ πρῶτος μέλλων καὶ ὁ δεύτερος μέλλων ἰσοσυλλαβοῦσιν, οἷον τύπτω τύψω τυπῶ, κείρω κερῶ καρῶ, τούτου χάριν καὶ ὁ πρῶτος ἀόριστος καὶ ὁ δεύτερος ἰσοσυλλαβοῦσιν, οἷον ἔτυψα ἔτυπον, ἔκειρα ἔκαρον· ἐπειδὴ ἡνίκα περισπᾶται τὸ θέμα ἤγουν ὁ ἐνεστώς, ἐνδεῖ μιᾷ συλλαβῇ ὁ δεύτερος μέλλων τοῦ πρώτου μέλλοντος, οἷον κτυπῶ κτυπήσω κτυπῶ, δουπῶ δουπήσω δουπῶ, τούτου χάριν τότε καὶ ὁ δεύ τερος ἀόριστος ἐνδεῖ μιᾷ συλλαβῇ τοῦ πρώτου ἀορίστου, οἷον ἐκτύπησα ἔκτυπον, ἐδούπησα ἔδουπον. Διακρίνεται δὲ ὁ κτυπῶ καὶ δουπῶ μέλ λων ἐκ τοῦ κτυπῶ καὶ δουπῶ ἐνεστῶτος, ὅτι ὁ μὲν δεύτερος μέλλων οὐκ ἔχει ἐντέλειαν, ὁ δὲ ἐνεστὼς ἔχει ἐντέλειαν, οἷον κτυπέω δουπέω. Ταῦτα μὲν ἐν τούτοις. 134 Ἰστέον δὲ ὅτι ἡ πρώτη ἐστὶν αἰτία κρείττων ἡ ἐκ τοῦ μέλλοντος καὶ ἐνεστῶτος· εἰ γὰρ ἐκ τοῦ μέλλοντος κανονίζεται ὁ πρῶ τος ἀόριστος, ἀλλ' οὖν ὁ δεύτερος ἀόριστος ἐκ τοῦ δευτέρου μέλλοντος οὐ κανονίζεται, ἵνα ἀκολουθήσῃ αὐτῷ, ἀλλ' ἐκ τοῦ ἐνεστῶτος, τοὐναν τίον δὲ ὁ δεύτερος μέλλων ἐκ τοῦ δευτέρου ἀορίστου κανονίζεται. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι πολλάκις συνεμπίπτουσιν ἀλλήλοις ὁ παρατατικὸς καὶ ὁ δεύτερος ἀόριστος, ὡς ἐπὶ τοῦ ἔγραφον καὶ ἔλεγον· δεῖ γὰρ γινώσκειν, ὅτι ταῦτα καὶ παρατατικοῦ εἰσι καὶ δευτέρου ἀορίστου· καὶ παρατατικοῦ μέν, ὡς δηλοῖ ἡ μετοχὴ ἡ γράφων, ὡς ἀπὸ βαρυτόνων θεμάτων, ὥσπερ ἔτυπτον τύπτων, ἔκοπτον κόπτων· εἰ γὰρ ἦσαν δευ τέρου ἀορίστου, ὀξύνεσθαι ὤφειλεν ἡ μετοχή· αἱ γὰρ εἰς ˉωˉν μετοχαὶ τοῦ δευτέρου ἀορίστου ὀξύνονται, οἷον τυπών δραμών λαβών φαγών πιών δακών παθών τυχών λαχών, χωρὶς τοῦ πέφνων, ὅπερ βαρύνεται ὁμοίως τῷ τέμνων καὶ κάμνων· δευτέρου δὲ ἀορίστου εἰσὶ τὸ ἔγραφον καὶ ἔλεγον, ὡς δηλοῖ ὁ ἐγράφην καὶ ἐλέγην παθητικὸς δεύτερος ἀόρι στος· ὁ γὰρ παθητικὸς δεύτερος ἀόριστος ἀπὸ τοῦ δευτέρου ἀορίστου τοῦ ἐνεργητικοῦ γίνεται τροπῇ τοῦ ˉο εἰς ˉη, οἷον ἔτυπον ἐτύπην, ἔγρα φον ἐγράφην, ἔσταλον ἐστάλην, ἔνυγον ἐνύγην, ἔκαον ἐκάην. Ταῦτα μὲν ἐν τούτοις. Περὶ δὲ τῆς παραληγούσης τοῦ δευτέρου ἀορίστου ἔστιν εἰπεῖν, ὅτι ἀπὸ μὲν βαρυτόνων θεμάτων ὑπάρχων ὁ δεύτερος ἀόριστος βρα χείᾳ θέλει παραλήγεσθαι, οἷον τύπτω ἔτυπον, πείθω ἔπιθον (ἐξ οὗ τὸ πιθεῖν ἀπαρέμφατον, ὥσπερ λαβεῖν, καὶ κατὰ ἀναδιπλασιασμὸν πεπιθεῖν, ῥηϊδίως πεπιθεῖν μεγάλας φρένας Αἰακίδαο), τεύχω ἔτυχον, ἐλεύθω ἤλυθον καὶ κατὰ συγκοπὴν ἦλθον, λήβω ἔλαβον, λήκω ἔλακον, δήκω ἔδακον, φήγω ἔφαγον, μήθω ἔμαθον, πήθω ἔπαθον, λήχω ἔλαχον, τήκω ἔτακον (ἐξ οὗ τὸ ἐτάκην), πρήθω ἔπραθον (ἐξ οὗ τὸ ἐπράθην), τρώγω ἔτραγον, φεύγω ἔφυγον, καίω ἔκαον (ἐξ οὗ τὸ ἐκάην)· ἀπὸ δὲ περισπωμένων ἀδιαφορεῖ ἡ παραλήγουσα πῇ μὲν συστελ λομένη, οἷον μυκῶ ἔμυκον, κτυπῶ ἔκτυπον, πῇ δὲ φυλαττομένη μακρά, οἷον ὀλισθῶ ὤλισθον, χραισμῶ ἔχραισμον, δουπῶ ἔδουπον. Καὶ ζητεῖ ὁ Φιλόπονος, διατί ποτὲ μὲν συστέλλεται ἡ παραλήγουσα τοῦ δευ τέρου ἀορίστου ἐπὶ τῶν περισπωμένων, ποτὲ δὲ φυλάττεται μακρά· καὶ λέγει, ὅτι τὰ ἔχοντα δύο σύμφωνα μακρὰν φυλάττουσι τὴν παρα λήγουσαν ἐν τῷ δευτέρῳ ἀορίστῳ ἐπὶ τῶν περισπωμένων, οἷον χραισμῶ 135 ἔχραισμον, ὀλισθῶ ὤλισθον, βλαστῶ ἔβλαστον, ἀλαλκῶ ἤλαλκον, ἁμαρτῶ ἥμαρτον, τὰ δὲ μὴ ἔχοντα δύο σύμφωνα συστέλλουσι τὴν παραλήγου σαν ἐν τῷ δευτέρῳ ἀορίστῳ ἐπὶ τῶν περισπωμένων, οἷον ληκῶ ἔλακον. Οὐκ ἀκριβῶς δὲ λέγει, ἰδοὺ γὰρ τὸ δουπῶ ἔδουπον μὴ ἔχον δύο σύμ φωνα ἐφύλαξε μακρὰν τὴν παραλήγουσαν. Πάλιν ζητοῦσι, διατί γὰρ τὰ ἔχοντα δύο σύμφωνα φυλάττουσι μακρὰν τὴν παραλήγουσαν ἐν τῷ δευτέρῳ ἀορίστῳ ἐπὶ τῶν περισπω μένων, οἷον χραισμῶ ἔχραισμον, ὀλισθῶ ὤλισθον, τὰ δὲ μὴ ἔχοντα δύο σύμφωνα συστέλλουσι τὴν παραλήγουσαν τοῦ δευτέρου ἀορίστου ἐπὶ τῶν περισπωμένων, οἷον ληκῶ ἔλακον. Καὶ λέγουσί τινες, ὅτι εὐλόγως τὸ χραισμῶ καὶ τὸ ὀλισθῶ καὶ τὰ ὅμοια οὐ συστέλλουσι τὴν παρα λήγουσαν ἐν τῷ ἔχραισμον καὶ ὤλισθον δευτέρῳ ἀορίστῳ, ἐπειδὴ οὐκ ἔχουσι τὴν μακρὰν κυρίως παραλήγουσαν· δυνάμει γὰρ προπαραλήγουσά ἐστιν· τὸ γὰρ ἐντελὲς χραισμέω καὶ ὀλισθέω. Ἀλλὰ κακῶς λέγουσιν· πρῶτον μὲν γὰρ εἰ καὶ ἡ ἐν τῷ ἐνεστῶτι μακρὰ οὐκ ἔστι κυρίως ἐν τῇ παραληγούσῃ, ἀλλὰ δυνάμει ἐν τῇ παραληγούσῃ ἐστίν, ἀλλ' οὖν ἐν τῷ δευτέρῳ ἀορίστῳ τῷ ἔχραισμον καὶ ὤλισθον κυρίως ἐν τῇ παρα ληγούσῃ ἐστὶ μακρά, καὶ ὤφειλε συσταλῆναι· δεύτερον δὲ κατὰ τὸν λόγον αὐτῶν οὔτε τὸ ληκῶ ὤφειλε συστεῖλαι τὴν παραλήγουσαν ἐν τῷ ἔλακον δευτέρῳ ἀορίστῳ, ἐπειδὴ δυνάμει μακρὰ ἐν τῇ προπαρα ληγούσῃ ἐστὶ καὶ οὐκ ἐν τῇ παραληγούσῃ, ληκέω γάρ ἐστι τὸ ἐντελές. Ταῦτα μὲν ἐν τούτοις. Ἄξιον δέ ἐστι ζητῆσαι, διατί ὁ δεύτερος ἀόριστος, ἡνίκα μὲν ᾖ ἀπὸ βαρυτόνων θεμάτων, πάντως βραχείᾳ παραλήγεται, οἷον τύπτω ἔτυπον, τρώγω ἔτραγον, λείπω ἔλιπον, λήβω ἔλαβον, μήθω ἔμαθον, δήκω ἔδακον, ἡνίκα δὲ ᾖ ἀπὸ περισπωμένων θεμάτων, οὐ πάντως βρα χείᾳ παραλήγεται, ἀλλ' ἔστιν ὅτε καὶ μακρᾷ, οἷον χραισμῶ ἔχραισμον, ὀλισθῶ ὤλισθον, δουπῶ ἔδουπον· πρόσκειται οὐ πάντως βραχείᾳ παραλήγεται, ἀλλ' ἔστιν ὅτε καὶ μακρᾷ καὶ οὐκ ἀεὶ μακρᾷ, ἐπειδὴ ἔστιν ὅτε καὶ βραχείᾳ παραλήγεται, οἷον μυκῶ ἔμυκον, ληκῶ ἔλακον, κτυπῶ ἔκτυπον. Καὶ ἔστιν εἰπεῖν ταύτην τὴν ἀπολογίαν· εἰ παρε λήγετο μακρᾷ ὁ δεύτερος ἀόριστος, ἡνίκα ᾖ ἀπὸ βαρυτόνων θεμάτων, ἤμελλε κατὰ πάντα συνεμπίπτειν τῷ παρατατικῷ, καὶ οὐδεμία διαστολὴ ἦν τοῦ δευτέρου ἀορίστου καὶ τοῦ παρατατικοῦ· καὶ γὰρ ὁ παρατατι κὸς συνάρχεται ἀεὶ τῷ δευτέρῳ ἀορίστῳ, ἔτι δὲ ἡνίκα βαρύνεται τὸ θέμα, καὶ τὴν αὐτὴν λήγουσαν ἔχουσιν οἱ δύο χρόνοι, οἷον ἔλειπον καὶ 136 ἔλιπον, ἔπειθον καὶ ἔπιθον, ἔτρωγον καὶ ἔτραγον, ἔτυπτον καὶ ἔτυπον· καὶ τὴν παραλήγουσαν ὀφείλουσι φυλάττειν καὶ μὴ συστέλλειν ἐν τῷ δευτέρῳ ἀορίστῳ, παρατατικὸς σχεδὸν εὑρίσκεται ὁ δεύτερος ἀόριστος, καὶ οὖκ ἦν τι τὸ διακρῖνον τὸν δεύτερον ἀόριστον καὶ τὸν παρατατικόν· τούτου οὖν χάριν ἡνίκα ἀπὸ βαρυτόνων θεμάτων ὁ δεύ τερος ἀόριστός ἐστιν, συστέλλει τὴν παραλήγουσαν. Ἡνίκα δὲ ἀπὸ περισπωμένων θεμάτων ἐστὶν ὁ δεύτερος ἀόριστος, ἀναγκάζεται πάντως συστέλλειν τὴν παραλήγουσαν, ἐπειδὴ εἰ καὶ μὴ συστέλλει τὴν παραλήγουσαν, ἱκανή ἐστιν ἡ λήγουσα διαστολὴν ποιήσασθαι τοῦ παρα τατικοῦ καὶ τοῦ δευτέρου ἀορίστου· καὶ γὰρ ἐπὶ τῶν περισπωμένων ὁ μὲν παρατατικὸς μακροκαταληκτεῖ, οἷον δουπῶ ἐδούπουν, χραισμῶ ἐχραίσμουν, ὀλισθῶ ὠλίσθουν, μυκῶ ἐμύκων, ὁ δὲ δεύτερος ἀόριστος βραχυκαταληκτεῖ, οἷον ἔχραισμον ἔδουπον ἔμυκον ὤλισθον· καθόλου γὰρ ὁ δεύτερος ἀόριστος ἀπὸ τῶν εἰς ˉω ῥημάτων ὑπάρχων, εἴτε ἀπὸ βαρυτόνων θεμάτων εἴτε ἀπὸ περισπωμένων, βραχυκαταληκτεῖ, οἷον τύπτω ἔτυπον, λείπω ἔλιπον, τρώγω ἔτραγον, δουπῶ ἔδουπον, χραισμῶ ἔχραισμον· ὡς ἱκανῆς οὔσης τῆς ληγούσης ἐπὶ τῶν περισπω μένων διαστολὴν ποιήσασθαι τοῦ παρατατικοῦ καὶ τοῦ δευτέρου ἀορί στου, οὐκ ἀναγκάζεται πάντως ἡ παραλήγουσα τοῦ δευτέρου ἀορίστου συσταλῆναι, ἡνίκα ἐστὶν ἀπὸ περισπωμένων θεμάτων. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι ὁ δεύτερος ἀόριστος, εἴτε ἀπὸ βαρυτόνων θεμάτων ὑπάρχει εἴτε ἀπὸ περισπωμένων, βραχείᾳ θέλει παραλήγεσθαι, οἷον λείπω ἔλιπον, τρώγω ἔτραγον, λήβω ἔλαβον, κτυπῶ ἔκτυπον, μυκῶ ἔμυκον· τὰ γὰρ φυλάττοντα τὴν παραλήγουσαν μακρὰν ἐν τῷ δευτέρῳ ἀορίστῳ εὐαρίθμητα· εἰσὶ δὲ ταῦτα χραισμῶ ἔχραισμον, ὀλισθῶ ὤλισθον, βλαστῶ ἔβλαστον, ἀλαλκῶ ἤλαλκον, ἁμαρτῶ ἥμαρτον, καὶ κατὰ ὑπερ βιβασμὸν τοῦ ˉρ καὶ τροπῇ τοῦ ˉα εἰς ˉο καὶ πλεονασμῷ τοῦ ˉβ ἤμβρο τον. Τὸ δὲ ˉβ ἐπλεόνασεν, ἐπειδὴ τὸ ˉμ πρὸ τοῦ ˉρ οὔτε ἐν συλλήψει δύναται εἶναι οὔτε ἐν διαστάσει· ἐν συλλήψει μέν, ἐπειδὴ ἀμετάβολον ἀμεταβόλου οὐδέποτε προηγεῖται, οἷον ἅρμα ἔρνος ἅλμη, εἰ μὴ τὸ ˉμ τοῦ ˉν, οἷον μνᾶ μνημεῖον· ἐν διαστάσει δὲ οὐκ ἠδύ νατο εἶναι τὸ ˉμ πρὸ τοῦ ˉρ, ἐπειδὴ τὸ ˉρ οὐ θέλει ἔχειν πρὸ ἑαυτοῦ ἕτερον σύμφωνον κατὰ διάστασιν, εἰ μὴ αὐτὸ τὸ ˉρ, οἷον ἔρραπτον ἔρραφον ἔρραγον ἐπίρρημα ὑποδηματορράφος ἄρρωστος· πρόσκειται κατὰ διάστασιν, ἐπειδὴ ἕτερα σύμφωνα εὑρίσκονται προηγούμενα τοῦ 137 ˉρ κατὰ σύλληψιν, οἷον δρῶ κρέας Τρώς γραῦς βρέχω. Δεῖ προσθεῖναι χωρὶς τῶν ἀπὸ τῆς πρός εἴς ἔξ δύς· ἐπὶ τούτων γὰρ εὑρίσκονται ἕτερα σύμφωνα προηγούμενα τοῦ ˉρ κατὰ διάστασιν, οἷον δύσριγος δύσροια πρόσριψις ἐκρεῦσαι. Ἐπειδὴ οὖν, ὡς δέδεικται, οὐκ ἠδύνατο τὸ ˉμ πρὸ τοῦ ˉρ εἶναι οὔτε κατὰ σύλληψιν οὔτε κατὰ διάστασιν, ἐξ ἀνάγκης ἐπλεόνασε τὸ ˉβ ἐν τῷ ἤμβροτον. Ἔστι καὶ τὸ δουπῶ ἔδουπον μακρᾷ παραληγόμενον, καὶ τὸ τέρπω ἔταρπον καὶ [ἔτραπον πρὸς διά φορον σημαινόμενον· ἀπὸ μὲν τοῦ τέρπω τὸ ἔταρπον, ἐξ οὗ τὸ ταρπήμεναι ἄμφω, ἀπὸ δὲ τοῦ τρέπω τὸ ἔτραπον, ἐξ οὗ τὸ ἐτρά πην] πλήσσω ἔπληγον καὶ ἔπλαγον πρὸς διάφορον σημαινόμενον· ὁ γὰρ πλήσσων ἢ ὁ πλησσόμενος ἢ σωματικῶς πλήσσεται ἢ ψυχικῶς, καὶ εἰ μὲν σωματικῶς, ἔπληγον διὰ τοῦ ˉη, ἐξ οὗ καὶ τὸ ἐπλήγην, εἰ δὲ ψυχικῶς, ἔπλαγον διὰ τοῦ ˉα, ἐξ οὗ τὸ ἐπλάγην καὶ κατεπλάγην. Ἀμέλει ὁ ποιητὴς ἐπειδὴ ἐπὶ τῆς ψυχικῆς διαθέσεως κατεπλήγη εἶπε διὰ τοῦ ˉη διὰ τὴν ἀνάγκην τοῦ μέτρου, τούτου χάριν προσέθηκε τὸ φίλον ἦτορ, κατεπλήγη φίλον ἦτορ, ἵνα μὴ διὰ τὴν γραφὴν τοῦ ˉη νομισθῇ ἐπὶ τῆς σωματικῆς διαθέσεως κεῖσθαι. Τὸ αὐτὸ δὲ λέγουσι καὶ ἐπὶ τοῦ πονῶ πονήσω καὶ πονέσω· ὁ γὰρ πονῶν ἢ σωματικῶς πονεῖ ἢ ψυχικῶς, καὶ εἰ μὲν σωματικῶς, πονέσω διὰ τοῦ ˉε, εἰ δὲ ψυχικῶς, πονήσω διὰ τοῦ ˉη· διὰ τοῦτο σημειούμεθα παρὰ Ἀριστοφάνει ἐγὼ δέ τοι πεπόνηκα κομιδῇ τὼ σκέλη, ἐπειδὴ σωματικῶς λεχθὲν διὰ τοῦ ˉη προηνέχθη. Ἔστι καὶ τὸ δέρθω ἔδαρθον μακρᾷ παραληγόμενον, ὅπερ γίνεται κατὰ ὑπερβιβασμὸν ἔδραθον (σημαί νει δὲ τὸ ἐκοιμήθην)· ἔστι δὲ καὶ τὸ ἔπεφνον· τοῦτο δὲ σχηματίζεται τοῦτον τὸν τρόπον· ἀπὸ τοῦ φῶ (τοῦ σημαίνοντος τὸ φονεύω) γίνεται φένω διὰ τοῦ ˉε, καὶ ἔφενον καὶ ἐπέφενον, καὶ κατὰ συγκοπὴν ἔπεφνον· τοῦτο δὲ ἄφωνον ἔχει πρὸ ἀμεταβόλου καὶ τῷ λόγῳ τῆς κοινῆς ἀντὶ βραχείας παραλαμβάνεται· ἔστι καὶ τὸ ἐνέγκω ἤνεγκον· ὅτι γὰρ τὸ ἤνεγκον δευτέρου ἀορίστου ἐστίν, δηλοῖ ἡ μετοχὴ ἐνεγκών οὖσα ὀξυ τόνως· αἱ γὰρ εἰς ˉωˉν ὀξύτονοι μετοχαὶ δευτέρου ἀορίστου εἰσίν, οἷον ἔφαγον φαγών, ἔλαβον λαβών, ἔδραμον δραμών. Ἔστι καὶ τὸ ἅδε (τὸ σημαῖνον τὸ ἤρεσε)· τούτου δὲ τὸ ˉα ποτὲ μὲν ἐκτείνεται, ποτὲ δὲ συστέλλεται· γέγονε δὲ τοῦτον τὸν τρόπον· ἔστιν ἥδω (ἐξ οὗ τὸ ἥδο μαι), τούτου ὁ δεύτερος ἀόριστος λόγῳ μὲν παραληγούσης γίνεται ἅδον διὰ τοῦ ˉα, ἐξ οὗ τὸ ἅδε δ' Ἕκτορι μῦθος ἀπήμων, ὥσπερ λήβω ἔλαβον, μήθω ἔμαθον, δήκω ἔδακον, λόγῳ δὲ ἀρχούσης γίνεται ἧδον διὰ τοῦ ˉη καὶ ἧδε, καὶ κατὰ διάλυσιν τοῦ ˉη εἰς ˉε καὶ ˉα γίνεται ἕαδε, ὥσπερ ἥλω ἑάλω· ἔστι καὶ τὸ δέρκω ἔδαρκον, ὅπερ γίνεται κατὰ ὑπερβιβασμὸν ἔδρακον· ἔστι καὶ τὸ πέρθω ἔπαρθον, ὅπερ γίνεται κατὰ ὑπερβιβασμὸν ἔπραθον· τοῦτο δὲ γίνεται καὶ ἀπὸ τοῦ 138 πρήθω (ὅπερ σημαίνει τὸ καίω), ὥσπερ ἀπὸ τοῦ λήβω ἔλαβον καὶ μήθω ἔμαθον καὶ φήγω ἔφαγον. Ἔστι καὶ τὸ ἔειπον καὶ τὸ ἔειδον· δεῖ γὰρ γινώσκειν, ὅτι τὸ εἶπον καὶ εἶδον κατὰ πλεονασμὸν τοῦ ˉε γίνεται ἔειπον καὶ ἔειδον, ὡς τὸ ubị> καὶ τότε δὴ μετέειπεν· ἔστι καὶ τὸ κακέμφατον τὸ ἔπαρδον μακρᾷ παραληγόμενον, ὡς ἀπὸ τοῦ πέρδω (ἐξ οὗ τὸ πέρδομαι), ἔπαρδον καὶ ἀπέπαρδον. Τὸ ἦλθον καὶ εὗρον λόγῳ ἀρχούσης ἔχουσι τὴν μακράν· ἐπειδὴ γὰρ ταῦτα δισύλλαβά εἰσι καὶ τὴν αὐτὴν ἔχουσιν ἄρχουσαν καὶ παραλήγουσαν, τῷ λόγῳ τῆς ἀρχούσης ἔσχον τὴν μακράν, καὶ οὐ τῷ λόγῳ τῆς παραληγούσης. Γέγονε δὲ τὸ ἦλθον τοῦτον τὸν τρόπον· ὥσπερ ἀπὸ τοῦ φεύγω γέγονεν ἔφυγον καὶ ἀπὸ τοῦ τεύχω ἔτυχον, οὕτω καὶ ἀπὸ τοῦ ἐλεύθω γέγονεν ἤλυθον καὶ κατὰ συγκοπὴν ἦλθον· ὡσαύτως δὲ καὶ τὸ εἶπον, ὡς ἀπὸ τοῦ ἔπω γενόμενον, λόγῳ ἀρχούσης ἔσχε τὴν μακράν· τὸ γὰρ ˉε μεγεθυνόμενον διὰ τῆς προσθήκης τοῦ ˉι μεγεθύνεται, οἷον ἔχω εἶχον, ἕλκω εἷλκον, ἢ τρέπεται εἰς ˉη, οἷον ἑρμηνεύω ἡρμήνευον, ἐλαύνω ἤλαυνον· οὐ δυνάμεθα δὲ λέγειν, ὅτι ἐν τῷ εἶπον δευτέρῳ ἀορίστῳ λόγῳ παραληγούσης προσῆλθε τὸ ˉι, ἐπειδή, ὡς εἰρήκαμεν, ἡνίκα ᾖ ἀπὸ βαρυτόνων θεμάτων ὁ δεύτερος ἀόριστος, βραχείᾳ θέλει παραλήγεσθαι, οἷον ἔτυπον ἔνυγον ἔλαβον ἔμαθον. Ἀλλ' ἴσως ἔχεις εἰπεῖν, ὅτι εἰ ἄρα λόγῳ ἀρχούσης προσῆλθε τὸ ˉι ἐν τῷ εἶπον δευτέρῳ ἀορίστῳ, διατί μὴ ἀπέβαλεν αὐτὸ καὶ ἐν ταῖς μετοχαῖς καὶ ἐν ταῖς λοιπαῖς ἐγκλίσεσιν, εἴ γε λόγος ἐστὶν ὁ λέγων, ὅτι τὰ λόγῳ ἀρχούσης χρονικῶς ἢ συλλα βικῶς προσερχόμενα τῷ παρατατικῷ καὶ τοῖς ἀορίστοις ἀποβάλλονται καὶ ἐν ταῖς μετοχαῖς καὶ ἐν ταῖς λοιπαῖς ἐγκλίσεσιν, ἔτυπτον τύπτων τύπτειν τύπτε τύπτοιμι ἐὰν τύπτω, ᾔτουν αἰτῶν αἰτεῖν αἴτει αἰτοῖμι ἐὰν αἰτῶ, ἔτυψα τύψας τύψαι τύψον τύψαιμι ἐὰν τύψω, ἠλέησα ἐλεήσας ἐλεῆσαι ἐλέησον ἐλεήσαιμι ἐὰν ἐλεήσω, ἔλαβον λαβών λαβεῖν λάβοιμι λαβέ ἐὰν λάβω, ἦλθον ἐλθών ἐλθεῖν ἔλθοιμι ἐλθέ ἐὰν ἔλθω· πρόσκειται [καὶ] τῷ παρατατικῷ καὶ τοῖς ἀορίστοις διὰ τὸν παρα κείμενον· οὗτος γὰρ οὐδαμῶς ἀποβάλλει τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν· οὔτε γὰρ ἐν ταῖς μετοχαῖς αὐτὴν ἀποβάλλει οὔτε ἐν ταῖς λοιπαῖς ἐγκλίσεσιν, τέτυφα τετυφώς τετυφέναι τετύφοιμι τέτυφε σύ ἐὰν τετύφω, ἠλέηκα ἠλεηκώς ἠλεηκέναι ἠλεήκοιμι ἠλέηκε σύ ἐὰν ἠλεήκω· εἰ ἄρα οὖν τὸ εἶπον λόγῳ ἀρχούσης προσέλαβε τὸ ˉι, πῶς οὐκ ἀποβάλλει αὐτὸ οὔτε ἐν ταῖς μετοχαῖς οὔτε ἐν ταῖς λοιπαῖς ἐγκλί σεσιν; εἰπών γὰρ καὶ εἰπεῖν καὶ εἴποιμι καὶ εἰπέ καὶ ἐὰν εἴπω. Καὶ λέγουσί τινες, ὅτι διὰ τοῦτο ἡ εἰπών μετοχὴ οὐκ ἀποβάλλει τὸ ˉι καὶ 139 γίνεται ἐπών, ἵνα μὴ συνεμπέσῃ τῇ ἐπών μετοχῇ τῇ σημαινούσῃ τὸ ὑπάρχων· ἔστι γὰρ ὤν, καὶ ἐν συνθέσει γίνεται ἐπών, ὥς περ συνών καὶ παρών. Κρεῖττον δέ ἐστιν εἰπεῖν τὴν αἰτίαν, ἥν φησιν ὁ Φιλόπονος, ὅτι διὰ τοῦτο οὐκ ἀποβάλλεται τὸ ˉι οὔτε ἐν ταῖς μετοχαῖς οὔτε ἐν ταῖς λοιπαῖς ἐγκλίσεσι τοῦ εἶπον, ἐπειδὴ λόγος ἐστὶν ὁ λέγων, πᾶς δεύτερος ἀόριστος, συναρχόμενος τῷ πρώτῳ ἀορίστῳ ἐν τῇ ὁριστικῇ ἐγκλίσει, συνάρχεται καὶ ἐν ταῖς μετοχαῖς καὶ ἐν ταῖς λοιπαῖς ἐγκλίσεσιν, οἷον ἔτυψα ἔτυπον, τύψαι τυπεῖν, τύψαιμι τύποιμι, τύψον τύπε, ἐὰν τύψω ἐὰν τύπω, τύψας τυπών, ὠλίσθησα ὤλισθον, ὀλισθῆσαι ὀλισθεῖν, ὀλισθήσαιμι ὀλίσθοιμι, ὀλίσθησον ὄλισθε, ἐὰν ὀλισθήσω ἐὰν ὀλίσθω, ὀλισθήσας ὀλισθών· εἰ ἄρα οὖν ὁ εἶπον δεύτερος ἀόριστος συνάρχεται ἐν τῇ ὁριστικῇ ἐγκλίσει τῷ εἶπα πρώτῳ ἀορίστῳ, ὁ δὲ εἶπα πρῶτος ἀόριστος οὐκ ἀποβάλλει τὸ ˉι οὔτε ἐν ταῖς μετοχαῖς οὔτε ἐν ταῖς λοιπαῖς ἐγκλίσεσιν, οἷον εἴπας, εἴπας ἥλιε χαῖρε, ἀντὶ τοῦ εἰπών, εἶπαι εἴπαιμι εἶπον, ὡς παρὰ Μενάνδρῳ εἶπον δὲ τί ποιεῖν μέλλετε, ἀντὶ τοῦ εἰπέ, ἐὰν εἴπω, εἰκότως οὐδὲ ὁ εἶπον δεύτερος ἀόριστος ἀποβάλλει τὸ ˉι οὔτε ἐν ταῖς μετοχαῖς οὔτε ἐν ταῖς λοιπαῖς ἐγκλίσεσιν, ἵνα συνάρξηται τῷ πρώτῳ ἀορίστῳ καὶ ἐν ταῖς μετοχαῖς καὶ ἐν ταῖς λοιπαῖς ἐγκλίσεσιν, ὥσπερ καὶ ἐν τῇ ὁριστικῇ ἐγκλίσει συνάρχεται αὐτῷ. Ὁ δὲ εἶπα πρῶτος ἀόριστος διὰ τοῦτο οὐκ ἀποβάλλει τὸ ˉι οὔτε ἐν ταῖς μετοχαῖς οὔτε ἐν ταῖς λοιπαῖς ἐγκλίσεσιν, ἐπειδή, ὡς ἐμάθομεν ἐν τῇ περὶ τοῦ πρώτου ἀορίστου διδα σκαλίᾳ, προσέλαβε τὸ ˉι οὐ λόγῳ ἀρχούσης ἀλλὰ παραληγούσης· τὰ δὲ λόγῳ παραληγούσης προσερχόμενα οὐκ ἀποβάλλονται οὔτε ἐν ταῖς μετοχαῖς οὔτε ἐν ταῖς λοιπαῖς ἐγκλίσεσιν, οἷον κερῶ ἔκειρα κείρας κεῖραι κείραιμι κεῖρον ἐὰν κείρω· ἐνταῦθα τὸ ˉι λόγῳ παραλη γούσης προσῆλθε καὶ οὐκ ἀπεβλήθη οὔτε ἐν ταῖς μετοχαῖς οὔτε ἐν ταῖς λοιπαῖς ἐγκλίσεσιν. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι τὸ εἶδον γενόμενον ἀπὸ τοῦ εἴδω λόγῳ ἀρχούσης διὰ τῆς ˉεˉι διφθόγγου γράφεται, οἷον εἶδον γὰρ σκοπιὴν ἐς παιπαλόεσσαν ἀνελθών, λόγῳ δὲ παραληγούσης διὰ τοῦ ˉι γρά φεται, οἷον οὐκ ἴδον, οὐ πυθόμην. Ἰστέον δὲ ὅτι τὸ μὲν εἶδον ἐν μὲν τῇ ὁριστικῇ ἐγκλίσει παρὰ τοῖς ποιηταῖς, ἤγουν ἐν στίχῳ, καὶ διὰ τῆς ˉεˉι διφθόγγου καὶ διὰ τοῦ ˉι γράφεται, οἷον οὐκ ἴδον, οὐ πυθόμην, καὶ εἶδον γὰρ σκοπιὴν εἰς παιπα 140 λόεσσαν ἀνελθών, καὶ Τηλέμαχος μνηστῆρσιν ἐφήμενος εἶδεν Ἀθήνην, ἀντὶ τοῦ ἐθεώρησε· παρὰ δὲ τοῖς ἰαμβο γράφοις, ἤγουν ἐν ἰάμβῳ, καὶ ἐν ῥητορικῷ λόγῳ, ἤγουν ἐν πολιτικῷ, οὐ δεῖ διὰ τοῦ ˉι γράφειν αὐτὸ ἀλλὰ διὰ τῆς ˉεˉι διφθόγγου μόνον· εἰ δὲ εὑρεθῇ παρὰ τοῖς τραγικοῖς διὰ τοῦ ˉι γραφόμενον τὸ ἴδον, οὐδὲν θαυμαστόν· οἱ γὰρ τραγικοὶ ποιητικαῖς λέξεσιν εἰώθασι κεχρῆσθαι· ὅτι γὰρ τὸ εἶδον ἐν πολιτικῷ λόγῳ διὰ τῆς ˉεˉι διφθόγγου γράφεται, δῆλον εἴ γε οὐκ ἀναβιβάζει τὸν τόνον ἐν τῷ παρεῖδον καὶ συνεῖδον· εἰ γὰρ ἐγράφετο διὰ τοῦ ˉι, εἶχεν ἀναβιβάζειν τὸν τόνον, ὡς παρὰ τῷ ποιητῇ εἴσιδ' Ἀθήνην. Ἐν δὲ ταῖς λοιπαῖς ἐγκλίσεσι καὶ ἐν ταῖς μετοχαῖς διὰ συνεσταλμένου τοῦ ˉι γράφεται μόνως, οἷον ἰδών ἰδεῖν ἴδοιμι ἰδέ ἐὰν ἴδω· καὶ ἐξ αὐτοῦ δὲ γινόμενος δεύτερος μέσος ἀόριστος ἐν μὲν τοῖς ὁριστικοῖς διφορεῖται, τουτέστι διὰ τοῦ ˉι γράφεται καὶ διὰ τῆς ˉεˉι διφθόγγου, οἷον εἰδόμην καὶ ἰδόμην, ἐν δὲ ταῖς μετοχαῖς καὶ ἐν ταῖς λοιπαῖς ἐγκλίσεσι διὰ τοῦ ˉι μόνου γράφεται, οἷον ἰδέσθαι ἰδοίμην ἐὰν ἴδωμαι, οἷον ἀλλ' ἄγε δὴ τὰ χρήματ' ἀριθμήσω καὶ ἴδωμαι, καὶ ἰδόμενος ἡ μετοχή· τὸ γὰρ διὰ τῆς ˉεˉι διφθόγγου γρα φόμενον, οἷον εἰδόμενος Ἀκάμαντι θοῷ, οὐκ ἀντίκειται, ἐπειδὴ οὐκ ἔστιν ἐπὶ τούτου τοῦ σημαινομένου, λέγω δὴ τοῦ θεωρήσας, ἀλλ' ἐπὶ τοῦ ὁμοιωθείς· ἴδου τὸ προστακτικόν. Δεῖ δὲ γινώσκειν ὅτι τὸ προστακτικὸν τοῦ ἰδόμην, λέγω δὴ τὸ ἴδου, βαρύνεται· καὶ ξένον οὐδέν, εἴ γε καὶ τοῦτο βαρύνεται, τῶν προστακτικῶν τοῦ δευτέρου μέσου ἀορίστου ἔθος ἐχόντων περισπᾶσθαι, οἷον τυποῦ λαβοῦ νυγοῦ πυθοῦ· λέγει γὰρ ὁ Ἡρωδιανός, ὅτι τὰ προστακτικὰ τοῦ δευτέρου μέσου ἀορίστου οὐ πάντα περισπῶνται, καὶ παρατίθεται τὸ ἀφίκου βαρυ νόμενον καὶ τὸ ἴδου. Λέγουσι δέ τινες, ὅτι διὰ τοῦτο οὐ περισπᾶται τὸ ἴδου προστακτικόν, ἵνα μὴ συνεμπέσῃ τῷ ἰδού δεικτικῷ ἐπιρρήματι· οὗτοι δὲ οὐκ ἀκριβῶς λέγουσιν· εἰ γὰρ καὶ τῇ φωνῇ συνέπιπτον, ἀλλ' οὖν τῷ τόνῳ διεστέλλοντο· τὸ γὰρ ἰδού τὸ δεικτικὸν ἐπίρρημα ὀξύνε ται, τὸ δὲ ἰδοῦ τὸ προστακτικὸν περισπᾶσθαι εἶχεν, ὁμοίως τῷ τυποῦ λαβοῦ νυγοῦ. Ταῦτα μὲν ἐν τούτοις. Ἔλθωμεν δὲ καὶ μάθωμεν, πῶς συστέλλεται ἐν τῷ δευτέρῳ ἀορί στῳ ἡ παραλήγουσα. Ἰστέον ὅτι ὀφείλει ὁ δεύτερος ἀόριστος διχρόνῳ παραλήγεσθαι· ὅθεν ἐπὶ τοῦ τρώγω ἔτραγον τὸ ˉω εἰς τὸ ˉα ἐτράπη, καὶ ἐπὶ τοῦ λήβω ἔλαβον τὸ ˉη εἰς ˉα τρέπεται ἐν τῷ δευτέρῳ ἀορίστῳ 141 κατὰ τὴν παραλήγουσαν, εἰς ˉα δὲ συστελλόμενον, δηλονότι βραχύ, διὰ τὸ τὸν δεύτερον ἀόριστον βραχείᾳ θέλειν παραλήγεσθαι, ὡς εἴρηται. Ἔστωσαν δὲ παραδείγματα τοῦ κανόνος ταῦτα· λήβω ἔλαβον, μήθω ἔμαθον, πρήθω (τὸ καίω) ἔπραθον, φήγω ἔφαγον, λήθω ἔλαθον, πήθω ἔπαθον, δήκω ἔδακον, λήχω ἔλαχον, τήκω ἔτακον (ἐξ οὗ τὸ ἐτάκην), πλήσσω ἔπλαγον (ἐξ οὗ τὸ ἐπλάγην πρὸς διάφορον σημαι νόμενον, ὡς ἐν τοῖς προλαβοῦσιν εἰρήκαμεν). Ἡ ˉεˉυ δίφθογγος τὸ ˉε ἀπο βάλλει καὶ τὸ δίχρονον φυλάττει ἐν τῷ δευτέρῳ ἀορίστῳ· ἐμάθομεν γὰρ ὅτι ὀφείλει ὁ δεύτερος ἀόριστος διχρόνῳ παραλήγεσθαι, φεύγω ἔφυγον, τεύχω ἔτυχον, πεύθω ἔπυθον (ἐξ οὗ τὸ ἐπυθόμην), ἐλεύθω ἤλυθον καὶ κατὰ συγκοπὴν ἦλθον. Ἰστέον δὲ ὅτι ἐκ τοῦ ἔτυχον γίνεται ὁ μέσος δεύτερος ἀόριστος ἐτυχόμην, τὸ τρίτον τῶν πληθυντικῶν ἐτύχοντο, καὶ κατὰ ἀναδιπλασιασμὸν καὶ ἀφαίρεσιν τοῦ ˉε καὶ τροπὴν τοῦ ˉχ εἰς ˉκ τετύκοντο, ὡς το τετύκοντό τε δαῖτα. Ἔτι ἰστέον ὡς ἐὰν εὑρεθῶσι δύο δίχρονα, τὸ δεύτερον ἀποβάλλεται ἐν τῷ δευτέρῳ ἀορίστῳ καὶ τὸ πρῶτον φυλάττεται, οἷον καίω ἔκαον (ἐξ οὗ τὸ ἐκάην), χαίρω ἔχαρον (ἐξ οὗ τὸ ἐχάρην), μαίνω [μαίνομαι] ἔμανον (ἐξ οὗ τὸ ἐμάνην), φαίνω ἔφανον (ἐξ οὗ τὸ ἐφάνην), χαίνω ἔχανον, παύω ἔπαον (ἐξ οὗ τὸ ἐπάην καὶ ἀνεπάην ἐν τῇ συνηθείᾳ). Ἡ ˉεˉι δίφθογγος ἐν τῷ δευτέρῳ ἀορίστῳ ἀποβάλλει τὸ ˉε καὶ φυλάττει τὸ ˉι· εἴρηται γὰρ ὅτι ὀφείλει ὁ δεύτερος ἀόριστος διχρόνῳ παραλήγεσθαι, οἷον λείπω ἔλιπον, πείθω ἔπιθον (ἐξ οὗ τὸ ἀπαρέμφατον πιθεῖν, ὥσπερ λαβεῖν, καὶ κατὰ ἀναδιπλασιασμὸν πεπιθεῖν), λείβω ἔλιβον. Δεῖ προσ θεῖναι χωρὶς τῶν δισυλλάβων τῆς πέμπτης συζυγίας· ἐπ' ἐκείνων γὰρ τὸ ˉι ἀποβάλλεται κατὰ τὸν δεύτερον ἀόριστον, ἐπειδὴ καὶ ἐν τῷ μέλλοντι τὸ ˉι ἀποβάλλεται, καὶ τὸ ˉε εἰς ˉα τρέπεται, οἷον κείρω κερῶ ἔκαρον (ἐξ οὗ τὸ ἐκάρην), φθείρω φθερῶ ἔφθαρον (ἐξ οὗ τὸ ἐφθάρην), σπείρω σπερῶ ἔσπαρον (ἐξ οὗ τὸ ἐσπάρην), κτείνω κτενῶ ἔκτανον· πρόσκειται χωρὶς τῶν δισυλλάβων, ἐπειδὴ ἐπὶ τῶν ὑπὲρ δύο συλλα βὰς τὸ ˉι μόνον ἀποβάλλεται, οὐκέτι δὲ καὶ τροπὴ παρηκολούθησε τοῦ ˉε εἰς τὸ ˉα ἐν τῷ δευτέρῳ ἀορίστῳ, οἷον ἀγείρω ἤγερον, ἀείρω ἤερον, ὀφείλω ὤφελον. Ἰστέον δὲ ὅτι ὅταν εὑρεθῇ τὸ ˉε σὺν ἀμεταβόλῳ, ὡς ἐπὶ τὸ πλεῖστον τρέπεται εἰς τὸ ˉα κατὰ τὸν δεύτερον ἀόριστον ἐν τῇ παραληγούσῃ, εἴτε τοῦ ˉε προηγεῖται τὸ ἀμετάβολον εἴτε ἐπιφέρεται αὐτῷ, τῆς πέμπτης συζυγίας τὸ ˉι δηλονότι ἀποβάλλεται, οἷον 142 κείρω ἔκαρον, φθείρω ἔφθαρον, στέλλω ἔσταλον (ἐξ οὗ τὸ ἐστάλην καὶ ἀπεστάλην), δείρω ἔδαρον (ἐξ οὗ τὸ ἐδάρην), τέμνω ἔταμον, πέρθω ἔπαρθον καὶ κατὰ ὑπερβιβασμὸν ἔπραθον, δέρκω ἔδαρκον καὶ κατὰ ὑπερβιβασμὸν ἔδρακον, πέρδω ἔπαρδον (ἐξ οὗ τὸ πέρδομαι καὶ ἀπέ παρδον), δρέμω ἔδραμον· τοῦτο δὲ καὶ προηγούμενον ἔχει τοῦ ˉε καὶ ἐπιφερόμενον τὸ ἀμετάβολον· τοῦτο δὲ δύναται, ὥς φησιν Ἡρωδια νός, καὶ ἀπὸ περισπωμένου τοῦ δραμῶ εἶναι, ἐξ οὗ ὁ δεδράμηκα παρακείμενος. Καὶ ταῦτα μὲν ἐπιφερομένου τῷ ˉε τοῦ ἀμεταβόλου· καὶ προηγουμένου δὲ τοῦ ˉε τοῦ ἀμεταβόλου, οἷον κλέπτω ἔκλαπον (ἐξ οὗ τὸ ἐκλάπην), πλέκω ἔπλακον (ἐξ οὗ τὸ ἐπλάκην), τρέπω ἔτραπον (ἐξ οὗ τὸ ἐτράπην), τρέφω ἔτραφον (ἐξ οὗ τὸ ἐτράφην), στρέφω ἔστρα φον (ἐξ οὗ τὸ ἐστράφην), βρέχω ἔβραχον (ἐξ οὗ τὸ ἐβράχην). Πρόσκει ται ὡς ἐπὶ τὸ πλεῖστον διὰ τὸ ἀγείρω ἤγερον ἀείρω ἤερον καὶ ὀφείλω ὤφελον καὶ λέγω ἔλεγον (ἐξ οὗ τὸ ἐλέγην καὶ κατελέγην)· ἐπὶ τούτων γὰρ οὐκ ἐτράπη τὸ ˉε εἰς ˉα. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι περὶ τούτου διάφοροι δόξαι γεγόνασιν· οἱ μὲν γάρ, ὡς καὶ ἡμεῖς εἰρήκαμεν, λέγουσιν, ὅτι εἴτε τοῦ ˉε προηγεῖται τὸ ἀμετά βολον εἴτε ἐπιφέρεται αὐτῷ, τρέπεται τὸ ˉε εἰς τὸ ˉα ἐν τῷ δευτέρῳ ἀορίστῳ κατὰ τὴν παραλήγουσαν, καὶ τὰ μὴ τρέψαντα, οἷον τὸ ἔλεγον ἐλέγην καὶ κατελέγην, ἔφλεγον ἐφλέγην καὶ κατεφλέγην, Ἀττικὰ λέγου σιν εἶναι· οἱ δὲ λέγουσιν, ὅτι τότε τρέπεται τὸ ˉε εἰς τὸ ˉα ἐν τῷ δευ τέρῳ ἀορίστῳ κατὰ τὴν παραλήγουσαν, ἡνίκα ἐπιφέρηται αὐτῷ τι ἀμετάβολον, οἷον στέλλω ἔσταλον, δέρω ἔδαρον, καὶ τὰ τρέψαντα τοῦ ἀμεταβόλου προηγουμένου τοῦ ˉε, οἷον κλέπτω ἔκλαπον, πλέκω ἔπλα κον καὶ τὰ ὅμοια, Δωρικὰ ἔλεγον εἶναι ἐπικρατήσαντα παρ' ἡμῖν· οἱ γὰρ Δωριεῖς ἔθος ἔχουσι τρέπειν τὸ ˉε εἰς τὸ ˉα, οἷον τρέχω τράχω, Ἄρτεμις Ἄρταμις· καὶ μέχρι τοῦ νῦν ἀμφίβολος ἔμεινεν ἡ δόξα. Τούτων οὕτως ἐχόντων δεῖ γινώσκειν, ὅτι τὸ ἀμετάβολόν ἐστι τὸ ποιοῦν τροπὴν τοῦ ˉε εἰς τὸ ˉα κατὰ τὴν παραλήγουσαν τοῦ δευτέρου ἀορίστου καὶ οὐχ, ὥς τινες ἐνόμισαν, οἱ ἀόριστοι τῆς πέμπτης συζυ γίας· ἰδοὺ γὰρ τὸ πέρθω τρίτης συζυγίας τρέπει τὸ ˉε εἰς τὸ ˉα κατὰ τὸν δεύτερον ἀόριστον, ἔπαρθον γὰρ καὶ κατὰ ὑπερβιβασμὸν ἔπραθον, καὶ πάλιν τὸ τρέπω πρώτης ὂν συζυγίας ἔτραπον γίνεται (ἐξ οὗ τὸ ἐτράπην), καὶ τὸ δέρκω δευτέρας ὂν συζυγίας γίνεται ἔδαρκον καὶ κατὰ ὑπερβιβασμὸν ἔδρακον. Ταῦτα μὲν ἐν τούτοις. Καὶ ἄξιόν ἐστι ζητῆσαι περὶ τοῦ ἔπεσον, εἰ ἄρα δεῖ ἔπεσον λέγειν, ἵνα ᾖ δευτέρου ἀορίστου, ἢ ἔπεσα, ἵνα ᾖ πρώτου ἀορίστου. Καὶ ἔστιν 143 εἰπεῖν, ὅτι ἔπεσον δεῖ λέγειν· δευτέρου γὰρ ἀορίστου ἐστίν, ὡς δηλοῖ ἡ μετοχὴ πεσών οὖσα, ὥσπερ λαβών, καὶ τὸ ἀπαρέμφατον πεσεῖν, ὥσπερ λαβεῖν· εἰ γὰρ ἦν πρώτου ἀορίστου καὶ ἦν ἔπεσα, πέσας εἶναι εἶχεν ἡ μετοχή, ὥσπερ ποιήσας, καὶ τὸ ἀπαρέμφατον πέσαι, ὥσπερ ποιῆσαι. Ἰστέον ὅτι τὸ ἔπεσον μονῆρές ἐστιν· οὐδέποτε γὰρ ὁ δεύτερος ἀόριστος πρὸ τῆς ˉοˉν συλλαβῆς τὸ ˉς ἔχει, οἷον ἔτυπον ἔνυγον ἔλαβον ἔμαθον ἔφαγον ἔδακον. Λέγει δὲ ὁ Ἡρωδιανός, ὅτι ἐστὶν ὅμοιον αὐτῷ τὸ κακέμφατον, φημὶ δὴ τὸ ἔχεσον, καὶ αὐτὸ πρὸ τῆς ˉοˉν συλλαβῆς τὸ ˉς ἔχον, καὶ παρατίθεται τὴν χρῆσιν παρ' Ἀλκαίῳ ἐν Γανυ μήδει ἔχουσαν οὕτως κατέχεσον τῆς Νηρηΐδος. Σχηματίζει δὲ ὁ Ἡρωδιανὸς τοῦτον τὸν τρόπον τὸ ἔπεσον· φησὶν ὅτι, ὥσπερ ἀπὸ τοῦ φυσῶ φυσήσω γίνεται φύσημα, καὶ ἀπὸ τοῦ νοσῶ νοσήσω γίνεται νόσημα, τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ πεσῶ περισπω μένου γίνεται πεσήσω καὶ πέσημα ὄνομα ῥηματικόν, ὡς παρ' Εὐριπίδῃ ἐν Ἀνδρομάχῃ οὗ πεσήματα Πλεῖσθ' Ἑλλάδος πέπτωκε δοριπετῆ νεκρῶν· καὶ λοιπὸν ὡς ἀπὸ τοῦ πεσῶ περισπωμένου γέγονεν ἔπεσον ὁ δεύτερος ἀόριστος, ὥσπερ καὶ ἀπὸ τοῦ χραισμῶ ἔχραισμον καὶ ἀπὸ τοῦ ὀλισθῶ ὤλισθον καὶ ἀπὸ τοῦ κτυπῶ ἔκτυπον. Εἰ δέ τις εἴποι, διατί γὰρ μὴ ὡς ἀπὸ τοῦ πέσω βαρυτόνου λέγομεν αὐτὸ εἶναι, λέγομεν ὅτι οὐ δύναται τὸ ἓν ˉς χαρακτηριστικὸν εἶναι βαρυτόνου ἐνεστῶτος· ἡ γὰρ τετάρτη συζυγία τῶν βαρυτόνων ἢ διὰ τοῦ ˉζ ἢ διὰ δύο ˉςˉσ ἐκφέρεται, οὐ μὴν δι' ἑνὸς ˉς, οἷον φράζω νύσσω ὀρύσσω. Διὰ τοῦτο δὲ τὸ ἓν ˉς οὐ δύναται χαρακτηριστικὸν εἶναι βαρυ τόνου ἐνεστῶτος, ἐπειδὴ τὰ χαρακτηριστικὰ βαρυτόνου μέλλοντος οὐ δύνανται καὶ χαρακτηριστικὰ εἶναι βαρυτόνου ἐνεστῶτος, οἷον τὸ ˉξ καὶ ˉψ χαρακτηριστικά εἰσι βαρυτόνου μέλλοντος, ὡς ἐπὶ τοῦ λέξω τύψω, καὶ οὐκ εἰσὶ χαρακτηριστικὰ βαρυτόνου ἐνεστῶτος, ἀλλὰ περισπω μένου, οἷον ἑψῶ αὐξῶ, ἃ καὶ Ἀττικά εἰσιν· πρόσκειται βαρυτό νου μέλλοντος διὰ τὸ κείρω κερῶ· ἰδοὺ γὰρ ἐνταῦθα τὸ ˉρ χαρα κτηριστικόν ἐστι καὶ τοῦ ἐνεστῶτος καὶ τοῦ μέλλοντος, ἀλλ' οὐκ ἔστι βαρυτόνου μέλλοντος, ἀλλὰ περισπωμένου· εἰ δ' ἄρα καὶ τὸ ἓν ˉς χαρακτηριστικόν ἐστι βαρυτόνου μέλλοντος, ὡς ἐπὶ τοῦ πονήσω νοήσω, δηλονότι οὐ δύναται χαρακτηριστικὸν εἶναι καὶ βαρυτόνου 144 ἐνεστῶτος, ἀλλὰ περισπωμένου, οἷον φυσῶ νοσῶ. Ταῦτα μὲν ἐν τούτοις. Ἐπειδὴ δὲ οἱ Ἴωνες εἰώθασιν ἐπὶ τοῦ παρατατικοῦ καὶ πρώτου ἀορίστου καὶ δευτέρου προστιθέναι τὸ ˉσˉκ κατὰ τὸ τρίτον πρόσωπον, ἔλθωμεν καὶ διαλάβωμεν περὶ αὐτῶν. Ἰστέον ὅτι ταῦτα τὰ ἰωνικῶς γινόμενα διὰ τοῦ ˉσˉκ κατὰ τὸ τρίτον πρόσωπον, ἀπὸ μὲν βαρυτόνων ὄντα, ἔχουσι φωνῆεν πρὸ τοῦ ˉς καὶ ˉκ τὸ ˉε, οἷον τύπτεσκε λάβεσκε λέγεσκε, ὑπεσταλμένου τοῦ πρώτου ἀορίστου, περὶ οὗ μετ' ὀλίγον εἰρή σεται· καὶ τὰ τῆς πρώτης συζυγίας τῶν περισπωμένων καὶ τὰ τῆς πρώτης συζυγίας τῶν εἰς ˉμˉι ὁμοίως τὸ ˉε ἔχουσι πρὸ τοῦ ˉσˉκ, οἷον ποίεσκε τίθεσκε· τὰ δὲ τῆς δευτέρας συζυγίας τῶν περισπωμένων ἐν τῷ παρατατικῷ μόνῳ τὸ ˉα ἔχουσι πρὸ τοῦ ˉσˉκ, οἷον βόασκε γέλασκε, ἐν δὲ τῷ δευτέρῳ ἀορίστῳ, ἐὰν ὅλως γένωνται, τὸ ˉε ἔχουσι πρὸ τοῦ ˉσˉκ, οἷον μυκῶ μυκᾷς ἔμυκον μύκεσκε· τὰ δὲ τῆς δευτέρας συζυγίας τῶν εἰς ˉμˉι καὶ ἐν τῷ παρατατικῷ καὶ ἐν τῷ δευτέρῳ ἀορίστῳ διὰ τοῦ ˉα ἐκφέρονται πρὸ τοῦ ˉσˉκ, οἷον ἵστημι ἵστην ἵστης ἵστασκε ἔστην στάσκε· τὰ δὲ τῆς τρίτης συζυγίας τῶν περισπωμένων καὶ τῶν εἰς ˉμˉι διὰ τοῦ ˉο ἐκφέρονται πρὸ τοῦ ˉσˉκ, οἷον ἐχρύσουν χρύσοσκε, ἐδίδων δίδοσκε· τὰ δὲ τῆς τετάρτης συζυγίας τῶν εἰς ˉμˉι συστέλλουσι τὸ δίχρονον μόνον πρὸ τοῦ ˉσˉκ, οἷον ζεύγνυμι ἐζεύγνυν ἐζεύγνυς ζεύγνυσκε, ἔδυν ἔδυς δύσκε. Ὁ δὲ πρῶτος ἀόριστος ἐπὶ τῶν βαρυτόνων καὶ ἐπὶ τῶν περι σπωμένων καὶ ἐπὶ τῶν εἰς ˉμˉι τὸ ˉα ἔχει πρὸ τοῦ ˉσˉκ, οἷον τύψασκε γράψασκε βοήσασκε φήσασκε πλήσασκε, καὶ τοῦτο εἰκότως· τὸ γὰρ κεχρεωστημένον ˉα τῷ τρίτῳ προσώπῳ ἀνεδέξατο ἐνταῦθα· τὸ γὰρ τρίτον πρόσωπον τοῦ πρώτου ἀορίστου, ὡς ἐν τοῖς προλαβοῦσιν εἴρηται, διὰ τοῦ ˉα ὤφειλεν εἶναι, οἷον ἔτυψα ἔτυψας καὶ ἔτυψα ἐκεῖνος κατὰ ἀπο βολὴν τοῦ ˉς, ἀλλ' ἐπειδή, ὡς εἴρηται, οὐκ ἠδύνατο τὸ τρίτον πρόσωπον ὁμοφωνεῖν κατὰ τὸν αὐτὸν ἀριθμὸν καὶ τὴν αὐτὴν διά λεκτον, καὶ τροπὴ παρηκολούθησε τοῦ ˉα εἰς ˉε, καὶ γέγονεν ἔτυψεν ἐκεῖνος· ἐνταῦθα δὲ ἐπειδὴ προσερχομένου τοῦ ˉσˉκ οὐκέτι γίνεται ὁμο φωνία τοῦ τρίτου προσώπου πρὸς τὸ πρῶτον πρόσωπον, προσῆλθε τὸ κεχρεωστημένον ˉα, οἷον τύψασκε ποιήσασκε. Ταῦτα μὲν οἱ Ἴωνες· οἱ δὲ ποιηταὶ κατὰ μίμησιν τῶν Ἰώνων πολλάκις καὶ τὸ πρῶτον καὶ τὸ δεύτερον πρόσωπον ποιοῦσι διὰ τοῦ ˉσˉκ, οἷον τύπτεσκον χαίρεσκον, ὡς τὸ χαίρεσκον γὰρ ἔγωγε, καὶ τύπτεσκες καὶ χαίρεσκες. 145 Λέγει δὲ ὁ Ἅβρων, ὅτι εἴ τι προσλαμβάνουσι ταῦτα κατὰ τὸ τέλος, ἀποβάλλουσι κατὰ τὴν ἀρχήν· καὶ γὰρ τὸ ἔτυπτε ποιοῦσιν οἱ Ἴωνες τύπτεσκεν, ἀποβάλλοντες ἐκ τῆς ἀρχούσης συλλαβὴν καὶ προστι θέντες κατὰ τὸ τέλος· διὰ τοῦτο δὲ τὸ ἔτυπτεν ἐν τῷ τύπτεσκεν ἀπο βάλλει τὸ ˉε τὸ τῆς ἀρχούσης, ἐπειδὴ τὰ ποιητικὰ Ἰωνικὰ ταῖς ἰδίαις μετοχαῖς θέλουσι συνάρχεσθαι, οἷον ἔτυπτε τύπτε, ὡς τὸ τύπτε δ' ἐπιστροφάδην, πρὸς τὴν τύπτων μετοχήν, ἦγεν ἄγεν, οἷον ἄγεν δέ ἑ μοῖρα βαρεῖα, πρὸς τὴν ἄγων μετοχήν, ἥψατο ἅψατο, οἷον ἅψατο δ' ἡμιόνων, πρὸς τὴν ἁψάμενος μετοχήν, ἤκουσα ἄκουσα πρὸς τὴν ἀκούσας μετοχήν, ὡς τὸ πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα. Διὰ τοῦτο εἶπον ταῖς ἰδίαις μετοχαῖς καὶ οὐ τοῖς ἰδίοις ἐνεστῶσιν, διὰ τὸ εἴπεσκε· τοῦτο γὰρ τῇ εἰπών μετοχῇ συνάρχεται, οὐ μὴν τῷ ἐνεστῶτι, ἔπω γάρ ἐστιν ὁ ἐνεστώς (ἐξ οὗ τὸ ἔννεπε). Ταῦτα μὲν ἐν τούτοις. Ἄξιον δέ ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν τὰ ποιητικὰ Ἰωνικὰ ταῖς ἰδίαις μετοχαῖς θέλουσι συνάρχεσθαι. Καὶ ἔστιν εἰπεῖν τὴν αἰτίαν ταύτην· ὁ ἐνεστὼς ἔχει ἐν ἑαυτῷ καὶ τὸν ἐνεστῶτα καὶ τὸν παρῳχημένον καὶ τὸν μέλλοντα· ὁ γὰρ λέγων γράφω τὸ μὲν ἔχει παρελθὸν καὶ γραφέν, τὸ δὲ ἐνιστάμενον καὶ γραφόμενον, τὸ δὲ μέλλον γράφεσθαι· ἐπειδὴ οὖν ὁ ἐνεστὼς ἔχων ἐν ἑαυτῷ τὸν παρῳχημένον καὶ τὸν μέλλοντα, ἔχει τὸν μέλλοντα συναρχόμενον ἑαυτῷ, οἷον τύπτω τύψω, γράφω γράψω, λέγω λέξω, τούτου χάριν ἵνα καὶ ὁ παρῳχημένος συνάρχηται τῷ ἐνεστῶτι, ποιοῦσιν οἱ Ἴωνες καὶ οἱ ποιηταὶ συναρχο μένους τοὺς παρῳχημένους ταῖς ἰδίαις μετοχαῖς, οἷον τύπτε δ' ἐπιστροφάδην, τύπτω γὰρ καὶ τύπτων, ἄγεν δέ ἑ μοῖρα βαρεῖα, ἄγω γὰρ καὶ ἄγων. Ἔτυπες, ἔτυπε. Δυϊκά· ἐτύπετον, ἐτυπέτην. Πληθυντικά· ἐτύπομεν, ἐτύπετε, ἔτυπον. Μέλλων πρῶτος. Τύψω. Ἐνταῦθα περὶ τοῦ πρώτου μέλλοντος διαλαμβάνει· καὶ ἰστέον, ὅτι πᾶς μέλλων ἐνεργητικὸς ὁριστικὸς ἑνικὸς πρώτου προσώπου εἰς ˉω λήγει, οἷον τύψω ποιήσω νοήσω βοήσω χρυσώσω στήσω θήσω· πρόσκειται ἐνεργητικός διὰ τοὺς παθητικοὺς μέλλοντας, οὗτοι γὰρ εἰς ˉμˉαˉι λήγου σιν, οἷον τυφθήσομαι τυπήσομαι· καὶ συνάρχεται τῷ ἐνεστῶτι, οἷον γράφω γράψω, λέγω λέξω, ἄγω ἄξω, ὀρθῶ ὀρθώσω, ἐλεῶ ἐλεήσω, εὑρῶ εὑρήσω. Δεῖ προσθεῖναι χωρὶς τοῦ τρέφω θρέψω καὶ τοῦ ἔχω ἕξω διαλλάξαντος κατὰ τὸ πνεῦμα· τὸ μὲν γὰρ ἔχω 146 ψιλοῦται, τὸ δὲ ἕξω δασύνεται· καὶ χωρὶς τῶν εἰς ˉμˉι τῶν ἐχόντων ὥσπερ ἀναδιπλασιασμὸν διὰ τοῦ ˉι· ταῦτα γὰρ ἀποβάλλουσι τὸν ἀνα διπλασιασμὸν κατὰ τὸν μέλλοντα, οἷον τίθημι θήσω, ἵστημι στήσω, ἵημι ἥσω καὶ ἀφήσω, κίχρημι χρήσω, πίμπλημι πλήσω, πίμπρημι πρήσω, δίδωμι δώσω· τὸ γὰρ βίωμι βιώσω (ἐξ οὗ τὸ ἐβίων) οὐκ ἀποβάλλει τὴν ˉβˉι συλ λαβὴν κατὰ τὸν μέλλοντα, ἐπειδὴ οὐκ ἔστιν ἀπὸ διπλασιασμοῦ, ἀλλ' ἐκ τοῦ βιόω γέγονεν. Ἔτι δεῖ προσθεῖναι, καὶ χωρὶς τῶν δισυλλάβων τῆς πέμπτης συζυγίας διὰ τὸ κείρω κερῶ, φθείρω φθερῶ, σπείρω σπερῶ, κτείνω κτενῶ, τείνω τενῶ, τίλλω τιλῶ, ῥαίνω ῥανῶ καὶ αἴρω ἀρῶ· ἐπειδὴ γὰρ τὴν αὐτὴν ἔχουσιν ἄρχουσαν καὶ παραλήγουσαν, καὶ τῷ λόγῳ τῆς παραληγούσης συνεστάλησαν κατὰ τὸν μέλλονταὡς γὰρ μετ' ὀλίγον εἰσόμεθα, ἡ πέμπτη συζυγία τὰ ἀμετάβολα τηρεῖ κατὰ τὸν μέλλοντα μετὰ συστολῆς τῆς παραληγούσης καὶ περισπωμένου τόνουτούτου χάριν ἔδοξαν ἔχειν τὴν αὐτὴν ἄρχουσαν [ἐν] τῷ ἐνεστῶτι κατὰ τὸν μέλλοντα. Ταῦτα μὲν ἐν τούτοις. Ἔλθωμεν δὲ καὶ ζητήσωμεν, διατί τοῦ τρέφω θρέψω ἦν ὁ μέλλων καὶ τοῦ τρέχω θρέξω. Καὶ λέγομεν, ὅτι ἰωνικῶς ἔτρεψαν τὸ ˉτ τὸ ψιλὸν εἰς τὸ ἀντίστοιχον τὸ δασὺ τὸ ˉθ, καὶ γεγόνασι θρέψω καὶ θρέξω· οἱ γὰρ Ἴωνες ἔθος ἔχουσι καὶ τὰ παρ' ἡμῖν ψιλὰ εἰς δασέα τρέπειν, καὶ τὰ παρ' ἡμῖν δασέα εἰς ψιλά· ἰδοὺ γὰρ τὴν παρ' ἡμῖν χύτραν λεγομένην (εἴρηται γὰρ χύτρα παρὰ τὸ χέειν ἡμᾶς ἐξ αὐτῆς) κύθραν λέγουσι κατὰ μετάθεσιν τοῦ ˉχ τοῦ δασέος εἰς τὸ ψιλὸν ˉκ καὶ τοῦ ˉτ τοῦ ψιλοῦ εἰς τὸ δασὺ τὸ ˉθ· καὶ πάλιν ὥσπερ παρὰ τὸ κόπτω γίνε ται κόπος, οὕτω καὶ παρὰ τὸ θάπτω γίνεται θάπος, καὶ ἰωνικῶς τάφος κατὰ μετάθεσιν τοῦ ˉθ τοῦ δασέος εἰς τὸ ψιλὸν ˉτ καὶ τοῦ ˉπ τοῦ ψιλοῦ εἰς τὸ δασὺ τὸ ˉφ· οὕτως οὖν καὶ τὸ τρέφω καὶ τὸ τρέχω ἰωνικῶς ἔτρεψαν τὸ ψιλὸν ˉτ τοῦ ἐνεστῶτος εἰς τὸ ἀντίστοιχον δασὺ τὸ ˉθ ἐν τῷ μέλλοντι, καὶ γεγόνασι θρέψω καὶ θρέξω. Ἢ οὖν ταύτην τὴν αἰτίαν λέγομεν ἢ καὶ κρείττονα αἰτίαν· ἔχει δὲ οὕτως· ἰστέον ὅτι θρέφω καὶ θρέχω ὤφειλεν εἶναι ὁ ἐνεστώς, ἵνα συνάρξηται τῷ θρέξω καὶ θρέψω μέλλοντι, ἀλλ' ἐπειδὴ κανών ἐστιν ὁ λέγων, ὅτι τὸ ˉρ μετὰ δασέος δασύ ἐστιν, οἷον χρόνος ἀφρός, μετὰ δὲ τῶν ψιλῶν ψιλόν, οἷον κάπρος Ἀτρεύς κριός, οὐδέποτε δὲ εὑρίσκεται λέξις δισύλ λαβος ἐν χρήσει ἀρχομένη ἀπὸ δύο δασέων τῆς δευτέρας συλλαβῆς ἀρχομένης ἀπὸ δασέοςτοῦ γὰρ ἀπέφθιθον 147 ἐσθλοὶ ἑταῖροι ὁ φθίθω ἐνεστὼς οὐχ εὕρηται ἐν χρήσειτούτου χάριν οὐκ ἐγένοντο θρέφω καὶ θρέχω ἀλλὰ τρέφω καὶ τρέχω, ἵνα μὴ εὑρεθῶσιν ἀρχόμενα ἀπὸ δύο δασέων τῆς δευτέρας συλλαβῆς ἀρχο μένης ἀπὸ δασέος· ἐν δὲ τῷ μέλλοντι ἀποστάντος τοῦ δασέος ˉφ καὶ ˉχ τοῦ ὄντος κατὰ τὴν δευτέραν συλλαβὴν καὶ προσελθόντος τοῦ διπλοῦ, εὐθέως τὸ κεχρεωστημένον προσῆλθε κατὰ τὴν ἄρχουσαν, καὶ γέγονε θρέψω καὶ θρέξω. Πρόσκειται ἐν τῷ κανόνι δισύλλαβος λέξις διὰ τὸ φθαρθῆναι· τοῦτο γὰρ ἄρχεται ἀπὸ δύο δασέων τῆς δευτέρας συλλαβῆς ἀρχομένης ἀπὸ δασέος, ἀλλ' οὐκ ἔστι δισύλλαβος ἡ λέξις· ἡ φθαρθείς μετοχή, εἰ καὶ δισύλλαβός ἐστι καὶ ἄρχεται ἀπὸ δύο δασέων τῆς δευ τέρας συλλαβῆς ἀρχομένης ἀπὸ δασέος, δοκεῖ ἐκφεύγειν τὴν παραλογίαν τῷ μεσολαβεῖσθαι τὸ ˉρ· ἀναλογωτέρα δέ ἐστιν ἡ φθαρείς· ἄλλως τε δὲ οὐδὲ ἔστι φύσει δισύλλαβος ἡ φθαρθείς μετοχή· ἀπὸ γὰρ τοῦ ἐφθάρθη γέγονε κατὰ ἀποβολὴν τῆς ἐν ἀρχαῖς κλιτικῆς ἐκτάσεως· τὸ δὲ φθεῖσθαι εἰ καὶ ἄρχεται ἀπὸ δύο δασέων, ἀλλ' οὖν οὐκ ἔχει τὴν δευτέραν συλ λαβὴν ἀπὸ δασέος ἀρχομένην· ἀπὸ γὰρ τοῦ ˉς ἄρχεται ἡ δευτέρα συλ λαβή, τὸ γὰρ ˉς μετὰ τοῦ ˉθ ἐστίν· τὸ ῥεχθὲν δέ τε νήπιος ἔγνων, οὐκ ἄρχεται ἀπὸ δύο δασέων τῆς δευτέρας συλλαβῆς ἀρχομένης ἀπὸ δασέος, ἀλλ' ἐκ τοὐναντίου ἀπὸ δασυνομένου τοῦ ˉρ ἄρχεται τῆς δευτέρας συλλαβῆς ἀρχομένης ἀπὸ δύο δασέων· τὸ φθείρω ἀπὸ δύο δασέων ἄρχεται, ἀλλ' οὐκ ἔχει τὴν δευτέραν συλλαβὴν ἀπὸ δασέος ἀρχομένην· τὸ θρέφθην εἰ καὶ ἄρχεται ἀπὸ δύο δασέων, ἀλλ' οὐκ ἔχει τὴν δευτέραν συλλαβὴν ἀπὸ δασέος ἀρχομένην, ἀλλ' ἀπὸ δύο δασέων· ἄλλως τε δὲ οὐκ ἔστι φύσει δισύλλαβον, ἐθρέφθην γάρ ἐστιν, καὶ ἰωνικῶς καὶ ποιητικῶς γέγονε θρέφθην. Ὅτι γὰρ ἀληθεύει ὁ προλεχθεὶς κανών, τουτέστιν ὁ λέγων, ὅτι οὐδέποτε εὑρίσκεται ἐν χρήσει λέξις ἀρχομένη ἀπὸ δύο δασέων τῆς δευτέρας συλλαβῆς ἀρχο μένης ἀπὸ δασέος, δῆλον, εἴ γε τὸ θρίξ ὀφεῖλον κατὰ τὴν γενικὴν εἶναι θριχός, ἵνα φυλάξῃ τὴν ἄρχουσαν τῆς εὐθείαςθέλει γὰρ ἡ ἄρχουσα τῆς εὐθείας φυλάττεσθαι καὶ ἐν ταῖς ἑξῆς πτώσεσιν, οἷον Λάχης Λάχητος, Πάρις Πάριδος, Αἴας Αἴαντοςοὐκ ἐγένετο οὕτως, ἀλλὰ τριχός κατὰ μετάθεσιν τοῦ ˉθ εἰς τὸ ἀντίστοιχον τὸ ψιλόν, φημὶ δὴ τὸ ˉτ, ἵνα μὴ εὑρεθῇ δισύλλαβος λέξις ἀρχομένη ἀπὸ δύο δασέων τῆς δευτέρας συλλαβῆς ἀρχομένης ἀπὸ δασέος· ἐν δὲ τῇ δοτικῇ τῶν 148 πληθυντικῶν, ἀποστάντος τοῦ δασέος τοῦ ὄντος ἐν τῇ δευτέρᾳ συλ λαβῇ καὶ προσελθόντος τοῦ διπλοῦ τοῦ ˉξ, εὐθέως καὶ τὸ κεχρεωστη μένον ˉθ προσῆλθε κατὰ τὴν ἄρχουσαν, καὶ γέγονε θριξί. Ταῦτα περὶ τοῦ τρέφω θρέψω καὶ τρέχω θρέξω. Ἰστέον δὲ ὅτι τὸ μὲν ἔχω ἀνάγκην ἔχει ψιλοῦσθαι, τὸ δὲ ἕξω δασύνεσθαι· καὶ τὸ μὲν ἔχω ψιλοῦται, ἐπειδὴ κανών ἐστιν ὁ λέγων, ὅτι πᾶν φωνῆεν πρὸ τοῦ ˉχ ψιλοῦται, οἷον ἄχος ἦχος εὔχομαι ἰχώρ ἴχνος ἄχθομαι ἰχθῦς [ταῦτα παρ' Ἀττικοῖς δασύνεται]· οὕτως οὖν καὶ ἔχω· τὸ γὰρ ᾗχι, οἷον ᾗχι ἑκάστῳ δῶμα περικλυτὸς ἀμφιγυήεις, ἀντὶ τοῦ ὅπου, οὐκ ἀντίκειται ἡμῖν δασυνόμενον· ᾗ γὰρ ἦν ἀντὶ τοῦ ὅπου καὶ ἐδασύνετο πρὸ τῆς ˉχˉι ἐπεκτάσεως, καὶ λοιπὸν ἐπεκταθὲν διὰ τῆς ˉχˉι συλλαβῆς τὸ αὐτὸ πνεῦμα ἐφύλαξε, φημὶ δὴ τὸ δασύ. Ὅτι δὲ πᾶν φωνῆεν πρὸ τοῦ ˉχ ψιλοῦσθαι θέλει, δῆλον ἐντεῦ θεν· κανόνος λέγοντος, ὅτι τὸ ˉυ ἄρχον λέξεως δασύνεσθαι θέλει, οἷον ὑφαίνω ὕβρις ὑγιαίνω ὑλακτῶ ὑμεῖς ὑπό ὑπέρ, πλὴν τοῦ ὔρχας (τοῦτο γὰρ ψιλοῦται), καὶ πάλιν ἑτέρου κανόνος λέγοντος, ὅτι πᾶν φωνῆεν πρὸ τοῦ ˉχ ψιλοῦσθαι θέλει, οἷον ἦχος ἄχος εὔχομαι, οὐδέποτε τὸ ˉυ εὑρίσκεται ἀρχόμενον λέξεως ἐπιφερομένου τοῦ ˉχ, ἵνα μὴ ἀναγκασθῇ ψιλωθῆναι διὰ τὸν κανόνα τὸν λέγοντα, ὅτι πᾶν φωνῆεν πρὸ τοῦ ˉχ ψιλοῦσθαι θέλει, οἷον ἦχος ἄχος· τὸ δὲ ὔρχας (σημαίνει δὲ ταριχηρὸν ἀγγεῖον) ἢ ὡς Αἰολικὸν ψιλοῦταιοἱ γὰρ Αἰολεῖς ψιλωτικοί εἰσιν, οἷον ὔμμες ἄμμινἢ διὰ τοῦτο ψιλοῦται, ἐπειδὴ κανών ἐστιν ὁ λέγων, ὅτι πᾶν φωνῆεν καταλῆγον εἰς τὸ ˉρ ἐπιφερομένου ἑνὸς τῶν δασέων συμφώνων ψιλοῦσθαι θέλει, οἷον ὀρφανός ὄρχατος (ἡ τάξις τῶν φυτῶν) ὄρχαμος (ὁ βασιλεύς) ἄρχομαι ὀρθός ἀρχή ἔρχομαι· οὕτως οὖν καὶ τὸ ὔρχας ψιλοῦται. Ὁ δὲ ἕξω μέλλων δασύνεται, ἐπειδὴ τὸ ˉε πρὸ τοῦ ˉξ δασύνεσθαι θέλει, οἷον ἑξῆς (ἐξ οὗ τὸ ἐφεξῆς) ἕξ (ὁ ἀριθμός)· οὕτως οὖν καὶ ἕξω ἀντὶ τοῦ μέλλω ἔχειν· δεῖ προσθεῖναι χωρὶς εἰ μὴ εὑρεθῇ ἐν προθέσει διὰ τὴν ἔξ πρόθεσιν, ἐνταῦθα γὰρ τὸ ˉε ψιλοῦται· πρόσκειται δέ ἢ ἀπὸ προ θέσεως διὰ τὸ ἔξω ἐπίρρημα, ἐνταῦθα γὰρ τὸ ˉε ψιλοῦται, ἀλλ' ἀπὸ τῆς ἔξ προθέσεως γέγονεν. Ταῦτα μὲν ἐν τούτοις. Ἄξιον δέ ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν ὁ μέλλων συνάρχεσθαι θέλει τῷ ἰδίῳ ἐνεστῶτι, οἷον τύπτω τύψω, λέγω λέξω, ἄγω ἄξω, οἰκῶ οἰκήσω. Καὶ λέγουσί τινες ταύτην τὴν ἀπολογίαν, ὅτι ὁ ἐνεστὼς ἔχει 149 ἐν ἑαυτῷ καὶ τὸν ἐνεστῶτα καὶ τὸν παρῳχημένον καὶ μέλλοντα· ὁ γὰρ λέγων γράφω τὸ μὲν ἔχει παρελθὸν καὶ γραφέν, τὸ δὲ ἐνιστά μενον καὶ γραφόμενον, τὸ δὲ μέλλον γράφεσθαι· ἐπειδὴ οὖν ὁ ἐνεστὼς ἔχει ἐν ἑαυτῷ καὶ τὸν ἐνεστῶτα καὶ τὸν παρῳχημένον καὶ τὸν μέλ λοντα, τούτου χάριν συνάρχεται τῷ μέλλοντι. Οὐκ ἔστι δὲ αὕτη κατα ναγκαστικὴ ἀπολογία· τούτῳ γὰρ τῷ λόγῳ ὁ παρῳχημένος ὤφειλε συνάρχεσθαι τῷ ἐνεστῶτι, καὶ αὐτὸν γάρ, ὡς εἴρηται, δυνάμει περιέχει ὁ ἐνεστώς. Κρεῖττον οὖν ἐστιν εἰπεῖν τὴν ἀπολογίαν ταύτην· ἰστέον ὅτι ἀναλογεῖ ὁ μέλλων τῇ εὐθείᾳ, ὁ δὲ ἐνεστὼς τῇ γενικῇ· πάντα γὰρ τὰ ὄντα ἐν τῇ εὐθείᾳ εἰσὶ καὶ ἐν τῷ μέλλοντι, καὶ πάντα τὰ ὄντα ἐν τῇ γενικῇ εἰσὶ καὶ ἐν τῷ ἐνεστῶτι, οἷον τὸ ˉν ˉξ ˉρ ˉς ˉψ εἰσὶν ἐν τῇ εὐθείᾳ, ὡς ἐν τῷ Δίων Φοῖνιξ Νέστωρ Πάρις Πέλοψ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι εἰσίν, οἷον τύψω λέξω ποιήσω κερῶ ῥανῶ· καὶ πάλιν διὰ τοῦ ˉγ ˉκ ˉχ ˉβ ˉπ ˉφ ˉδ ˉθ ˉτ καὶ διὰ καθαροῦ τοῦ ˉοˉς ἐκφέρεται ἡ γενική, οἷον Φοίνικος τέττιγος ὄνυχος Πέλοπος Ἄραβος Κίνυφος Πάριδος ὄρνιθος Λάχητος βότρυος· ἀλλὰ καὶ ὁ ἐνεστὼς ἐκφέρεται διὰ τούτων τῶν συμφώνων καὶ διὰ καθαροῦ τοῦ ˉω, οἷον λέγω πλέκω τρέχω τέρπω λείβω γράφω ᾄδω πείθω ἀνύτω ἀκούω, οὐκ ἀντιστρέφοντος τοῦ κανό νος· οὐδὲ γὰρ πάντα τὰ ὄντα ἐν τῷ μέλλοντι εἰσὶ καὶ ἐν τῇ εὐθείᾳ, οὐδὲ πάντα τὰ ὄντα ἐν τῷ ἐνεστῶτι καὶ ἐν τῇ γενικῇ· ἰδοὺ γὰρ τὸ ˉμ καὶ τὸ ˉλ εἰσὶν ἐν τῷ μέλλοντι, οἷον τιλῶ νεμῶ, καὶ ὅμως οὐκ εἰσὶν ἐν τῇ εὐθείᾳ· τὸ γὰρ Δανιήλ καὶ Ἀδάμ βάρβαρά εἰσιν· καὶ πάλιν ὁ ἐνεστὼς ἔχει πρὸ τοῦ ˉω τὸ ˉζ καὶ τὰ δύο ˉςˉσ, οἷον πλήσσω συρίζω, καὶ ὅμως ἡ γενικὴ ἀπὸ κλίσεως οὐκ ἔχει ταῦτα· πρόσκειται ἀπὸ κλίσεως διὰ τὸ μαζός μαζοῦ καὶ Παρνασσός Παρνασσοῦ, ἐνταῦθα γὰρ ἀπὸ τῆς εὐθείας ἐστὶ τὸ ˉζ καὶ τὰ δύο ˉςˉσ. Ἐπειδὴ οὖν ὁ μέλλων ἀναλογεῖ τῇ εὐθείᾳ, ὁ δὲ ἐνεστὼς τῇ γενικῇ, ἡ δὲ γενικὴ συνάρχεται τῇ εὐθείᾳ, οἷον λέβητος λέβης, Λάχητος Λάχης, Τρωός Τρώς, Πηλέως Πηλεύς, Αἴαντος Αἴας, ἔρωτος ἔρωςτὸ γὰρ Ζεύς Διός Βοιωτικόν ἐστιν, ὡς ἐν τοῖς προλαβοῦσιν ἐμάθομεν, καὶ τὸ θρίξ τριχός τροπὴν πέπονθε τοῦ ˉθ εἰς τὸ ˉτ διὰ τὴν προλεχθεῖσαν αἰτίαντούτου χάριν ὁ ἐνεστὼς συνάρχε ται τῷ μέλλοντι. Καὶ ἀπὸ μὲν βαρυτόνων θεμάτων ἰσοσυλλαβεῖ αὐτῷ. Ἐνταῦθα περὶ τῆς ποσότητος τῶν συλλαβῶν διαλαμβάνει. Ἰστέον δὲ ὅτι ἀπὸ μὲν βαρυτόνων θεμάτων ἰσοσυλλαβεῖ ὁ μέλλων τῷ ἐνεστῶτι, οἷον τύπτω τύψωτὸ γὰρ παρ' Ἀριστοφάνει τυπτήσω ἐν Πλούτῳ οὐ γάρ με τυπτήσεις στέφανον ἔχοντά γε ὡς ἀπὸ περι 150 σπωμένων ἐστίνλέγω λέξω, πλέκω πλέξω, γράφω γράψω, πείθω πείσω, ἀκούω ἀκούσω, βαδίζω βαδίσω, κείρω κερῶ, φθείρω φθερῶ, μιαίνω μιανῶ· δεῖ προσθεῖναι χωρὶς τῶν ἐχόντων ἓν ˉλ· ἐπὶ τούτων γὰρ μιᾷ συλλαβῇ περιττεύει ὁ μέλλων τοῦ ἐνεστῶτος, οἷον θέλω θελήσω, μέλω μελήσω, ὡς τὸ μελήσουσιν δέ μοι ἵπποι, ὀφείλω ὀφειλήσω. Ἀπὸ δὲ περισπωμένων μιᾷ συλλαβῇ περιττεύει ὁ μέλλων τοῦ ἐνεστῶτος, οἷον ποιῶ ποιήσω, νοῶ νοήσω, γελῶ γελάσω, περῶ περάσω, στεφανῶ στεφανώσω, γυψῶ γυψώσω· καὶ ἐπὶ τούτων δὲ ἐὰν λάβῃ τις τὴν ἐντέλειαν, εὑρίσκει τὸν μέλλοντα ἰσοσύλλαβον τῷ ἐνεστῶτι, οἷον ποιέω ποιήσω, βοάω βοήσω, χρυσόω χρυσώσω· ἀλλὰ λοιπὸν ὁ ἐνεστὼς συναιρούμενος ἔνδειαν πάσχει συλλαβῆς, οἷον ποιέω ποιῶ, βοάω βοῶ, χρυσόω χρυσῶ, καὶ τούτου χάριν εὑρίσκεται ὁ μέλλων μιᾷ συλλαβῇ περιττεύων τοῦ ἐνεστῶτος· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἐχόντων τὸ ἓν ˉλ, ὡς εἴρηται ἤδη, μιᾷ συλλαβῇ περιττεύει ὁ μέλλων τοῦ ἐνεστῶ τος, οἷον θέλω θελήσω, ὀφείλω ὀφειλήσω. Καὶ ἄξιόν ἐστι ζητῆσαι, διατί τὰ δι' ἑνὸς ˉλ ἐκφερόμενα περιττο συλλάβους ἔχουσι τοὺς μέλλοντας, οἷον θέλω θελήσω, μέλω (τὸ ἐν φροντίδι εἰμί) μελήσω, ὀφείλω ὀφειλήσω· ἐμάθομεν γὰρ ἀπὸ βαρυτόνων θεμάτων ὑπάρχων ὁ μέλλων ἰσοσυλλαβεῖ τῷ ἐνεστῶτι, οἷον τύπτω τύψω, λέγω λέξω. Καὶ λέγει ὁ Ἀπολλώνιος ταύτην τὴν αἰτίαν, ὅτι πολλά εἰσι ῥήματα καὶ ὡς ἀπὸ βαρυτόνων καὶ ἀπὸ περισπωμένων ποιοῦντα τὴν κλίσιν, οἷον τύπτω τύψω καὶ τυπτῶ τυπτήσω, οἷον οὐ γάρ με τυπτήσεις στέφανον ἔχοντά γε φησὶν Ἀριστοφάνης ἐν Πλούτῳ, εἴδω εἴσω, ἐξ οὗ καὶ τὸ εἴσο μαι εἴ κέ μ' ὁ Τυδείδης κρατερὸς Διομήδης, καὶ εἰδῶ εἰδήσω, ἐξ οὗ τὸ εἰδήσεις δὲ καὶ αὐτός, ῥίπτω ἔρριπτον καὶ ῥιπτῶ ἐρρίπτουν, ὡς παρὰ τῷ ποιητῇ ἀνερρίπτουν, κύω ἔκυον καὶ κυῶ ἐκύουν, οἷον ἡ δ' ἐκύει φίλον υἱόν, γράφω γράψω καὶ γραφῶ γραφήσω, ἐξ οὗ ὁ γεγράφηκα παρακείμενος· οὕτως οὖν καὶ τὰ ἔχοντα ἓν ˉλ ἕως μὲν τοῦ παρατατικοῦ ὡς ἀπὸ βαρυτόνων ποιοῦν ται τὴν κλίσιν,, οἷον θελῶ θελήσω τεθέληκα ἐθέλησα, μελῶ μελήσω μεμέληκα ἐμέλησα, ὀφειλῶ ὀφειλήσω ὠφείληκα ὠφείλησα, ὥσπερ νοῶ νοήσω νενόηκα ἐνόησα. Ταῦτα μὲν ὁ Ἀπολλώνιος. Ὁ δὲ Ἡρωδιανὸς ἀνατρέπει αὐτὸν λέγων, ὅτι κακῶς λέγεις· 151 τὰ γὰρ ὡς ἀπὸ βαρυτόνων καὶ ὡς ἀπὸ περισπωμένων ποιοῦντα τὴν κλίσιν ἐν τῷ αὐτῷ χρόνῳ καὶ ὡς ἀπὸ περισπωμένων καὶ ὡς ἀπὸ βαρυτόνων ποιοῦνται τὴν κλίσιν, οἷον τύπτω τύψω τυπτῶ τυπτήσω, ῥίπτω ἔρριπτον καὶ ῥιπτῶ ἐρρίπτουν, εἴδω εἴσω καὶ εἰδῶ εἰδήσω· τὰ δὲ ἔχοντα ἓν ˉλ οὐ ποιοῦνται κατὰ τὸν αὐτὸν χρόνον καὶ ὡς ἀπὸ βαρυτόνων θεμάτων καὶ ὡς ἀπὸ περισπωμένων τὴν κλίσιν· ἀλλ' ἕως μὲν τοῦ παρατατικοῦ, ὡς εἴρηται, ἀπὸ βαρυτόνων θεμάτων ποιοῦνται τὴν κλίσιν, οὐδέποτε δὲ ὡς ἀπὸ περισπωμένων. Κρεῖττον οὖν ἐστιν εἰπεῖν, φησίν, τὴν ἀπολογίαν ταύτην· ἐν τοῖς ῥήμασι τὸ ˉς καὶ τὸ ˉλ πεφύκασι διπλασιάζεσθαι, οἷον πλήσσω τινάσσω πάλλω τίλλω· καὶ τὰ μὲν ἔχοντα δύο ˉςˉσ ἢ δύο ˉλˉλ χαίρουσι τῇ βαρείᾳ τάσει, οἷον νύσσω πλήσσω τινάσσω ὀρύσσω τίλλω ποικίλλω στέλλω σφάλλω, χωρὶς εἰ μὴ ἔχωσιν ὀνόματα προϋποκείμενα· ἐκεῖνα γὰρ περισπῶνται, οἷον κύκλος κυκλῶ, ἅμιλλα ἁμιλλῶ (ἐξ οὗ τὸ ἁμιλλῶμαι), λύσσα λυσσῶ· τὸ γὰρ νύσσω οὐκ ἀπὸ τοῦ νύσσα ἐστίν, ἐπεὶ εἶχε περισπᾶσθαι, ἀλλὰ τοὐναντίον, νύσσα γὰρ λέγεται ὁ καμπτὴρ παρὰ τὸ νύσσεσθαι τοὺς τρέχοντας· τὰ δὲ ἔχοντα ἓν ˉς ἢ ἓν ˉλ χαίρουσι τῇ περισπωμένῃ τάσει, οἷον φυσῶ νοσῶ χρυσῶ γελῶ λαλῶ ἐλῶ (σημαίνει δὲ τὸ ἐλαύνω) ὠφελῶ πωλῶ ἀμελῶ. Ταῦτα οὖν τὰ ἔχοντα ἓν ˉλ καὶ μὴ περισπασθέντα, λέγω δὴ τὸ μέλω καὶ θέλω καὶ ὀφείλω, ἀνεμερίσαντο τὴν κλίσιν, καὶ ἕως μὲν τοῦ παρατατικοῦ, ὡς εἴρηται, ἀπὸ βαρυτόνων κλίνονται, μετὰ δὲ τὸν παρατατικὸν ἐν τοῖς ἐφεξῆς χρόνοις ὡς ἀπὸ τῶν περισπωμένων ποιοῦνται τὴν κλίσιν. Τούτου οὖν χάριν τὰ δι' ἑνὸς ˉλ ἐκφερόμενα ἔχουσι τὸν μέλλοντα μιᾷ συλλαβῇ περιττεύοντα τοῦ ἐνεστῶτος, οἷον ποιῶ ποιήσω, νοῶ νοήσω. Ταῦτα μὲν ἐν τούτοις Ἔχομεν δὲ εἰπεῖν καὶ περὶ τῆς ποιότητος τῶν συλλαβῶν τοῦ μέλ λοντος· ἔλθωμεν δὲ καὶ διαλάβωμεν περὶ τῆς παραληγούσης τοῦ μέλ λοντος, περὶ γὰρ τῆς ἀρχούσης ἐν τοῖς προλαβοῦσιν ἐμάθομεν. Ἰστέον ὅτι οἱ ἀπὸ βαρυτόνων μέλλοντες πάντες τὰ αὐτὰ ἔχουσι φωνήεντα τῷ ἐνεστῶτι κατὰ τὴν παραλήγουσαν, οἷον γράφω γράψω, τύπτω τύψω, κόπτω κόψω, πλέκω πλέξω, ἀνύω ἀνύσω, κρούω κρούσω, τοξεύω τοξεύσω, βασιλεύω βασιλεύσω, πείθω πείσω, νήθω νήσω, ᾄδω ᾄσω, λήβω λήψω καὶ λείπω λείψω, δανείζω δανείσω, συρίζω συρίσω, λακτίζω λακτίσω, βαδίζω βαδίσω, ἁρπάζω ἁρπάσω, ἑτοιμάζω ἑτοιμάσω, δεσπόζω δεσπόσω, πλὴν τῶν μελλόντων τῆς πέμπτης συζυγίας· οὗτοι γὰρ συστέλλουσι τὴν παραλήγουσαν κατὰ τὸν μέλλοντα, οἷον κείρω κερῶ, φθείρω φθερῶ, ῥαίνω ῥανῶ, μιαίνω μιανῶ, λιαίνω λιανῶ· χωρὶς τοῦ 152 πνίγω πνίξω, ἐρύκω ἐρύξω, ψύχω ψύξω· ταῦτα γὰρ κατὰ μὲν τὸν ἐνεστῶτα φύσει μακρὰ ἔχουσι τὰ δίχρονα, κατὰ δὲ τὸν μέλλοντα θέσει, ὡς μετ' ὀλίγον εἰσόμεθα· εἰσὶ δὲ καὶ ἕτερά τινα τῆς ἕκτης συζυγίας μὴ ἔχοντα τὴν αὐτὴν παραλήγουσαν τῷ ἐνεστῶτι, ὡς ἐπὶ τοῦ χέω χεύσω καὶ κλαίω κλαύσω καὶ τῶν ὁμοίων, περὶ ὧν ἐν τῇ ἰδίᾳ διδασκα λίᾳ τοῦ μέλλοντος τῆς ἕκτης συζυγίας μαθησόμεθα. Πρόσκειται οἱ ἀπὸ βαρυτόνων μέλλοντες διὰ τοὺς ἀπὸ περισπωμένων μέλλοντας, οἷον διὰ τὸ ποιῶ ποιήσω, βοῶ βοήσω, ὀμῶ ὀμόσω· οὗτοι γὰρ ἄλλῳ τρόπῳ κανονίζονται κατὰ τὴν παραλήγουσαν, ὡς ἐν τῇ περὶ αὐτῶν διδασκαλίᾳ, εἰ θεῷ φίλον, μαθησόμεθα. Παραλήγεται δὲ ἡ μὲν πρώτη τῶν βαρυτόνων τῷ ˉψ. Ἐνταῦθα περὶ τοῦ συμφώνου τοῦ ὄντος πρὸ τοῦ ˉω ἐν τῷ μέλλοντι διαλαμβάνει καὶ λέγει, ἡ μὲν πρώτη συζυγία τῶν βαρυτόνων τὸ ˉψ ἔχει πρὸ τοῦ ˉω ἐν τῷ μέλλοντι, οἷον γράφω γράψω, τέρπω τέρψω, λείβω λείψω, τρέπω τρέψω, λείπω λείψω, κόπτω κόψω, ἅπτω ἅψω. Ἡ δὲ δευτέρα τὸ ˉξ ἔχει, οἷον λέγω λέξω, πλέκω πλέξω, τρέχω θρέξω, ἔχω ἕξω, πέκω πέξω (σημαίνει δὲ τὸ κτενίζω, ὡς παρὰ τῷ ποιητῇ πεξαμένη χερσὶ πλοκάμους ἔπλεξε φαεινούς, ἀντὶ τοῦ κτενισαμένη). Ἡ δὲ τρίτη πρὸ τοῦ ˉω τὸ ς ἔχει κατὰ τὸν μέλλοντα, οἷον ᾄδω ᾄσω, εἴδω εἴσω, οἷον εἴσομαι εἴ κέ μ' ὁ Τυδεί δης κρατερὸς Διομήδης, νήθω νήσω, πείθω πείσω, ἀνύτω ἀνύσω. Ἡ δὲ τετάρτη διφορεῖται, πῇ μὲν διὰ τοῦ ˉς, πῇ δὲ διὰ τοῦ ˉξ· καὶ διὰ μὲν τοῦ ˉς ἐκφέρεται κατὰ τὸν μέλλοντα, οἷον φράζω φράσω, συρίζω συρίσω, ἁρπάζω ἁρπάσω, [καὶ] διὰ τοῦ ˉξ, οἷον πήσσω πήξω, πλήσσω πλήξω, τινάσσω τινάξω, φράσσω φράξω. Ἡ δὲ πέμπτη τὰ ἀμετάβολα τηρεῖ κατὰ τὸν μέλλοντα μετὰ συστολῆς τῆς παραληγούσης καὶ περισπω μένου τόνου, οἷον κείρω κερῶ, φθείρω φθερῶ, σπείρω σπερῶ, τίλλω τιλῶ, στέλλω στελῶ, ποικίλλω ποικιλῶ, κρίνω κρινῶ, νέμω νεμῶ, μένω μενῶ, δέρω δερῶ· ταῦτα δέ, φημὶ δὴ τὸ νέμω μένω δέρω, οὐ συνέστειλαν τὴν παραλήγουσαν, ἐπειδὴ καὶ ἐν τῷ ἐνεστῶτι βραχεῖα ἦν ἡ παρα λήγουσα, καὶ οὐ χρείαν εἶχε συστολῆς κατὰ τὸν μέλλοντα. Ἡ δὲ ἕκτη τὸ ˉς ἔχει πρὸ τοῦ ˉω κατὰ τὸν μέλλοντα, οἷον ἱππεύω ἱππεύσω, βασι λεύω βασιλεύσω, τοξεύω τοξεύσω, κρούω κρούσω, λούω λούσω. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι, ὡς ἀνωτέρω ἐμάθομεν, ἀναλογίαν ἔχει ὁ μέλλων τῇ εὐθείᾳ, ὁ δὲ ἐνεστὼς τῇ γενικῇ· ἐπειδὴ οὖν ὅτε ἡ εὐθεῖα διὰ τοῦ ˉψ ἐκφέρεται, τότε ἡ γενικὴ διὰ τοῦ ˉβ ἢ ˉπ ἢ ˉφ ἐκφέρεται, οἷον Ἄραψ 153 Ἄραβος, Κύκλωψ Κύκλωπος, Κίνυψ Κίνυφος (Κίνυψ δέ ἐστιν ὄνομα ποταμοῦ), τούτου χάριν καὶ ὅτε ὁ ἐνεστὼς διὰ τοῦ ˉβ ἢ ˉπ ἢ ˉφ ἢ ˉπˉτ ἐκφέρεται, τότε ὁ μέλλων διὰ τοῦ ˉψ ἐκφέρεται, οἷον λείβω λείψω, γράφω γράψω, τέρπω τέρψω, τύπτω τύψω. Καὶ πάλιν ἐπειδὴ ὅτε ἡ εὐθεῖα διὰ τοῦ ˉξ ἐκφέρεται, τότε ἡ γενικὴ διὰ τοῦ ˉγ ἢ ˉκ ἢ ˉχ ἢ ˉκˉτ ἐκφέρεται, οἷον Φοῖνιξ Φοίνικος, τέττιξ τέττιγος, ὄνυξ ὄνυχος, ἄναξ ἄνακτος, τούτου χάριν καὶ ὅτε ὁ ἐνεστὼς ἢ διὰ τοῦ ˉγ ἢ ˉκ ἢ ˉχ ἢ ˉκˉτ ἐκφέρεται, τότε ὁ μέλλων διὰ τοῦ ˉξ ἐκφέρεται, οἷον λέγω λέξω, πλέκω πλέξω, τρέχω θρέξω, τίκτω τίξω, πέκω (τὸ κτενίζω) πέξω. Καὶ πάλιν ἐπειδὴ ὅτε ἡ εὐθεῖα διὰ τοῦ ˉς ἐκφέρεται καὶ περιττοσυλλάβως κλίνε ται, τότε ἡ γενικὴ διὰ τοῦ ˉδ ἢ διὰ τοῦ ˉθ ἢ διὰ τοῦ ˉτ ἢ διὰ καθαροῦ τοῦ ˉοˉς ἐκφέρεται, οἷον Πάρις Πάριδος, ὄρνις ὄρνιθος, Λάχης Λάχητος, βότρυς βότρυος, τούτου χάριν καὶ ὅτε ὁ ἐνεστὼς διὰ τοῦ ˉδ ἢ διὰ τοῦ ˉθ ἢ διὰ τοῦ ˉτ ἢ διὰ καθαροῦ τοῦ ˉω ἐκφέρεται, τότε ὁ μέλλων διὰ τοῦ ˉς ἐκφέρεται, οἷον ᾄδω ᾄσω, πείθω πείσω, ἀνύτω ἀνύσω, ἀκούω ἀκούσω· πρόσκειται περιττοσυλλάβως κλίνεται διὰ τὸ κοχλίας κοχλίου, καλός καλοῦ, Ἀτρείδης Ἀτρείδου· ἐπὶ τούτων γὰρ ἡ εὐθεῖα διὰ τοῦ ˉς ἐκφέρεται, καὶ ὅμως ἡ γενικὴ οὔτε διὰ τοῦ ˉδ οὔτε διὰ τοῦ ˉθ οὔτε διὰ τοῦ τ οὔτε διὰ καθαροῦ τοῦ ˉοˉς ἐκφέρεται· ἀλλ' οὐ κλίνονται περιττο συλλάβως, ἀλλ' ἰσοσυλλάβως. Καὶ πάλιν ἐπειδὴ ὅτε ἡ εὐθεῖα δι' ἀμε ταβόλου ἐκφέρεται, τότε ἡ γενικὴ διὰ τοῦ αὐτοῦ ἀμεταβόλου ἐκφέρεται, οἷον Ἕκτωρ Ἕκτορος, Νέστωρ Νέστορος, Πλάτων Πλάτωνος, Θέων Θέωνοςτὸ γὰρ ἧπαρ ἥπατος καὶ δέλεαρ δελέατος ἑτερόκλιτα λέγου σιν εἶναι ὡς ἀπὸ καταλήξεως, οἷον ἀπὸ τοῦ ἧπας καὶ δέλεας· ὁμοίως δὲ καὶ ἡ ὕδατος γενικὴ ὡς ἀπὸ τοῦ ὕδας ἐστίν τούτου χάριν καὶ ὅτε ὁ ἐνεστὼς δι' ἀμεταβόλου ἐκφέρεται, τότε καὶ ὁ μέλλων διὰ τοῦ αὐτοῦ ἀμεταβόλου ἐκφέρεται, οἷον κείρω κερῶ, ῥαίνω ῥανῶ, τίλλω τιλῶ, νέμω νεμῶ. Ἡ δὲ τετάρτη διφορεῖται. Ἐνταῦθα περὶ τοῦ μέλλοντος τῆς τετάρτης συζυγίας τῶν βαρυτόνων διαλαμβάνει ὁ τεχνικὸς καὶ λέγει, ὅτι ἡ τετάρτη συζυγία τῶν βαρυτόνων διφορεῖται κατὰ τὸν μέλλοντα· πῇ γὰρ διὰ τοῦ ˉς ἐκφέρεται, οἷον συρίζω συρίσω, ἐλπίζω ἐλπίσω, φράζω φράσω, πῇ δὲ διὰ τοῦ ˉξ, οἷον πλήσσω πλήξω, σφάζω σφάξω. Καὶ λέγει ὁ Ἡρωδιανός, ὅτι εἰκότως ἀτακτεῖ ὁ μέλλων τῆς τετάρτης συζυγίας τῶν βαρυτόνων, καὶ πῇ μὲν διὰ τοῦδε τοῦ συμφώνου ἐκφέρε ται, πῇ δὲ διὰ τοῦδε, ἐπειδὴ καὶ ὁ ἐνεστὼς ἀτακτεῖ· ποία γὰρ συγγένεια [ἐπὶ] τῶν δύο ˉςˉσ πρὸς τὸ ˉξ; οὐδὲ γάρ εἰσι τὰ δύο ˉςˉσ διπλοῦν σύμφωνον, ὥσπερ τὸ ˉζ, διπλᾶ γάρ εἰσι τρία, ˉζ ˉξ ˉψ. Ἀντιλέγει δὲ πρὸς αὐτὸν ὁ Φιλόπονος λέγων, ὅτι εἰ μὲν τὰ διὰ τοῦ ˉζ ἐκφερόμενα κατὰ τὸν 154 ἐνεστῶτα δι' ἑνὸς μόνου συμφώνου ἐξεφέροντο κατὰ τὸν μέλλοντα, τυχὸν ἢ διὰ τοῦ ˉς μόνου ἢ διὰ τοῦ ˉξ, καὶ πάλιν εἰ τὰ διὰ δύο ˉςˉσ ἐκφερόμενα κατὰ τὸν ἐνεστῶτα δι' ἑνὸς μόνου συμφώνου ἐξεφέ ροντο κατὰ τὸν μέλλοντα, τυχὸν ἢ διὰ τοῦ ˉς μόνου ἢ διὰ τοῦ ˉξ μόνου, καλῶς ἂν ἔλεγεν· εἰ δὲ ὁρῶμεν καὶ διὰ τοῦ ˉζ ἐκφερό μενα κατὰ τὸν ἐνεστῶτα πῇ μὲν διὰ τοῦ ˉς ἐκφερόμενα κατὰ τὸν μέλ λοντα, πῇ δὲ διὰ τοῦ ˉξ, οἷον φράζω φράσω, σφάζω σφάξω, ὁμοίως δὲ καὶ τὰ διὰ δύο ˉςˉσ ἐκφερόμενα κατὰ τὸν ἐνεστῶτα πῇ μὲν διὰ τοῦ ˉς ἐκφερόμενα κατὰ τὸν μέλλοντα, πῇ δὲ διὰ τοῦ ˉξ, οἷον πλήσσω πλήξω, πλάσσω πλάσω, τί ἔχομεν εἰπεῖν; ἢ ὅτι τὸ ˉζ πρὸς ἑαυτὸ ἀτακτεῖ, ἢ τὰ δύο ˉςˉσ πρὸς ἑαυτὰ ἀτακτοῦσιν, ὅτι διφοροῦνται κατὰ τὸν μέλλοντα καὶ πῇ μὲν διὰ τοῦδε τοῦ συμφώνου ἐκφέρονται, πῇ δὲ διὰ τοῦδε. Ταῦτα μὲν ἐν τούτοις. Ἔστι δὲ κανονίσαι τὸν μέλλοντα τῆς τετάρτης συζυγίας τῶν βαρυ τόνων οὕτως· ἰστέον ὅτι ἡνίκα ὁ ἐνεστὼς διὰ τῶν δύο ˉςˉσ ἐκφέρεται, τότε ὁ μέλλων διὰ τοῦ ˉξ ἐκφέρεται, οἷον πλήσσω πλήξω, πήσσω πήξω, νύσσω νύξω, τινάσσω τινάξω, ἑλίσσω ἑλίξω, ἀνάσσω ἀνάξω, χωρὶς τοῦ ἱμάσσω ἱμάσω (ὃ σημαίνει τὸ πλήσσω, ἀπὸ τοῦ ἱμάς ἱμάντος) καὶ χωρὶς τοῦ ἰνάσσω ἰνάσω (ἰνάσσω δέ ἐστι τὸ ἰσχὺν παρέχω, ἀπὸ τοῦ ἴς ἰνός, ὃ σημαίνει τὴν δύναμιν) καὶ χωρὶς τοῦ πάσσω πάσω καὶ πλάσσω πλάσω καὶ τοῦ λεύσσω λεύσω καὶ τοῦ ἐρέσσω ἐρέσω (ὃ σημαίνει τὸ κωπηλατῶ), οὗ ὁ πρῶτος ἀόριστος ἤρεσα, οἷον ἤρεσα χερσὶν ἐμῇσι. Δύναται δὲ ὁ ἐρέσω μέλλων, ὥς φησιν ὁ Ἡρωδιανός, καὶ ὡς ἀπὸ περισπωμένου τοῦ ἐρῶ ἐρέσω, ὥσπερ τελῶ τελέσω. Ἰστέον ὅτι ἐπιλαμβάνονταί τινες τοῦ Φιλοπόνου λέγοντες, ὅτι κακῶς παρέθετο τὸ λεύσσω· τοῦτο γὰρ οὐ κλίνεται κατὰ τὸν μέλλοντα. Τὰ δὲ διὰ τοῦ ˉζ ἐκφερόμενα κατὰ τὸν ἐνεστῶτα ὑπὲρ δύο συλλαβὰς ὄντα διὰ τοῦ ˉς ἐκφέρονται κατὰ τὸν μέλλοντα, οἷον συρίζω συρίσω, κουφίζω κουφίσω, ἐλπίζω ἐλπίσω, βαδίζω βαδίσω, λακτίζω λακτίσω, δανείζω δανείσω, ἑτοιμάζω ἑτοιμάσω, δεσπόζω δεσπόσω, ἁρμόζω ἁρμόσω, γογγύζω γογγύσω, ἁρπάζω ἁρπάσω, βαστάζω βαστάσω, νυστάζω νυστάσω· τὸ γὰρ βαστάξω καὶ νυστάξω καὶ ἁρπάξω Δωρικά εἰσι κατὰ τροπὴν τοῦ ˉς εἰς ˉξ γενόμενα. Δεῖ προσθεῖναι χωρὶς τοῦ οἰμώζω οἰμώξω καὶ αἰάζω αἰάξω καὶ θρυλλίζω θρυλλίξω (ὃ σημαίνει τὸ κλῶ), ἐξ οὗ τὸ θρυλλίχθη δὲ μέτωπον, καὶ τοῦ στηρίζω στηρίξω καὶ τοῦ 155 ἀλαλάζω ἀλαλάξω καὶ τοῦ ὀλολύζω ὀλολύξω καὶ τοῦ στενάζω στενάξω τοῦτο δὲ τὸ στενάξω δύναται καὶ ὡς ἀπὸ τοῦ στενάχω ἐνεστῶτος εἶναι, οἷον ἀλλ' αἰεὶ στενάχω καὶ ἄλγεα μυρία πέσσω, οὗ ἡ μετοχὴ στενάχων, ὡς τὸ Κύκλωψ δὲ στενάχων καὶ ὠδίνων ὀδύνῃσιν, ἐξ οὗ καὶ στεναχή ἐστι τὸ ῥηματικὸν ὄνομα· καὶ τοῦ ἀλα πάζω ἀλαπάξω, εἰ μή τις καὶ αὐτὸ Δωρικὸν εἴποι, ὡς ἀπὸ τοῦ ἀλα πάσω γέγονε τροπῇ τοῦ ˉς εἰς ˉξ, ὥσπερ τὸ βαστάζω βαστάσω βαστάξω καὶ τὰ ὅμοια. Τὰ δὲ διὰ τοῦ ˉζ ἐκφερόμενα κατὰ τὸν ἐνεστῶτα δισύλ λαβα ὄντα ποτὲ μὲν διὰ τοῦ ˉξ ἐκφέρονται κατὰ τὸν μέλλοντα, ποτὲ δὲ διὰ τοῦ ˉς, οἷον φράζω φράσω, πρίζω πρίσω, κτίζω κτίσω, ἵζω ἵσω, κνίζω κνίσω, κράζω κράξω, στάζω στάξω, σφάζω σφάξω, παίζω παίξω· τοῦτο δὲ εὕρηται καὶ διὰ τοῦ ˉς, ὡς παρὰ τῷ ποιητῇ ἐν τῇ Ὀδυσσείᾳ παίσατε, ὡς ὁ ξεῖνος ἐνίσπῃ οἷσι φίλοισι, καὶ παρὰ Ἀριστοφάνει βούλει διὰ χρόνου πρός με παῖσαι; καὶ ἴσως τὸ παίξω Δωρικόν ἐστι κατὰ τροπὴν τοῦ ˉς εἰς τὸ ˉξ γενό μενον, ὥσπερ καὶ τὸ βαστάσω βαστάξω καὶ νυστάσω νυστάξω καὶ ἁρπάσω ἁρπάξω. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι ἐπὶ τῶν διὰ τοῦ ˉιˉζˉω ὑπὲρ δύο συλλαβὰς τῶν διὰ τοῦ ˉι γραφομένων εἰώθασιν οἱ Ἀθηναῖοι ἀποβάλλειν τὸ ˉς κατὰ τὸν μέλλοντα καὶ περισπᾶν, οἷον γεμίζω γεμίσω γεμιῶ, ἐλπίζω ἐλπίσω ἐλπιῶ, συρίζω συρίσω συριῶ, λακτίζω λακτίσω λακτιῶ, βαδίζω βαδίσω βαδιῶ, κουφίζω κουφίσω κουφιῶ· ἀποβάλλουσι δὲ τὸ ˉς πρῶτον καὶ οὕτω περισπῶσιν, ἐπειδὴ τὸ ˉς χαρακτηριστικόν ἐστι βαρυτόνου μέλλον τος, οἷον ποιήσω νοήσω λαλήσω· ἀποβάλλουσι γὰρ πρῶτον τὸ αἴτιον τῆς βαρείας τάσεως καὶ οὕτω περισπῶσιν. Τοῦτο δὲ ποιοῦσι κατὰ τὸν μέλλοντα διὰ τοιαύτην αἰτίαν· κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι ἡ παρα λήγουσα τοῦ βαρυτόνου μέλλοντος ἢ ἴση θέλει εἶναι πρὸς τὴν παρα λήγουσαν τοῦ βαρυτόνου ἐνεστῶτος ἢ μείζων, οὐδέποτε δὲ ἐλάττων, χωρὶς τοῦ πνίγω πνίξω, ἐρύκω ἐρύξω, ψύχω ψύξω· ἴση μέν, οἷον λείπω λείψω, πείθω πείσω, λείβω λείψω, νήθω νήσω, τύπτω τύψω, ῥάπτω ῥάψω, βλάπτω βλάψω, μείζων δέ, οἷον λέγω λέξω, πλέκω πλέξω, γράφω γράψω, τρέχω θρέξω, ἔχω ἕξω· πρόσκειται βαρυτόνου ἐνεστῶτος διὰ τὸ ἀρκῶ ἀρκέσω· ἐνταῦθα γὰρ ἡ παραλήγουσα τοῦ βαρυτόνου μέλλοντος ἐλάττων ἐστὶ τῆς παραληγούσης τοῦ ἐνεστῶτος, ἀλλ' οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔστι βαρύτονος ἐνεστώς· πρόσκει ται βαρυτόνου μέλλοντος διὰ τὸ κείρω κερῶ· ἐνταῦθα γὰρ ἡ παρα λήγουσα τοῦ μέλλοντος ἐλάττων ἐστὶ τῆς παραληγούσης τοῦ ἐνεστῶτος, ἀλλ' οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔστι βαρύτονος μέλλων. Ἐπειδὴ οὖν ἐν τῇ τετάρτῃ συζυγίᾳ παραβέβαται ὁ κανώντὸ γὰρ συρίζω 156 καὶ δεσπόζω καὶ γεμίζω καὶ ἑτοιμάζω θέσει μακρᾷ παραλήγονται,, τὸ δὲ θέσει μακρὸν τοῦ φύσει βραχέος μεῖζόν ἐστιν τούτου χάριν ταύτην τὴν παραλογίαν φεύγοντες οἱ Ἀθηναῖοι περισπῶσι τὸν μέλλοντα· κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι ἡνίκα ὁ μέλλων ἐλάττονα ἔχει τὴν ἰδίαν παραλήγουσαν τῆς παραληγούσης τοῦ βαρυτόνου ἐνεστῶ τος, περισπᾶται, οἷον κείρω κερῶ, σπείρω σπερῶ, φθείρω φθερῶ, ῥαίνω ῥανῶ, μιαίνω μιανῶ, τίλλω τιλῶ. Καὶ ἄξιόν ἐστι ζητῆσαι, διατί ἐπὶ τῶν ἄλλων τοῦτο οὐ ποιοῦσιν· ἐπὶ γὰρ τῶν διὰ τοῦ ˉαˉζˉω καὶ ˉοˉζˉω οὐκ ἀποβάλλουσι τὸ ˉς κατὰ τὸν μέλλοντα καὶ περισπῶσιν, οἷον δεσπόζω δεσπόσω, ἁρμόζω ἁρμόσω, ἀγο ράζω ἀγοράσω, ἑτοιμάζω ἑτοιμάσω. Καὶ ἔστιν εἰπεῖν, ὅτι ἐπὶ τῶν διὰ τοῦ ˉαˉζˉω καὶ ἐπὶ τῶν διὰ τοῦ ˉοˉζˉω τοῦτο οὐ ποιοῦσιν, ἵνα μὴ φεύγοντες τὸ ἓν ἄτοπον μείζονι ἀτόπῳ περιπέσωσιν· οἱ γὰρ Ἀθηναῖοι ὅπου εὕρωσιν ἀλλεπάλληλα φωνήεντα δυνάμενα συναιρεθῆναι συναιροῦσιν αὐτά, οἷον Ἐρετριέως Ἐρετριῶς, Πειραιέως Πειραιῶς, Δημοσθένεος Δημοσθένους, Διομήδεος Διομήδους· εἰ ἀπέβαλον οὖν ἐπὶ τούτων τὸ ˉς κατὰ τὸν μέλλοντα καὶ περιέσπασαν, ἤμελλον συναίρεσιν ποιεῖσθαι τῶν ἀλλεπαλ λήλων φωνηέντων, οἷον ἑτοιμάζω ἑτοιμάσω ἑτοιμάω καὶ ἑτοιμῶ, ὡς τὸ βοάω βοῶ, καὶ πάλιν δεσπόζω δεσπόσω δεσπόω καὶ δεσπῶ, ὥσπερ χρυσόω χρυσῶ· εἰ δ' ἐποίησαν συναίρεσιν, ἤμελλεν ἐλάττονας ὁ μέλλων συλλαβὰς ἔχειν τοῦ ἐνεστῶτος, ὅπερ ἐστὶν ἀδύνατον· ὁ γὰρ μέλλων ἢ ἰσοσυλλαβεῖν θέλει τῷ ἐνεστῶτι, οἷον τύπτω τύψω, γράφω γράψω, ἢ περιττοσυλλαβεῖν θέλει, οἷον ποιῶ ποιήσω, βοῶ βοήσω, θέλω θελήσω, ὀφείλω ὀφειλήσω. Διὰ ταύτην οὖν τὴν αἰτίαν οὔτε ἐπὶ τῶν διὰ τοῦ ˉαˉζˉω οὔτε ἐπὶ τῶν διὰ τοῦ ˉοˉζˉω ἀποβάλλουσιν οἱ Ἀθηναῖοι τὸ ˉς κατὰ τὸν μέλλοντα καὶ περισπῶσιν· ἐπὶ δὲ τῶν διὰ τοῦ ˉιˉζˉω ὑπὲρ δύο συλ λαβὰς διὰ τοῦτο ἀποβάλλουσι τὸ ˉς κατὰ τὸν μέλλοντα καὶ περισπῶσιν, ἐπειδὴ τὸ ˉι καὶ τὸ ˉω οὐδέποτε κιρνῶνται οὔτε παρ' ἡμῖν οὔτε παρὰ τοῖς Ἀθηναίοις οὔτε παρ' ἄλλῃ τινὶ διαλέκτῳ, οἷον μειδιῶ ἐρυθριῶ ἀνιῶ κατηφιῶ. Διατί δὲ καὶ ἐπὶ τῶν δισυλλάβων τῶν διὰ τοῦ ˉιˉζˉω ˉυˉζˉω διὰ τοῦ ˉυ, οἷον γογγύζω γογγύσω, ποπ πύζω ποππύσω, οὐ ποιοῦσιν οἱ Ἀθηναῖοι ἀποβολὴν τοῦ ˉς κατὰ τὸν μέλλοντα καὶ περισπῶσιν, καὶ ταῦτα μήτε τοῦ ˉυ καὶ ˉω συναιρουμένων, οἷον λύω κλύω, οὐκ εἰρήκασιν οἱ τεχνικοί· ἡμεῖς δέ, εἰ θεῷ φίλον, ἐν τοῖς προλεγομένοις τῆς Ὀρθογραφίας διαλάβωμεν περὶ αὐτῶν. Ταῦτα μὲν ἐν τούτοις. 157 Ἰστέον δὲ ὅτι ἐπὶ τοῦ δανείζω δανείσω οὐ ποιοῦσιν οἱ Ἀθηναῖοι ἀποβολὴν τοῦ ˉς κατὰ τὸν μέλλοντα καὶ περισπῶσιν, ἐπειδὴ ἐπὶ τούτου οὐ παραβέβαται ὁ κανών· οὐκ ἔχει γὰρ ὁ μέλλων ἐπὶ τούτου τὴν ἰδίαν παραλήγουσαν ἐλάττω τῆς παραληγούσης τοῦ ἐνεστῶτος· τῇ γὰρ ˉεˉι διφθόγγῳ παραλήγεται ὁ ἐνεστὼς καὶ ὁ μέλλων. Καὶ ἄξιόν ἐστι ζητῆσαι, εἰ ἄρα τὰ διὰ τοῦ ˉιˉζˉω πάντα διὰ τοῦ ˉι γράφονται, οἷον συρίζω κουφίζω ἐλπίζω βαδίζω κτίζω πρίζω, πῶς τὸ δανείζω διὰ τῆς ˉεˉι διφθόγγου γράφεται. Καὶ ἔστιν εἰπεῖν, ὥσπερ ἀπὸ τοῦ γένειον γίνεται γενειάζω, τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ δάνειον γίνεται δανειάζω, καὶ κατ' ἔκθλιψιν τοῦ ˉα δανείζω, καὶ ἐκ τούτου λοιπὸν παραλήγεται τῇ ˉεˉι διφθόγγῳ. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι τὸ πνίγω πνίξω, ἐρύκω (τὸ κωλύω) ἐρύξω καὶ ψύχω ψύξω διὰ τοῦτο ἐσημειωσάμεθα, ἐπειδὴ κατὰ μὲν τὸν ἐνεστῶτα φύσει μακρὰ ποιοῦσι τὰ δίχρονα, κατὰ δὲ τὸν μέλλοντα θέσει μακρά, τὸ δὲ φύσει μακρὸν μεῖζόν ἐστι τοῦ θέσει μακροῦ· διὰ τοῦτο θέσει μακρά εἰσιν ἐν τῷ μέλλοντι, ἐπειδὴ τὸ ˉξ ἐπιφέρεται· κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι τὸ ˉι καὶ τὸ ˉυ οὐδέποτε πρὸ τοῦ ˉξ φύσει μακρά εἰσιν, χωρὶς εἰ μὴ λόγῳ ἀρχούσης παρῳχημένων, οἷον Φοῖνιξ πέρδιξ κῆρυξ Βέβρυξ ἄμπυξ. Πρόσκειται εἰ μὴ λόγῳ ἀρχούσης παρῳχημένων διὰ τὸ ἰξεύω ἴξευον· τὸ μὲν γὰρ ἰξεύω θέσει μακρὸν ἔχει τὸ ˉι, τὸ δὲ ἴξευον φύσει μακρὸν τῷ λόγῳ τῆς ἀρχούσης τῶν παρῳχημένων· οἱ γὰρ παρῳχημένοι κατὰ τὴν ἄρχουσαν ἢ χρονικῶς θέλουσι μεγεθύνεσθαι ἢ συλλαβικῶς, συλ λαβικῶς μέν, οἷον τύπτω ἔτυπτον, χρονικῶς δέ, οἷον ἄγω ἦγον· ἐν οἷς οὖν τὸ ἴξευον οὐκ ἠδύνατο συλλαβικῶς μεγεθύνεσθαι, ἐπειδὴ οὐκ ἄρχεται ὁ ἐνεστὼς ἀπὸ συμφώνου, ἐξ ἀνάγκης χρονικῶς ἐμεγεθύνθη καὶ τούτου χάριν ἐξέτεινε τὸ ˉι. Δέδεικται οὖν, ὅτι διὰ τὴν ἐπιφορὰν τοῦ ˉξ θέσει μακρά εἰσι τὰ δίχρονα ἐν τῷ πνίξω καὶ ἐρύξω καὶ ψύξω μέλλοντι· εἰ δέ τις εἴποι, καὶ πόθεν δῆλον, ὡς ἐν τῷ πνίξω μέλλοντι καὶ ἐρύξω καὶ ψύξω θέσει μακρά εἰσι τὰ δίχρονα, διπλοῦν γὰρ σύμφωνον ἐπιφέρεται καὶ μακρά ἐστιν ἡ συλλαβή, λέγομεν, ὅτι τοῦτο ἔστι γνῶναι ἐκ τοῦ πέπνιγα παρακειμένου καὶ ἤρυκα καὶ ἔψυχα βραχὺ τὸ δίχρονον ἔχοντος· ὁ γὰρ παρακείμενος καὶ ὁ μέλλων τὸν αὐτὸν χρόνον θέλουσιν ἔχειν κατὰ τὴν παραλήγουσαν, οἷον τέτυφα τύψω, ἰδοὺ ἡ ˉτˉυ συλλαβὴ κατὰ τὸν παρακείμενον βραχεῖά ἐστιν, καὶ πάλιν πέπεικα πείσω, ἰδοὺ ἡ ˉπˉεˉι συλλαβὴ κατὰ τὸν παρακείμενον καὶ τὸν μέλλοντα φύσει μακρά ἐστιν. Ἡ δὲ πέμπτη τὰ ἀμετάβολα τηρεῖ μετὰ συστολῆς τῆς παραληγούσης καὶ περισπωμένου τόνου. Ἐνταῦθα περὶ τοῦ μέλλοντος τῆς πέμπτης συζυγίας διαλαμβάνει καὶ λέγει, ὅτι ἡ πέμπτη συζυγία τὰ ἀμετάβολα τηρεῖ κατὰ τὸν μέλλοντα μετὰ συστολῆς τῆς 158 παραληγούσης καὶ περισπωμένου τόνου· μετὰ συστολῆς δὲ τῆς παρα ληγούσης, εἴ γε μακρὰ εὑρεθῇ ἡ παραλήγουσα ἐν τῷ ἐνεστῶτι, οἷον κείρω κερῶ, φθείρω φθερῶ, σπείρω σπερῶ, κτείνω κτενῶ, ῥαίνω ῥανῶ, μιαίνω μιανῶ, λιαίνω λιανῶ, μολύνω μολυνῶ, τίλλω τιλῶ, ποικίλλω ποικιλῶ, στέλλω στελῶ, ἀγγέλλω ἀγγελῶ, πάλλω παλῶ· πρόσκειται εἴ γε μακρὰ εὑρεθῇ ἡ παραλήγουσα ἐν τῷ ἐνεστῶτι, ἐπειδὴ ἐὰν βρα χεῖα εὑρεθῇ ἡ παραλήγουσα ἐν τῷ ἐνεστῶτι, ἡ αὐτὴ φυλάττεται καὶ ἐν τῷ μέλλοντι, οἷον μένω μενῶ, νέμω νεμῶ, δέμω δεμῶ, βρέμω βρεμῶ. Εὐλόγως δὲ ἡ πέμπτη συζυγία τὰ ἀμετάβολα τηρεῖ κατὰ τὸν μέλλοντα μετὰ συστολῆς τῆς παραληγούσης καὶ περισπωμένου τόνου· ἐμάθομεν γὰρ ὅτι ἀναλογεῖ ὁ μέλλων μὲν τῇ εὐθείᾳ, ὁ δὲ ἐνεστὼς τῇ γενικῇ· ἐπειδὴ οὖν ὅτε ἡ εὐθεῖα δι' ἀμεταβόλου ἐκφέρεται, τότε καὶ ἡ γενικὴ διὰ τοῦ αὐτοῦ ἀμεταβόλου ἐκφέρεται, οἷον Ἕκτωρ Ἕκτορος, Πλάτων Πλάτωνος, Θέων Θέωνοςτὸ γὰρ ἧπαρ ἥπατος καὶ δέλεαρ δελέατος ἑτερόκλιτα λέγουσιν εἶναι ὡς ἀπὸ τῆς εἰς ˉς καταλήξεως, οἷον ἀπὸ τοῦ ἧπας καὶ δέλεαςτούτου χάριν καὶ ὅτε ὁ ἐνεστὼς δι' ἀμεταβόλου ἐκφέρεται, τότε καὶ ὁ μέλλων διὰ τοῦ αὐτοῦ ἀμεταβόλου ἐκφέρεται, οἷον κείρω κερῶ, φθείρω φθερῶ, ῥαίνω ῥανῶ, τίλλω τιλῶ, νέμω νεμῶ. Ἐπειδὴ δὲ τὰ χαρακτηριστικὰ τοῦ βαρυτόνου ἐνεστῶτος οὐ δύνανται καὶ χαρακτηριστικὰ βαρυτόνου μέλλοντος εἶναικαὶ γὰρ τὸ ˉκ καὶ ˉπ χαρακτηριστικὰ ὄντα βαρυτόνου ἐνεστῶτος, ὡς ἐπὶ τοῦ πλέκω καὶ τρέπω, οὐκ εἰσὶ χαρακτηριστικὰ βαρυτόνου μέλλοντος ἀλλὰ περισπωμένου, ὡς ἐπὶ τοῦ τυπῶ δευτέρου μέλλοντοςτούτου χάριν μέλλοντες τῆς πέμπτης συζυγίας, ἵνα μὴ εὑρεθῶσι τὰ χαρακτηριστικὰ τοῦ βαρυτόνου ἐνεστῶτος, φημὶ δὴ τὰ ἀμετάβολα, χαρακτηριστικὰ καὶ βαρυτόνου μέλλοντος. Ἐπειδὴ δὲ περισπῶνται, εὐλόγως τὴν παρα λήγουσαν συστέλλουσιν· καὶ γὰρ οἱ περισπώμενοι μέλλοντες βραχείᾳ θέλουσι παραλήγεσθαι, οἷον τυπῶ πλακῶ λακτιῶ βαδιῶ λεπιῶ συριῶ κουφιῶ ἐλπιῶ· δεῖ προσθεῖναι Δωρικῶν· οἱ γὰρ Δωριεῖς τὸν ποιήσω μέλλοντα μακρᾷ παραληγόμενον περισπῶσι ποιησῶ λέγον τες· πάντας γὰρ τοὺς ὁριστικοὺς μέλλοντας περισπῶσιν οἱ Δωριεῖς, τυψῶ γραψῶ λεξῶ ἀμελξῶ. Καὶ ἄξιόν ἐστι ζητῆσαι, διατί οἱ Δωριεῖς πάντας τοὺς ὁριστικοὺς μέλλοντας περισπῶσιν. Καὶ ἔστιν εἰπεῖν, ὅτι πολλάκις οἱ Δωριεῖς ἐναλ λαγὰς ποιοῦνται πρὸς τὴν κοινὴν διάλεκτον· καὶ γὰρ τὰς 159 παρ' ἡμῖν προπερισπωμένας λέξεις αὐτοὶ παροξύνουσιν, οἷον παῖδες παίδες, αἶγες, φῶτες φώτες· καὶ πάλιν τὰς παρ' ἡμῖν βαρυτόνους λέξεις αὐτοὶ πολλάκις περισπῶσιν, τὸ γὰρ πάντων καὶ παίδων παντῶν καὶ παιδῶν λέγουσι περισπωμένως· καὶ πάλιν τὰς παρ' ἡμῖν περισπωμένας λέξεις αὐτοὶ πολλάκις συστέλλοντες ὀξύνουσιν, οἷον τὸ δασμηφορεῖν καὶ ποιεῖν αὐτοὶ δασμηφορέν καὶ ποιέν λέγουσιν· δασμηφορεῖν δέ ἐστι τὸ· ἐπειδὴ οὖν ἐναλλαγὰς τόνων ποιοῦνται οἱ Δωριεῖς πρὸς τὴν κοινὴν διάλεκτον, εἰκότως περισπῶσι, ἵνα καὶ ἐπὶ τούτων ἐναλλαγὴν ποιήσωνται τόνου πρὸς τὴν κοινὴν διάλεκτον. Ἡ δὲ ἕκτη τὸ ˉς, οἷον ἱππεύω ἱππεύσω. τοῦ μέλλοντος τῆς ἕκτης συζυγίας τῶν βαρυτόνων διαλαμβάνει· καὶ ἰστέον, ὅτι ἡ ἕκτη συζυγία τῶν βαρυτόνων πρὸ τοῦ ˉω προσλαμβάνουσα τὸ ˉς τὸν μέλλοντα ἀποτελεῖ, οἷον ἱππεύω ἱππεύσω, δουλεύω δου λεύσω, βασιλεύω βασιλεύσω, κρούω κρούσω, πταίω πταίσω, παίω παίσω (σημαίνει δὲ τὸ τύπτω), παλαίω παλαίσω, σβέω σβέσω, τρέω τρέσω, βδέω βδέσω· τὸ γὰρ πνέω πνεύσω καὶ πλέω πλεύσω καὶ χέω χεύσω καὶ ῥέω ῥεύσω πλεονασμὸν πεπόνθασι κατὰ τὸν μέλλοντα· τινὲς δὲ θέλουσι λέγειν ταῦτα εἶναι ὡς ἀπὸ τοῦ πνεύω καὶ πλεύω καὶ χεύω καὶ ῥεύω· τὸ δὲ κλαίω καὶ καίω τροπὴν πεπόνθασι τοῦ ˉι εἰς τὸ ˉυ κατὰ τὸν μέλλοντα, οἷον κλαύσω καὶ καύσω· τὸ δὲ πταίω καὶ παίω καὶ παλαίω οὐ πεπόνθασι τροπὴν τοῦ ˉι εἰς τὸ ˉυ κατὰ τὸν μέλλοντα, πταίσω γὰρ καὶ παίσω καὶ παλαίσω, ὡς ἐν τῇ τοῦ ἐνεργητικοῦ παρα κειμένου διδασκαλίᾳ μεμαθήκαμεν. Ἰστέον δὲ ὅτι τὸ λύω καὶ θύω κατὰ μὲν τὸν ἐνεστῶτα καὶ ἐκτείνουσι τὸ ˉυ καὶ συστέλλουσιν, κατὰ δὲ τὸν ἀεὶ ἐκτεταμένον ἔχουσι τὸ ˉυ. Οἱ δ' ἀπὸ περισπωμένων ἀεὶ μὲν εἰς ˉω λήγουσιν. Ἐνταῦθα περὶ τῆς παραληγούσης τοῦ μέλλοντος τῶν, χρυσῶ χρυσώσω, ὀμῶ ὀμόσω. Καὶ εὐλόγως πρὸ τοῦ ˉω τῶν βαρυτόνων εὑρίσκονται, οἷον ποιῶ ποιέω, βοῶ βοάω· ἡ δὲ ἕκτη τῶν βαρυτόνων, ὡ, πρὸ τοῦ ˉω τὸ ˉς ἔχει κατὰ τὸν μέλλοντα, οἷον ἱππεύω ἱππεύσω, βασιλεύω 160 βασιλεύσω. Παραλήγεται δὲ ἡ μὲν πρώτη συζυγία τῶν περισπωμένων κατὰ τὸν μέλλοντα ἢ τῷ ˉη ἢ τῷ ˉε, οἷον νοήσω τελέσω, ἡ δὲ δευτέρα ἢ τῷ ˉη ἢ τῷ ˉα, οἷον βοήσω ἐάσω, ἡ δὲ τρίτη ἢ τῷ ˉω ἢ τῷ ˉο, οἷον χρυσώσω ἀρόσω (σημαίνει δὲ τὸ ἀροτριάσω). Ἔστι δὲ κανονίσαι τὴν παραλήγουσαν τοῦ μέλλοντος τῆς πρώτης συζυγίας τῶν περισπωμένων οὕτως· ὅτε μακρᾷ παραλήγεται ὁ ἐνεστώς, τότε ὁ μέλλων διὰ τοῦ ˉη ἐκφέρεται, οἷον ποιῶ ποιήσω, εὑρῶ εὑρήσω, ὠθῶ ὠθήσω, οὐρῶ οὐρήσω, αὐλῶ αὐλήσω, αὐχῶ αὐχήσω, οἰκῶ οἰκήσω, τηρῶ τηρήσω, ἀθλῶ ἀθλήσω, πενθῶ πενθήσω, ὀλισθῶ ὀλισθήσω. Δεῖ προσθεῖναι χωρὶς τοῦ ἀρκῶ ἀρκέσω· τοῦτο γὰρ μακρᾷ παραληγόμενον κατὰ τὸν ἐνεστῶτα διὰ τοῦ ˉε ἐξηνέχθη κατὰ τὸν μέλλοντα, καὶ χωρὶς τοῦ νεικῶ νεικέσω, οἷον ἀλλὰ φίλον περ ἐόντα καὶ αἰδοῖον Μενέλαον Νει κέσω· περὶ οὗ λέγουσί τινες ταύτην τὴν ἀπολογίαν· νεικῶ, καὶ ἐπειδὴ διάφορον ἔσχον τὴν σημασίαν (τὸ μὲν γὰρ τὴν φιλονεικίαν σημαίνει, τὸ δὲ τὴν νίκην), τούτου χάριν μὲν γὰρ πρώτης ἐστὶ συζυγίας, οἷον νεικῶ νεικεῖς, ὡς παρὰ τῷ ποιητῇ νεικεῖ καί τέ μέ φησι μάχῃ δευτέρας ἐστὶ συζυγίας, οἷον νικῶ νικᾷς· καὶ ἐπειδὴ διάφορον ἔσχον τὴν συζυγίαν καὶ τὴν σημασίαν, τούτου χάριν καὶ τὴν παραλήγουσαν κατὰ τὸν ἐνεστῶτα διάφορον ἔχουσιν, τὸ μὲν γὰρ τῇ ˉεˉι διφθόγγῳ παραλήγεται, τὸ δὲ τῷ ˉι μακρῷ· καὶ ἐπειδὴ διά φορον τὴν σημασίαν καὶ τὴν κατὰ τὸν ἐνεστῶτα, τούτου χάριν καὶ κατὰ τὸν μέλλοντα διάφορον ἔσχον τὴν παραλήγουσαν, καὶ τὸ μὲν νικῶ νικᾷς τῷ ˉη παρα λήγεται κατὰ τὸν μέλλοντα, οἷον νικήσω, τὸ δὲ νεικῶ νεικεῖς τῷ ˉε, οἷον νεικέσω, ὡς παρὰ τῷ ποιητῇ ἀλλὰ φίλον περ ἐόντα καὶ αἰδοῖον Μενέλαον Νεικέσω. Τὸ δὲ αἰνῶ ἀναλογώτερόν ἐστι αἰνήσω διὰ τοῦ ˉη, οἷον μῦθον ἐπαινήσαντες Ὀδυσσῆος θείοιο, ἐπειδὴ μακρᾷ παραλήγεται κατὰ τὸν ἐνεστῶτα, φοις διὰ τοῦ ˉε λεγομένου, οἷον αἰνέσω καὶ, ὡς παρὰ Σοφοκλεῖ Ai. 536> ἐπῄνεσ' ἔργον, καὶ πάλιν παρ' Εὐριπίδῃ ἐν Μηδείᾳ; οὐδὲ ταῦτ' ἐπῄνεσα· καὶ τὸ αἰδῶ δὲ αἰδήσω, ἐξ οὗ, ἀναλογώτερόν ἐστι τοῦ αἰδέσω, οἷον 161 αἰδεσθεὶς βασιλῆος ἐνιπὴν αἰδοίοιο. Εἰ δὲ βραχείᾳ παραλήγεται ὁ ἐνεστὼς τῆς πρώτης συζυγίας τῶν περισπωμένων, τότε ὁ μέλλων πῇ μὲν τῷ ˉη παραλήγεται, οἷον φιλῶ φιλήσω, πατῶ πατήσω, πῇ δὲ τῷ ˉε, οἷον ὀλῶ ὀλέσω, τελῶ τελέσω, πῇ δὲ διφορεῖται, οἷον φορῶ φορήσω καὶ φορέσω, πονῶ πονήσω καὶ πονέσω· τοῦτο δὲ πρὸς διάφορον σημαινόμενον διάφορον καὶ τὴν παραλήγουσαν ἔχει ὁ γὰρ πονῶν ἢ ψυχικῶς ἢ σωματικῶς πονεῖ, καὶ εἰ μὲν σωματικῶς, πονέσω διὰ τοῦ ˉε δεῖ λέγειν, εἰ δὲ ψυχικῶς, πονήσω διὰ τοῦ ˉη· σημειούμεθα παρὰ Ἀριστοφάνει ἔγωγέ τοι πεπό νηκα κομιδῇ τὼ σκέλη, ἐπειδὴ σωματικῶς λεχθὲν. Ταῦτα μὲν περὶ τῆς παραληγούσης τοῦ μέλλοντος τῆς πρώτης συζυγίας τῶν περισπωμένων. Περὶ δὲ τῆς παραληγούσης τοῦ μέλλοντος τῆς δευτέρας συζυγίας τῶν περισπωμένων ἔστιν εἰπεῖν ταῦτα· ἰστέον ὅτι ὁ μέλλων τῆς δευ τέρας συζυγίας τῶν περισπωμένων ἢ τῷ ˉη παραλήγεται ἢ τῷ ˉα, οἷον βοήσω ἐάσω, καὶ τῷ ˉα ἢ μακρῷ ἢ βραχεῖ· καὶ ἡνίκα μέν ἐστι τὸ ˉλ πρὸ τοῦ ˉα κατὰ τὸν μέλλοντα, συνεσταλμένον ἐστίν, οἷον γελῶ γελάσω, κλῶ κλάσω, θλῶ θλάσω, ἡνίκα δέ ἐστι πρὸ τοῦ ˉα τὸ ˉρ, ἢ καθαρὸν τὸ ˉα, τότε τὸ ˉα μακρόν ἐστιν, οἷον γηρῶ γηράσω, φυρῶ φυράσω, περῶ περάσω· τὸ γὰρ περάσω ἐπὶ τοῦ πωλήσω βραχὺ ἔχει τὸ ˉα, οἷον Τρώων καὶ πολλοὺς ζωοὺς ἕλον ἠδ' ἐπέρασσα, ἀνεδιπλασιάσθη γὰρ τὸ ˉς διὰ τὴν βραχεῖαν· καὶ μήποτε ὡς ἀπὸ τοῦ περάζω ἐστίν, ὥσπερ ἀγοράζω ἀγοράσω· τὸ κερά ἔχον πρὸ τοῦ ˉα τὸ ˉρ καὶ συστέλλον τὸ ˉα οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔστιν ἀπὸ τοῦ κερῶ κερᾷς, ἀλλ' ὡς ἀπὸ τοῦ κε, ὡς ἀπὸ τοῦ ἀγοράζω ἀγοράσω. Ταῦτα μὲν περὶ τῶν ἐχόντων πρὸ τοῦ ˉα τὸ ˉρ· τῶν δὲ ἐχόντων τὸ ˉα καθαρὸν ἔ, ἀνιῶ ἀνιάσω, κοπιῶ κοπιάσω, ἀγωνιῶ ἀγωνιάσω, μειδιῶ μειδιάσω, ἀρο τριῶ ἀροτριάσω, ἐρυθριῶ ἐρυθριάσω, ἐῶ ἐάσω· οὐκ ἐάσουσιν ἐμοὶ δόμεναι βιόν ποιητικῶς συνεστάλη· τὸ πεινάσω καὶ διψάσω> μακρὸν ἔχοντα τὸ ˉα καὶ μὴ ἔχοντα πρὸ τοῦ ˉα μήτε τὸ ˉρ μήτε φωνῆεν οὐκ ἀντίκεινται ἡμῖν, ἐπειδὴ ἀπὸ τοῦ πεινήσω καὶ διψήσω γεγόνασι κατὰ τροπὴν Δωρικὴν τοῦ ˉη εἰς ˉα μακρόν. Ταῦτα μὲν ἐν τούτοις. 162 Ἔστι δὲ κανονίσαι τὴν παραλήγουσαν τοῦ μέλλοντος τῆς δευτέρας συζυγίας τῶν περισπωμένων οὕτως· τὰ ἔχοντα τὸ ˉω καθαρὸν προηγου μένου τοῦ ˉε ἢ τοῦ ˉι τὸν μέλλοντα ἔχουσι διὰ τοῦ ˉα ἐκφερόμενον, οἷον ἐῶ ἐάσω, θεῶ θεάσω (ἐξ οὗ τὸ θεῶμαι καὶ θεάσομαι), ἀνιῶ ἀνιάσω, κοπιῶ κοπιάσω, ἀροτριῶ ἀροτριάσω, ἐρυθριῶ ἐρυθριάσω, μειδιῶ μειδιάσω· τὸ ἀλοιῶ ἀλοιάσω ὤφειλεν εἶναι διὰ τοῦ ˉα ὡς παραληγό μενον τῷ ˉι, ἀλλ' ἐγένετο ἀλοιήσω, ὡς παρὰ τῷ ποιητῇ ἄχρις ἀπηλοίησε (σημαίνει δὲ τὸ ἀλοιῶ τὸ κόπτω)· περὶ οὗ ἀπολογεῖται ὁ Φιλόπονος λέγων, ὅτι ἀλοιάσω ἦν, καὶ ἰωνικῶς ἔτρεψε τὸ ˉα εἰς τὸ ˉη καὶ γέγονεν ἀλοιήσω· πολλάκις γὰρ οἱ Ἴωνες ἔθος ἔχουσι τρέπειν τὸ ˉα εἰς τὸ ˉη, οἷον ἐμίανα ἐμίηνα, ἔφανα ἔφηνα καὶ ἀπέφηνα (ἐξ οὗ τὸ ἀπεφηνάμην), ἀναίδεια ἀναιδείη, οἷον ὤμοι, ἀναιδείην ἐπιειμένε, κερδαλεόφρον. Τὸ ἐλεῶ ἐλεήσω τῷ καὶ διὰ τοῦ ˉη γενόμενον κατὰ τὸν μέλλοντα οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔστι δευτέρας συζυγίας τῶν περισπωμένων, ἀλλὰ πρώτης, Μένανδρος ἐδήλωσεν εἰπών ἐλεεῖται ὁ ποιμὴν καὶ καλεῖται ἡδύτατος· εἰ γὰρ ἦν τῆς δευ τέρας, ἐλεᾶται εἶχεν εἰπεῖν, ὥσπερ ὁρᾶται· εἰ γὰρ κατὰ Αἰολεῖς καὶ Ἴωνας ἐλεῶ ἐλεᾷς ἐστίν, ὥσπερ βοῶ βοᾷς, ἀλλ' οὖν κατὰ κοινοὺς καὶ Ἀττικοὺς ἐλεῶ ἐλεεῖς ἐστίν, ὥσ. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι τὰ παραληγόμενα τῷ ˉο πέντε εἰσίν· καὶ τὰ μὲν δύο τῷ ˉη παραλήγονται κατὰ τὸν μέλλοντα, οἷον βοῶ βοήσω, γοῶ γοήσω, τὰ δὲ δύο τῷ ˉα, οἷον ἀκροῶ ἀκροάσω (ἐξ οὗ τὸ ἀκροῶμαι καὶ ἀκροάσομαι), μακκοῶ μακκοάσω (μακκοῶ δέ ἐστι τὸ μωραίνω), τὸ δὲ ἓν διφορεῖται, οἷον ἀλοῶ ἀλοᾷς ἀλοάσω τῷ ˉυ ὀλίγα εἰσίν, ἅπερ διὰ τοῦ ˉη ἐκφέρονται κατὰ τὸν μέλλοντα, οἷον ἐγγυῶ ἐγγυήσω (ἐξ οὗ τὸ ἐγγυῶμαι καὶ ἐγγυήσομαι), λυῶ λυήσω (λυῶ δέ ἐστι τὸ στασιάζω), δυῶ δυήσω (σημαίνει δὲ τὸ δυστυχῶ)· τὸ δὲ ἰχθυῶ οὐκ ἔχει μέλλοντα. Οὐκ ἔχομέν τινα ἔχοντα καθαρὸν τὸ ˉω καὶ παραληγόμενα τῷ ˉη ἢ τῷ ˉα ἢ τῷ ˉω· καὶ τοῦτο εὐλόγως· τῷ μὲν γὰρ οὐ εὑρεθῇ ἀλλεπάλληλον τὸ ˉω, τῷ δὲ ˉα οὐ παραλήγονται, ἐπειδὴ ἡ ἐντέ 163 λεια τῆς δευτέρας συζυγίας τῶν περισπωμένων διὰ τοῦ ˉα περάω· ἵνα οὖν μὴ δόξωσι κατὰ τὴν φωνὴν συνεμπίπτειν τῇ ἐντελείᾳ, τούτου χάριν οὔτε παραλήγονται τῷ ˉα·, ἵνα μὴ εὑρεθῇ ἀλλεπάλληλον τὸ ˉη ἐν τῷ μέλλοντι. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι ὁ Ἀπολλώνιος ταύτην τὴν διαίρεσιν, ὅτι εἰσί τινα μὲν φωνήεντα χαίροντα τῷ ˉη, τινὰ δὲ τῷ ˉα, τινὰ δὲ τῷ ˉη καὶ τῷ ˉα· οἷον τὸ μὲν ˉα χαίρει τοῦ Δανάη, χαίρει δὲ καὶ τῷ ˉα, ὡς ἐπὶ τοῦ πρᾴα· τὸ δὲ ˉε τῷ ˉα χαίρει, οἷον θεά θέα (ἡ θεωρία)· τὸ δὲ ˉι μανία κονία πενία· τὸ δὲ ˉο καὶ τῷ ˉη χαίρει καὶ τῷ ˉα, οἷον πνοή ἀκοή ὀγδόη ἀθρόα στοά· τὸ δὲ ˉυ τῷ ˉη χαίρει, οἷον Λιβύη ἐγγύη· τὸ δὲ ˉω τῷ ˉη χαίρει, οἷον ζωή ἰωή (σημαίνει δὲ τὴν ἐκπεμπομένην φωνήν)· διὰ τοῦτο οὖν τὰ μὲν παραληγόμενα διὰ τοῦ ˉα ἐκφέ ρονται κατὰ τὸν μέλλοντα, οἷον ἀνιῶ ἀνιάσω, ἐῶ ἐάσω, τὰ δὲ παρα ληγόμενα τῷ ˉο διφοροῦνται κα, τουτέστι καὶ διὰ τοῦ ˉη καὶ διὰ τοῦ ˉα ἐκφέρονται, οἷον βοῶ βοήσω, ἀκροῶ ἀκροάσω (ἐξ οὗ τὸ ἀκροῶμαι καὶ ἀκροάσομαι), τὰ δὲ παραληγόμενα τῷ ˉυ διὰ τοῦ ˉη, οἷον ἐγγυῶ ἐγγυήσω (ἐξ οὗ τὸ ἐγγυῶμαι ἐγγυήσομαι). Ταῦτα μὲν καθαρὸν τὸ ˉω. Περὶ δὲ τῶν συμφώνων τῶν τῷ ˉω παραληγομένων, ἤγουν περὶ τῶν ἐχόντων πρὸ τοῦ ˉω σύμφωνον, ἔστιν εἰπεῖν ταῦτα· τὰ ἔχοντα τὸ ˉρ ὑπὲρ μίαν συλλαβὴν μὴ προηγουμένου συμφώνου διὰ τοῦ ˉα ἐκφε ρόμενον ἔχουσι τὸν μέλλοντα, οἷον [ξυρῶ ξυρεῖς] φυρῶ φυράσω, γηρῶ γηράσω, περῶ περάσω, καταρῶ καταράσω (ἐξ οὗ τὸ καταρῶμαι καὶ καταράσομαι), χωρὶς τοῦ· τοῦτο δὲ ὁ μὲν Φιλόπονος πρώτης συζυγίας φησίν, οἷον ξυρῶ ξυρεῖς, ὁ δὲ Ἡρωδιανὸς δευ τέρας, οἷον ξυρῶ ξυρᾷς. Τὰ δὲ ἔχοντα τὸ ˉλ κανονίζει ὁ Φιλόπονος οὕτως· τὰ ἔχοντα τὸ ˉλ ὑπὲρ μίαν συλλαβὴν μὴ προηγουμένου συμφώ νου διὰ τοῦ ˉα ἔχουσι τὸν μέλλοντα ἐκφερόμενον, οἷον ἐλῶ ἐλάσω, γελῶ γελάσω, χαλῶ χαλάσω, ἱλῶ ἱλάσω (σημαίνει δὲ τὸ εὐμενῆ ποι οῦμαι, ὡς ἱλασάμενοι πεπίθοιμεν). Καὶ σημειοῦται τὸ τιλῶ τιλήσω (σημαίνει δὲ τὸ ἀποπατῶ, ὅπερ ἐν τῇ συνη 164 θείᾳ τζιλῶ λέγουσιν)· ἔχομεν δὲ τοῦ τιλῶ τὴν χρῆσιν παρ' Ἱππώνακτι, οἷον ὤμιξεν αἷμα καὶ χολὴν ἐτίλησε· τὸ δὲ ὤμιξε σημαίνει καὶ τὸ χολῶ χολᾷς χολήσω, ἀναλογώτερον εἶναι τοῖς ἰδιώταις λεγόμενον χολάσω· οὐδαμοῦ δέ, ὥς φησιν, εὑρίσκονται ἐν χρήσει. Ταῦτα μὲν ὁ Φιλόπονος. Ἀντίκεινται δὲ τῷ κανόνι τούτῳ πλεῖστα ἰδοὺ γὰρ κραιπαλῶ κραι παλᾷς κραιπαλήσω διὰ συλήσω διὰ τοῦ ˉη, καὶ μελαγχολῶ μελαγχολᾷς μελαγχολήσω, ἀσχαλῶ ἀσχαλᾷς ἀσχα λήσω (σημαίνει δὲ τὸ ἀδημονῶ), καὶ ἐμπολῶ ἐμπολᾷς ἐμπολήσω (σημαίνει δὲ τὸ πραγματεύομαι), παμφαλῶ παμφαλᾷς παμφαλήσω (σημαίνει δὲ τὸ ψεύδομαι), καὶ μυστιλῶ μυστιλᾷς μυστιλήσω (σημαίνει δὲ τὸ ἐκροφῶ τὸν ζωμὸν τοῖς ψωμίοις· μυστίλη γάρ ἐστιν εἶδος κοίλου ἄρτου, εἰς ὃν ἐρρόφουν ζωμὸν οἱ Ἀθηναῖοι ἐν ταῖς ἑορταῖς). Ἔστι δὲ κα τοῦτον τὸν τρόπον· τὰ ἔχοντα τὸ ˉλ ὑπὲρ μίαν συλλαβὴν παραλήγοντος τοῦ ˉε διὰ τοῦ ˉα ἐκφέρονται κατὰ τὸν μέλ λοντα, οἷον γελῶ γελάσω, ἐλῶ ἐλάσω· τὰ δὲ λοιπὰ τὰ ἔχοντα τὸ ˉλ ἢ μόνον ἢ μετὰ συμφώνου, εἴτε κατὰ σύλληψιν εἴτε κατὰ διάστασιν, διὰ τοῦ ˉη ἐκφέρονται κατὰ τὸν μέλλοντα, οἷον συλῶ συλᾷς συλήσω, κραιπαλῶ κραιπαλᾷς κραιπαλήσω, [χολῶ χολᾷς χολήσω] μελαγχολῶ μελαγχολᾷς μελαγχολήσω, ἀσχαλῶ ἀσχαλᾷς ἀσχαλήσω, μυστιλῶ μυστιλᾷς μυστιλήσω, παμφαλῶ παμφαλᾷς παμφαλήσω, ἐμπολῶ ἐμπολᾷς ἐμπο λήσω, ὁμοκλῶ ὁμοκλᾷς ὁμοκλήσω, κολλῶ κολλᾷς κολλήσω, μεταλλῶ μεταλλᾷς μεταλλήσω (σημαίνει δὲ τὸ). Σημειούμεθα τὸ χολῶ χολᾷς χολάσω καὶ τὸ ἱλῶ ἱλᾷς ἱλάσω, ὡς παρὰ τῷ ποιητῇ ἱλασάμενοι πεπίθοιμεν, ὅτι διὰ τοῦ ˉα ἐξηνέχθησαν κατὰ τὸν μέλ λοντα μὴ παραληγόμενα τῷ ˉε. δὲ ἔχοντα τὸ ˉρ ὑπὲρ μίαν συλ λαβὴν μετὰ ἑτέρου συμφώνου, ἔτι δὲ καὶ τὰ ἔχοντα τὸ ˉλ μετὰ ἑτέρου συμφώνου, διὰ τοῦ ˉη ἐκφέρονται κατὰ τὸν μέλλοντα, οἷον ὁμοκλῶ ὁμοκλήσω, ποδαγρῶ ποδαγρήσω, χειραγρῶ χειραγρήσω. Τὰ δὲ μονο σύλλαβα τὰ ἔχοντα τὸ ˉρ ἢ τὸ ˉλ, εἰ μὲν μὴ ποιοῦσι παράγωγα εἰς ˉμˉι, διὰ τοῦ ˉα ἐκφέρονται κατὰ τὸν μέλλοντα, οἷον κλῶ κλάσω, θλῶ θλάσω, φλῶ φλάσω (σημαίνει δὲ καὶ αὐτὸ τὸ κλάσω, ὡς παρ' Ἀριστοφάνει 165 καὶ φλᾶτ' ἀνδρικῶς), δρῶ δράσω· εἰ δὲ ποιοῦσι παράγωγα εἰς ˉμˉι, διὰ τοῦ ˉη ἐκφέρονται κατὰ τὸν μέλλοντα, οἷον χρῶ κίχρημι χρήσω, πρῶ πίμπρημι πρήσω, πλῶ πίμπλημι πλήσω, τλῶ τλῆμι τλήσω (σημαίνει δὲ τὸ ὑπομένω). Τὰ δὲ ἔχοντα ἄλλο σύμφωνον διὰ τοῦ ˉη ἐκφέρονται κατὰ τὸν μέλλοντα, οἷον σμῶ σμᾷς σμήσω, ἀμῶ ἀμᾷς ἀμήσω, κνῶ κνᾷς κνήσω (ἐξ οὗ τὸ κνῶμαι καὶ ζήσω, νικῶ νικᾷς νικήσω, κυβερνῶ κυβερνᾷς κυβερνήσω, τιμῶ τιμᾷς τιμήσω, ἡβῶ ἡβᾷς ἡβήσω,, ῥοφῶ ῥοφᾷς ῥοφήσω, ἀκονῶ ἀκονᾷς ἀκονήσω, τρυγῶ τρυγᾷς τρυγήσω, διψῶ διψᾷς διψήσω, πεινήσωτὸ γὰρ πεινάσω καὶ διψάσω δωρικῶς ἔτρεψαν τὸ ˉη εἰς ˉα μακρόνσιγῶ σιγᾷς σιγήσω, σιωπῶ σιωπᾷς σιωπήσω· τὸ σπῶ σπήσω καὶ σπάσω πρὸς διάφορον σημαινό μενον διάφορον ἔχουσι καὶ τὴν παραλήγουσαν· ἐπὶ μὲν γὰρ τοῦ ἀκο λουθῶ σπῶ σπᾷς σπήσω λέγεται, ἐπὶ δὲ τοῦ ἀνασπῶ σπῶ σπᾷς σπάσω καὶ ἀνασπάσω. Ταῦτα ἔχομεν εἰπεῖν καὶ περὶ τῆς παραληγούσης τοῦ μέλλοντος τῆς δευτέρας συζυγίας τῶν περισπωμένων. Περὶ δὲ τῆς παραληγούσης τοῦ μέλλοντος τῆς τρίτης συζυγίας τῶν περισπωμένων ἔστιν εἰπεῖν ταῦτα, ὅτι ἡ τρίτη συζυγία τῶν περι σπωμένων κατὰ τὸν μέλλοντα ἢ τῷ ˉω παραλήγεται, οἷον χρυσῶ χρυσώσω, ἢ τῷ ˉο, οἷον ὀμῶ ὀμόσω. Καὶ ἔστιν εἰπεῖν, ὅτι ὅσα μὲν ἔχουσιν ὄνομα προϋποκείμενον, διὰ τοῦ ˉω ἐκφέρονται κατὰ τὸν μέλ λοντα, οἷον χρυσός χρυσῶ χρυσώσω, ἄργυρος ἀργυρῶ ἀργυρώσω, γύψος γυψῶ γυψώσω, χείρ χειρός χειρῶ χειρώσω (ἐξ οὗ τὸ χειροῦμαι καὶ χειρώσομαι), πῦρ πυρός πυρῶ πυρώσω, στέφανος στεφανῶ στεφανώσω, ὀρθός ὀρθῶ ὀρθώσω, στρεβλός στρεβλῶ στρεβλώσω, κακός κακῶ κακώσω, ταπεινός ταπεινῶ ταπεινώσω· ὅσα δὲ οὐκ ἔχουσιν ὄνομα προϋποκεί μενον, διὰ τοῦ ˉο ἐκφέρονται κατὰ τὸν μέλλοντα, οἷον ὀμῶ ὀμόσω, ὀνῶ ὀνόσω (σημαίνει δὲ τὸ μέμφομαι). Καὶ ἰστέον ὅτι πάντα τῆς τρίτης συζυγίας τῶν περισπωμένων διὰ τοῦ ˉω ἐκφέρονται κατὰ τὸν μέλλοντα, τούτων τῶν τριῶν, ἅτινα οὐδὲ ἔχουσιν ὄνομα προϋποκείμενον, φημὶ δὴ τοῦ ὀμῶ ὀμόσω καὶ ὀνῶ ὀνόσω καὶ ἀρῶ ἀρόσω (σημαίνει δὲ τὸ ἀροτριῶ)· τοῦτο δὲ διφορεῖται· τινὲς μὲν γὰρ διὰ τοῦ ˉο γράφουσιν αὐτό, ὡς δοξάζοντες μὴ ἔχειν αὐτὸ ὄνομα προϋποκείμενον, τινὲς δὲ διὰ τοῦ ˉω γράφουσιν 166 αὐτό, λέγοντες, ὅτι ἔχει ὄνομα προϋποκείμενον τὸ Ἄρης (Ἄρης δέ ἐστιν ὁ σίδηρος). Ἰστέον δὲ ὅτι τὸ ὀμῶ ὀμόσω καὶ ὀνῶ ὀνόσω καὶ ἀρῶ ἀρόσω διὰ τοῦ ˉο γραφόμενα τὰ τῆς ἀναλογίας ἐπλήρωσαν· ὥσπερ γὰρ ἡ πρώτη καὶ ἡ δευτέρα συζυγία τῶν περισπωμένων κατὰ τὸν μέλ λοντα ποτὲ μὲν διὰ μακροῦ φωνήεντος ἐκφέρονται, ποτὲ δὲ διὰ βρα χέος, οἷον βοήσω τελέσω ποιήσω γελάσω, οὕτως ἔδει καὶ τὴν τρίτην συζυγίαν τῶν περισπωμένων κατὰ τὸν μέλλοντα ποτὲ μὲν διὰ μακροῦ φωνήεντος ἐκφέρεσθαι, ποτὲ δὲ διὰ βραχέος, οἷον χρυσώσω ὀμόσω. Ταῦτα μὲν ἐν τούτοις. Ἄξιον δέ ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν ἡ μὲν πρώτη συζυγία τῶν περισπωμένων κατὰ τὸν μέλλοντα, ἢ τῷ ˉη ἢ τῷ ˉα, οἷον βοήσω ἐάσω,. Καὶ ἔστιν εἰπεῖν τὴν ἀπολογίαν ταύτην· αἱ συζυγίαι τῶν περισπωμένων ὅσον κατὰ τὴν ἐντέλειαν ἕκτης συζυγίας τῶν βαρυτόνων εἰσίν, τὸ γὰρ ποιῶ ἀπὸ τοῦ ποιέω γέγονεν, καὶ τὸ βοῶ ἀπὸ τοῦ βοάω, καὶ τὸ χρυσῶ ἀπὸ τοῦ χρυσόω· τὸ δὲ ποιέω καὶ βοάω καὶ χρυσόω ἕκτης συζυγίας τῶν βαρυτόνων εἰσίν· ἐπειδὴ οὖν ἡ ἕκτη συζυγία τῶν βαρυτόνων πῇ μὲν φυλάττει τὸ φωνῆεν τοῦ ἐνεστῶτος ἐν τῷ μέλλοντι, οἷον ξέω ξέσω, σβέω σβέσω, τρέω τρέσω, πῇ δὲ μεγεθύνει αὐτό, οἷον χέω χεύσω, ῥέω ῥεύσω, πνέω πνεύσω, πλέω πλεύσω, τούτου χάριν καὶ αἱ συζυγίαι τῶν περισπωμένων πῇ μὲν φυλάττουσι τὸ φωνῆεν τῆς ἐντελείας ἐν τῷ μέλλοντι, πῇ δὲ μεγεθύνουσιν αὐτό. Καὶ λοιπὸν εὐλόγως ἡ μὲν πρώτη συζυγία τῶν περισπωμένων ἢ τῷ ˉη παραλήγεται ἢ τῷ ˉε κατὰ τὸν μέλλοντα, τῷ μὲν ˉε, ἐπειδὴ ἡ ἐντέλεια τῆς πρώτης συζυγίας τῶν περι σπωμένων τὸ ˉε ἔχει, οἷον ποιέω, τῷ δὲ ˉη, ἐπειδὴ τὸ ˉε μεγεθυνόμενον ἐν τοῖς ῥήμασιν εἰς τὸ ˉη τρέπεται, οἷον ἐλαύνω ἤλαυνον, ἑρμηνεύω ἡρμήνευον,· τὰ γὰρ προσλαμβάνοντα τὸ ˉι ὀλίγα εἰσίν, ἃ καὶ ἐσημειωσάμεθα. Ἡ δὲ δευτέρα ἢ τῷ ˉη παραλήγεται ἢ τῷ ˉα, ἡ ἐντέλεια τῆς δευτέρας συζυγίας τῶν περι σπωμένων τὸ ˉα ἔχει, οἷον βοάω γελάω, τῷ δὲ ˉη, ἐπειδὴ τὸ ˉα μεγε θυνόμενον ἐν τοῖς ῥήμασιν εἰς τὸ ˉη τρέπεται, οἷον ἄγω ἦγον, ἀκούω ἤκουον, ἀριστῶ ἠρίστων. Ἡ δὲ τρίτη ἢ τῷ ˉω παραλήγεται ἢ τῷ ˉο, τῷ μὲν ˉο, ἐπειδὴ ἡ ἐντέλεια τῆς τρίτης συζυγίας τῶν περισπωμένων 167 τὸ ˉο ἔχει, οἷον χρυσόω, τῷ δὲ ˉω, ἐπειδὴ τὸ ˉο μεγεθυνόμενον ἐν τοῖς ῥήμασιν εἰς τὸ ˉω τρέπεται, οἷον ὀμνύω ὤμνυον, ὁπλίζω ὥπλιζον, ὀρθῶ ὤρθουν. Τύψεις, τύψει. Δυϊκά· τύψετον, τύψετον. Πληθυντικά· τύψομεν, τύψετε, τύψουσιν· εἴρηται. Μέλλων δεύτερος. Τυπῶ· πᾶς δεύτερος ἀόριστος τὴν ˉοˉν εἰς ˉω μεταβαλὼν καὶ τὴν ἐν ἀρχῇ κλιτικὴν ἔκτασιν ἀποβαλὼν δεύτερον μέλ λοντα ποιεῖ. Ἐνταῦθα περὶ τοῦ δευτέρου μέλλοντος διαλαμβάνει· καὶ ἰστέον ὅτι ὁ δεύτερος μέλλων τῷ μὲν σημαινομένῳ ὁ αὐτός ἐστι τῷ πρώτῳ μέλλοντι, φωνῇ δὲ· τὸ γὰρ τύψω καὶ τυπῶ τὸ αὐτὸ μὲν σημαίνουσιν, μόνῃ δὲ τῇ φωνῇ διαφέρουσιν, καθάπερ καὶ ὁ δεύτερος ἀόριστος φωνῇ μόνῃ διαφέρει τοῦ πρώτου ἀορίστου, ὡς ἐν τῇ περὶ τούτου διδασκαλίᾳ μεμαθήκαμεν. Κανονίζεται δὲ ὁ δεύ τερος μέλλων ἀπὸ τοῦ δευτέρου ἀορίστου τοῦτον τὸν τρόπον· πᾶς δεύτερος ἀόριστος τὴν ˉοˉν εἰς ˉω μεταβαλὼν μετὰ περισπωμένου τόνου καὶ τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν ἀποβαλὼν μέλλοντα δεύτερον ποιεῖ τὸ δεύτερον καὶ τρίτον πρόσωπον ἔχοντα διὰ τῆς ˉεˉι διφθόγγου ἐκφερόμενον, οἷον ἔτυπον τυπῶ τυπεῖς τυπεῖ, ἔκτανον κτανῶ κτανεῖς κτανεῖ, ἔσπαρον σπαρῶ σπαρεῖς σπαρεῖ, ἔφθαρον φθαρῶ φθαρεῖς φθαρεῖ, ἔκαρον καρῶ καρεῖς καρεῖ. Ἰστέον δὲ ὅτι ὥσπερ ἡ πρώτη συζυγία τῶν περισπωμένων κλίνεται, οὕτω κλίνεται καὶ ὁ δεύτερος μέλλων· ὥσπερ γὰρ ποιῶ ποιεῖς ποιεῖ, ποιεῖτον ποιεῖτον, ποιοῦμεν ποιεῖτε ποιοῦσιν, οὕτω καὶ τυπῶ τυπεῖς τυπεῖ, τυπεῖτον τυπεῖ τον, τυποῦμεν τυπεῖτε τυποῦσιν· οὐ μόνον δὲ ὁ δεύτερος μέλλων ὁμοίως τῇ πρώτῃ συζυγίᾳ τῶν περισπωμένων κλίνεται, ἀλλὰ καὶ περισπώμενος, εἴτε πρῶτος εὑρεθῇ εἴτε δεύτερος, οἷον εὐφρανῶ εὐφρανεῖς εὐφρανεῖ, εὐφρανεῖτον εὐφρανεῖτον, εὐφρανοῦμεν εὐφρα νεῖτε εὐφρανοῦσιν. Δεῖ δὲ γινώσκειν, ὅτι ἡ μὲν πρώτη συζυγία τῶν περισπωμένων ἐκ συναιρέσεώς ποιέω γέγονεν· ὁ δὲ περισπώμενος μέλλων οὐκ ἔστιν ἐκ συναιρέσεως, τὸ γὰρ εὐφρανῶ καὶ τυπῶ οὐκ ἐκ συναιρέσεώς εἰσιν, οὐδὲ γὰρ ἔχουσιν ἐντέ λειαν, ἵνα ταῦτα εἴπωμεν συνῃρημένα· ἀπαρέμφατον δευτέρου ἀορίστου καὶ μέλλοντος, οἷον δοιὼ δ' οὐ δύνα μαι ἰδέειν κοσμήτορε λαῶν, οὐκ ἔστιν ἐντελὲς τοῦ ἰδεῖν, ἀλλὰ τοὐναντίον ἀπὸ τοῦ ἰδεῖν γέγονε κατὰ διάλυσιν, ὥσπερ καὶ ἀπὸ τοῦ εὐφρανεῖν τὸ εὐφρανέειν. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι αἱ μετοχαὶ τοῦ δευτέρου ἀορίστου καὶ τοῦ δευτέρου 168 μέλλοντος ὁμοφωνοῦσιν ἀλλήλαις· καὶ γὰρ τοῦ δευτέρου ἀορίστου ἡ μετοχὴ τυπών ἐστίν, καὶ τοῦ δευτέρου μέλλοντος ἡ μετοχὴ ὁμοίως τυπῶν ἐστίν, ἀλλ' ἔχουσι διαφορὰν ὁμοίως κατὰ τὸν τόνον καὶ κατὰ τὴν κλίσιν· καὶ κατὰ μὲν τὸν τόνον, ὅτι ἡ μετοχὴ τοῦ δευτέρου ἀορί στου ὀξύνεται, καὶ γὰρ τυπών ἐστὶν ὀξυτόνως, ἡ δὲ τοῦ δευτέρου μέλ λοντος τυπῶν περισπωμένως· κατὰ τὴν κλίσιν δὲ διαφέρουσιν, ὅτι ἡ τοῦ μὲν δευτέρου ἀορίστου μετοχὴ διὰ τοῦ ˉο κλίνεται, οἷον τυπών τυπόντος, ἡ δὲ τοῦ δευτέρου μέλλοντος μετοχὴ διὰ τῆς ˉοˉυ διφθόγγου κλίνεται, οἷον τυπῶν τυποῦντος. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι λέγει ὁ Ἡρωδιανός, ὡς οὐδέποτε εὑρίσκεται δεύ τερος μέλλων ἐνεργητικὸς ὁριστικὸς γάρ, φησίν, παρέ θετο χρήσεις ὁ Ἀπολλώνιος, ἢ πεπλασμέναι αὐτῷ εἰσιν, ὡς τὸ φυγῶ δραμῶ τυπῶ, οὐ δεύτεροι γὰρ μέλλοντες·, φησίν, τούτοις ἐχρήσατο· ἢ ἐνεστῶτές εἰσιν ἀντὶ μελλόντων, ὡς τὸ κούρην δ' οὐ γαμέω Ἀγαμέμνονος Ἀτρείδαο, πάντα γὰρ ἤδη τοι τελέω>· ἐνταῦθα γὰρ οἱ ἐνεστῶτές καὶ τελέσω, ὥσπερ καὶ ἐν τῷ ἐγὼ δέ κ' ἄγω Βρισηΐδα καλλιπάρῃον ἐνεστώς ἐστιν ἀντὶ μέλλοντος τοῦ ἄξω· ἄλλως τε δὲ οὐδέποτε μέλλων ὁριστι κὸς διαλύεται· πῶς οὖν τὸ γαμέω καὶ τελέω, εἴ γε μέλλοντες ὑπῆρχον, ἐν διαλύσει παραλαμβάνονται; ἄρα οὖν ἐντέλειαί εἰσιν ἐνεστώτων τὸ γαμέω καὶ τελέω· πρόσκειται ὁριστικός, ἐπειδὴ τὸ εὐφρανεῖν ἀπαρ έμφατον γίνεται κατὰ διάλυσιν εὐφρανέειν, οἷον εὐφρανέειν ἄλοχόν τε φίλην καὶ νήπιον υἱόν. Σημειοῦται δὲ τὸ ἐκχεῶ δευ τέρου μέλλοντος, οἷον καὶ τὸ κατακλιεῖ παρ' Εὐπόλιδι ἐν Χρυσογένει, οἷον εἰ μή τις αὐτὴν κατακλιεῖ· γέγονε δὲ τὸ κατα κλιεῖ τοῦτον τὸν τρόπον· ἔστι κλείω, τούτου ὁ δεύτερος ἀόριστος ἔκλιον διὰ τοῦ ˉι, τῆς παραληγούσης συσταλείσης, ὥσπερ λείπω ἔλιπον, πείθω ἔπιθον, καὶ λοιπὸν ἐκεῖθεν κατακλιῶ ὁ δεύτερος μέλλων καὶ κατακλιεῖ τὸ τρίτον πρόσωπον. Τούτων οὕτως ἐχόντων ἰστέον, ὅτι τὸ κρεμῶ καὶ ἀγορῶ τινὲς λέγουσι δευτέρου μέλλοντος εἶναι· ἔστι δὲ εἰπεῖν, ὅτι ταῦτα οὐ δύναν 169 ται οὔτε δευτέρου μέλλοντος εἶναι, ἀλλ' οὔτε πρώτου· καὶ δευτέρου μὲν γὰρ μέλλοντος οὐ δύνανται εἶναι, ἐπειδὴ ὁ δεύτερος μέλλων τὸ δεύτερον καὶ τρίτον πρόσωπον διὰ τῆς ˉεˉι διφθόγγου ἔχει ἐκφερόμενον, οἷον τυπῶ τυπεῖς τυπεῖ, νυγῶ νυγεῖς νυγεῖ· ταῦτα δὲ διὰ τῆς ˉᾳ διφθόγγου ἔχουσι τὸ τρίτον πρόσωπον ἐκφερόμενον, οἷον κρεμῶ κρεμᾷς κρεμᾷ, ἀγορῶ ἀγορᾷς ἀγορᾷ· πρώτου δὲ μέλλοντος οὐ δύνανται εἶναι, ἐπειδὴ πρῶτον μὲν ὁ πρῶτος μέλλων τὸ δεύτερον καὶ τρίτον πρόσωπον ἔχει διὰ τῆς ˉεˉι διφθόγγου ἐκφερόμενον, οἷον τύψω τύψεις τύψει, εὐφρανῶ εὐφρανεῖς εὐφρανεῖ, ταῦτα δέ, ὡς εἴρη ται, ἔχουσι τὸ δεύτερον καὶ τρίτον πρόσωπον διὰ τῆς ˉᾳ διφθόγγου ἐκφερόμενον· δεύτερον δὲ πρώτου μέλλοντος, ἐπειδὴ οὐδέποτε ἐλάττονας συλλαβὰς ἔχει ὁ μέλλων τοῦ ἰδίου ἐνεστῶ τος, ἀλλ' ἰσοσυλλαβεῖ αὐτῷ, οἷον τύπτω τύψω, λέγω λέξω, ἢ περιττο συλλαβεῖ, οἷον ποιῶ ποιήσω, νοῶ νοήσω· ἐὰν οὖν τὸ ἀγορῶ καὶ κρεμῶ δῶμεν μέλλοντας εἶναι, εὑρίσκονται ἐλάττονας συλλαβὰς ἔχοντες τοῦ ἐνεστῶτος, ὁ γὰρ ἐνεστὼς ἀγοράζω καὶ κρεμάζω ἐστίν, ὅπερ ἀδύνατον. Ἀλλὰ λέγομεν, ὅτι ἐστὶν ἀγοράζω καὶ κρεμάζω· μέλλων κρεμάσω καὶ ἀγοράσω, καὶ κατὰ ἀποβολὴν τοῦ ˉς κρεμάω καὶ ἀγοράω, καὶ κατὰ κρᾶσιν τῶν φωνηέντων εἰς ˉω γίνε ται κρεμῶ καὶ ἀγορῶ, ὥσπερ βοάω βοῶ, περάω περῶ· καὶ ἐπειδὴ ἔχουσί τί ποτε μὴ ἁρμόζον ἔνδειαν συλλα βῆςτοῦτο δὲ οὐχ ἁρμόζει τῷ μέλλοντι, ὁ γὰρ μέλλων, ὡς εἴρηται, οὐ θέλει ἔχειν ἐλάττονας συλλαβὰς τοῦ ἰδίου ἐνεστῶτος, οἷον τύπτω τύψω, ποιῶ ποιήσωτούτου χάριν μετῆλθον εἰς ἐνεστῶτα· οὕτω γὰρ καὶ ἐν τῷ ἀρέ γέγονεν· ἔστι γὰρ ἀρῶ ἀρέσω καὶ μεθύω μεθύσω, καὶ προσελθόντος τοῦ ˉκ κατὰ τὸν μέλλοντα ἀνέ δραμον ἐνεστῶτα, ἐπειδὴ ἐδέξαντό τί ποτε μὴ ἁρμόζον τῷ μέλλοντι, φημὶ δὴ τὸ ˉκ, τὸ γὰρ ˉκ οὐκ ἔστι χαρακτηριστικὸν μέλλοντος· πρόσκειται βαρυτόνου μέλλοντος διὰ τὸν πλακῶ δεύτερον μέλλοντα. Τυπεῖς, τυπεῖ. Δυϊκά· τυπεῖτον, τυπεῖτον. Πληθυντικά· τυποῦμεν, τυπεῖτε, τυποῦσιν. Εἴρηται ὅτι πᾶς μέλλων περισπώ μενος, εὑρεθῇ εἴτε δεύτερος, ὁμοίως τῇ πρώτῃ συζυγίᾳ τῶν περισπωμένων κλίνεται. Ταῦτα μὲν ἐν τούτοις· ἐν οἷς σὺν θεῷ τὰ ἐνεργητικὰ τῆς ὁριστικῆς ἐγκλίσεως. 170 Ὁριστικὰ παθητικά χρόνου ἐνεστῶτος. Τύπτομαι· πᾶς ἐνεστὼς ὁριστικὸς ἀμοιβῇ τοῦ ˉω εἰς ˉο καὶ προσθήκῃ τῆς ˉμˉαˉι τὸ παθητικὸν ποιεῖ, λέγω λέγομαι. Κανονίσας ὁ τεχνικὸς τὰ ἐνεργητικὰ τῆς ὁριστικῆς ἐγκλίσεως μετέρχεται νῦν καὶ κανονίζει τὰ παθητικά· διαλαμβάνει δὲ καὶ περὶ τῶν λοιπῶν χρόνων τῆς μέσης διαθέσεως, ἀορίστου φημὶ καὶ μέλλοντος· περὶ δὲ τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου τῆς μέσης διαθέσεως ἐν τοῖς ἐνεργητικοῖς διέλαβεν· καὶ περὶ τοῦ ἐνεστῶτος καὶ παρατατικοῦ τῆς μέσης διαθέσεως ἤδη εἰρήκαμεν, ὅτι οἱ αὐτοί εἰσι τοῖς ἐνεστῶσι καὶ παρατατικοῖς τῆς παθητικῆς διαθέσεως, ἀλλ' ἐκ τῆς συντάξεως διακρί νονται· τὸ γὰρ κολάζομαι καὶ βιάζομαι πρὸς τὴν σύνταξιν ἔχουσι καὶ τὴν διάθεσιν· εἰ μὲν γὰρ εἴπωμεν κολάζομαι ὑπὸ σοῦ καὶ βιάζομαι ὑπὸ σοῦ, παθητικά εἰσιν, εἰ δὲ κολάζομαί σε καὶ βιάζομαί σε, μέσα. Ταῦτα μὲν ἐν τούτοις. Κανονίζει δὲ ὁ τεχνικὸς τὸν ἐνεστῶτα τῆς παθητικῆς διαθέσεως οὕτως· πᾶς ἐνεστὼς ὁριστικὸς εἰς ˉω λήγων τροπῇ τοῦ ˉω εἰς ˉο καὶ προσθήκῃ τῆς ˉμˉαˉι παθητικὸς γίνεται, οἷον τύπτω τύπτομαι, γράφω γράφομαι, λέγω λέγομαι, βιάζω βιάζομαι, κολάζω κολάζομαι· τὰ δὲ περισπώμενα ἀπὸ τῶν ἐντελεστέρων συναιρούμενα πρὸς τὴν συναίρεσιν ποιοῦνται τὴν παραλήγουσαν, οἷον τοῦ ˉε καὶ ˉο εἰς τὴν ˉοˉυ δίφθογγον ποιοῦμαι, ὥσπερ χάλκεος χαλκοῦς· καὶ πάλιν βοάω βοάομαι καὶ κατὰ κρᾶσιν τοῦ ˉα καὶ ˉο εἰς τὸ ˉω βοῶμαι, εἰς τὴν ˉοˉυ δίφθογγον χρυσοῦμαι, ὥσπερ νόος νοῦς. ὁριστι κός, διὰ τοὺς ὑποτακτικοὺς ἐνεστῶτας· οἱ γὰρ ὑποτακτικοὶ ἐνεργητικοὶ ἐνεστῶτες οὐ τρέπουσι τὸ ˉω εἰς ˉο ἐν τοῖς παθητικοῖς ἐνεστῶσιν, ἀλλὰ φυλάττουσιν αὐτό, οἷόν ἐστιν ὁ ἐνεργητικὸς ἐνεστὼς ὁ ὑποτακτικὸς ἐὰν τύπτω καὶ ὁ παθητικὸς ἐὰν τύπτωμαι διὰ τοῦ ˉω. Ταῦτα μὲν ἐν τούτοις. Ἔστι δὲ καθολικῶς οὕτω κανονίσαι καὶ εἰπεῖν, ὅτι πᾶς ἐνεστὼς ὁριστικὸς καὶ πᾶς μέλλων ὁριστικὸς εἰς ˉω λήγων προσθήκῃ τῆς ˉμˉαˉι ἢ παθητικὸν ἢ μέσον ποιοῦσιν· καὶ ὁ μὲν ἐνεστὼς προσλαμβάνων τὴν ˉμˉαˉι συλλαβὴν παθητικὸν καὶ μέσον ποιεῖ, οἷον τύπτω τύπτομαι ὑπ' αὐτοῦ 171 καὶ τύπτομαι αὐτόν, καὶ πάλιν βιάζω βιάζομαι ὑπ' αὐτοῦ καὶ βιάζομαι αὐτόν· ὁ δὲ μέλλων προσθήκῃ τῆς ˉμˉαˉι μέσον ποιεῖ, οὐ μὴν παθητικόν, καὶ ὁ μὲν πρῶτος ἐνεργητικὸς μέλλων μέλλοντα, οἷον τύψω τύψομαι, ὁ δὲ δεύτερος ἐνεργητικὸς μέλλων δεύτερον μέσον μέλ λοντα ποιεῖ, οἷον τυπῶ τυποῦμαι, νυγῶ νυγοῦμαι, καρῶ καροῦμαι, σταλῶ σταλοῦμαι. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι προσερχομένης τῆς ˉμˉαˉι συλλαβῆς ἢ φυλάττεται τὸ ˉω ἢ τρέπεται εἰς τὸ ˉο ἢ εἰς τὴν ˉοˉυ δίφθογγον· καὶ φυλάττεται μὲν τὸ ˉω τῆς δευτέρας συζυγίας τῶν περισπωμένων ἐν μόνῳ τῷ ἐνεστῶτι, οἷον βοῶ βοῶμαι, περῶ περῶμαι, γελῶ γελῶμαι· πρόσκειται ἐν μόνῳ τῷ ἐνεστῶτι, ἐπειδὴ ἐν τῷ μέλλοντι τρέπει ἡ δευτέρα συζυγία τὸ ˉω εἰς τὸ ˉο, οἷον βοήσω βοήσομαι, ἀκροάσω ἀκροά σομαι· καὶ ἐν ὅλοις δὲ τοῖς ὑποτακτικοῖς, ὁποίας ἂν εἴη συζυγίας τὸ ῥῆμα ἢ ὁποίου χρόνου, φυλάττεται τὸ ˉω, οἷον ἐὰν τύπτω ἐὰν τύπτω μαι, ἐὰν ποιῶ ἐὰν ποιῶμαι, ἐὰν βοῶμαι, ἐὰν περῶ ἐὰν περῶμαι, ἐὰν χρυσῶ ἐὰν χρυσῶμαι. Τρέπεται δὲ τὸ ˉω εἰς τὸ ˉο ἐπὶ ὅλων τῶν βαρυτόνων, εἴτε ἐνεστῶτές εἰσιν εἴτε μέλλοντες, χωρὶς τῶν ὑποτακτικῶν, οἷον τύπτω τύπτομαι, λέγω λέγομαι, τύψω τύψομαι, λέξω λέξομαι, ποιήσω ποιήσομαι· ἐπὶ δὲ τῶν περισπωμένων, τῶν τῆς δευτέρας συζυγίας τῶν περισπωμένων, τρέπε ται τὸ ˉω εἰς τὴν ˉοˉυ δίφθογγον, εἴτε ἐνεστῶτές εἰσιν εἴτε μέλλοντες, οἷον, στεφανῶ στεφανοῦμαι, κουφιῶ κουφιοῦμαι. Ταῦτα μὲν ἐν τούτοις περὶ τῶν εἰς ˉω ῥημάτων. Τὰ δὲ εἰς ˉμˉι λήγοντα ῥήματα τροπῇ τῆς ˉμˉι εἰς ˉμˉαˉι τὸ παθητικὸν ποιοῦσιν, οἷον τίθημι τίθεμαι, καὶ συστέλλουσι τὴν παραλήγουσαν· καὶ ἡ μὲν εἰς ˉμˉι συστέλλει τὴν παραλήγουσαν εἰς τὸ ˉε, οἷον τίθημι τίθεμαι, ἵημι ἵεμαι, ἡ δὲ δευτέρα εἰς τὸ ˉα συστέλλει τὴν παραλήγουσαν, οἷον ἵστημι ἵσταμαι, ἡ δὲ τρίτη εἰς τὸ ˉο συστέλλει τὴν παραλήγουσαν, οἷον δίδωμι δίδομαι, ἡ δὲ τετάρτη τὸ δίχρονον μόνον, οἷον πήγνυμι πήγνυμαι, ὄλλυμι ὄλλυμαι, ζεύγνυμι ζεύγνυ μαι. Τούτων οὕτως ἐχόντων τὸ ἧμαι (τὸ σημαῖνον τὸ κάθημαι) καὶ τὸ κεῖμαι δοκοῦσι μήτε ἀπὸ τῶν εἰς ˉω εἶναι μήτε ἀπὸ τῶν εἰς ˉμˉι· καὶ ἀπὸ μὲν τῶν εἰς ˉω δοκοῦσι μὴ εἶναι, ἐπειδὴ τὰ ἀπὸ τῶν εἰς ˉω ἢ τῷ ˉο παραλήγονται ἐν τῷ εἰς ˉμˉαˉι παθητικῷ ἐνεστῶτι, οἷον τύπτομαι λέ 172 γομαι, ἢ τῷ ˉω, οἷον βοῶμαι περῶμαι, ἢ τῇ ˉοˉυ διφθόγγῳ, οἷον ποι οῦμαι φανοῦμαι χρυσοῦμαι· ἐπειδὴ οὖν ταῦτα οὐδενὶ ἐκ τούτων παρα λήγονται, ἄρα οὐκ εἰσὶν ἐκ τῶν εἰς ˉω· ἀλλ' οὔτε δὲ ἐκ τῶν εἰς ˉμˉι εἰσίν· τὰ γὰρ εἰς ˉμˉι ἢ τῷ ˉε παραλήγονται ἐν τοῖς παθητικοῖς, οἷον τί θεμαι, ἢ τῷ ˉα συνεσταλμένῳ, οἷον ἵσταμαι, ἢ τῷ ˉο, οἷον δίδομαι, ἢ διχρόνῳ συνεσταλμένῳ, οἷον ζεύγνυμαι· ταῦτα δὲ οὐδενὶ ἐκ τούτων παραλήγονται, ἄρα οὐκ εἰσὶν οὔτε παρὰ τῶν εἰς ˉμˉι. Τί οὖν ἔστιν εἰπεῖν; λέγομεν ὅτι ἀπὸ τῶν εἰς ˉμˉι εἰσίν· ἐλέγχονται γὰρ ταῦτα ἀπὸ τῶν δευτέρων προσώπων ὄντα ἀπὸ τῶν εἰς ˉμˉι, λέγω δὴ ἀπὸ τοῦ ἧσαι (ἐξ οὗ τὸ κάθησαι) καὶ ἀπὸ τοῦ κεῖσαι, οἷον ὡς παρὰ τῷ ποιητῇ κεῖσαι, Ὀτρυντείδη, πάντων ἐκπαγλότατ' ἀνδρῶν· πᾶς γὰρ ἐνεστὼς εἰς ˉμˉαˉι λήγων καὶ ἔχων εἰς ˉσˉαˉι τὸ δεύτερον πρόσωπον ἀπὸ τῶν εἰς ˉμˉι ἐστίν, οἷον τίθεμαι τίθεσαι, ἵσταμαι ἵστασαι, δίδομαι δίδοσαι, ζεύγνυμαι ζεύγνυσαι· εἰ οὖν ἐστι τὸ δεύτερον πρόσωπον ἧσαι καὶ κεῖσαι, δηλονότι ἀπὸ τῶν εἰς ˉμˉι εἰσίν. Ἔστι δὲ σχηματίσαι αὐτὰ οὕτως· ἔστιν ἕω καὶ κέω βαρύτονα· ταῦτα περισπωμένως γίνονται ἑῶ καὶ κεῶ, εἶτα ἐκ τούτων τῶν περισπωμένων γίνονται παράγωγα εἰς ˉμˉι, οἷον ἕημι καὶ κέημι, καὶ λοιπὸν ὁ παθητικὸς ἐνεστὼς ἕεμαι καὶ κέεμαι, ὥσπερ τίθημι καὶ τίθεμαι, καὶ κατὰ κρᾶσιν τῶν δύο ˉεˉε πῇ μὲν εἰς τὸ ˉη γί νεται ἧμαι, πῇ δὲ εἰς τὴν ˉεˉι δίφθογγον κεῖμαι· διατί δὲ ἐπὶ μὲν τοῦ ἧμαι τὰ δύο ˉεˉε εἰς τὸ ˉη ἐκράθησαν, ἐπὶ δὲ τοῦ κεῖμαι εἰς τὴν ˉεˉι δί φθογγον, ἐν τῷ, εἰ θεῷ φίλον, μαθησόμεθα. Τύπτῃ· πᾶν πρῶτον πρόσωπον ἔχον τὸ ˉμ κλιτικὸν τοῦ τρίτου προσώπου τὸ ˉτ ἤτοι τρέπον εἰς τὸ δεύτερον ποιεῖ, ἢ ὑποστέλλον τὸ ˉτ τοῦ τρίτου καὶ κρᾶσιν ποιούμενον τῶν φωνηέντων. Τὸ παρὸν δεύτερον ἑνικὸν παθητικὸν πρόσωπον καὶ τὰ ὅμοια ἐκ τοῦ ἰδίου τρίτου ἑνικοῦ κανονίζονται· κανονίζονται δὲ τοῦτον τὸν τρόπον· πᾶν πρῶτον πρόσωπον ἔχον τὸ ˉμ κλιτικὸν τοῦ τρίτου προσώπου τὸ ˉτ ἤτοι τρέπον εἰς ˉς τὸ δεύτερον πρόσωπον ποιεῖ, ἢ ἀποβάλλον τὸ ˉτ τοῦ τρίτου καὶ κρᾶσιν ποιούμενον τῶν φωνηέντων. Καὶ ὅσα μὲν ἔχουσι τὴν ἐνεργητικὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως, ἐκεῖνα τροπῇ τοῦ ˉτ εἰς ˉς ποιοῦσι τὸ δεύτερον πρόσωπον, οἷον πεποίη μαι πεποίηται πεποίησαι, ἐπεποιήμην ἐπεποίητο ἐπεποίησο, πεποιηκώς γὰρ ἡ ἐνεργητικὴ μετοχὴ εἰς ˉς μετ' ὀξείας τάσεως· καὶ πάλιν τίθεμαι τίθεσαι, ἐτιθέμην ἐτίθετο ἐτίθεσο, τιθείς γὰρ ἡ ἐνεργητικὴ μετοχὴ εἰς ˉς μετ' ὀξείας τάσεως· ὅσα δὲ οὐκ ἔχουσι τὴν ἐνεργητικὴν 173 μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως, ἐκεῖνα ἀποβολῇ τοῦ ˉτ καὶ κράσει τῶν φωνηέντων ποιοῦσι τὸ δεύτερον πρόσωπον, οἷον τύπτομαι τύπτε ται καὶ κατὰ ἀποβολὴν τοῦ ˉτ τύπτεαι καὶ κράσει τοῦ ˉε καὶ ˉα εἰς ˉη τύπτῃ, ὥσπερ βέλεα βέλη, καὶ μένει τὸ ˉι προσγεγραμμένον καὶ ἀνεκ φώνητον διὰ τὸ μέγεθος τοῦ ˉη· καὶ πάλιν ἐτύπτετο καὶ κατὰ ἀποβολὴν τοῦ ˉτ ἐτύπτεο καὶ κατὰ κρᾶσιν τοῦ ˉε καὶ ˉο εἰς τὴν ˉοˉυ δίφθογγον ἐτύπτου, ὥσπερ χάλκεος χαλκοῦς· γὰρ ἔχουσι ταῦτα τὴν ἐνεργητικὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως, τύπτων γάρ ἐστιν ἡ ἐνεργητικὴ μετοχή· ἐτυψάμην ἐτύψατο καὶ κατὰ ἀπο βολὴν τοῦ ˉτ ἐτύψαο καὶ κατὰ κρᾶσιν τοῦ ˉα καὶ ˉο εἰς τὸ ˉω ἐτύψω, ὥσπερ· οὐδὲ γὰρ ἔχει τοῦτο τὴν ἐνεργητικὴν μετ οχὴν εἰς ˉς μετ' ὀξείας τάσεως, τύψας γάρ ἐστιν ἡ ἐνεργητικὴ μετοχὴ ἀλλ' οὐκ ὀξύτονος. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι ποιοῦνται τὴν τροπὴν τοῦ ˉτ εἰς τὸ ˉς οἵ τε παρακείμενοι καὶ ὑπερσυντέλικοι, ἐπειδὴ ἔχουσι τὴν ἐνερ γητικὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως, οἷον πεποίημαι πεποίηται πε ποίησαι, ἐπεποιήμην ἐπεποίητο ἐπεποίησο, πεποιηκώς γὰρ ἡ ἐνεργη τικὴ μετοχὴ εἰς ˉς μετ' ὀξείας τάσεως· τὴν δὲ καὶ κρᾶ σιν τῶν φωνηέντων ἐνεστῶτες παρατατικοὶ ἀόριστοι μέσοι καὶ μέλλοντες ἅπαντες, τουτέστι καὶ παθητικοὶ, ἐπειδὴ οὐκ ἔχουσιν οὗτοι τὴν ἐνεργητικὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως, οἷον τύπτομαι τύπτεται τύπτεαι καὶ τύπτῃ, ἐτυπτόμην ἐτύπτετο καὶ ἐτύπτου, τύπτων γάρ ἐστιν ἡ ἐνεργητικὴ μετοχὴ οὔτε εἰς ˉς οὔτε ὀξύτονος· καὶ πάλιν ἐτυψάμην ἐτύψατο ἐτύψαο ἐτύψω, τύψας γάρ ἐστιν ἡ μετοχὴ ἡ ἐνεργητικὴ εἰς ˉς μὲν ἀλλ' οὐκ ὀξύτονος· καὶ πάλιν ἐτυπόμην ἐτύπετο ἐτύπεο ἐτύπου, τυπών γὰρ ἡ ἐνεργητικὴ μετοχὴ ὀξύτονος μὲν ἀλλ' οὐκ εἰς ˉς· καὶ πάλιν τυφθήσομαι τυφθήσεται τυφθή σεαι καὶ τυφθήσῃ, τύψομαι τύψεται τύψεαι καὶ τύψῃ, τύψων γὰρ ἡ ἐνεργητικὴ μετοχὴ οὔτε εἰς ˉς οὔτε ὀξύτονος· καὶ πάλιν τυπήσομαι τυ πήσεται τυπήσεαι τυπήσῃ, τυποῦμαι τυπεῖται τυπεῖαι καὶ κατὰ ἀποβο λὴν τοῦ ˉι τυπέαι καὶ κατὰ κρᾶσιν τῶν φωνηέντων τυπῇ, τυπῶν γὰρ ἡ ἐνεργητικὴ μετοχὴ οὔτε εἰς ˉς οὔτε ὀξύτονος. Πρόσκειται δὲ παθητικούς· οὗτοι γὰρ ἀπὸ τοῦ πρώτου προσώ που ποιοῦσι τὸ δεύτερον πρόσωπον τροπῇ τοῦ ˉν εἰς τὸ ˉς, οἷον ἐτύ φθην ἐτύφθης, ἐτύπην, τῷ κανόνι τῷ ῥηθέντι ἐν τῇ περὶ τοῦ ἐνεργητικοῦ ὑπερσυντελίκου διδασκαλίᾳ· οὐδὲ γὰρ ἔχουσι τὸ ˉτ κατὰ 174 τὸ τρίτον πρόσωπον, τοῦ τρίτου προσώπου κανονισθῶσιν. Ἐν δὲ τοῖς εἰς ˉμˉι πάντῃ τροπῇ τοῦ ˉτ εἰς τὸ ˉς ποιοῦσι τὸ δεύτερον πρόσωπον, ἐπειδὴ ταῦτα τὴν ἐνεργητικὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τά σεως ἔχουσιν, οἷον τίθεμαι τίθεται τίθεσαι, ἐτιθέμην ἐτίθετο ἐτίθεσο, τιθείς γὰρ ἡ ἐνεργητικὴ μετοχὴ εἰς ˉς μετ' ὀξείας τάσεως· καὶ πάλιν ἐθέμην ἔθετο ἔθεσο, ἐδόμην ἔδοτο ἔδοσο, ἐστάμην ἔστατο ἔστασο, δούς γὰρ καὶ θείς καὶ στάς ἡ ἐνεργητικὴ μετοχὴ εἰς ˉς μετ' ὀξείας τάσεως. Δεῖ προσθεῖναι χωρὶς τῶν· οὗτοι γὰρ ἀποβολῇ τοῦ ˉτ καὶ κράσει τῶν φωνηέντων ποιοῦσι τὰ δεύτερα πρόσωπα, ἐπειδὴ οὐκ ἔχουσι τὴν ἐνεργητικὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως, οἷον τεθήσομαι τεθήσεται τεθήσεαι καὶ τεθήσῃ, θή σομαι θήσεται θήσεαι καὶ θήσῃ, θήσων γὰρ ἡ ἐνεργητικὴ μετοχὴ οὔτε εἰς ˉς οὔτε ὀξύτονος· καὶ πάλιν ἐστησάμην ἐστήσατο ἐστήσαο καὶ ἐστήσω, στήσας γὰρ ἡ ἐνεργητικὴ μετοχὴ εἰς ˉς μὲν ἀλλ' οὐκ ὀξύτονος. Πρόσκειται ἐν τῷ κανόνι ἀπὸ τοῦ τρίτου ἢ τροπῇ τοῦ ˉτ εἰς τὸ ˉς ἢ ἀπο βολῇ τοῦ ˉτ καὶ κράσει τῶν φωνηέντων, τὸ ˉτ κατὰ τὸ τρίτον πρόσωπον· τὸ γὰρ ˉμ τὸ ὂν ἐν τῷ πρώτῳ προσώπῳ οὐκ ἔστι κλιτικὸν ἀλλὰ θεματικόν, ἀπὸ γὰρ τοῦ γάρ· πρόσκειται δὲ ὅλως ἔχον τὸ ˉμ κλιτικόν διὰ τὸ τύπτει ἐκεῖνος,· ταῦτα γὰρ ἔχουσι τὸ ˉτ, καὶ οὐ ποιοῦσι τὸ δεύτερον πρόσωπον ἢ τροπῇ τοῦ ˉτ εἰς τὸ ˉς ἢ ἀποβολῇ τοῦ ˉτ καὶ κράσει τῶν φωνηέντων, ἐπειδὴ οὐκ ἔχουσιν ὅλως κατὰ τὸ πρῶ τον πρόσωπον τὸ ˉμ· τύπτω γὰρ καὶ ὀρύττω. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι καὶ ἐπὶ τῆς πρώτης συζυγίας τῶν περισπωμένων ἀπὸ τοῦ τρίτου προσώπου γίνεται τὸ δεύτερον πρόσωπον κατὰ ἀπο βολὴν τοῦ ˉτ καὶ κράσει τῶν φωνηέντων· οὐδὲ γὰρ ἔχει τὴν ἐνεργητι κὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως, οἷόν ἐστι ποιοῦμαι ποιεῖται, καὶ ἐπειδὴ ἡ ἐνεργητικὴ μετοχὴ ποιῶν ἐστιν οὔτε εἰς ˉς οὔτε ὀξύτονος, τούτου χάριν ἀποβολὴ τοῦ ˉτ γίνεται καὶ κρᾶσις τῶν φωνηέντων, καὶ οὕτως ἀποτελεῖται τὸ δεύτερον πρόσωπον· ἔστιν οὖν ποιεῖται καὶ κατὰ ἀποβολὴν τοῦ ˉτ γίνεται ποιεῖαι, καὶ κατὰ ἀποβολὴν τοῦ ˉι γίνεται ποι έαι καὶ κράσει τοῦ ˉε καὶ ˉα εἰς ˉη ποιῇ περισπωμένως· ἡ γὰρ ὀξεῖα καὶ ἡ βαρεῖα εἰς περισπωμένην συνέρχονται, οἷον πάϊς παῖς, Πηλέϊ Πηλεῖ, 175 Ἡρακλέης Ἡρακλῆς, ποιέω ποιῶ· ἀπεβλήθη, ἐπειδὴ οὐδέποτε τοῦ ˉι μέσου ὄντος συναίρεσις γίνεται τῶν φωνηέντων· ἀμέλει ἐν τῷ τῷ ἐμῷ πρῶτον ἀποβάλλεται τὸ ˉι τοῦ τῷ ἄρθρου, καὶ οὕτω γίνεται ἡ κρᾶσις τοῦ ˉω καὶ ˉε εἰς ˉω καὶ γίνεται τὠμῷ. Ἔστι δὲ καὶ ἐκ τοῦ ἐντελοῦς τρίτου προσώπου κανονίσαι αὐτό, φημὶ δὴ τὸ ποιῇ· ἔστι γὰρ τὸ ἐντελὲς τρίτον πρόσωπον ποιέεται, καὶ κατὰ ἀποβολὴν τοῦ ˉτ γίνεται ποιέεαι, καὶ κατὰ κρᾶσιν τοῦ ˉε καὶ ˉα εἰς τὸ ˉη γίνεται ποιέῃ, ὥσπερ τύπτεαι τύπτῃ, καὶ κατὰ κρᾶσιν τοῦ ˉε καὶ τῆς ˉῃ διφθόγγου τῆς διὰ τοῦ ˉη καὶ ˉι εἰς τὴν ˉῃ δίφθογγον ποιῇ. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι ἐπὶ τῆς δευτέρας καὶ τρίτης συζυγίας τῶν περισπω μένων τὰ τρίτα πρόσωπα τοῦ ἐνεργητικοῦ ἐνεστῶτος δεύτερα γίνονται παθητικά, οἷον βοῶ βοᾷς βοᾷ βοᾷ σύ, καὶ πάλιν περῶ περᾷς περᾷ σύ, καὶ πάλιν γελῶ γελᾷς γελᾷ ἐκεῖνος, γελῶμαι γελᾷ σύ, καὶ πάλιν [ὡς ἀπὸ τοῦ] κοιμῶ κοι μᾷς κοιμᾷ ἐκεῖνος, καὶ κοιμῶμαι κοιμᾷ σύ, καὶ πάλιν χρυσῶ χρυσοῖς χρυσοῖ ἐκεῖνος, χρυσοῦμαι χρυσοῖ σύ, καὶ πάλιν στεφανῶ στεφανοῖς στεφανοῖ ἐκεῖνος καὶ στεφανοῦμαι στεφανοῖ σύ, καὶ πάλιν ὀρθῶ ὀρθοῖς ὀρθοῖ ἐκεῖνος καὶ ὀρθοῦμαι ὀρθοῖ σύ· οὐδὲ γὰρ ἔχουσι ταῦτα τὴν ἐνερ γητικὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως, ἵνα ἀπὸ τοῦ τρίτου προσ ώπου ποιήσωσι τὸ δεύτερον πρόσωπον τοῦ ˉτ εἰς τὸ ˉς. Ἰστέον δὲ ὅτι οἱ Ἀθηναῖοι καὶ ἐπὶ τῶν βαρυτόνων καὶ ἐπὶ τῆς πρώτης συζυ γίας τῶν περισπωμένων ἐνεργητικοῦ ἐν εστῶτος δεύτερον ποιοῦσι παθητικόν, οἷον τύπτω τύπτεις τύπτει τύπτομαι τύπτει ἀττικῶς διὰ τῆς ˉεˉι διφθόγγου, καὶ πάλιν ὡς ἀπὸ τοῦ βούλω βούλεις βούλει γίνεται βούλομαι βούλει ἀττικῶς διὰ τῆς ˉεˉι δι φθόγγου, ὡς παρὰ Μενάνδρῳ ἐν τῷ εἰπέ μοι, καὶ πάλιν ποιῶ ποιεῖς ποιεῖ καὶ ποιοῦμαι ποιεῖ ἀττικῶς διὰ τῆς ˉεˉι διφθόγγου· πάντως δὲ οἱ Ἀθηναῖοι τοῦτο ποιοῦσιν, ἀλλ' ἀκολουθοῦσι καὶ οἱ πεζολόγοι, ἐπεὶ οἱ τραγικοὶ τοῦτο οὐ ποιοῦσιν ἀλλ' ἀκολουθοῦσι τοῖς κοινοῖς. Ταῦτα μὲν ἐν τούτοις. Καὶ ἄξιόν ἐστι ζητῆσαι, διατί ἡ μὲν πρώτη συζυγία τῶν περισπω μένων τὸ δεύτερον πρόσωπον τοῦ παθητικοῦ ἐνεστῶτος διὰ τοῦ ˉη καὶ ˉι ἔχει ὁμοίως τοῖς βαρυτόνοις, ποιοῦμαι ποιῇ, ὡς τύπτομαι τύπτῃ, ἡ δὲ δευτέρα καὶ τρίτη συζυγία τῶν περισπωμένων οὐδὲν τοι 176 οῦτον ἔχει, ἀλλ', ὡς εἴρηται, τὸ δεύτερον πρόσωπον τοῦ παθητικοῦ ἐν εστῶτος ὁμόφωνον ἔχει τῷ τρίτῳ προσώπῳ τοῦ ἐνεργητικοῦ ἐνεστῶτος, οἷον γελῶ γελᾷς γελᾷ ἐκεῖνος, γελῶμαι γελᾷ σύ, χρυσῶ χρυσοῖς χρυ σοῖ ἐκεῖνος, χρυσοῦμαι χρυσοῖ σύ. Καὶ ἔστιν εἰπεῖν τὴν ἀπολογίαν ταύτην· ἐπειδὴ ἡ μὲν πρώτη συζυγία τῶν περισπωμένων κατὰ τὸ δεύ τερον πρόσωπον τοῦ ἐνεργητικοῦ ἐνεστῶτος ὁμοίως τοῖς βαρυτόνοις ἐκφέρεταιδιὰ γὰρ τῆς ˉεˉι διφθόγγου ἐκφέρεται ὁμοίως αὐτοῖς, οἷον ποιῶ ποιεῖς, ὡς τύπτω τύπτειςτούτου χάριν καὶ κατὰ τὸ δεύτερον πρόσωπον τοῦ παθητικοῦ ἐνεστῶτος διὰ τοῦ ˉη καὶ ˉι ἐκφέρεται ὁμοίως τοῖς βαρυτόνοις, οἷον ποιοῦμαι ποιῇ, ὥσπερ τύπτομαι τύπτῃ· ἡ δὲ δευτέρα καὶ τρίτη συζυγία τῶν περισπωμένων ἐπειδὴ οὐκ ἐκφέρονται κατὰ τὸ δεύτερον πρόσωπον τοῦ ἐνεργητικοῦ ἐνεστῶτος ὁμοίως τοῖς βαρυτόνοιςἡ μὲν γὰρ διὰ τῆς ˉᾳ διφθόγγου ἐκφέρεται, ἡ δὲ διὰ τῆς ˉοˉι διφθόγγου, οἷον γελῶ γελᾷς γελᾷ, χρυσῶ χρυσοῖς χρυσοῖ, τὰ δὲ δεύτερα πρόσωπα τῶν βαρυτόνων διὰ τῆς ˉεˉι διφθόγγου ἐκφέρονται, οἷον τύπτω τύπτειςτούτου χάριν οὔτε κατὰ τὸ δεύτερον πρόσωπον τοῦ παθητικοῦ ἐνεστῶτος διὰ τοῦ ˉη καὶ ˉι ἐκφέρονται ὁμοίως τοῖς βα ρυτόνοις, ἀλλ' ἔχουσιν αὐτὸ ὁμόφωνον, ὡς εἴρηται, τῷ τρίτῳ προσ ώπῳ τοῦ ἐνεργητικοῦ ἐνεστῶτος. Τούτων οὕτως ἐχόντων δεῖ γινώσκειν, ὅτι τὸ κάθῃ καὶ τὸ μέμνῃ καὶ τὸ δύνῃ παράλογά εἰσιν· τὸ μὲν γὰρ κάθῃ καὶ δύνῃ ἐνεστῶτός εἰσι παθητικοῦ ἀπὸ τῶν εἰς̣`̣ é, ὁ δὲ παθητικὸς ἐνεστὼς ἀπὸ τῶν εἰς ˉμˉι τροπῇ τοῦ ˉτ τοῦ τρίτου προσώπου εἰς τὸ ˉς τὸ δεύτερον πρόσωπον ποιεῖ, οἷον τίθεται τίθεσαι· οὕτως οὖν καὶ δύναται δύνασαι, ὡς γὰρ ἀπὸ τοῦ δύνημι ἐστί, καὶ κάθηται κάθησαι, ἀπὸ γὰρ τοῦ ἧμαι ἐστίν, ὅπερ, ὡς ἀνωτέρω δέδεικται, ἀπὸ τῶν εἰς ˉμˉι ἐστίν· παραλόγως ἄρα τὸ κάθῃ καὶ δύνῃ· τὸ δὲ μέμνῃ παθητικοῦ παρακειμένου ἐστίν· πᾶς δὲ παθητικὸς παρακείμενος τροπῇ τοῦ ˉτ τοῦ τρίτου προσώπου εἰς τὸ ς ποιεῖ τὸ δεύτερον πρόσωπον, οἷον πεποίηται πεποίησαι, νενόηται νε νόησαι· οὕτως οὖν καὶ μέμνηται μέμνησαι, παραλόγως ἄρα τὸ μέμνῃ. Τί οὖν ἔστιν εἰπεῖν; λέγομεν, ὅτι ταῦτα ἀποβολὴν πεπόνθασι συμφώ νου ἰωνικῶς καὶ συστολὴν τῆς παραληγούσης ὁμοίως ἰωνικῶς καὶ κρᾶ σιν τῶν φωνηέντων ἀττικῶς, οἷον μέμνημαι μέμνηται μέμνησαι, καὶ κατὰ ἀποβολὴν τοῦ ˉς ἰωνικῶς γίνεται μέμνηαι, καὶ κατὰ συστολὴν τῆς παραληγούσης πάλιν ἰωνικῶς μέμνεαι· καὶ γὰρ οἱ Ἴωνες εἰώθασι πολ 177 λάκις ἀποβάλλειν τὸ σύμφωνον τοῦ δευτέρου προσώπου, ὡς ἐν τῷ ἐπίσταμαι ἐπίσταται ἐπίστασαι καὶ ἐπίστααι, καὶ τὴν παραλήγουσαν πάν τως συστέλλουσιν εἰς ˉε, οἷον ἐπίστεαι, χωρὶς εἰ μὴ τὸ δεύτερον πρόσ ωπον εἰς ˉο λήγει· τότε γὰρ οὐ συστέλλεται ἡ παραλήγουσα εἰς ˉε, ἀλλὰ φυλάττεται, οἷον ἐφάμην ἔφατο ἔφασο καὶ ἔφαο, ἐξ οὗ τὸ ἔπος φάο· ἐνταῦθα γὰρ φυλάττεται ἡ παραλήγουσα, ἐπειδὴ εἰς ˉο λήγει τὸ δεύτερον πρόσωπον· ἔστιν οὖν μέμνημαι μέμνηται μέ μνησαι, καὶ κατὰ ἀποβολὴν τοῦ ˉς μέμνηαι, καὶ κατὰ συστολὴν τῆς παραληγούσης μέμνεαι, καὶ κατὰ κρᾶσιν Ἀττικὴν τοῦ ˉε καὶ ˉα εἰς ˉη μέμνῃ, ὥσπερ βέλεα βέλη, καὶ μένει τὸ ˉι προσγεγραμμένον· καὶ πάλιν ἐστὶ δύναμαι δύναται δύνασαι, καὶ κατὰ ἀποβολὴν τοῦ ˉς δύνααι, καὶ κατὰ συστολὴν τῆς παραληγούσης ἤγουν τροπῇ τοῦ ˉα εἰς ˉε δύνεαι, καὶ κατὰ κρᾶσιν τοῦ ˉε καὶ ˉα εἰς τὸ ˉη δύνῃ, καὶ μένει τὸ ˉι προσγεγραμμέ νον· καὶ πάλιν ἐστὶ κάθημαι κάθηται κάθησαι, καὶ κατὰ ἀποβολὴν τοῦ ˉς κάθηαι καὶ κατὰ συστολὴν τῆς παραληγούσης κάθεαι, καὶ κατὰ κρᾶσιν τοῦ ˉε καὶ ˉα εἰς ˉη κάθῃ, καὶ μένει τὸ ˉι προσγεγραμμένον. Ταῦτα μὲν ἐν τούτοις. Ἀποροῦσι δέ τινες λέγοντες, πῶς τοῦ τύπτοιμι πρώτου προσώπου ἔχοντος τὸ ˉμ κλιτικόνἀπὸ γὰρ τοῦ τύπτω ἐνεστῶτος ὁριστικοῦ γί νεται τὸ εὐκτικὸν κατὰ κλίσιν τύπτοιμι ἔχον τὸ ˉμ κλιτικόν, οὐδὲ γὰρ ἔχει αὐτὸ ἀπὸ τοῦ θέματος ἤγουν ἀπὸ τοῦ ὁριστικοῦ ἐνεστῶτοςτὸ τρίτον πρόσωπον τὸ τύπτοι οὐ ποιεῖ τὸ δεύτερον τὸ τύπτοις οὔτε τροπῇ τοῦ ˉτ εἰς τὸ ˉς οὔτε ἀποβολῇ τοῦ ˉτ καὶ κράσει τῶν φωνηέντων. Ἔστιν οὖν εἰπεῖν, ὅτι τὸ δεύτερον ἑνικὸν πρόσωπον ἐκ τοῦ τρίτου γί νεται ἢ τροπῇ τοῦ ˉτ εἰς ˉς ἢ ἀποβολῇ τοῦ ˉτ καὶ κράσει τῶν φωνηέν των, ἡνίκα τὸ τρίτον πρόσωπον ἔχει τὸ ˉτ κλιτικόν, ὡς ἐπὶ τοῦ τύπτε ται καὶ λέγεται· ταῦτα γὰρ ἀπὸ τοῦ τύπτω καὶ λέγω γινόμενα τὸ ˉτ ἐν τῇ τελευταίᾳ συλλαβῇ ἀπὸ κλίσεως ἔχουσιν· ἐν δὲ τῷ τύπτοι τρίτῳ προσώπῳ εὐκτικῷ τῷ ἀπὸ τοῦ τύπτοιμι οὐκ ἔστι κλιτικὸν τὸ ˉτ, ἀλλὰ θεματικόν, ἀπὸ γὰρ τοῦ τύπτω ἐνεστῶτός ἐστι τὸ ˉπˉτ· οὕτω γὰρ καὶ ἐπὶ τοῦ Κράτης ὀνόματος ἀπὸ τοῦ κρατῶ ῥήματος γεγονότος λέγομεν τὸ ˉτ θεματικὸν εἶναι, ἐπὶ δὲ τοῦ θύτης ἀπὸ τοῦ θύω γενομένου οὐκ έτι τὸ ˉτ θεματικὸν λέγομεν εἶναι, οὐδὲ γὰρ ὁ θύω ἐνεστὼς ἔχει τὸ ˉτ, διὸ οὐδὲ τὴν κλίσιν, ὡς ἐν τοῖς Ὀνόμασιν εἴρηται. Τύπτεται. Ἐνταῦθα τὸ τρίτον πρόσωπον κανονίζει· κανονίζεται 178 δὲ τοῦτον τὸν τρόπον· τὰ εἰς ˉμˉαˉι λήγοντα τροπῇ τῆς ˉμˉαˉι εἰς ˉτˉαˉι τὸ τρίτον πρόσωπον ποιοῦσιν, καὶ ἢ φυλάττουσι τὴν παραλήγουσαν ἢ τρέ πουσιν αὐτήν· καὶ φυλάττουσι μέν, ὅτε ἔχουσι τὴν ἐνεργητικὴν μετοχὴν εἰς ˉς, οἷον πεποίημαι πεποίηται, πεποιηκώς γὰρ ἡ μετ οχή, τίθεμαι τίθεται, τιθείς γὰρ ἡ ἐνεργητικὴ μετοχή, δίδομαι δίδοται, διδούς γὰρ ἡ ἐνεργητικὴ μετοχή, ζεύγνυμαι ζεύγνυται, ζευγνύς γὰρ ἡ ἐνεργητικὴ μετοχή· τρέπουσι δέ, ὅτε μὴ ἔχουσι τὴν ἐνεργητικὴν μετ οχὴν εἰς ˉς, οἷον τύπτομαι τύπτεται, τύπτων γὰρ ἡ ἐνεργητικὴ μετοχή, τυπήσομαι τυπήσεται, τυποῦμαι τυπεῖται, τυπῶν γάρ ἐστιν ἡ ἐνεργητικὴ μετοχή. Τὰ δὲ περισπώμενα πρὸς τὴν συναίρεσιν ποιοῦνται τὴν παρα λήγουσαν· ἔστι γὰρ ποιέομαι ποιέεται, καὶ κράσει τοῦ μὲν ˉε καὶ ˉο εἰς τὴν ˉοˉυ δίφθογγον γίνεται ποιοῦμαι, ὥσπερ χάλκεος χαλκοῦς, κατὰ κρᾶσιν δὲ τῶν δύο ˉεˉε εἰς τὴν ˉεˉι δίφθογγον ποιεῖται, ὥσπερ Πηλέες Πηλεῖς. Καὶ ἄξιόν ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν ἐν τῷ ποιεῖται τὰ δύο ˉεˉε εἰς τὴν ˉεˉι δίφθογγον κιρνῶνται καὶ μὴ εἰς τὸ ˉη· καὶ ἔστιν εἰπεῖν τὴν ἀπολογίαν ταύτην· τὰ εἰς ˉμˉαˉι καὶ τὰ εἰς ˉτˉαˉι τὰ ἴσα φωνή εντα θέλουσιν ἔχειν κατὰ τὴν παραλήγουσαν, οἷον τύπτομαι τύπτεται, λέγομαι λέγεται, βοῶμαι βοᾶται, χρυσοῦμαι χρυσοῦται, στεφανοῦμαι στεφανοῦται, ὀρθοῦμαι ὀρθοῦται· εἰ οὖν τὸ ποιοῦμαι διὰ δύο φωνηέν των ἐκφέρεται κατὰ τὴν παραλήγουσαν, δηλονότι καὶ τὸ ποιεῖται ἀναγκάζεται διὰ δύο φωνηέντων ἐκφέρεσθαι κατὰ τὴν παραλήγουσαν, καὶ δηλονότι εὐλόγως εἰς τὴν ˉεˉι δίφθογγον ἐγένετο ἡ κρᾶσις καὶ οὐκ εἰς τὸ ˉη· πάλιν ἐστὶ βοάομαι βοάεται, καὶ κατὰ κρᾶσιν τοῦ μὲν ˉα καὶ ˉο εἰς τὸ ˉω γίνεται βοῶμαι, ὥσπερ ἐλούσαο ἐλούσω, τοῦ δὲ ˉα καὶ ˉε εἰς ˉα μακρὸν βοᾶται, ὥσπερ τὰ ἐμά τἀμά· πάλιν ἐστὶ χρυσόομαι χρυσόεται, καὶ κατὰ κρᾶσιν τῶν μὲν δύο ˉοˉο εἰς τὴν ˉοˉυ δίφθογγον γί νεται χρυσοῦμαι, ὥσπερ νόος νοῦς, τοῦ δὲ ˉο καὶ ˉε πάλιν εἰς τὴν ˉοˉυ δίφθογγον χρυσοῦται, ὥσπερ τὸ ἐμόν τοὐμόν. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι περιττῶς εἶπεν ὁ τεχνικός τὰ εἰς ˉμˉαˉι ἔχοντα τὸ ˉμ κλιτικόν, πάντα γὰρ τὰ εἰς ˉμˉαˉι κλιτικὸν ἔχουσι τὸ ˉμ· εἰ δέ τις εἴποι, ὅτι διὰ τὰ εἰς ˉμˉαˉι τὰ ἀπὸ τῶν εἰς ˉμˉι τοῦτο εἶπεν, τὰ γὰρ εἰς ˉμˉι ἀπὸ παραγωγῆς ἔχουσι τὸ ˉμτὸ γὰρ τίθημι ἀπὸ τοῦ τιθῶ γέγονε κατὰ παραγωγὴν καὶ τὸ ἵστημι ἀπὸ τοῦ ἱστῶλέγομεν, ὅτι εἰ καὶ τὰ εἰς ˉμˉι ἀπὸ παραγωγῆς ἔχουσι τὸ ˉμ, ἀλλ' οὖν τὰ παθητικὰ αὐτῶν ἀπὸ κλί 179 σεως ἔχουσι τὸ ˉμ· τροπὴ γὰρ τοῦ ˉμ ἐκείνου παρηκολούθησεν ἐν τοῖς παθητικοῖς εἰς ἕτερον ˉμ, ὅθεν καὶ αὐτὰ τροπῇ τῆς ˉμˉαˉι εἰς ˉτˉαˉι τὸ τρίτον πρόσωπον ποιοῦσιν, οἷον τίθεμαι τίθεται, ἵσταμαι ἵσταται· περιττῶς οὖν κεῖται τὸ ἔχοντα τὸ ˉμ κλιτικόν. Δυϊκά. Τυπτόμεθον, τύπτεσθον, τύπτεσθον. Ἰστέον ὅτι τὸ μὲν πρῶτον πρόσωπον τῶν δυϊκῶν οὐκ ἐπιλιμπάνει ἐνταῦθα, ἐπειδὴ τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν οὐκ ἔχει τὸ ˉμ ἐπὶ τῆς τελευ ταίας συλλαβῆς· τυπτόμεθα γάρ ἐστι τὸ πρῶτον πρόσωπον τῶν πλη θυντικῶν, καὶ τὸ ˉθ ἔχει ἐν τῇ τελευταίᾳ συλλαβῇ, οὐ τὸ ˉμ. Κανονίζεται δὲ ἐκ τοῦ πρώτου τῶν πληθυντικῶν τροπῇ τῆς ˉθˉα εἰς ˉθˉοˉν, οἷον τυπτό μεθα τυπτόμεθον· καθόλου γὰρ πᾶν πρῶτον πρόσωπον πληθυντικὸν εἰς ˉθˉα λῆγον τροπῇ τῆς ˉθˉα εἰς ˉθˉοˉν τὸ πρῶτον τῶν δυϊκῶν ποιεῖ, οἷον τυπτόμεθα τυπτόμεθον, λεγόμεθα λεγόμεθον, τετύμμεθα τετύμμεθον, ἐτυψάμεθα ἐτυψάμεθον, τυφθησόμεθα τυφθησόμεθον. Τὸ δὲ δεύτερον τῶν δυϊκῶν ἀπὸ τοῦ δευτέρου τῶν πληθυντικῶν γέγονε τροπῇ τοῦ ˉε εἰς ˉοˉν, οἷον τύπτεσθε τύπτεσθον· καθόλου γὰρ πᾶν δεύτερον πληθυντικόν, εἴτε εἰς ˉτˉε λήγει εἴτε εἰς ˉσˉθˉε, τροπῇ τοῦ ˉε εἰς ˉοˉν τὸ δεύτερον τῶν δυϊκῶν ποιεῖ, οἷον τύπτετε τύπτετον, ἐτύψατε ἐτύψατον, τετύφατε τετύφατον, τύπτεσθε τύπτεσθον, ἐτύψασθε ἐτύψασθον· τὸ δὲ τρίτον τῶν δυϊκῶν ὁμο φωνεῖ τῷ ἰδίῳ δευτέρῳ, ἐπειδὴ τὸ τρίτον τῶν πληθυντικῶν εἰς ˉτˉαˉι λήγει. Πληθυντικά. Τυπτόμεθα. Κανονίζει τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν τοῦτον τὸν τρόπον· πᾶν πρῶτον πρόσωπον ἑνικὸν ἔχον τὸ ˉμ κλιτικὸν μετὰ μακρᾶς τροπῇ τῆς τελευταίας συλ λαβῆς εἰς ˉμˉεˉθˉα τὸ πληθυντικὸν ποιεῖ, οἷον τύπτομαι τυπτόμεθα, ἐτυπτόμην ἐτυπτόμεθα, τέτυμμαι τετύμμεθα, τυφθήσομαι τυφθησόμεθα, τυπήσομαι τυπησόμεθα, ἐτυψάμην ἐτυψάμεθα, ἐτυπόμην ἐτυπόμεθα, τύψο μαι τυψόμεθα. Πρόσκειται ἔχον τὸ ˉμ κλιτικόν διὰ τὸ ἐδάμην· τοῦτο γὰρ ἔχει τὸ ˉμ καὶ μετὰ μακρᾶς, καὶ ὅμως οὐ ποιεῖ τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν τροπῇ τῆς τελευταίας συλλαβῆς εἰς ˉμˉεˉθˉα, οὐδὲ γὰρ λέγομεν ἐδάμεθα ἀλλ' ἐδάμημεν, ἐπειδὴ οὐκ ἔχει τὸ ˉμ κλιτι κὸν ἀλλὰ θεματικόν· ἀπὸ γὰρ τοῦ ἐνεστῶτος ἔχει αὐτό, δάμνω γάρ ἐστιν ὁ ἐνεστώς· μετὰ μακρᾶς δὲ πρόσκειται διὰ τὰ εἰς ˉμˉι εὐκτικά· ταῦτα γὰρ κλιτικὸν ἔχουσι τὸ ˉμ, καὶ ὅμως οὐ ποιοῦσιν εἰς ˉμˉεˉθˉα τὸ πληθυντικὸν ἀλλ' εἰς ˉμˉεˉν, οἷον τύπτοιμι τύπτοιμεν, λέγοιμι λέγοιμεν, ἐπειδὴ οὐκ εἰσὶ μετὰ μακρᾶς ἀλλὰ μετὰ βραχείας. Ὁ δὲ τεχνικὸς λέγει, ὅτι μετὰ μακρᾶς πρόσκειται καὶ διὰ τὰ εἰς ˉμˉι ὁριστικά· ταῦτα γὰρ ἔχουσι τὸ ˉμ κλιτικόν, καὶ ὅμως οὐ ποιοῦσιν εἰς ˉμˉεˉθˉα τὸ πληθυντικὸν 180 ἀλλ' εἰς ˉμˉεˉν, οἷον τίθημι τίθεμεν, ἵστημι ἵσταμεν, ἐπειδὴ οὐκ εἰσὶ μετὰ μακρᾶς, ἀλλὰ μετὰ βραχείας. Ἰστέον δὲ ὅτι κακῶς παρέθετο τὰ εἰς ˉμˉι ὁριστικά· ταῦτα γὰρ οὐκ ἔχουσι τὸ ˉμ κλιτικόν, ἀλλ' ἀπὸ παραγωγῆς· ἀπὸ γὰρ τοῦ τιθῶ γέγονε τίθημι κατὰ παραγωγήν, καὶ ἀπὸ τοῦ ἱστῶ γέγονεν ἵστημι· ἄλλο δέ ἐστι τὸ ἀπὸ κλίσεως, καὶ ἄλλο τὸ ἀπὸ παρα γωγῆς, οἷον τὸ μὲν Πάρις Πάριδος ἀπὸ κλίσεως ἔχει τὸ ˉδ, τὸ δὲ Ἀτρεύς Ἀτρείδης ἀπὸ παραγωγῆς. Τύπτεσθε. Κανονίζει τὸ δεύτερον πρόσωπον τῶν πληθυντικῶν τοῦτον τὸν τρόπον· πᾶν τρίτον πρόσωπον ἑνικὸν ἔχον τὸ ˉτ κλιτικὸν τροπῇ τῆς τελευταίας συλλαβῆς εἰς ˉθˉε τὸ δεύ τερον πρόσωπον τῶν πληθυντικῶν ποιεῖ· καὶ εἰ μὲν καθαριεύει τὸ ˉτ, τουτέστιν εἰ μὴ ὑπάρχει πρὸ τοῦ ˉτ σύμφωνον, καὶ τὸ ˉς προσ λαμβάνει τὸ δεύτερον πρόσωπον τῶν πληθυντικῶν, οἷον τύπτεται τύπτεσθε, ἐτύπτετο ἐτύπτεσθε, πεποίηται πεποίησθε, ἐπεποίητο ἐπε ποίησθε, ἐτύψατο ἐτύψασθε, ἐλάβετο ἐλάβεσθε, τυφθήσεται τυφθήσεσθε, τύψεται τύψεσθε, τυπεῖται τυπεῖσθε· εἰ δὲ συμφώνῳ παραλήγοιτο, τουτ έστιν εἰ ὑπάρχει πρὸ τοῦ ˉτ σύμφωνον, φυλάττει αὐτὸ καὶ ἐν τῷ δευ τέρῳ προσώπῳ τῶν πληθυντικῶν, οἷον κέκαρται κέκαρθε, τέτιλται τέτιλθε, ἔσπαρται ἔσπαρθε, μεμίανται μεμίανθε, χωρὶς εἰ μή πω ψιλὸν εὑρεθῇ· τότε γὰρ διὰ τὴν ἀσυνταξίαν εἰς τὸ δασὺ ἀντίστοιχον τρέπεται ἐν τῷ δευτέρῳ προσώπῳ τῶν πληθυντικῶν, οἷον τέτυπται τέτυφθε, νένυκται νένυχθε· ψιλὰ γὰρ ψιλῶν ἡγοῦνται καὶ δασέα δασέων καὶ μέσα μέσων κατὰ σύλληψιν, οἷον κτύπος κτῆμα πτῶσις χθών φθορά. Πρόσκειται ἐν τῷ κανόνι ἔχον τὸ ˉτ κλιτικόν διὰ τὸ τύπτει· τοῦτο γὰρ οὐ τρέπει τὴν τελευταίαν συλλαβὴν εἰς ˉθˉε καὶ ποιεῖ τὸ δεύτερον πρόσωπον τῶν πληθυντικῶν, ἀλλ' οὐκ ἔχει τὸ ˉτ κλιτικὸν ἀλλὰ θεμα τικόν· τύπτω γάρ ἐστι τὸ θέμα καὶ ἔχει τὸ ˉτ. Τύπτονται. Ἐνταῦθα τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν κανονίζει· κανονίζεται δὲ τοῦτον τὸν τρόπον· πᾶν τρίτον πρόσωπον ἑνικὸν ἔχον τὸ ˉτ κλιτικόν, πρὸ τοῦ ˉτ λαμβάνον τὸ ˉν καὶ τὴν παραλήγουσαν φυλάττον τοῦ ἰδίου πρώτου προσώπου ἑνικοῦ, τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν ποιεῖ, οἷον τύπτεται τύπτονται ὅτι τύπτομαι τὸ πρῶτον πρόσωπον τῶν ἑνικῶν, ἐτύπτετο ἐτύπτοντο ὅτι ἐτυπτόμην, πεποίηται πεποίηνται ὅτι πεποίη μαι, ἐπεποίητο ἐπεποίηντο ὅτι ἐπεποιήμην, ἐτύψατο ἐτύψαντο ὅτι 181 ἐτυψάμην, ἐτύπετο ἐτύποντο ὅτι ἐτυπόμην, τυφθήσεται τυφθήσονται ὅτι τυφθήσομαι, τυπήσεται τυπήσονται ὅτι τυπήσομαι, τύψεται τύψονται ὅτι τύψομαι, τυπεῖται τυποῦνται ὅτι τυποῦμαι, ποιεῖται ποιοῦνται ὅτι ποιοῦμαι, βοᾶται βοῶνται ὅτι βοῶμαι, χρυσοῦται χρυσοῦνται ὅτι χρυσοῦμαι, τίθεται τίθενται ὅτι τίθεμαι, ἵσταται ἵστανται ὅτι ἵσταμαι, δίδοται δίδονται ὅτι δίδομαι καὶ ζεύγνυται ζεύγνυνται ὅτι ζεύγνυμαι· ἐὰν δὲ εὑρεθῇ πρὸ τοῦ ˉτ σύμφωνον ἐν τῷ τρίτῳ προσώπῳ τῶν ἑνικῶν, τότε διὰ τὴν ἀσυνταξίαν οὐ προσλαμβάνει τὸ ˉν πρὸ τοῦ ˉτ καὶ ποιεῖ τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν, ἀλλὰ διὰ μετοχῆς αὐτὸ ἀνα πληροῖ καὶ ὑπαρκτικοῦ ῥήματος, οἷόν ἐστι τέτυπται καὶ κέκαρται· καὶ ἐπειδὴ πρὸ τοῦ ˉτ σύμφωνόν ἐστι καὶ λοιπὸν προσερχομένου τοῦ ˉν ἀσυνταξία γίνεται, τούτου χάριν τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν διὰ μετοχῆς ἀναπληροῦται καὶ ὑπαρκτικοῦ ῥήματος, οἷον τετυμμένοι εἰσίν, κεκαρμένοι εἰσίν. Πρόσκειται ἐν τῷ κανόνι ἔχον τὸ ˉτ κλιτικόν διὰ τὸ ἀνύτει (ὃ σημαίνει τὸ ἀνύει)· τοῦτο γὰρ οὐ προσλαμβάνει πρὸ τοῦ ˉτ τὸ ˉν καὶ ποιεῖ τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν, ἀλλ' οὐκ ἔχει τὸ ˉτ κλιτικὸν· ἀνύτω γάρ ἐστι τὸ θέμα καὶ ἔχει τὸ ˉτ. Παρατατικός. Ἐτυπτόμην. Ἐνταῦθα περὶ τοῦ παθητικοῦ παρατατικοῦ ἤγουν καὶ μέσου διαλαμβάνει· καὶ ἰστέον ὅτι πᾶς ἐνεστὼς παθητικὸς ἢ μέσος μία γάρ ἐστιν ἡ φωνὴ αὐτῶν τῶν δύο, ὡς εἴρηταιτρέπων τὴν ˉμˉαˉι εἰς ˉμˉηˉν καὶ τὴν ἄρχουσαν αὔξων χρονικῶς ἢ συλλαβικῶς τὸν παρα τατικὸν ποιεῖ τὸν παθητικόν τε καὶ μέσον, τύπτομαι ἐτυπτόμην, λέγομαι ἐλεγόμην, γράφομαι ἐγραφόμην, βιάζομαι ἐβιαζόμην, κολάζομαι ἐκολαζόμην, ῥαπίζομαι ἐρραπιζόμην, τίθεμαι ἐτιθέμην, βούλομαι ἐβου λόμην, δύναμαι ἐδυνάμηντὸ γὰρ ἠβουλόμην καὶ ἠδυνάμην κατ' ἔκτασιν Ἀττικὴν τοῦ ˉε εἰς τὸ ˉη γεγόνασι διὰ τοῦ ˉηζεύγνυμαι ἐζευγνύμην, ἐλεοῦμαι ἠλεούμην, ἐλέγχομαι ἠλεγχόμην, ἐλαύνομαι ἠλαυνόμην, ἀκούομαι ἠκουόμην, ἐγείρομαι ἠγειρόμην, ἅπτομαι ἡπτόμην, ἄρχομαι ἠρχόμην, ὀρθοῦμαι ὠρθούμην, ὁπλίζομαι ὡπλιζόμην, ἵσταμαι ἱστάμην· πῶς δὲ συλλαβικῶς μεγεθύνεται καὶ πῶς χρονικῶς, εἰρήκαμεν ἐν τῷ ἐνεργητικῷ παρατατικῷ. Δυνατὸν δέ ἐστι κανονίσαι αὐτὸν καὶ ἐκ τοῦ ἐνεργητικοῦ παρατατικοῦ τοῦτον τὸν τρόπον· πᾶς παρατατικὸς ἐνεργητικὸς πρὸ τοῦ ˉν λαμβάνων τὸ ˉμ καὶ ˉη παθητικὸς ἢ μέσος γίνεται, οἷον ἔτυπτον ἐτυπτόμην, ἔρραπτον ἐρραπτόμην, ἐρράπιζον ἐρραπιζόμην, ἐποίουν ἐποιούμην, ἐβόων ἐβοώμην, ἐχρύσουν ἐχρυσούμην, ἦγον 182 ἠγόμην, ἤλεγχον ἠλεγχόμην, ἤλαυνον ἠλαυνόμην, ἤγειρον ἠγειρόμην, ὤρθουν ὠρθούμην· ἐπὶ δὲ τῶν εἰς ˉμˉι δηλονότι καὶ συστέλλεται ἡ παρα λήγουσα, οἷον ἐτίθην ἐτιθέμην, ἵστην ἱστάμην, ἐδίδων ἐδιδόμην, ἐζεύγνυν ἐζευγνύμην. Τὸ ἦν ἤμην λόγῳ ἀρχούσης ἐφύλαξε τὸ ˉη· ἐπειδὴ γὰρ τοῦτο δισύλλαβόν ἐστι καὶ τὴν αὐτὴν ἔχει ἄρχουσαν καὶ παραλήγουσαν, τῷ λόγῳ τῆς ἀρχούσης ἐφύλαξε τὸ ˉη, καὶ οὐ τῷ λόγῳ τῆς παραληγού σης συνέστειλεν αὐτό. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι εἰκότως ἐπὶ τῶν εἰς ˉμˉι συστέλλεται ἡ παραλήγουσα τοῦ παθητικοῦ παρατατικοῦ· ἐπειδὴ γὰρ ἐπὶ τῶν εἰς ˉμˉι συστέλλεται ἡ παραλήγουσα τοῦ ἐνεστῶτος τοῦ παθητικοῦ, οἷον τίθημι τίθεμαι, ἵστημι ἵσταμαι, δίδωμι δίδομαι, ζεύγνυμι ζεύγνυμαι, ὁ δὲ παρατατικὸς συγγέ νειαν ἔχει πρὸς τὸν ἐνεστῶτα, παρῳχημένος γὰρ αὐτοῦ ἐστι καὶ ἐξ αὐτοῦ κανονίζεται, τούτου χάριν καὶ τὴν ἔχουσι τὰ εἰς ˉμˉι>. Ἐτύπτου, Ἰστέον ὅτι ἀπὸ τοῦ ἐτύπτετο γέγονεν ἐτύπτεο κατὰ ἀποβολὴν τοῦ ˉτ, καὶ κατὰ κρᾶσιν τοῦ ˉε καὶ ˉο εἰς τὴν ˉοˉυ δίφθογγον ἐτύπτου, ὥσπερ χάλκεος χαλκοῦς· οὐδὲ γὰρ ἔχει τὴν ἐνεργητικὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως, ἵνα τροπῇ τοῦ ˉτ εἰς τὸ ˉε ποιήσῃ τὸ δεύτερον πρόσωπον, τύπτων γάρ· καὶ πάλιν ἐστὶν ἐποιεῖτο, καὶ ἐπειδὴ οὐκ ἔχει τὴν ἐνεργητικὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως, ποιῶν γάρ ἐστιν ἡ ἐνεργητικὴ μετοχή, τούτου χάριν κατὰ ἀποβολὴν τοῦ ˉτ γίνεται ἐποιεῖο, καὶ κατὰ συστολὴν τῆς παραληγούσης ἐποιέο, καὶ κατὰ κρᾶσιν τοῦ ˉε καὶ ˉο εἰς τὴν ˉοˉυ δίφθογγον ἐποιοῦ, ὥσπερ χάλκεος χαλκοῦς· καὶ πάλιν ἐστὶν ἐβοᾶτο, καὶ ἐπειδὴ οὐκ ἔχει τὴν ἐνεργητικὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως, βοῶν γάρ ἐστιν ἡ ἐνεργητικὴ μετοχή, τούτου χάριν κατὰ ἀποβολὴν τοῦ ˉτ γίνεται ἐβοάο, καὶ κατὰ κρᾶσιν τοῦ ˉα καὶ ˉο εἰς τὸ ˉω γίνεται ἐβοῶ, ὥσπερ ἐποιήσαο ἐποιήσω, ἐλούσαο ἐλούσω· καὶ πάλιν ἐστὶν ἐχρυσοῦτο, καὶ ἐπειδὴ οὐκ ἔχει τὴν ἐνεργητικὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως, χρυσῶν γάρ ἐστιν ἡ ἐνεργητικὴ μετοχή, τούτου χάριν ἀποβολῇ τοῦ ˉτ γίνεται ἐχρυσοῦο, καὶ κατὰ συστολὴν τῆς παραληγούσης ἐχρυσόο, καὶ κατὰ κρᾶσιν τῶν δύο ˉοˉο εἰς τὴν ˉοˉυ δίφθογγον γίνεται ἐχρυσοῦ, ὥσπερ νόος νοῦς. Ἰστέον δὲ ὅτι διὰ τοῦτο τὸ ἐποιοῦ καὶ ἐχρυσοῦ καὶ ἐβοῶ περισπᾶται, ἐπειδὴ ἡ ὀξεῖα καὶ ἡ βαρεῖα εἰς περισπωμένην συνέρχονται, οἷον πάϊς παῖς, Πηλέϊ Πηλεῖ, Ἡρακλέης Ἡρακλῆς, ποιέω ποιῶ· οὕτως 183 οὖν καὶ ἐποιέο ἐποιοῦ, ἐβοάο ἐβοῶ καὶ ἐχρυσόο ἐχρυσοῦ περισπωμένως. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι διὰ τοῦτο ἐπὶ τοῦ ἐποιοῦ καὶ ἐχρυσοῦ πρῶτον συστολὴ παρηκολούθησε καὶ τότε κρᾶσις ἐγένετο τῶν φωνηέντων, ἐπειδὴ οὐδέποτε τοῦ ˉι μεταξὺ ὄντος ἢ τοῦ ˉυ κρᾶσις γίνεται φωνηέντων, ἀλλὰ πρῶτον ἀποβάλλονται ταῦτα καὶ οὕτω γίνεται ἡ κρᾶσις, οἷον τῷ ἐμῷ τὠμῷ, τοῦ ˉι ἀποβληθέντος τοῦ ἐν τῷ ἄρθρῳ, καὶ πάλιν τοῦ ἀνθρώπου τἀνθρώπου, τοῦ ˉυ ἀποβληθέντος τοῦ ἐν τῷ ἄρθρῳ. Ἐτύπτετο. Ἰστέον ὅτι τὰ εἰς ˉμˉηˉν λήγοντα ἔχοντα τὸ ˉμ κλιτικὸν τροπῇ τῆς ˉμˉηˉν εἰς ˉτˉο τὸ τρίτον πρόσωπον τῶν ἑνικῶν ποιοῦσιν· καὶ ἢ φυλάττουσι τὴν παραλήγουσαν, ὅτε ἐστὶν ἡ ἐνεργητικὴ μετοχὴ εἰς ˉς, οἷον ἐπεποιήμην ἐπεποίητο, πεποιηκώς γὰρ ἡ ἐνεργητικὴ μετοχή, ἐτι θέμην ἐτίθετο, τιθείς γὰρ ἡ ἐνεργητικὴ μετοχή, ἱστάμην ἵστατο, ἱστάς γὰρ ἡ ἐνεργητικὴ μετοχή, ἐδιδόμην ἐδίδοτο, διδούς γὰρ ἡ ἐνεργητικὴ μετοχή, ἐτυψάμην ἐτύψατο, τύψας γὰρ ἡ ἐνεργητικὴ μετοχή· ἢ τρέ πουσι τὴν παραλήγουσαν, ὅτε μὴ ἔστιν ἡ ἐνεργητικὴ μετοχὴ εἰς ˉς, οἷον ἐτυπτόμην ἐτύπτετο, τύπτων γὰρ ἡ ἐνεργητικὴ μετοχή, ἐτυπόμην ἐτύ πετο, τυπών γὰρ ἡ ἐνεργητικὴ μετοχή· τὰ δὲ περισπώμενα πρὸς τὴν συναίρεσιν ποιοῦνται τὴν παραλήγουσαν· ἔστι γὰρ ἐποιεόμην ἐποιέετο, καὶ κατὰ κρᾶσιν τοῦ μὲν ˉε καὶ ˉο εἰς τὴν ˉοˉυ δίφθογγον γίνεται ἐποιού μην, ὥσπερ χάλκεος χαλκοῦς, τῶν δὲ δύο ˉεˉε εἰς τὴν ˉεˉι δίφθογγον γίνεται ἐποιεῖτο, ὥσπερ Πηλέες Πηλεῖς. Καὶ ἄξιόν ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν ἐν τῷ ἐποιεῖτο τὰ δύο ˉεˉε εἰς τὴν ˉεˉι δίφθογγον ἐκράθησαν καὶ μὴ εἰς τὸ ˉη· καὶ ἔστιν εἰπεῖν τὴν ἀπολογίαν ταύτην· τὰ εἰς ˉμˉηˉν καὶ τὰ εἰς ˉτˉο τὰ ἴσα φωνήεντα θέλουσιν ἔχειν κατὰ τὴν παραλήγουσαν, οἷον ἐτυπτόμην ἐτύπτετο, ἐλεγόμην ἐλέγετο, ἐβοώμην ἐβοᾶτο, ἐχρυ σούμην ἐχρυσοῦτο, ἐστεφανούμην ἐστεφανοῦτο, ὠρθούμην ὠρθοῦτο· εἰ οὖν τὸ ἐποιούμην διὰ δύο φωνηέντων ἐκφέρεται κατὰ τὴν παραλήγου σαν, δηλονότι καὶ τὸ ἐποιεῖτο ἀναγκάζεται διὰ δύο φωνηέντων ἐκφέ ρεσθαι κατὰ τὴν παραλήγουσαν, καὶ δηλονότι εὐλόγως εἰς τὴν ˉεˉι δίφθογγον ἐγένετο ἡ κρᾶσις καὶ οὐκ εἰς τὸ ˉη. Πάλιν ἐστὶν ἐβοαόμην ἐβοάετο, καὶ κατὰ κρᾶσιν τοῦ μὲν ˉα καὶ ˉο εἰς τὸ ˉω γίνεται ἐβοώμην, ὥσπερ ἐτύψαο ἐτύψω, ἐλούσαο ἐλούσω, τοῦ δὲ ˉα καὶ ˉε εἰς ˉα μακρὸν γίνεται ἐβοᾶτο, ὥσπερ τὰ ἐμά τἀμά· καὶ πάλιν ἐστὶν ἐχρυσοόμην ἐχρυ σόετο, καὶ κατὰ κρᾶσιν τῶν μὲν δύο ˉοˉο εἰς τὴν ˉοˉυ δίφθογγον γίνεται ἐχρυσούμην, ὥσπερ νόος νοῦς, τοῦ δὲ ˉο καὶ ˉε εἰς τὴν ˉοˉυ δίφθογγον γίνεται ἐχρυσοῦτο, ὥσπερ τὸ ἐμόν τοὐμόν. Πρόσκειται δὲ ἐν τῷ κανόνι 184 ἔχον τὸ ˉμ κλιτικόν διὰ τὸ ἐδάμην· τοῦτο γὰρ εἰς ˉμˉηˉν λῆγον οὐ τρέπει τὴν ˉμˉηˉν εἰς ˉτˉο καὶ ποιεῖ τὸ τρίτον πρόσωπον, ἐδάμη γάρ ἐστι τὸ τρίτον πρόσωπον τῶν ἑνικῶν, ἀλλ' οὐκ ἔχει τὸ ˉμ κλιτικὸν ἀλλὰ θεματικόν· ἀπὸ γὰρ τοῦ ἐνεστῶτος ἔχει αὐτό, δάμνω γάρ ἐστιν ὁ ἐνεστὼς καὶ ἔχει τὸ ˉμ [κλιτικόν]. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι περιττῶς προσέθηκε τὸ ὀξύτονον ὁ τεχνικός, οἷον τὴν δὲ παραλήγουσαν τρέπει, ὅταν μὴ ἔχῃ τὴν ἐνεργητικὴν μετοχὴν εἰς ˉς ὀξύτονον· ἤρκει γὰρ εἰπεῖν εἰς ˉς μόνον· ἰδοὺ γὰρ τὸ ἐτυ ψάμην ἐτύψατο τὴν ἐνεργητικὴν μετοχὴν εἰς ˉς μόνον ἔχει, οὐ μὴν καὶ ὀξύτονον, τύψας γάρ ἐστι, καὶ ὅμως ἐφύλαξε τὴν παραλήγουσαν. Δυϊκά. Ἐτυπτόμεθον, ἐτύπτεσθον, ἐτυπτέσθην. Ἰστέον ὅτι τὸ τρίτον τῶν δυϊκῶν οὐχ ὁμοφωνεῖ τῷ ἰδίῳ δευτέρῳ ἐνταῦθα, ἐπειδὴ τὸ τρίτον τῶν πληθυντικῶν οὔτε εἰς ˉσˉι οὔτε εἰς ˉτˉαˉι λήγει, ἐτύπτοντο γάρ ἐστι τὸ τρίτον τῶν πληθυντικῶν· γέγονε δὲ τὸ τρίτον τῶν δυϊκῶν ἀπὸ τοῦ ἰδίου δευτέρου προσώπου τροπῇ τοῦ ˉο εἰς ˉη, οἷον ἐτύπτεσθον ἐτυπτέσθην. Πληθυντικά. Ἐτυπτόμεθα, ἐτύπτεσθε, ἐτύπτοντο. Παρακείμενος. Τέτυμμαι. Ἐνταῦθα περὶ τοῦ παθητικοῦ παρακειμένου διαλαμβάνει· καὶ ἰστέον ὅτι ὁ παθητικὸς παρακείμενος ἐκ τοῦ ἐνεργητικοῦ γίνεται τροπῇ τοῦ τέλους εἰς ˉμˉαˉι, οἷον πεποίηκα πεποίημαι· καθόλου γὰρ πᾶς παθητικὸς παρακείμενος εἰς ˉμˉαˉι λήγει, οἷον νενόημαι τετέλεσμαι λέλεγμαι. Καὶ δεῖ γινώσκειν, ὅτι οἱ μὲν εἰς ˉφˉα ἐνεργητικοὶ παρακείμενοι τρέπουσι τὴν ˉφˉα εἰς ˉμˉαˉι καὶ ἕτερον ˉμ προσλαμβάνουσιν, οἷον τέτυφα τέτυμμαι, γέγραφα γέγραμμαι, κέκοφα κέκομμαι, νένιφα νένιμμαι, ἔρραφα ἔρραμ μαι· ἢ λέγομεν ὅτι τρέπουσι τὸ ˉα εἰς ˉμˉαˉι καὶ τὸ ˉφ εἰς ˉμ. Οἱ δὲ εἰς ˉχˉα παρακείμενοι ἐνεργητικοὶ τρέπουσι τὴν ˉχˉα εἰς ˉμˉαˉι καὶ προσλαμβά νουσι τὸ ˉγ, οἷον νένυχα νένυγμαι, πέπληχα πέπληγμαι, ὤρυχα ὤρυγμαι, πέπηχα πέπηγμαι, τετίναχα τετίναγμαι, πέπλεχα πέπλεγμαι· ἢ λέγομεν ὅτι τρέπουσι τὸ ˉα εἰς ˉμˉαˉι καὶ τὸ ˉχ εἰς ˉγ. Οἱ δὲ εἰς ˉκˉα ἐνεργητικοὶ παρακείμενοι, εἰ μὲν ὦσιν ἀπὸ περισπωμένων θεμάτων, πρὸς τὴν παρα λήγουσαν κανονίζονται· εἰ μὲν γὰρ μακρᾷ παραλήγονται, τρέπουσι μόνον τὴν ˉκˉα εἰς ˉμˉαˉι καὶ ποιοῦσι τὸν παθητικὸν παρακείμενον, οἷον πεποίηκα πεποίημαι, νενόηκα νενόημαι, βεβόηκα βεβόημαι, κεχρύσωκα κεχρύσωμαι, 185 ὤρθωκα ὤρθωμαι· εἰ δὲ βραχείᾳ παραλήγονται, καὶ τὸ ˉς προσλαμβά νουσιν ἐν τῷ παθητικῷ παρακειμένῳ μετὰ τὴν τροπὴν τῆς ˉκˉα εἰς ˉμˉαˉι, οἷον τετέλεκα τετέλεσμαι, γεγέλακα γεγέλασμαι, κεχάλακα κεχάλασμαι, κέκλακα κέκλασμαι, τέθλακα τέθλασμαι, ἤρκεκα ἤρκεσμαι. Οἱ δὲ ἀπὸ τῶν εἰς ˉμˉι τρέπουσι τὴν ˉκˉα εἰς ˉμˉαˉι καὶ συστέλλουσι τὴν παραλήγουσαν καὶ ποιοῦσι τὸν παθητικὸν παρακείμενον, οἷον τέθεικα τέθεμαι, καὶ κατὰ πλεονασμὸν τοῦ ˉι γίνεται τέθειμαι διὰ τῆς ˉεˉι διφθόγγου, ἕστηκα ἕσταμαι, [πέπωκα πέπομαι] δέδωκα δέδομαι. Ταῦτα περὶ τῶν ἀπὸ τῶν εἰς ˉω περισπωμένων καὶ περὶ τῶν ἀπὸ τῶν εἰς ˉμˉι. Εἰ δέ εἰσιν ἀπὸ βαρυτόνων θεμάτων οἱ εἰς ˉκˉα ἐνεργητικοὶ παρακείμενοι, εἴτε βραχεία εἴτε μακρᾷ παραλήγονται, τρέπουσι τὴν ˉκˉα εἰς ˉμˉαˉι καὶ προσλαμβάνουσι τὸ ˉς καὶ ποιοῦσι τὸν παθητικὸν παρακείμενον, οἷον νένηκα νένησμαι, πέπεικα πέπεισμαι, ἐρράπικα ἐρράπισμαι, λελέπικα λελέπισμαι, λελάκτικα λελάκτισμαι, πέφρακα πέφρασμαι, ἥρπακα ἥρπασμαι, χωρὶς τῆς πέμπτης συζυγίας· ταῦτα γὰρ παρ' ἡμῖν τροπῇ τῆς ˉκˉα εἰς ˉμˉαˉι ποιοῦσι τὸν παθητικὸν παρακείμενον, οἷον τέτιλκα τέτιλμαι, ἔσπαρκα ἔσπαρμαι, ἔσταλκα ἔσταλμαι, ἔφθαρκα ἔφθαρμαι, κέκαρκα κέκαρμαι, κέκλικα κέκλι μαι, πέπλυκα πέπλυμαι, κέκρικα κέκριμαι, τέτακα τέταμαι· καὶ ταῦτα γὰρ τῆς πέμπτης συζυγίας τῶν βαρυτόνων εἰσίν, εἰ καὶ ἀπέβαλον τὸ ˉν ἐν τῷ ἐνεργητικῷ παρακειμένῳ, ὡς ἐν τῇ περὶ τούτου διδασκαλίᾳ μεμα θήκαμεν· πρόσκειται παρ' ἡμῖν, ἐπειδὴ οἱ Ἀθηναῖοι πολλάκις τὸ ˉμ εἰς ˉς τρέπουσι κατὰ τὸν παθητικὸν παρακείμενον ἐπὶ τῆς πέμπτης συζυγίας, μεμόλυμμαι μεμόλυσμαι, ὕφαμμαι ὕφασμαι, μεμίαμμαι μεμίασμαι. Δεῖ προσθεῖναι καὶ χωρὶς ὀλίγων τῆς ἕκτης συζυγίας· καὶ γὰρ τὰ τῆς ἕκτης συζυγίας πῇ μὲν προσλαμβάνουσι τὸ ˉς κατὰ τὸν παθητικὸν παρακείμενον, πῇ δὲ οὐ προσλαμβάνουσιν αὐτό, οἷον σβέω σβέσω ἔσβεκα ἔσβεσμαι, ξέω ξέσω ἔξεκα ἔξεσμαι, κελεύω κελεύσω κεκέ λευκα κεκέλευσμαι (ἀφ' οὗ τὸ ἐκελεύσθην), κρούω κρούσω κέκρουκα κέκρουσμαι, ἱππεύω ἱππεύσω ἵππευκα ἵππευμαι, βασιλεύω βασιλεύσω βεβασίλευκα βεβασίλευμαι, τοξεύω τοξεύσω τετόξευκα τετόξευμαι. Ἰστέον δὲ ὅτι πότε προσλαμβάνει ἡ ἕκτη συζυγία τὸ ˉς κατὰ τὸν παθητικὸν παρακείμενον καὶ πότε οὐ προσλαμβάνει, οὐκ ἔστιν ἀπὸ κανόνος γνῶναι ἀλλ' ἀπὸ τῆς χρήσεως· οὐδὲ γὰρ δυνάμεθα ἐπὶ τῆς ἕκτης συζυγίας πρὸς τὴν παραλήγουσαν κανονίσαι, ὥσπερ ἐπὶ τῶν συζυγιῶν τῶν περι σπωμένων, ὅτι εἰ μὲν μακρᾷ παραλήγεται, οὐ προσλαμβάνει τὸ ˉς, εἰ δὲ 186 βραχείᾳ παραλήγεται, προσλαμβάνει τὸ ˉς· ἰδοὺ γὰρ τὸ μὲν κεκέλευκα καὶ κέκρουκα μακρᾷ παραληγόμενα προσλαμβάνουσι τὸ ˉς, οἷον κεκέ λευσμαι κέκρουσμαι, τὸ δὲ λέλυκα καὶ τέθυκα βραχείᾳ παραληγόμενα οὐ προσλαμβάνουσι τὸ ˉς, οἷον λέλυμαι τέθυμαι. Ταῦτα μὲν περὶ τούτων. Μηδεὶς δὲ οἰέσθω, τὸ ἔρραγκα καὶ μεμίαγκα καὶ μεμόλυγκα ἐν τῷ ἔρραμμαι καὶ μεμίαμμαι καὶ μεμόλυμμαι παθητικῷ παρακειμένῳ ἕτερον ˉμ προσειληφέναι· τὸ γὰρ ˉγ ἐν τῷ ἔρραγκα καὶ μεμίαγκα καὶ μεμόλυγκα ἐνεργητικῷ παρακειμένῳ δυνάμει ˉν ἐστίν, ἀπὸ γὰρ τοῦ ῥαίνω καὶ μιαίνω καὶ μολύνω γέγονεν, ὅπερ ˉν πῇ μὲν εἰς τὸ ˉγ τρέπεται, ὡς ἐν τῷ ἔρραγκα μεμίαγκα μεμόλυγκα ἐνεργητικῷ παρακειμένῳ, πῇ δὲ εἰς τὸ ˉμ, ὡς ἐν τῷ ἔρραμμαι μεμίαμμαι μεμόλυμμαι παθητικῷ παρακειμένῳ· καὶ ἐν μὲν τῷ ἔρραγκα καὶ μεμίαγκα καὶ μεμόλυγκα ἐνεργητικῷ παρα κειμένῳ τὸ ˉν εἰς τὸ ˉγ τρέπεται διὰ τὴν ἐπιφορὰν τοῦ ˉκ· τὸ γὰρ ˉν ἐπιφερομένου τοῦ ˉγ ἢ ˉκ ἢ ˉχ ἢ ˉξ ἐν μιᾷ λέξει εἰς τὸ ˉγ τρέπεται, οἷον σύγχυσις συγγενής συγκληρονόμος συγξηρᾶναι· πρόσκειται ἐν μιᾷ λέξει διὰ τὸ σὺν Γεωργίῳ, ἐν χειρί· ἐνταῦθα γὰρ οὐκ ἐτράπη τὸ ˉν εἰς τὸ ˉγ ἐπιφερομένου τοῦ ˉγ ἢ ˉχ, ἀλλ' οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔστιν ἐν μιᾷ λέξει, ἀλλὰ δύο λέξεις εἰσίν· ἐν παραθέσει γάρ εἰσιν· ἐν δὲ τῷ ἔρραμμαι καὶ μεμίαμμαι καὶ μεμόλυμμαι παθητικῷ παρακειμένῳ τὸ ˉν εἰς τὸ ˉμ ἐτράπη διὰ τὴν ἐπιφορὰν τοῦ ˉμ· τὸ γὰρ ˉν ἐπιφερομένου τοῦ ˉβ ἢ τοῦ ˉπ ἢ τοῦ ˉφ ἢ τοῦ ˉψ ἢ αὐτοῦ τοῦ ˉμ ἐν μιᾷ λέξει εἰς τὸ ˉμ τρέπεται, οἷον σύμβιος σύμπονος σύμφωνος σύμψηφος συμμέτοχος· πρόσκειται ἐν μιᾷ λέξει διὰ τὸ ἐν Βυζαντίῳ, σὺν πολλοῖς· ἐνταῦθα γὰρ οὐ τρέπεται τὸ ˉν εἰς τὸ ˉμ ἐπιφερομένου τοῦ ˉβ καὶ τοῦ ˉπ, ἐπειδὴ δύο μέρη λόγου εἰσίν· ἐν παραθέσει γάρ εἰσιν. Ὁ μέντοι κέκλεικα ὀφείλων ἐν τῷ κέκλεισμαι προσ λαμβάνειν τὸ ˉς κέκλειμαι λέγεται παρὰ πᾶσιν Ἕλλησιν. Λαμβάνονται δέ τινες τοῦ τεχνικοῦ λέγοντες, ὅτι κακῶς εἶπεν, ὅτι κέκλεισμαι ὀφείλει λέγεσθαι τὸ κέκλειμαι· εἰ γάρ, ὡς εἴρηται, ποτὲ μὲν τὰ τῆς ἕκτης συζυγίας προσλαμβάνουσι τὸ ˉς κατὰ τὸν παθητικὸν παρακείμενον, ποτὲ δὲ οὐ προσλαμβάνουσι τὸ ˉς, οἷον ξέω ξέσω ἔξεκα ἔξεσμαι, κρούω κρούσω κέκρουκα κέκρουσμαι, βασιλεύω βασιλεύσω βεβα σίλευκα βεβασίλευμαι, τοξεύω τοξεύσω τετόξευκα τετόξευμαι, τὸ [δὲ] κλείω ἕκτης συζυγίας ὂν δηλονότι μὴ προσλαμβάνον τὸ ˉς κατὰ τὸν 187 παθητικὸν παρακείμενον οὐκ ὤφειλε σεσημειῶσθαι· εἴτε δέ, φασίν, διὰ τοῦ ˉι γράφεται καὶ ἔστι πέμπτης συζυγίας, πάλιν κακῶς αὐτὸ ἐση μειώσατο· τὰ γὰρ τῆς πέμπτης συζυγίας, ὡς εἴρηται ἀνωτέρω, οὐ προσλαμβάνουσι τὸ ˉς κατὰ τὸν παθητικὸν παρακείμενον, οἷον κέκαρκα κέκαρμαι, πέπλυκα πέπλυμαι. Ἔστιν οὖν εἰπεῖν, ὅτι καλῶς ἐσημειώσατο αὐτὸ ὁ τεχνικός· περὶ γὰρ τοῦ γραφομένου διὰ τῆς ˉεˉι διφθόγγου τῆς ἕκτης συζυγίας ἐστὶν αὐτῷ ὁ λόγος· τοῦτο δὲ κέκλεισμαι ὀφείλει λέ γεσθαι μετὰ τοῦ ˉς· καὶ γὰρ ὅτε ὁ εἰς ˉθˉηˉν πρῶτος ἀόριστος παθητι κὸς ἔχει πρὸ τοῦ ˉθ τὸ ˉς, πάντως καὶ ὁ παθητικὸς παρακείμενος ἔχει πρὸ τοῦ ˉμ τὸ ˉς, οἷον ἐσβέσθην ἔσβεσμαι, ἐτελέσθην τετέλεσμαι, ἐξέσθην ἔξεσμαι, ἐγελάσθην γεγέλασμαι, ἐκελεύσθην κεκέλευσμαι· εἰ οὖν ὁ ἐκλεί σθην παθητικὸς ἀόριστος ἔχει πρὸ τοῦ ˉθ τὸ ˉς, δηλονότι καὶ ὁ παθη τικὸς παρακείμενος ἔχειν ὤφειλε πρὸ τοῦ ˉμ τὸ ˉς, καὶ δηλονότι κέκλεισμαι ὤφειλε λέγεσθαι καὶ οὐ κέκλειμαι χωρὶς τοῦ ˉς· ὥστε οὖν καλῶς ἐση μειώσατο αὐτὸ ὁ τεχνικός. Ὁμοίως καὶ ἀπὸ τοῦ ἐλήλακα ἐλήλαμαι, οὐκ ἐλήλασμαι. Ἰστέον ὅτι τοῦτο καλῶς ἐσημειώσατο ὁ τεχνικός· ἔδει γὰρ καὶ τοῦτο ἔχειν τὸ ˉς κατὰ τὸν παθητικὸν παρακείμενον, ἐπειδή, ὡς ἐμάθομεν, ἡνίκα ἐστὶν ὁ εἰς ˉκˉα ἐνεργητικὸς παρακείμενος ἀπὸ τῶν περισπωμένων θεμάτων καὶ βραχείᾳ παραλήγεται, τὸ ˉς προσλαμβάνει ὁ παθητικὸς παρακείμενος, οἷον τετέλεκα τετέλεσμαι, γεγέλακα γεγέλασμαι, κέκλακα κέκλασμαι, τέθλακα τέθλασμαι· εἰ οὖν ὁ ἐλήλακα ἐνεργητικὸς παρακεί μενος ἀπὸ περισπωμένου θέματός ἐστι καὶ βραχείᾳ παραλήγεται ἀπὸ γὰρ τοῦ ἐλῶ ἐλάσω γέγονεν ἤλακα καὶ ἀττικῶς ἐλήλακαδηλονότι ὤφειλεν ὁ παθητικὸς παρακείμενος προσλαμβάνειν τὸ ˉς καὶ γενέσθαι ἐλήλασμαι, καὶ μὴ ἐλήλαμαι χωρὶς τοῦ ˉς. Ἀπολογοῦνται δέ τινες λέγοντες, ἐπειδὴ Ἀττικοῦ παρακειμένου ἐστὶν ὁ ἐλήλαμαι παθητικὸς παρακείμενος, τούτου χάριν οὐ προσέλαβε τὸ ˉς· ἐμάθομεν γὰρ ὅτι ὁ Ἀττικὸς παρακείμενος τὴν τρίτην ἀπ' ἀρχῆς συλλαβὴν συστέλλει, οἷον ἀκήκοα ἀλήλιφα ἐλήλυθα. Πρὸς οὓς ἔστιν εἰπεῖν, ὅτι ἡνίκα ᾖ φύσει μακρά, συστέλλει τὴν τρίτην ἀπ' ἀρχῆς συλλαβήν, ὡς ἐν τῇ περὶ τούτου διδασκαλίᾳ μεμαθήκαμεν, ἐπειδὴ θέσει μακρὰ πολλάκις εὑρίσκε ται, οἷον ἀλήλιμμαι ἐρήρισται ἐγήγερμαι· τί οὖν ἄτοπον, καὶ ἐν τῷ ἐλήλαμαι Ἀττικῷ παθητικῷ παρακειμένῳ τὸ ˉς προσελθεῖν καὶ γενέσθαι 188 τὴν τρίτην ἀπ' ἀρχῆς συλλαβὴν θέσει μακράν; Κρεῖττον οὖν ἐστιν εἰπεῖν, ὅτι ἐπειδὴ ὁ παθητικὸς πρῶτος ἀόριστος χωρὶς τοῦ ˉς ἐπεκρά τησε λέγεσθαι, ἠλάθην γὰρ λέγεται καὶ ἀπηλάθην, τούτου χάριν καὶ ὁ ἐλήλαμαι παθητικὸς παρακείμενος χωρὶς τοῦ ˉς λέγεται· ἡνίκα γὰρ ὁ εἰς ˉθˉηˉν ἀόριστος οὐκ ἔχει πρὸ τοῦ ˉθ τὸ ˉς, οὔτε ὁ εἰς ˉμˉαˉι παθητικὸς παρα κείμενος θέλει ἔχειν πρὸ τοῦ ˉμ τὸ ˉς, οἷον ἐποιήθην πεποίημαι, ἐνοήθην νενόημαι, ἐσιγήθην σεσίγημαι, ἐστεφανώθην ἐστεφάνωμαι, ἐχρυσώθην κεχρύσωμαι· εἰ οὖν ὁ ἠλάθην καὶ ἀπηλάθην χωρὶς τοῦ ˉς, δηλονότι καὶ ὁ ἐλήλαμαι χωρὶς τοῦ ˉς. Ταῦτα μὲν ἐν τούτοις. Περὶ δὲ τῆς ἀρχούσης τοῦ παθητικοῦ παρακειμένου ἔστιν εἰπεῖν, ὅτι τὴν αὐτὴν ἔχει ἄρχουσαν τῷ ἐνεργητικῷ παρακειμένῳ, τέτυφα τέτυμμαι, νενόηκα νενόημαι, νένυχα νένυγμαι, πεποίηκα πεποί ημαι, ὤρυχα ὤρυγμαι, ἔσταλκα ἔσταλμαι, ἔφθαρκα ἔφθαρμαι, ἔσπαρκα ἔσπαρμαι. Περὶ δὲ τῆς παραληγούσης τοῦ παθητικοῦ παρακειμένου ἔστιν εἰπεῖν, ὅτι τὴν αὐτὴν ἔχει παραλήγουσαν τῷ ἐνεργητικῷ παρα κειμένῳ ἐπὶ τῶν εἰς ˉω ῥημάτων, οἷον κεχρύσωκα κεχρύσωμαι, ἐστε φάνωκα ἐστεφάνωμαι, πεποίηκα πεποίημαι, νενόηκα νενόημαι, ἠρεύνηκα ἠρεύνημαι, ἠλέηκα ἠλέημαι, ἔρραφα ἔρραμμαι, τέτυφα τέτυμμαι, νένυχα νένυγμαι, πέπεικα πέπεισμαι· πρόσκειται ἐπὶ τῶν εἰς ˉω ῥημάτων, ἐπειδὴ ἐπὶ τῶν εἰς ˉμˉι συστέλλεται ἡ παραλήγουσα τοῦ παθητικοῦ παρα κειμένου, οἷον δέδωκα δέδομαι, τέθεικα τέθεμαι καὶ κατὰ πλεονασμὸν τοῦ ˉι τέθειμαι διὰ τῆς ˉεˉι διφθόγγου. Ταῦτα μὲν ἐν τούτοις. Δεῖ δὲ γινώσκειν, ὅτι τὰ δισύλλαβα τῆς πρώτης καὶ δευτέρας συζυ γίας τῶν βαρυτόνων, τὰ τρέποντα ἀττικῶς τὸ ˉε εἰς ˉο κατὰ τὸν ἐνεργη τικὸν παρακείμενον, ἐν τῷ παθητικῷ παρακειμένῳ ἀναδέχονται τὴν παραλήγουσαν τοῦ ἐνεστῶτος, οἷον λέγω λέλοχα λέλεγμαι, στέφω ἔστοφα ἔστεμμαι, κλέπτω κέκλοφα κέκλεμμαι, εὑρέθη δὲ καὶ κέκλαμμαι, πλέκω πέπλοχα πέπλεγμαι· δεῖ προσθεῖναι χωρὶς τῶν ἐχόντων τὸ ˉρ μετ' ἐπιπλοκῆς συμφώνου· ἐκεῖνα γὰρ τρέπουσι τὸ ˉε εἰς ˉα κατὰ τὸν παθητικὸν παρακείμενον, οἷον στρέφω ἔστροφα ἔστραμμαι, τρέφω τέθροφα τέθραμμαι, τρέπω τέτροφα τέτραμμαι, σεσημειωμένου τοῦ βρέχω βέβροχα βέβρεγμαι· τοῦτο γὰρ οὐκ ἔτρεψε τὸ ˉε εἰς τὸ ˉα. Ταῦτα μὲν ἐν τούτοις. Ζήτημα δὲ ἡμῖν ὑπολείπεται τοιοῦτον· εἰ πᾶν παθητικὸν ἢ μέσον ἔχον τὸ μ κλιτικὸν περιττοσυλλαβεῖ τοῦ ἰδίου ἐνεργητικοῦ, οἷον τύπτο 189 μαι τύπτω, ἐτυπτόμην ἔτυπτον, τυφθήσομαι τύψω, τυπήσομαι τυπῶ, τύψομαι τύψω, τυποῦμαι τυπῶ, ἐτυψάμην ἔτυψα, ἐτυπόμην ἔτυπον, χωρὶς τῶν εἰς ˉμˉι, οἷον τίθημι τίθεμαι, ἵστημι ἵσταμαι, δίδωμι δίδομαι, ζεύγνυμι ζεύγνυμαιταῦτα γὰρ περιττεύουσι τῇ ˉμˉι συλλαβῇ, ἀπὸ γὰρ τῆς παραγωγῆς ἔχουσιν αὐτήν, διὸ καὶ ἰσοσυλλαβοῦσι τοῖς παθητικοῖς διατί ὁ παθητικὸς παρακείμενος καὶ ὁ ὑπερσυντέλικος ἔχοντες τὸ ˉμ κλιτικὸν οὐ περιττοσυλλαβοῦσι τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου τῶν ἐνεργητικῶν, ἀλλ' ἰσοσυλλαβοῦσιν αὐτοῖς, οἷον τέτυφα τέτυμμαι, ἐτετύφειν ἐτετύμμην, πεποίηκα πεποίημαι, ἐπεποιήκειν ἐπεποιήμην· πρόσκειται ἔχον τὸ ˉμ κλιτικόν, οἷον πᾶν παθητικὸν ἢ μέσον ἔχον τὸ ˉμ κλιτικόν, διὰ τὸ ἐδάμην· τοῦτο γὰρ ἔχον τὸ ˉμ οὐ περιττοσυλ λαβεῖ τοῦ ἰδίου ἐνεργητικοῦ, φημὶ δὴ τοῦ ἔδαμον, ἀλλ' οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔχει τὸ ˉμ κλιτικὸν ἀλλὰ θεματικόν· ἀπὸ γὰρ τοῦ ἐνεστῶτος ἔχει αὐτό, δάμνω γάρ ἐστιν ὁ ἐνεστὼς καὶ ἔχει τὸ ˉμ. Λέγει οὖν ὁ Ῥωμανὸς ταύτην τὴν ἀπολογίαν· πᾶν παθητικὸν ἢ μέσον ἔχον τὸ ˉμ κλιτικόν, μιᾷ συλλαβῇ περιττεῦον τοῦ ἰδίου ἐνεργητικοῦ, θέλει ἔχειν τὴν παραλήγουσαν τοῦ πρώτου προσώπου τῶν πληθυντικῶν τοῦ ἰδίου ἐνεργητικοῦ, ἅμα δὲ καὶ τὴν παραλήγουσαν τῆς γενικῆς τῆς μετοχῆς τῆς ἐνεργητικῆς, οἷον τύπτομαι τύπτομεν τύπτοντος, ἐτυπτόμην ἐτύπτο μεν τύπτοντος, ἐτύψαμεν τύψαντος, ἐτυπόμην ἐτύπομεν τυπόντος, τύψομαι τύψομεν τύψοντος, τυποῦμαι τυποῦμεν τυποῦντος· ὁ οὖν παρακείμενος ὁ παθητικὸς τῷ μὲν λόγῳ τῆς παραληγούσης τοῦ πρώτου προσώπου τῶν πληθυντικῶν τοῦ ἰδίου ἐνεργητικοῦ τετύφαμαι εἶχεν εἶναι, τετύφαμεν γάρ ἐστι τὸ πρῶτον πρόσωπον τῶν πληθυντι κῶν τοῦ ἐνεργητικοῦ παρακειμένου, τῷ δὲ λόγῳ τῆς παραληγούσης τῆς γενικῆς τῆς μετοχῆς τῆς ἐνεργητικῆς τετύφομαι εἶχεν εἶναι, τετυ φότος γάρ ἐστιν ἡ γενικὴ τῆς μετοχῆς τῆς ἐνεργητικῆς· τοῦ μὲν οὖν πρώτου προσώπου τῶν πληθυντικῶν ἀπαιτοῦντος αὐτὸ εἶναι τετύφα μαι διὰ τοῦ ˉα, τῆς δὲ γενικῆς τῆς μετοχῆς τῆς ἐνεργητικῆς ἀπαιτούσης αὐτὸ τετύφομαι εἶναι διὰ τοῦ ˉο, συνεκόπη ἡ συλλαβὴ ἡ ἀμφιβαλλομένη, καὶ ἐγένετο τέτυμμαι, καὶ λοιπὸν εὐλόγως ἰσοσυλλαβεῖ τῷ ἰδίῳ ἐνεργη τικῷ. Πάλιν ὁ παθητικὸς ὑπερσυντέλικος τῷ μὲν λόγῳ τῆς παρα ληγούσης τοῦ πρώτου προσώπου τῶν πληθυντικῶν τοῦ ἰδίου ἐνεργη τικοῦ ἐτετυφείμην εἶχεν εἶναι, ἐτετύφειμεν γάρ ἐστι τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν τοῦ ἐνεργητικοῦ ὑπερσυντελίκου, τῷ δὲ λόγῳ τῆς παραληγούσης τῆς γενικῆς τῆς ἐνεργητικῆς μετοχῆς ἐτετυφόμην εἶχεν εἶναι, τετυφότος γάρ ἐστιν ἡ γενικὴ τῆς ἐνεργητικῆς μετοχῆς· τοῦ μὲν 190 οὖν πρώτου προσώπου τῶν πληθυντικῶν ἀπαιτοῦντος ἐτετυφείμην εἶναι διὰ τῆς ˉεˉι διφθόγγου, τῆς δὲ γενικῆς τῆς ἐνεργητικῆς μετοχῆς ἐτετυ φόμην διὰ τοῦ ˉο, συνεκόπη ἡ ἀμφιβαλλομένη συλλαβή, καὶ ἐγένετο ἐτε τύμμην, καὶ λοιπὸν εὐλόγως ἰσοσυλλαβεῖ τῷ ἰδίῳ ἐνεργητικῷ. Πρόσκειται ἀνωτέρω μιᾷ συλλαβῇ περιττεῦον τοῦ ἰδίου ἐνεργητικοῦ διὰ τοὺς τυφθήσομαι καὶ τυπήσομαι παθητικοὺς μέλλοντας· οὗτοι γὰρ οὐκ ἔχουσι τὴν παραλήγουσαν τοῦ πρώτου προσώπου τῶν πληθυντικῶν τοῦ ἰδίου ἐνεργητικοῦ οὔτε τὴν παραλήγουσαν τῆς γενικῆς τῆς ἐνεργητικῆς μετο χῆς· τῇ γὰρ ˉσˉο συλλαβῇ παραλήγονται, ἐκεῖνα δὲ τῇ ˉψˉο καὶ τῇ ˉπˉοˉυ, οἷον τύψομεν τύψοντος, τυποῦμεν τυποῦντος· ἀλλ' οὐκ ἀντίκεινται ἡμῖν ταῦτα, ἐπειδὴ δύο συλλαβαῖς περιττεύουσι τῶν ἰδίων ἐνεργητικῶν, οἷον τυφθήσομαι τύψω, τυπήσομαι τυπῶ. Τέτυψαι. Ἐμάθομεν ἐν τοῖς προλαβοῦσιν, ποῖα τῶν ἐχόντων τὸ ˉμ κλιτικὸν κατὰ τὸ πρῶτον πρόσωπον τροπῇ τοῦ ˉτ τοῦ ὄντος κατὰ τὸ τρίτον πρόσωπον εἰς ˉς ποιοῦσι τὸ δεύτερον πρόσωπον, καὶ ποῖα ἀποβολῇ τοῦ ˉτ καὶ κράσει τῶν φωνηέντων· ἐμάθομεν γάρ, ὅτι ἡνίκα ἐστὶν ἡ ἐνεργητικὴ μετοχὴ εἰς ˉς μετ' ὀξείας τάσεως, τότε τὸ τρίτον πρόσωπον τῶν ἑνικῶν τροπῇ τοῦ ˉτ εἰς ˉς ποιεῖ τὸ δεύτερον πρόσωπον, οἷον πεποίηται πεποίησαι, πεποιηκώς γὰρ ἡ μετοχή· ἡνίκα δὲ μὴ ἔστιν ἡ ἐνεργητικὴ μετοχὴ εἰς ˉς μετ' ὀξείας τάσεως, τότε ἀποβολῇ τοῦ ˉτ τοῦ κατὰ τὸ τρίτον πρόσωπον καὶ κράσει τῶν φωνηέν των γίνεται τὸ δεύτερον πρόσωπον, οἷον τύπτεται τύπτεαι τύπτῃ, τύπτων γὰρ ἡ ἐνεργητικὴ μετοχή. Ἔστιν οὖν τέτυπται καὶ ἐτέτυπτο, καὶ ταῦτα ἔχουσι τὴν ἐνεργητικὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως, τετυφώς γάρ ἐστιν ἡ ἐνεργητικὴ μετοχή, καὶ λοιπὸν τροπῇ τοῦ ˉτ εἰς ˉς γίνεται τὸ δεύτερον πρόσωπον τέτυπσαι καὶ ἐτέτυπσο διὰ τοῦ ˉπ καὶ ˉς, καὶ διὰ τὴν κακοφωνίαν κιρνῶνται τὸ ˉπ καὶ ˉς εἰς ˉψ, καὶ γίνεται τέτυψαι καὶ ἐτέτυψο διὰ τοῦ ˉψ, ὥσπερ καὶ ἀπὸ τῆς Πέλοπι δοτικῆς ἑνικῆς γί νεται ἡ δοτικὴ τῶν πληθυντικῶν προσόδῳ τοῦ ˉς διὰ τοῦ ˉπ καὶ ˉς, καὶ κατὰ κρᾶσιν τοῦ ˉπ καὶ ˉς εἰς ˉψ Πέλοψι διὰ τοῦ ˉψ· πάλιν ἐστὶ τὸ νένυκται καὶ ἐνένυκτο, καὶ ἐπειδὴ ταῦτα ἔχουσι τὴν ἐνεργητικὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως, νενυχώς γάρ ἐστιν ἡ ἐνεργητικὴ μετοχή, τούτου χάριν τρέπουσι τὸ ˉτ εἰς τὸ ˉς καὶ ποιοῦσι τὸ δεύτερον πρόσωπον νένυκσαι καὶ ἐνένυκσο διὰ τοῦ ˉκ καὶ ˉς, καὶ διὰ τὴν κακοφωνίαν κιρνῶνται τὸ ˉκ καὶ ˉς εἰς ˉξ, καὶ γίνεται νένυξαι καὶ ἐνένυξο διὰ 191 τοῦ ˉξ, ὥσπερ καὶ ἀπὸ τῆς κόρακι δοτικῆς ἑνικῆς γίνεται ἡ δοτικὴ τῶν πληθυντικῶν προσόδῳ τοῦ ˉς κόρακσι διὰ τοῦ ˉκ καὶ ˉς καὶ κατὰ κρᾶσιν τοῦ ˉκ καὶ ˉς εἰς ˉξ κόραξι. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι ἐὰν πρὸ τοῦ ˉτ εὑρεθῇ τὸ ˉς ἐν τῷ τρίτῳ προσώπῳ τῶν ἑνικῶν, τρέπεται τὸ ˉτ εἰς τὸ ˉς καὶ τὸ ἓν ˉς ἀποβάλλεται καὶ γίνεται τὸ δεύτερον πρόσωπον, οἷον γεγέλασται γεγέλασαι, τετέλεσται τετέλεσαι, ἔξεσται ἔξεσαι, ἔσβεσται ἔσβεσαι, κέκλασται κέκλασαι διὰ ἑνὸς ˉς· ἠρκέσθη γὰρ τὸ δεύτερον πρόσωπον τῷ ἑνὶ ˉς. Εἰ δέ τις εἴποι, διατί γὰρ μὴ λέγομεν, ὅτι ἀποβολῇ τοῦ ˉτ γεγόνασι ταῦτα καὶ μὴ τροπῇ τοῦ ˉτ εἰς ˉς καὶ ἀποβολῇ τοῦ ἑνὸς ˉς, λέγομεν, ὅτι οὐ δύναται ἐπὶ τούτων ἀποβολὴ γενέσθαι τοῦ ˉτ, ἐπειδὴ ἡ ἐνεργητικὴ μετοχὴ εἰς ˉς μετ' ὀξείας τάσεώς ἐστιν, γεγελακώς γὰρ καὶ τετελεκώς καὶ ἐξεκώς καὶ ἐσβεκώς καὶ κεκλα κώς ἐστίν· ἐμάθομεν δέ, ὅτι ἐπὶ τῶν τοιούτων τὸ τρίτον πρόσωπον τῶν ἑνικῶν τροπῇ τοῦ ˉτ εἰς τὸ ˉς ποιεῖ τὸ δεύτερον πρόσωπον, οἷον πε ποίηται πεποίησαι, ὅτι πεποιηκώς ἡ ἐνεργητικὴ μετοχὴ εἰς ˉς μετ' ὀξείας τάσεως. Ἐὰν δὲ εὑρεθῇ πρὸ τοῦ ˉτ ἀμετάβολον, τρέπεται τὸ ˉτ εἰς τὸ ˉς ἐν τῷ δευτέρῳ προσώπῳ καὶ φυλάττεται τὸ ἀμετάβολον, οἷον κέκαρ ται κέκαρσαι, τέτιλται τέτιλσαι, ἔσταλται ἔσταλσαι, ἔσπαρται ἔσπαρσαι, ἔφθαρται ἔφθαρσαι, μεμίανται μεμίανσαι, μεμόλυνται μεμόλυνσαι. Ταῦτα μὲν ἐν τούτοις. Τέτυπται. Ἐμάθομεν ὅτι τὰ εἰς ˉμˉαˉι τροπῇ τῆς ˉμˉαˉι εἰς ˉτˉαˉι τὸ τρίτον ποιοῦσι πρόσωπον, καὶ ἢ φυλάττουσι τὴν παραλήγουσαν ἢ τρέ πουσιν αὐτήν· καὶ πότε μὲν φυλάττουσιν αὐτήν, πότε δὲ οὐ φυλάττου σιν, ἐν τοῖς προλαβοῦσιν ἐμάθομεν. Ἔστιν οὖν τέτυμμαι, καὶ ἔδει τρε πομένου τοῦ ˉμˉαˉι εἰς ˉτˉαˉι γενέσθαι τὸ τρίτον τῶν ἑνικῶν τέτυμται διὰ τοῦ ˉμ καὶ τοῦ ˉτ· ἀλλ' ἐπειδὴ ἐνταῦθα τὸ ˉμ ἐκ τοῦ ˉφ γέγονεν, ἀπὸ γὰρ τοῦ τέτυφα γέγονεν, τούτου χάριν ἐτράπη τὸ ˉμ εἰς τὸ ἀντίστοιχον τοῦ συμφώνου ἐξ οὗ γέγονεν, φημὶ δὴ εἰς τὸ ἀντίστοιχον τοῦ ˉφ, ἤγουν εἰς τὸ ˉπ, καὶ γέγονε τέτυπται διὰ τοῦ ˉπ καὶ ˉτ· καὶ πάλιν ἐστὶ νέ νυγμαι, καὶ ἔδει τρεπομένου τοῦ ˉμˉαˉι εἰς ˉτˉαˉι γενέσθαι τὸ τρίτον τῶν ἑνικῶν διὰ τοῦ ˉγ καὶ ˉτ· ἀλλ' ἐπειδὴ τὸ ˉγ ἐνταῦθα ἐκ τοῦ ˉχ γέγονεν, ἀπὸ γὰρ τοῦ νένυχα γέγονεν, τούτου χάριν ἐτράπη τὸ ˉγ εἰς τὸ ἀντίστοιχον τοῦ συμφώνου ἐξ οὗ γέγονεν, φημὶ δὴ εἰς τὸ ἀντί στοιχον τοῦ ˉχ, ἤγουν εἰς τὸ ˉκ, καὶ γέγονε νένυκται διὰ τοῦ ˉκˉτ. Διὰ τοῦτο δὲ καὶ ἐν τῷ τέτυπται τὸ ˉφ εἰς τὸ ˉπ ἐτράπη καὶ ἐν τῷ νένυκται 192 τὸ ˉχ εἰς τὸ ˉκ, ἐπειδὴ οὐκ ἠδύνατο οὔτε τὸ ˉφ οὔτε τὸ ˉχ πρὸ τοῦ ˉτ εἶναι οὔτε κατὰ σύλληψιν οὔτε κατὰ διάστασιν· κατὰ διάστασιν μέν, ἐπειδὴ οὐδέποτε οὔτε συλλαβὴ οὔτε λέξις εἰς δασὺ καταλήγει, ὅθεν τοῦ Ἀτθίς καὶ Σαπφώ καὶ Βάκχος τὰ πρῶτα διὰ ψιλῶν γράφομεν· τὸ γὰρ Ἰωσήφ καὶ τὰ τοιαῦτα βάρβαρά εἰσιν· κατὰ σύλληψιν δὲ οὐκ ἠδύνατο οὔτε τὸ ˉφ οὔτε τὸ ˉχ πρὸ τοῦ ˉτ εἶναι, ἐπειδὴ τὸ μὲν ˉφ καὶ τὸ ˉχ δασέα εἰσίν, τὸ δὲ ˉτ ψιλόν· ψιλὰ δὲ ψιλῶν ἡγοῦνται καὶ δασέα δασέων καὶ μέσα μέσων κατὰ σύλληψιν, οἷον πτῶσις κτύπος χθών ἑβδομάς ἐρίγδου πος ὀγδόη· πῶς οὖν τὸ ˉφ καὶ τὸ ˉχ δασέα ὄντα ἠδύναντο τοῦ ˉτ ψιλοῦ ὄντος προηγεῖσθαι κατὰ σύλληψιν; Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον ὅτι τὸ μεμίαμμαι μεμίανται καὶ μεμόλυμμαι μεμόλυν ται μηδεὶς οἰέσθω τροπὴν πεπονθέναι τοῦ ˉμ εἰς τὸ ν· τὸ γὰρ ˉν τοῦτο θεματικόν ἐστιν, μιαίνω γὰρ καὶ μολύνω τὸ θέμα διὰ τοῦ ˉν, ὅπερ πῇ μὲν εἰς τὸ ˉγ τρέπεται, ὡς ἐν τῷ μεμίαγκα καὶ μεμόλυγκα ἐνεργη τικῷ παρακειμένῳ, διὰ τὴν ἐπιφορὰν τοῦ ˉκ, πῇ δὲ εἰς τὸ ˉμ, ὡς ἐν τῷ μεμίαμμαι καὶ μεμόλυμμαι παθητικῷ παρακειμένῳ, διὰ τὴν ἐπιφορὰν τοῦ ˉμ· ἐν δὲ τῷ μεμίανται καὶ μεμόλυνται τρίτῳ προσώπῳ ἐπειδὴ οὐκ ἐπιφέρεται σύμφωνον τὸ ὀφεῖλον τρέψαι αὐτό, τούτου χάριν ἐφυλάχθη τὸ ˉν, τὸ γὰρ ˉτ ἐπιφέρεται· τὸ δὲ ν ἐπιφερομένου τοῦ ˉδ ἢ ˉθ ἢ ˉτ φυλάττεται, οἷον ἔνδον ἔνθα ἔντευξις. Εἰς τὸ ἀντίστοιχον τοῦ ˉτ μεταβέβληται τὸ ˉμ. Ἀντίστοιχον τοῦ ˉτ ἐνταῦθα τὸ ˉπ ἐκάλεσεν, εἰς αὐτὸ γὰρ μετεβλήθη τὸ ˉμ τοῦ τέ τυμμαι ἐν τῷ τέτυπται. Καὶ λαμβάνονταί τινες τοῦ τεχνικοῦ λέγοντες, ὅτι κακῶς ἀντίστοιχον τοῦ ˉτ τὸ ˉπ ἐκάλεσεν· ἀντίστοιχον γὰρ τοῦ ˉτ τὸ ˉθ, ὡς ἐν τῇ τέχνῃ Διονυσίου μεμαθήκαμεν. Ἔστιν οὖν εἰπεῖν, ὅτι ἀντίστοιχον ἐνταῦθα δεῖ νοεῖν τὸ ἰσόστοιχον, ὥσπερ καὶ ἀντίθεον λέγομεν τὸν ἰσόθεον καὶ ἀντιάνειραν τὴν ἴσην τοῖς ἀνδράσι κατὰ τὴν δύναμιν· οὕτως οὖν καὶ ἐνταῦθα ἀντίστοιχον τοῦ ˉτ τὸ ˉπ ἐκάλεσεν ἀντὶ τοῦ ἰσόστοιχον· ἰσόστοιχον γάρ ἐστι τὸ ˉπ καὶ τὸ ˉτ, ἀμφότερα γὰρ ψιλά εἰσιν. Ἡμεῖς δὲ εἰρήκαμεν ἀνωτέρω, ὅτι εἰς τὸ ἀντίστοιχον τοῦ συμ φώνου ἐξ οὗ γέγονεν ἐτράπη τὸ ˉμ, φημὶ δὴ εἰς τὸ ἀντίστοιχον τοῦ ˉφ, ἤγουν εἰς τὸ ˉπ. Δυϊκά. Τετύμμεθον, τέτυφθον, τέτυφθον. Πληθυντικά. Τετύμμεθα, τέτυφθε· εἴρηται. Τετυμμένοι εἰσίν. Ἰστέον ὅτι ἡνίκα τὸ τρίτον τῶν ἑνικῶν ἔχει πρὸ τοῦ ˉτ σύμφωνον193, τότε διὰ τὴν ἀσυνταξίαν οὐ προσλαμβάνει πρὸ τοῦ ˉτ τὸ ˉν καὶ ποιεῖ τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν, ἀλλὰ διὰ μετοχῆς αὐτὸ ἀναπληροῖ ἡ χρῆσις καὶ τοῦ εἰσίν ὑπαρκτικοῦ ῥήματος· οἷόν ἐστι τέ τυπται καὶ κέκαρται, καὶ ἐπειδὴ ἐὰν προσέλθῃ τὸ ˉν πρὸ τοῦ ˉτ, ἀσυν ταξία γίνεται, τούτου χάριν τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν διὰ μετοχῆς ἀναπληροῦται καὶ τοῦ εἰσίν ὑπαρκτικοῦ ῥήματος, οἷον τετυμ μένοι εἰσί καὶ κεκαρμένοι εἰσίν. Ἀλλ' ἔλθωμεν καὶ εἴπωμεν, πῶς γίνε ται ἡ ἀσυνταξία· ἔστι κέκαρται· ἐὰν προσλάβῃ πρὸ τοῦ ˉτ τὸ ˉν, γίνεται κέκαρνται διὰ τοῦ ˉρ καὶ ˉν καὶ ˉτ, καὶ λοιπὸν ἀσυνταξία γίνεται· οὔτε γὰρ κατὰ σύλληψιν οὔτε κατὰ διάστασιν τὸ ˉρ καὶ τὸ ˉν δύνανται παρα λαμβάνεσθαι· κατὰ σύλληψιν μέν, ἐπειδὴ πρῶτον μὲν ἀμετάβολον ἀμε ταβόλου οὐδέποτε προηγεῖται κατὰ σύλληψιν, οἷον ἔρνος ἅρμα ἅλμη, εἰ μὴ τὸ ˉμ τοῦ ˉν, οἷον μνᾶ μνημεῖον· δεύτερον δέ, ἐπειδὴ οὐδέποτε συλλαβὴ ἐν ἀρχῇ ἢ ἐν μέσῳ λέξεως εἰς δύο σύμφωνα καταλήγει· πρόσ κειται ἐν ἀρχῇ ἢ ἐν μέσῳ διὰ τὰς ἐπὶ τέλους καταλήξεις, οἷον διὰ τὸ σάρξ μάκαρς Τίρυνς ἅλς σάλπιγξ. Κατὰ διάστασιν δὲ οὐ δύνανται παραλαμβάνεσθαι τὸ ˉρ καὶ τὸ ˉν, ἵνα ᾖ τὸ ˉν μετὰ τοῦ ˉτ, ἐπειδὴ τὰ ὑποταττόμενά τινι ἐν συλλήψει ἐὰν ἀντιπροηγήσωνται αὐτοῦ, ἐν δια στάσει αὐτοῦ ἀντιπροηγοῦνται· οἷον τὸ ˉρ ὑποτέτακται τῷ ˉπ κατὰ σύλ ληψιν ἐν τῷ πρῶτος, ἀντιπροηγούμενον δὲ τοῦ ˉπ ἐν τῷ ἕρπω κατὰ διάστασιν αὐτοῦ ἀντιπροηγήσατο· πάλιν τὸ ˉλ ὑποτέτακται τῷ ˉκ κατὰ σύλληψιν ἐν τῷ κλέος, ἀντιπροηγησάμενον δὲ αὐτοῦ ἐν τῷ ἕλκω κατὰ διάστασιν αὐτοῦ ἀντιπροηγήσατο· πάλιν τὸ ˉν ὑποτέτακται τῷ ˉθ κατὰ σύλληψιν ἐν τῷ θνῄσκω, ἀντιπροηγησάμενον δὲ αὐτοῦ ἐν τῷ ἄνθος κατὰ διάστασιν αὐτοῦ ἀντιπροηγήσατο· πάλιν τὸ ˉρ ὑποτέτακται τῷ ˉγ κατὰ σύλληψιν ἐν τῷ γραῦς, ἀντιπροηγησάμενον δὲ αὐτοῦ ἐν τῷ ἔργον κατὰ διάστασιν αὐτοῦ ἀντιπροηγήσατο· εἰ ἄρα οὖν τὸ ˉν ὑπο τέτακται τῷ ˉτ κατὰ σύλληψιν ἐν τῷ Αἴτνη, δηλονότι ἀντιπροηγούμενον αὐτοῦ, φημὶ δὴ τοῦ ˉτ, κατὰ διάστασιν θέλει ἀντιπροηγεῖσθαι αὐτοῦ. Ἀλλ' οὔτε κατὰ διάστασιν ἐνταῦθα δύναται ἀντιπροηγήσασθαι τοῦ ˉτ, ἐπειδὴ πάλιν εὑρίσκεται μετὰ τοῦ ˉρ ἐν συλλήψει, ὅπερ ἐστὶν ἀδύνατον, ὡς ἐδείξαμεν. Ἀλλ' οὔτε δὲ τὰ τρία σύμφωνα ὁμοῦ δύνανται παρα λαμβάνεσθαι, λέγω δὴ τὸ ˉρ καὶ τὸ ˉν καὶ τὸ ˉτ, ἐπειδὴ ἡνίκα εὑρεθῶσι τρία σύμφωνα ὁμοῦ, θέλει εἶναι τὸ πρῶτον μὲν ἢ ˉς ἢ ˉκ ἢ ˉπ, τὸ δὲ δεύτερον ἄφωνον καὶ τὸ τρίτον ἀμετάβολον, οἷον σφραγίς στρατός 194 στρῶμα σκληρός σκῆπτρον κάτοπτρον οἰκτρός πλῆκτρον, χωρὶς τοῦ ἐχθρός καὶ τοῦ διέφθρασαι· ἐν τούτοις γὰρ οὐκ ἔστι τὸ πρῶτον σύμ φωνον οὔτε ˉς οὔτε ˉκ οὔτε ˉπ· τὸ δὲ διέφθρασαι σημαίνει· ἐγένετο δὲ ὑπερβιβασμὸν τοῦ ˉρ· εἰ εὑρέθη οὖν τὸ ˉρ καὶ ˉν καὶ ˉτ ὁμοῦ, ἤμελλον εἶναι τρία σύμφωνα ὁμοῦ, μὴ ὄντος πρώτου μήτε ˉς μήτε ˉκ μήτε ˉπ, μήτε τοῦ δευτέρου ἀφώνου καὶ τοῦ τρίτου ἀμεταβόλου, ἀλλ' ἐκ τοῦ ἐναντίου τῶν ἀμεταβόλων καὶ τοῦ τρίτου ἀφώνου, ὅπερ ἐστὶν ἀδύνατον· μὴ λεγομέ νου οὖν τοῦ τρίτου προσώπου τῶν πληθυντικῶν κατὰ τὴν ἀκολουθίαν, ἀναπληροῖ αὐτὸ ἡ χρῆσις διὰ μετοχῆς καὶ ὑπαρκτικοῦ ῥήματος τοῦ εἰσίν, οἷον κεκαρμένοι εἰσίν. Πάλιν ἐστὶ τέτυπται, καὶ ἐὰν πρὸ τοῦ ˉτ προσέλθῃ τὸ ˉν καὶ γέ νηται τέτυπνται διὰ τοῦ ˉπ καὶ ˉν καὶ ˉτ, ἀσυνταξία γίνεται· τὸ γὰρ ˉπ καὶ ˉν οὔτε ἐν συλλήψει δύνανται εἶναι οὔτε ἐν διαστάσει· ἐν συλλήψει μέν, ἐπειδὴ οὐδέποτε συλλαβὴ ἐν ἀρχῇ λέξεως ἢ ἐν μέσῳ εἰς δύο σύμφωνα καταλήγει, ὡς εἴρηται, ἐν διαστάσει δέ, ἵνα ᾖ τὸ ˉν μετὰ τοῦ ˉτ, ἐπειδὴ τὰ ὑποταττόμενά τινι ἐν συλλήψει ἐὰν ἀντιπροηγήσωνται, ἐν διαστάσει αὐτοῦ ἀντιπροηγοῦνται, ὡς εἴρηται· εἰ ἄρα οὖν τὸ ˉν ὑποτέτακται τῷ ˉτ, ὡς εἴρηται, κατὰ σύλληψιν, ὡς ἐν τῷ Αἴτνη, δη λονότι ἀντιπροηγούμενον αὐτοῦ κατὰ διάστασιν θέλει ἀντιπροηγεῖσθαι αὐτοῦ· ἀλλ' οὔτε δὲ κατὰ διάστασιν ἐνταῦθα δύναται ἀντιπροηγεῖσθαι, ἐπειδὴ εὑρίσκεται πάλιν μετὰ τοῦ ˉπ ἐν συλλήψει, ὅπερ ἐστὶν ἀδύνα τον, ὡς ἐδείξαμεν· ἀλλ' οὔτε δὲ τὰ τρία σύμφωνα ὁμοῦ δύνανται παρα λαμβάνεσθαι, λέγω δὴ τὸ ˉπ καὶ ˉν καὶ ˉτ, ἐπειδή, ὡς εἴρηται, ἡνίκα εὑρεθῶσι [τὰ] τρία σύμφωνα ὁμοῦ, τὸ πρῶτον θέλει εἶναι ἢ ˉς ἢ ˉκ ἢ ˉπ, τὸ δὲ δεύτερον ἄφωνον καὶ τὸ τρίτον ἀμετάβολον, χωρὶς τοῦ ἐχθρός καὶ τοῦ διέφθρασαι εἰ εὑρέθη οὖν τὸ ˉπ καὶ τὸ ˉν καὶ τὸ ˉτ ὁμοῦ, ἤμελλον εἶναι τρία σύμφωνα ὁμοῦ, τοῦ μὲν πρώτου ὄντος ˉπ, τοῦ δὲ δευτέρου μὴ ὄντος ἀφώνου μήτε τοῦ τρίτου ἀμεταβόλου, ἀλλ' ἐκ τοῦ ἐναντίου τοῦ μὲν δευτέρου ἀμεταβόλου τοῦ δὲ τρίτου ἀφώνου, ὅπερ ἐστὶν ἀδύνατον· μὴ λεγομένου οὖν τοῦ τρίτου προσώπου τῶν πληθυν τικῶν κατὰ τὴν ἀκολουθίαν, ἀναπληροῖ αὐτὸ ἡ χρῆσις διὰ μετοχῆς καὶ ὑπαρκτικοῦ ῥήματος τοῦ εἰσίν, οἷον τετυμμένοι εἰσίν. Πάλιν ἐστὶ γεγέλασται, καὶ ἐὰν προσλάβῃ πρὸ τοῦ ˉτ τὸ ˉν καὶ γέ νηται γεγέλασνται διὰ τοῦ ˉς καὶ ˉν καὶ ˉτ, ἀσυνταξία γίνεται· τὸ γὰρ ˉς 195 καὶ ˉν οὐ δύνανται εἶναι οὔτε ἐν συλλήψει οὔτε ἐν διαστάσει· ἐν συλλήψει μέν, ἐπειδή, ὡς εἴρηται, οὐδέποτε συλλαβὴ ἢ ἐν ἀρχῇ ἢ ἐν μέσῳ λέξεως εἰς δύο σύμφωνα καταλήγει, ἐν διαστάσει δέ, ἵνα ᾖ τὸ ˉν μετὰ τοῦ τ, ἐπειδή, ὡς εἴρηται, τὰ ὑποταττόμενά τινι ἐν συλλήψει ἐὰν ἀντιπροηγή σωνται, ἐν διαστάσει αὐτοῦ ἀντιπροηγοῦνται· εἰ ἄρα οὖν τὸ ˉν ὑποτέτακται τῷ ˉτ, ὡς ἐν τῷ Αἴτνη, δηλονότι ἀντιπροηγησάμενον αὐτοῦ ἐν διαστάσει θέλει ἀντιπροηγεῖσθαι αὐτοῦ· ἀλλ' οὔτε δὲ κατὰ διάστασιν ἐνταῦθα δύναται ἀντιπροηγεῖσθαι αὐτοῦ, ἐπειδὴ πάλιν εὑρί σκεται μετὰ τοῦ ˉς ἐν συλλήψει, ὅπερ ἐστὶν ἀδύνατον, ὡς ἐδείξαμεν· ἀλλ' οὔτε δὲ τὰ τρία σύμφωνα δύνανται ὁμοῦ παραλαμβάνεσθαι, λέγω δὴ τὸ ˉσˉνˉτ, ἐπειδή, ὡς εἴρηται, ἡνίκα εὑρεθῶσι τρία σύμφωνα ὁμοῦ, θέλει εἶναι τὸ πρῶτον ἢ ˉς ἢ ˉκ ἢ ˉπ, καὶ τὸ δεύτερον ἄφωνον καὶ τὸ τρίτον ἀμετάβολον, χωρὶς τοῦ ἐχθρός καὶ τοῦ διέφθρασαι· εἰ εὑρέθη οὖν τὸ ˉσˉνˉτ ὁμοῦ, ἤμελλον εἶναι τρία σύμφωνα ὁμοῦ, τοῦ μὲν πρώτου ὄντος ˉς, τοῦ δὲ δευτέρου μὴ ὄντος ἀφώνου μήτε τοῦ τρίτου ἀμετα βόλου, ἀλλ' ἐκ τοῦ ἐναντίου τοῦ μὲν δευτέρου ἀμεταβόλου τοῦ δὲ τρί του ἀφώνου, ὅπερ ἐστὶν ἀδύνατον· μὴ λεγομένου οὖν τοῦ τρίτου προσώπου τῶν πληθυντικῶν κατὰ τὴν ἀκολουθίαν, ἀναπληροῖ αὐτὸ ἡ χρῆσις διὰ μετοχῆς καὶ ὑπαρκτικοῦ ῥήματος τοῦ εἰσίν, οἷον γεγελασμένοι εἰσίν. Διὰ τοῦτο δὲ ἡνίκα τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν ἐπι λείπει, ἀναπληροῦται διὰ μετοχῆς καὶ ὑπαρκτικοῦ ῥήματος, οἷον τετυμ μένοι εἰσίν, πεπλεγμένοι εἰσίν, ἐσβεσμένοι εἰσίν, γεγελασμένοι εἰσίν, κε καρμένοι εἰσίν, ἐπειδὴ πρῶτον μὲν πᾶν ῥῆμα δύναται καὶ εἰς μετοχὴν ἀναλύεσθαι καὶ εἰς ὑπαρκτικὸν ῥῆμα, οἷον τύπτω τύπτων εἰμί, γράφω γράφων εἰμί, τέτυφα τετυφώς εἰμι, γέγραφα γεγραφώς εἰμι· δεύτερον δὲ ἡ μὲν μετοχὴ πρᾶγμα σημαίνει, οὐ μέντοι πρόσωπον, οἷον τύπτων γράφων, αἱ γὰρ μετοχαὶ πρόσωπα οὐκ ἔχουσιν, τὸ δὲ ὑπαρκτικὸν ῥῆμα πρόσωπον σημαίνει, οὐ μέντοι πρᾶγμα, οἷον ἐσμέν ἐστέ εἰσίν· συνερχο μένων οὖν τῆς μετοχῆς καὶ τοῦ ὑπαρκτικοῦ ῥήματος ἑκάτερον δι' ἑκα τέρου ἀναπληροῦται, τὸ πρᾶγμα μὲν διὰ τῆς μετοχῆς, τὸ πρόσωπον δὲ διὰ τοῦ ὑπαρκτικοῦ ῥήματος· τούτου οὖν χάριν ἡνίκα τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν ἐπιλιμπάνει, διὰ μετοχῆς ἀναπληροῦται καὶ ὑπαρκτικοῦ ῥήματος. Ταῦτα μὲν ἐν τούτοις. Ἀποροῦσι δέ τινες λέγοντες, ναί, διὰ μετοχῆς εὐλόγως ἀνα πληροῦται τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν ἐπιλιμπάνον· διὰ 196 τοῦτο γὰρ ἐπενοήθη ἡ μετοχή, ἵνα τὸ ἐλλεῖπον τῷ ῥήματι ἀναπλη ρώσῃ· διατί δὲ διὰ τοῦ εἰσίν ὑπαρκτικοῦ ῥήματος ἀναπληροῦται; εἰ γὰρ ὁ παρακείμενος παρῳχημένου ἐστὶ χρόνου, τὸ δὲ εἰσίν ἐνεστῶτος, πῶς ἐπὶ τοῦ παρακειμένου αὐτῷ κεχρήμεθα λέγοντες τετυμμένοι εἰσίν; Ἔστιν οὖν εἰπεῖν, ὅτι εἰκότως τοῦτο ἐγένετο, ἐπειδὴ πολλὴν συγγένειαν εὑρί σκομεν ἐνεστῶτος καὶ παρακειμένου· ἀμέλει ὁ ἐνεργητικὸς παρακείμενος εἰς ˉσˉι λήγει κατὰ τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν, μιμούμενος τὸν ἐνεστῶτα, οἷον τετύφασι, ὥσπερ τύπτουσι· καὶ αὐτὸς γὰρ παρὰ πολλοῖς ἐνεστὼς συντελικὸς ὀνομάζεται, ἤγουν ἐνεστὼς πεπληρωμένος· κατὰ τοῦτο δὲ διαφέρουσιν, καθὸ ὁ μὲν ἐνεστὼς πράγματός ἐστι δηλω τικὸς ἀτελοῦς, τὸ γὰρ τύπτω ἀτελὲς πρᾶγμα δηλοῖ καὶ μὴ τελειωθέν, ὁ δὲ παρακείμενος πράγματός ἐστι τετελειωμένου δηλωτικός, τὸ γὰρ τέτυφα τετελειωμένον πρᾶγμα δηλοῖ. Ἰστέον δὲ ὅτι εὑρίσκομέν τινας ἐνεστῶτας τετελειωμένον πρᾶγμα δηλοῦντας καὶ μηδὲν διαφέροντας τῶν παρακειμένων· ὁ γὰρ λέγων γινώσκω καὶ οἶδα ταὐτὸν λέγει, καὶ ἔστι τὸ μὲν γινώσκω ἐνεστῶτος χρόνου, τὸ δὲ οἶδα παρακειμένου· οὐκ ἔστι γὰρ ἐνταῦθα ὁ ἐνεστὼς ἀτελές· τὸ γὰρ γινώσκω οὐ σημαίνει, ὅτι ἐν μέρει μὲν οἶδα, ἐν μέρει δὲ οὐκ οἶδα, ἀλλ' ὅτι τελείως οἶδα. Δεῖ δὲ καὶ τοῦτο γινώσκειν, ὅτι εὐλόγως διὰ τῆς πληθυντικῆς μετοχῆς καὶ τοῦ εἰσίν ὑπαρκτικοῦ ῥήματος πληθυντικοῦ ἀναπληροῖ ἡ χρῆσις τὰ τοιαῦτα τρίτα πρόσωπα τῶν πληθυντικῶν, οἷον τετυμμένοι εἰσίν, λελεγμένοι εἰσίν, ἐπειδὴ καὶ αὐτὸ τὸ τρίτον πρόσωπον τὸ ἐπιλελοιπός, οὗτινος τὴν χρείαν ἀναπληροῖ ἡ μετοχὴ μετὰ τοῦ ὑπαρκτικοῦ ῥήματος, πλη θυντικόν ἐστιν. Καὶ ἰακῶς τετύφαται. Λέγουσί τινες, ὅτι ἐπειδὴ τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν τοῦ παθητικοῦ παρακειμένου καὶ τοῦ ὑπερσυντε λίκου πολλάκις ἐπιλιμπάνει καὶ διὰ μετοχῆς ἀναπληροῦται καὶ ὑπαρκτι κοῦ ῥήματος, οἷον τετυμμένοι εἰσίν, τετυμμένοι ἦσαν, τούτου χάριν, ἵνα καὶ διὰ μιᾶς λέξεως ἀναπληρωθῇ, ἐπενόησαν οἱ Ἴωνες ἴδιον τρίτον πρόσωπον τῶν πληθυντικῶν, οἷον τετύφαται τετύφατο. Οὐκ ἔστι δὲ καταναγκαστικόν· εἰ γάρ, ὡς λέγουσιν, διὰ τοῦτο ἐπενόησαν οἱ Ἴωνες τρίτον πρόσωπον τῶν πληθυντικῶν, διὰ τὸ πολλάκις ἐπιλιμπάνειν τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν τοῦ παθητικοῦ παρακειμένου καὶ ὑπερσυντελίκου καὶ διὰ μετοχῆς ἀναπληροῦσθαι καὶ ὑπαρκτικοῦ ῥήματος, οὐκ ὤφειλον ποιεῖν τὸ τρίτον πρόσωπον πληθυντικὸν ἐφ' οὗ μὴ ἐπι 197 λιμπάνει τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν τοῦ παθητικοῦ παρα κειμένου· νῦν δὲ καὶ ἐπὶ αὐτῶν ποιοῦσιν ἤγουν καὶ ἐπὶ τῶν μὴ ἐπι λιμπανόντων· ἰδοὺ γάρ ἐστι νενόηται καὶ πεποίηται, καὶ ἐπὶ τούτων οὐκ ἐπιλιμπάνουσι τὰ τρίτα πρόσωπα τῶν πληθυντικῶν, νενόηνται γὰρ καὶ πεποίηνται, καὶ ὅμως οἱ Ἴωνες ἐποίησαν νενοέαται. Ἄλλως τε δὲ οὐ μόνον ἐπὶ παρακειμένου τοῦτο ποιοῦσιν, ἀλλὰ καὶ ἐπὶ ἐνεστῶτος· ἀπὸ γὰρ τοῦ κεῖται γίνεται κέαται ἰωνικῶς, ὡς παρὰ τῷ ποιητῇ κέαται ψυχὰς ὀλέσαντες, ἀντὶ τοῦ κεῖνται, καὶ ἀπὸ τοῦ ἧται (τοῦ σημαίνοντος τὸ κάθηται) γίνεται ἕαται, ὡς παρὰ τῷ αὐτῷ οἱ δὴ νῦν ἕαται σιγῇ, πόλεμος δὲ πέπαυται, ἀντὶ τοῦ κάθηνται· ὥστε οὖν οὐ διὰ τὴν προλεχθεῖσαν αἰτίαν ἐποίησαν οἱ Ἴωνες τρίτον πρόσωπον πληθυντικὸν ἐπὶ τοῦ παθη τικοῦ παρακειμένου καὶ ὑπερσυντελίκου, ἀλλ' ἰδίωμά ἐστι διαλέκτου. Κανονίζεται δὲ οὕτως· πᾶς παθητικὸς παρακείμενος κατὰ τὸ τρίτον πρόσωπον τῶν ἑνικῶν πρὸ τοῦ ˉτ λαμβάνων τὸ ˉα Ἰωνικὸς παρακείμενος γίνεται, τρίτου προσώπου δηλονότι πληθυντικοῦ· καὶ εἰ μὲν εὑρεθῇ πρὸ τοῦ ˉτ ψιλόν, τρέπεται εἰς τὸ ἀντίστοιχον τὸ δασύ, οἷον τέτυπται τετύφαται, νένιπται νενίφαται, νένυκται νενύχαται, λέλεκται λελέχαται· ἐὰν δὲ εὑρεθῇ πρὸ τοῦ ˉτ τὸ ˉς ἀπὸ βαρυτόνων, τρέπεται τὸ ˉς εἰς τὸ σύμφωνον τοῦ μέσου παρακειμένου, οἷον πέφρασται πεφράδαται, ὅτι πέφραδα ὁ μέσος παρακείμενος, ἐρείδω ἐρήρεισται ἐρηρέδαται, ὅτι ἤρειδα ὁ μέσος παρακείμενος, ῥάζω (τὸ ῥαίνω) ἔρρασται καὶ ἐρράδαται, οἷον αἵματι δ' ἐρράδαται τοῖχοι, ἀντὶ τοῦ ἐρραντισμέ νοι εἰσίν, ὅτι ἔρραδα ὁ μέσος παρακείμενος. Καλῶς δὲ πρόσκειται ἀπὸ βαρυτόνων διὰ τὸ τετέλεσται καὶ γεγέλασται· ταῦτα γὰρ εἰ καὶ ἔχουσι τὸ ˉς πρὸ τοῦ ˉτ, ἀλλ' οὖν ἐπειδὴ οὐκ εἰσὶν ἀπὸ βαρυτόνων θεμάτων ἀλλ' ἀπὸ περισπωμένων, ἀπὸ γὰρ τοῦ τελῶ καὶ γελῶ εἰσίν, οὐ τρέ πουσιν οἱ Ἴωνες τὸ ˉς πρὸ τοῦ ˉτ εἰς τὸ σύμφωνον τοῦ μέσου παρακει μένου, λέγω δὴ εἰς τὸ ˉλ τοῦ γέγελα καὶ τέτελα· οὐδὲ γὰρ λέ γουσι γεγέλαται καὶ τετέλαται, ἀλλ' οὐδὲ ποιοῦσιν ἐπὶ τῶν τοιούτων παντελῶς οἱ Ἴωνες ἴδιον τρίτον πληθυντικόν, ἀλλὰ γεγελασμένοι εἰσίν καὶ τετελεσμένοι εἰσίν, ὁμοίως τῇ κοινῇ διαλέκτῳ. Ἐὰν δὲ ἄλλο σύμφωνον 198εὑρεθῇ πρὸ τοῦ ˉτ, εἰ ὅλως καὶ γίνεται Ἰωνικὸς παρακείμενος, δηλονότι τρίτου προσώπου πληθυντικοῦ, φυλάττεται τὸ σύμφωνον, οἷον κέκαρται κεκάραται, τέτιλται τετίλαται· πρόσκειται δέ εἰ ὅλως καὶ γί νεται Ἰωνικὸς παρακείμενος, ἐπειδὴ ἐπὶ τούτων οὐκ ἐφάνησαν ποιή σαντες οἱ Ἴωνες ἴδια τρίτα πληθυντικά, οὐδὲ γὰρ ἐφάνησαν εἰπόντες κεκάραται καὶ τετίλαται. Τὰ δὲ ἀπὸ περισπωμένων ἐὰν φύσει μακρᾷ παραλήγωνται συστέλλουσι τὴν παραλήγουσαν εἰς τὴν ὀφειλομένην συ στολὴν [μετὰ τοῦ ˉτ], καὶ προσλαμβάνουσι τὸ ˉα πρὸ τοῦ ˉτ, οἷον ποιῶ πεποίηται πεποιέαται, νοῶ νενόηται νενοέαται, χρυσῶ κεχρύσωται κε χρυσόαται, βολῶ βεβόληται βεβολέαται. Ἰστέον δὲ ὅτι οὐ μόνον ἐπὶ παρακειμένου τοῦτο ποιοῦσι καὶ ὑπερσυντελίκου οἱ Ἴωνες, ἀλλ' ἔστιν ὅτε καὶ ἐπὶ ἐνεστῶτος, οἷον κεῖται κέαται, ὡς παρὰ τῷ ποιητῇ κέαται ψυχὰς ὀλέσαντες, ἀντὶ τοῦ κεῖνται, καὶ πάλιν ἧται ἕαται, ὡς παρὰ τῷ αὐτῷ οἱ δὴ νῦν ἕαται σιγῇ, πόλεμος δὲ πέπαυται, ἀντὶ τοῦ κάθηνται. Ταῦτα μὲν ἐν τούτοις Ἄξιον δέ ἐστι ζητῆσαι, εἰ ἄρα οἱ Ἴωνες ψιλωτικοί εἰσιντοῦ γὰρ ἥλιος δασυνομένου τὸ ἀπηλιώτης ἰωνικῶς διὰ τοῦ ˉπ ἐπεκράτησεν, ἐπειδὴ διὰ τοῦ ˉφ ὤφειλεν εἶναι διὰ τὸ ἐπιφέρεσθαι δασὺ φωνῆεν, ὡς ἐπὶ ἡμῶν ἐφ' ἡμῶν· καὶ πάλιν τοῦ ἱστίον δασυνομένου τὸ ἐπίστιον ἰωνικῶς διὰ τοῦ ˉπ ἐπεκράτησεν, οἷον ἐπίστιόν ἐστιν ἑκά στῳ, ἐπειδὴ διὰ τοῦ ˉφ ὤφειλεν εἶναι· καὶ πάλιν τὸ οὐχί ἰωνικῶς οὐκί λέγεται, ὡς παρὰ τῷ ποιητῇ ἠὲ καὶ οὐκίδιὰ ποίαν αἰτίαν ἐπὶ τοῦ τετύφαται καὶ νενύχαται τὸ ψιλὸν σύμφωνον τοῦ τέτυπται καὶ νένυκται εἰς τὸ ἀντίστοιχον τὸ δασὺ ἔτρεψαν, καὶ μὴ ἐφύλαξαν αὐτὸ ὡς χαίροντες τῇ ψιλῇ. Ἔστιν οὖν εἰπεῖν, ὅτι τὸ κε χρεωστημένον δασὺ σύμφωνον τῷ τρίτῳ προσώπῳ τῶν ἑνικῶν τοῦ παθητικοῦ παρακειμένου προσῆλθεν ἐν τῷ Ἰωνικῷ τρίτῳ προσώπῳ πληθυντικῷ· ἐμάθομεν γὰρ ἐν τῇ περὶ τούτου διδασκαλίᾳ, ὅτι διὰ τὸ μὴ δύνασθαι μήτε τὸ ˉφ μήτε τὸ ˉχ πρὸ τοῦ ˉτ εἶναι ἢ κατὰ σύλληψιν ἢ κατὰ διάστασιν, τούτου χάριν ἐν τῷ τέτυπται καὶ νένυκται τροπὴ παρ ηκολούθησε τῶν δασέων εἰς τὰ ἀντίστοιχα τὰ ψιλά· ἐνταῦθα οὖν ἐν τῷ Ἰωνικῷ παρακειμένῳ, τρίτῳ προσώπῳ δηλονότι πληθυντικῷ, ἐπειδὴ τοῦ ˉα προσερχομένου οὐκέτι εὑρίσκονται τὰ δασέα μετὰ τοῦ τ, τούτου χάριν τὸ ὀφειλόμενον ἀνεπληρώθη, καὶ τὸ κεχρεωστημένον δασὺ σύμ 199 φωνον τῷ τρίτῳ προσώπῳ τῶν ἑνικῶν τοῦ παρακειμένου προσῆλθεν ἐν τῷ Ἰωνικῷ παρακειμένῳ, τρίτῳ προσώπῳ δηλονότι πληθυντικῷ. Ὑπερσυντέλικος. Ἐτετύμμην. Ἐνταῦθα περὶ τοῦ παθητικοῦ ὑπερσυντελίκου διαλαμβάνει· καὶ ἰστέον ὅτι πᾶς παθητικὸς παρακείμενος τρέπων τὴν ˉμˉαˉι εἰς ˉμˉηˉν ὑπερσυντέλικον παθητικὸν ποιεῖ· καὶ εἰ μὲν ἀπὸ συμφώνου ἄρχεται ὁ παρακείμενος, προσλαμβάνει ὁ ὑπερσυντέλικος τὸ ˉε κατὰ τὴν ἄρχουσαν, οἷον τέτυμμαι ἐτετύμμην, πεποίημαι ἐπεποιήμην, πεφίλημαι ἐπεφιλήμην, νενόημαι ἐνενοήμην, εἰ δὲ ἀπὸ φωνήεντος ἄρχεται ὁ παρα κείμενος, συνάρχεται αὐτῷ καὶ ὁ ὑπερσυντέλικος, οἷον ἔφθαρμαι ἐφθάρ μην, ἔσταλμαι ἐστάλμην, ἠλέημαι ἠλεήμην, ἠρεύνημαι ἠρευνήμην· καὶ ἁπλῶς εἰπεῖν, ὡς ὁ ἐνεργητικὸς ὑπερσυντέλικος ἐκ τοῦ ἐνεργητικοῦ παρακειμένου κανονίζεται, οὕτω καὶ ὁ παθητικὸς ὑπερσυντέλικος ἐκ τοῦ παθητικοῦ παρακειμένου κανονίζεται ἀπαραλλάκτως. Ἐτέτυψο. Ἰστέον ὅτι ἀπὸ τοῦ ἐτέτυπτο γέγονε τροπῇ τοῦ ˉτ εἰς τὸ ˉς ἐτέτυπσο καὶ κατὰ κρᾶσιν τοῦ ˉπ καὶ ˉς εἰς ˉψ ἐτέτυψο, ὥσπερ καὶ ἀπὸ τοῦ ἐνένυκτο γέγονε τροπῇ τοῦ ˉτ εἰς τὸ ˉς ἐνένυκσο καὶ κατὰ κρᾶσιν τοῦ ˉκ καὶ ˉς εἰς ˉξ ἐνένυξο· πάντα δὲ ὅσα εἴπομεν ἐν τῷ δευ τέρῳ προσώπῳ τῶν ἑνικῶν τοῦ παθητικοῦ παρακειμένου ἁρμόζουσι καὶ ἐνταῦθα. Ἐτέτυπτο. Ἰστέον ὅτι ἀπὸ τοῦ ἐτετύμμην γέγονεν ἐτέτυπτο τροπῇ τῆς ˉμˉηˉν εἰς ˉτˉο καὶ τοῦ ˉμ τραπέντος εἰς τὸ ἀντίστοιχον τοῦ ˉφ, λέγω δὴ εἰς τὸ ˉπ, καὶ πάλιν ἀπὸ τοῦ ἐνενύγμην γέγονεν ἐνένυκτο τροπῇ τῆς ˉμˉηˉν εἰς ˉτˉο καὶ τοῦ ˉγ τραπέντος εἰς τὸ ˉκ· περὶ τούτων δὲ ἐν τῷ τρίτῳ προσώπῳ τῶν ἑνικῶν τοῦ παθητικοῦ παρακειμένου ἀκρι βέστερον μεμαθήκαμεν. Δυϊκά. Ἐτετύμμεθον, ἐτέτυφθον, ἐτετύφθην. Πληθυντικά. Ἐτετύμμεθα, ἐτέτυφθε· εἴρηται. Τετυμμένοι ἦσαν. Ἰστέον ὅτι ἐνταῦθα ἐπιλιμπάνει τὸ τρίτον πρόσωπον τῶν πλη θυντικῶν τοῦ ὑπερσυντελίκου, ἐπειδὴ τὸ τρίτον πρόσωπον τῶν ἑνικῶν πρὸ τοῦ ˉτ σύμφωνον ἔχει, οἷον ἐτέτυπτο, καὶ λοιπὸν τοῦ ˉν προσερχο μένου πρὸ τοῦ ˉτ ἀσυνταξία γίνεται· ἀναπληροῦται δὲ καὶ αὐτὸς διὰ μετοχῆς καὶ ὑπαρκτικοῦ ῥήματος, οἷον τετυμμένοι ἦσαν. Δεῖ δὲ γινώσκειν, ὅτι ἐπὶ τοῦ παρακειμένου καὶ ἐπὶ τοῦ ὑπερσυντελίκου τῇ αὐτῇ μετοχῇ κεχρήμεθα, καὶ γὰρ τετυμμένοι εἰσί φαμὲν καὶ τετυμμένοι ἦσαν, ἐπειδὴ μία ἐστὶν ἡ μετοχὴ τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου, οἷον τετυμμένος, καὶ τετυμμένοι τὸ πληθυντικόν· τῷ δὲ ῥήματι οὐ κεχρή μεθα τῷ αὐτῷ· ἐν μὲν γὰρ τῷ παρακειμένῳ τῷ εἰσίν, οἷον τετυμμένοι 0 εἰσίν, ἐν δὲ τῷ ὑπερσυντελίκῳ τῷ ἦσαν, οἷον τετυμμένοι ἦσαν· τοῦτο εὐλόγως, ἐπειδὴ τὸ εἰσίν ἐνεστῶτος χρόνου ἐστίν, ὁ δὲ παρα κείμενος συγγένειαν ἔχει πρὸς τὸν ἐνεστῶτα· καὶ αὐτὸς γὰρ παρὰ πολλοῖς ἐνεστὼς συντελικὸς ὀνομάζεται, ἤγουν ἐνεστὼς πεπληρωμένος· τούτου χάριν ἐπὶ τοῦ παρακειμένου τῷ εἰσί κεχρήμεθα καὶ λέγομεν τετυμμένοι εἰσίν· ἐπὶ δὲ τοῦ ὑπερσυντελίκου τῷ ἦσαν κεχρήμεθα καὶ λέγομεν τετυμμένοι ἦσαν, ἐπειδὴ ὁ μὲν παρατατικὸς τοῦ ἐνεστῶτός ἐστι παρῳχημένος, ἐξ αὐτοῦ γὰρ κανονίζεται, ὁ δὲ ὑπερσυντέλικος τοῦ παρακειμένου· ἐπειδὴ οὖν ὁ μὲν παρακείμενος τὸ ῥῆμα τοῦ ἐνεστῶτος ἔλαβεν, φημὶ δὴ τὸ εἰσίν, τούτου χάριν καὶ ὁ ὑπερσυντέλικος, ὁ παρῳ χημένος τοῦ παρακειμένου, τὸ ῥῆμα τοῦ παρατατικοῦ ἔλαβε, τοῦ παρῳ χημένου τοῦ ἐνεστῶτος, φημὶ δὴ τὸ ἦσαν, καί, ὡς ἵνα εἴπωμεν, ἐνεστὼς ἀπὸ ἐνεστῶτος ἔλαβε καὶ παρῳχημένος ἀπὸ παρῳχημένου. Καὶ ἰακῶς τετύφατο. Ἰστέον ὅτι ὥσπερ ἐκ τοῦ τρίτου προσώπου τῶν ἑνικῶν τοῦ παθητικοῦ παρακειμένου ἐποίησαν οἱ Ἴωνες τρίτον πρόσωπον τῶν πληθυντικῶν, οὕτω καὶ ἐκ τοῦ τρίτου προσώπου τῶν ἑνικῶν τοῦ παθητικοῦ ὑπερσυντελίκου ἐποίησαν οἱ Ἴωνες τρίτον πρόσ ωπον πληθυντικόν· ἀπὸ οὖν τοῦ ἐτέτυπτο γέγονεν ἐτετύφατο καὶ κατὰ ἀποβολὴν τοῦ ˉε τετύφατο, ἵνα συνάρχηται τῇ τετυμμένος μετοχῇ ἐμά θομεν γὰρ ἐν τοῖς προλαβοῦσιν, ὅτι οἱ Ἴωνες ἔθος ἔχουσι ποιεῖν τοὺς παρῳχημένους συναρχομένους ταῖς ἰδίαις μετοχαῖς, οἷον τύπτε δ' ἐπιστροφάδην, ὅτι τύπτων ἡ μετοχή, καὶ ἅψατο δ' ἡμιόνων, ὅτι ἁψάμενος ἡ μετοχή. Ἀόριστος πρῶτος. Ἐτύφθην. Ἰστέον ὅτι τέτταρας ἀορίστους εὑρίσκομεν ἐν τοῖς παθητικοῖς, δύο μὲν παθητικούς, δύο δὲ τῆς μέσης διαθέσεως· εἴρηται γὰρ ἡμῖν ἐν τοῖς προλαβοῦσιν, ὅτι τὸν μὲν παρακείμενον καὶ τὸν ὑπερσυντέλικον τῆς μέσης διαθέσεως ἐν τοῖς ἐνεργητικοῖς ἔταξαν, ἀορί στους δὲ καὶ μέλλοντας ἐν τοῖς παθητικοῖς. Ἔλθωμεν δὲ καὶ διαλά βωμεν περὶ τοῦ ἀορίστου τοῦ παθητικοῦ· ἰστέον ὅτι ὁ πρῶτος ἀόριστος ὁ παθητικὸς ἀεὶ εἰς ˉθˉηˉν λήγει· κανονίζεται δὲ ἐκ τοῦ παθητικοῦ παρα κειμένου τοῦτον τὸν τρόπον· πᾶς παθητικὸς παρακείμενος τρέπων τὴν ˉμˉαˉι εἰς ˉθˉηˉν ἀόριστον πρῶτον παθητικὸν ποιεῖ, καὶ εἰ μὲν ἀπὸ συμφώνου ἄρχεται ὁ παρακείμενος, ἀποβάλλει τὸ σύμφωνον ἐν τῷ παθητικῷ πρώτῳ ἀορίστῳ, οἷον τέτυμμαι ἐτύφθην, λέλεγμαι ἐλέχθην, κέκαρμαι ἐκάρθην, πεποίημαι ἐποιήθην, νενόημαι ἐνοήθην, πεφίλημαι ἐφιλήθην, πεπάτημαι ἐπατήθην, κεκέλευσμαι ἐκελεύσθην, κέκρουσμαι ἐκρούσθην, τετέλεσμαι ἐτελέσθην, τέθυμαι ἐθύθην καὶ διὰ τὴν ἐπαλληλίαν τῶν δασέων ἐτύθην κατὰ τροπὴν τοῦ ˉθ εἰς τὸ ἀντίστοιχον ψιλὸν τὸ ˉτ· εἰ δὲ ἀπὸ φωνήεντος ἄρχεται ὁ παρακείμενος, συνάρχεται αὐτῷ καὶ ὁ παθητικὸς πρῶτος ἀόριστος, οἷον ἔφθαρμαι ἐφθάρθην, ἔξεσμαι ἐξέσθην, ἔσβεσμαι ἐσβέσθην, [πέπλεγμαι ἐπλέχθην] ἠλέημαι ἠλεήθην, ἠρεύνημαι ἠρευνήθην, ἠρώτημαι ἠρωτήθην, ὤρθωμαι ὠρθώθην, ὥπλισμαι ὡπλίσθην. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι ἐὰν εὑρεθῇ σύμφωνον πρὸ τοῦ ˉμ ἐν τῷ παθητικῷ παρακειμένῳ, φυλάττεται καὶ κατὰ τὸν παθητικὸν πρῶτον ἀόριστον, οἷον κέκαρμαι ἐκάρθην, ἔσταλμαι ἐστάλθην, τέτιλμαι ἐτίλθην, ἔφθαρμαι ἐφθάρθην, ἔξεσμαι ἐξέσθην, ἔσβεσμαι ἐσβέσθην, κέκρουσμαι ἐκρούσθην, χωρὶς εἰ μὴ εὑρεθῇ τὸ ˉμ ἢ τὸ ˉγ· ἐὰν γὰρ εὑρεθῇ ἐν τῷ παθητικῷ παρακειμένῳ πρὸ τοῦ ˉμ ἢ τὸ ˉμ ἢ τὸ ˉγ, μεταβάλλονται κατὰ τὸν παθη τικὸν πρῶτον ἀόριστον εἰς ἐκεῖνα τὰ δασέα, ἐξ ὧν καὶ μεταβέβληνται, οἷον τὸ μὲν ˉμ εἰς τὸ ˉφ, ἐξ αὐτοῦ γὰρ καὶ γέγονε, τὸ δὲ ˉγ εἰς τὸ ˉχ, ἐξ αὐτοῦ γὰρ καὶ γέγονεν, οἷον τέτυμμαι ἐτύφθην, ἀπὸ γὰρ τοῦ τέτυφα γέγονε, γέγραμμαι ἐγράφθην, ἀπὸ γὰρ τοῦ γέγραφα γέγονε, λέλεγμαι ἐλέχθην, ἀπὸ γὰρ τοῦ λέλεχα γέγονε, νένυγμαι ἐνύχθην, ἀπὸ γὰρ τοῦ νένυχα γέγονε, πέπληγμαι ἐπλήχθην, ἀπὸ γὰρ τοῦ πέπληχα γέγονεν. Μηδεὶς δὲ οἰέσθω [τὸ μεμίαμμαι καὶ τὸ μεμόλυμμαι] ἐν τῷ ἐμιάνθην καὶ ἐμολύνθην παθητικῷ πρώτῳ ἀορίστῳ τὸ ˉμ εἰς τὸ ˉν τραπῆναι· τὸ γὰρ ˉν τοῦτο θεματικόν ἐστιν· μιαίνω γὰρ καὶ μολύνω ἐστὶ τὸ θέμα διὰ τοῦ ν, ὅπερ ˉν πῇ μὲν εἰς τὸ ˉγ τρέπεται, ὡς ἐν τῷ μεμίαγκα καὶ μεμό λυγκα ἐνεργητικῷ παρακειμένῳ διὰ τὴν ἐπιφορὰν τοῦ ˉκ, πῇ δὲ εἰς τὸ ˉμ, ὡς ἐν τῷ μεμίαμμαι καὶ μεμόλυμμαι παθητικῷ παρακειμένῳ διὰ τὴν ἐπιφορὰν τοῦ ˉμ· ἐν δὲ τῷ ἐμιάνθην καὶ ἐμολύνθην παθητικῷ πρώτῳ ἀορίστῳ ἐπειδὴ οὐκ ἐπιφέρεται σύμφωνον τὸ ὀφεῖλον τρέψαι αὐτό, τούτου χάριν ἐφυλάχθη τὸ ˉν· τὸ γὰρ ˉθ ἐπιφέρεται, τὸ δὲ ˉν ἐπιφερομένου τοῦ ˉδ ἢ ˉθ ἢ ˉτ φυλάττεται, οἷον ἔνδον ἐνθεῖναι σύνθεσις ἔντευξις ἐντυχεῖν. Ταῦτα μὲν ἐν τούτοις. Περὶ δὲ τῆς παραληγούσης τοῦ παθητικοῦ πρώτου ἀορίστου ἔστιν 2 εἰπεῖν, ὅτι παραλήγουσαν τὴν αὐτὴν ἔχει ὁ πρῶτος ἀόριστος ὁ παθη τικὸς ἣν ἔχει καὶ ὁ παθητικὸς παρακείμενος, οἷον πεποίημαι ἐποιήθην, νενόημαι ἐνοήθην, ἔσταλμαι ἐστάλθην, κεχρύσωμαι ἐχρυσώθην, ὤρθωμαι ὠρθώθην, πέπεισμαι ἐπείσθην, νένησμαι ἐνήσθην, δέδομαι ἐδόθην, πλὴν τοῦ εὕρημαι εὑρέθην· τούτου γὰρ διὰ τοῦ ˉε γέγονε κατὰ παθη τικὸν ἡ παραλήγουσα, τοῦ παθητικοῦ παρακειμένου τὸ ˉη ἔχοντος κατὰ τὴν παραλήγουσαν, ὅθεν καὶ τὸ ὄνομα τὸ ῥηματικὸν τὸ εὑρετής διὰ τοῦ ˉε ἐστίν, ὅπερ καὶ κατὰ τὸν τόνον ἡμάρτηται ὀξυνό μενον, περὶ οὗ ἐν τῷ Ὀνοματικῷ Ἡρωδιανοῦ, εἰ θεῷ φίλον, μαθησόμεθα. Ἔτι δεῖ προσθεῖναι καὶ χωρὶς τοῦ σέσωσμαι ἐσώθην ἀπο βάλλοντος τὸ ˉς, καὶ τοῦ ἐπῄνημαι ἐπῃνέθην· καὶ τοῦτο γὰρ συστέλλει τὴν παραλήγουσαν κατὰ τὸν παθητικὸν ἀόριστον· καὶ χωρὶς τῶν παρὰ τὸ αἱρῶ περισπωμένων· ἐπὶ τούτων γὰρ συστέλλεται ἡ παραλήγουσα τοῦ παθητικοῦ πρώτου ἀορίστου, οἷον διαιρῶ διῄρημαι διῃρέθην, συναιρῶ συνῄρημαι συνῃρέθην, καθαιρῶ καθῄρημαι καθῃρέθην, ἀφαιρῶ ἀφῄρημαι ἀφῃρέθην· καὶ χωρὶς τῶν ἐχόντων τὸ ˉρ μετ' ἐπιπλοκῆς συμφώνου καὶ τρεπόντων τὸ ˉε εἰς τὸ ˉα κατὰ τὸν παθητικὸν παρακείμενον· ἐπὶ τούτων γὰρ ὁ παθητικὸς πρῶτος ἀόριστος ἀναδέχεται τὴν παραλήγου σαν τοῦ ἐνεστῶτος καὶ οὐ φυλάττει τὴν παραλήγουσαν τοῦ παθητικοῦ παρακειμένου, οἷον στρέφω ἔστραμμαι ἐστρέφθην, τρέπω τέτραμμαι ἐτρέφθην. Ἐτύφθης, ἐτύφθη· εἴρηται. Δυϊκά. Ἐτύφθητον, ἐτυφθήτην. Ἐπιλιμπάνει ἐνταῦθα τὸ πρῶτον πρόσωπον τῶν δυϊκῶν, ἐπειδὴ τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν τὸ ˉμ ἔχει ἐπὶ τῆς τελευταίας συλλαβῆς, ἐτύφθημεν γάρ ἐστι τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν· τὸ δὲ δεύτερον τῶν δυϊκῶν ἀπὸ τοῦ δευτέρου τῶν πληθυντικῶν τροπῇ τοῦ ˉε εἰς ˉοˉν γίνεται, ἐτύφθητε ἐτύφθητον· τὸ δὲ τρίτον τῶν δυϊκῶν οὐχ ὁμοφωνεῖ τῷ ἰδίῳ δευτέρῳ, ἐπειδὴ τὸ τρίτον τῶν πληθυντι κῶν οὔτε εἰς ˉσˉι λήγει οὔτε εἰς ˉτˉαˉι, ἐτύφθησαν γάρ ἐστι τὸ τρίτον τῶν πληθυντικῶν· γέγονε δὲ τὸ τρίτον τῶν δυϊκῶν ἀπὸ τοῦ ἰδίου δευτέρου τροπῇ τῆς ˉοˉν εἰς ˉηˉν. Πληθυντικά. Ἐτύφθημεν, ἐτύφθητε, ἐτύφθησαν· εἴρηται. Ἀόριστος δεύτερος. Ἐτύπην. Ἐνταῦθα περὶ τοῦ παθητικοῦ δευτέρου ἀορίστου διαλαμβάνει· κανονίζεται δὲ οὗτος ἐκ τοῦ ἐνεργητικοῦ δευτέρου ἀορίστου