Prolegomena et scholia in Theodosii Alexandrini canones
Georgius Choeroboscus ConstantinopolitanusCano 210 · pg-scrape-grcMore by Georgius Choeroboscus Constantinopolitanus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-choeroboscus-constantinopolitanus" aria-label="More works by Georgius Choeroboscus Constantinopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
210.1.1
ῥῆμα θέλει ἔχειν πρόσωπα, θέλει ἔχειν ἀριθμούς, θέλει ἔχειν θέλημα ψυχῆς, οἷον τύπτω τύπτεις τύπτει, τύπτετον τύπτετον, τύπτομεν τύπτετε τύπτουσιν· τὰ δὲ ἀπαρέμφατα οὐδὲν ἐκ τούτων ἔχουσιν· οὔτε γὰρ πρόσωπα ἔχουσιν οὔτε ἀριθμοὺς οὔτε θέλημα ψυχῆς· τὸ γὰρ τύπτειν οὐδὲν ἐκ τούτων ἔχει· οὐκ ἄρα εἰσὶ ῥήματα τὰ ἀπαρέμφατα. Ἄλλως τε δὲ οὐδέποτε δύο ῥήματα ἄνευ συνδέσμου παραλαμβανόμενα τέλειον λόγον ἀποτελοῦσιν· οὐδεὶς γὰρ λέγει τύπτω ἀνάγνωθι ἢ τύπτω ἀναγινώσκω, ἀλλὰ μετὰ συνδέσμου τύπτω καὶ ἀναγινώσκω, τύπτω καὶ ἀνάγνωθι, ἐὰν λούσωμαι ὑγιαίνω· τὰ μέντοι ἀπαρέμφατα ἄνευ συν δέσμου παραλαμβάνονται μετὰ ῥημάτων καὶ ἀποτελοῦσι τέλειον λόγον, ὡς ἐπὶ τοῦ βούλομαι ἀναγινώσκειν, προαιροῦμαι φιλοσοφεῖν, μέλλω γράφειν, εὔχομαι ὑγιαίνειν· οὐκ ἄρα οὖν εἰσὶ ῥήματα τὰ ἀπαρέμφατα. Πρὸς τούτοις ἔτι τρίτον ἐπιχείρημα προεβάλλοντο λέγοντες, ὅτι ἐπιρρή ματά εἰσι τὰ ἀπαρέμφατα· ὥσπερ γὰρ λέγομεν καλῶς γράφω γράφω καλῶς κατὰ πρόταξιν καὶ καθ' ὑπόταξιν τοῦ ἐπιρρήματος παραλαμβανο μένου, οὕτω λέγομεν καὶ θέλω γράφειν καὶ γράφειν θέλω κατὰ πρό ταξιν καὶ καθ' ὑπόταξιν τοῦ ἀπαρεμφάτου παραλαμβανομένου. Ἔστι δὲ εἰπεῖν, ὅτι ῥήματά εἰσι τὰ ἀπαρέμφατα· καὶ γὰρ τὰ ῥήματα ἔχουσιν ἐνέργειαν πάθος μεσότητα, οἷον τύπτω τύπτομαι τέτυπα, καὶ ἔχουσι διαφόρους χρόνους ἐν ἰδίοις μετασχηματισμοῖς, ἤγουν ἐν ἰδίαις ἐναλλα γαῖς τῶν λέξεων, οἷον τύπτω ἔτυπτον τέτυφα ἐτετύφειν τέτυπα ἐτύφθην ἐτύπην· ὁμοίως δὲ καὶ τὰ ἀπαρέμφατα ἔχουσιν ἐνέργειαν πάθος μεσό τητα, ἔχουσι διαφόρους χρόνους ἐν ἰδίοις μετασχηματισμοῖς, οἷον τύπτειν τετυφέναι τετυπέναι τύψαι τύψειν τυπεῖν τύπτεσθαι· ἄρα οὖν ῥήματά εἰσι τὰ ἀπαρέμφατα. Ἔστι δὲ καὶ ἐξ ἄλλου λόγου πιστώσασθαι, ὅτι ῥήματά εἰσι τὰ ἀπαρέμφατα· καὶ γὰρ πολλάκις εὑρίσκομεν τὸν ποιητὴν ἀντί τινων ῥημάτων προστακτικῶν τοῖς ἀπαρεμφάτοις κεχρη μένον· ἀντὶ γὰρ τοῦ εἰπεῖν Ἀθηναίῃ ἐπίτειλον εἶπεν Ἀθηναίῃ ἐπιτεῖλαι, καὶ πάλιν πειρᾶν δ' ὥς κεν Τρῶες, ἀντὶ τοῦ πειρᾶσθε. Ἔλαβε τὸ γένος, φημὶ δὴ τὸ ἀπαρέμφατον, ἤγουν τὴν ἀρχὴν καὶ τὴν ῥίζαν, ἀντὶ τοῦ εἴδους, λέγω δὴ τοῦ προστακτικοῦ, ἤγουν ἀντὶ τοῦ κλάδου τοῦ ἐκφυέντος ἐκ τῆς ῥίζης, τουτέστι τοῦ ἀπαρ εμφάτου· εἰώθαμεν γὰρ πολλάκις ἐν τῇ συνηθείᾳ γένη τινὰ ἀντὶ εἰδῶν λαμβάνειν· πολλάκις γὰρ ἢ θρόνον ἢ σκάμνον ἤ τι τοιοῦτον βουλό μενός τις ἐπαινέσαι φησὶν ὅτι καλὸν τὸ ξύλον, τὸ γένος ἀντὶ τοῦ εἴδους 211 ὀνομάζων· γένος γὰρ τοῦ θρόνου καὶ τοῦ σκάμνου τὸ ξύλον· οὕτως οὖν καὶ ὁ ποιητὴς πολλάκις τὸ γένος καὶ τὴν ῥίζαν, ἤγουν τὸ ἀπαρέμ φατον, λαμβάνει ἀντὶ τῶν εἰδῶν, ἤγουν τῶν ἄλλων ἐγκλίσεων. Περὶ δὲ τοῦ μὴ ἔχειν τὰ ἀπαρέμφατα μήτε πρόσωπα μήτε ἀριθμοὺς μήτε θέλημα ψυχῆς ἔστιν εἰπεῖν, ὅτι τὰ ἀπαρέμφατα ὀνόματά εἰσι τῶν πραγμάτων· ἀντὶ γὰρ τοῦ εἰπεῖν ὁ περίπατος λέγω τὸ περιπατεῖν, καὶ ἀντὶ τοῦ εἰπεῖν ἡ φιλοσοφία λέγω τὸ φιλοσοφεῖν· τὸ δὲ πρᾶγμα αὐτὸ καθ' ἑαυτὸ νοούμενον οὐ θεωρεῖται ἔν τινι· ὥσπερ ἡ λευκότης αὐτὴ καθ' ἑαυτὴν οὖσα οὐ θεωρεῖται ἔν τινι, τὸν αὐτὸν τρόπον καὶ τὰ ἀπαρέμφατα, ὡς ὀνόματα ὄντα τῶν πραγμάτων, αὐτὰ καθ' ἑαυτὰ ὄντα οὐκ ἐγένοντο ἔν τινι, μὴ γενόμενα δὲ ἔν τινι εἰκότως οὐκ ἔχουσι πρόσωπα· τούτου χάριν οὐκ ἔχουσι πρόσωπα τὰ ἀπαρέμφατα. Προσώπων δὲ μὴ ὄντων εἰκότως οὔτε θέλημα ψυχῆς δύναται εἶναι· πῶς γὰρ δύνα ται θέλημα ψυχῆς εἶναι ἄνευ προσώπων; τὸ γὰρ μὴ ὂν πῶς ἔχει θελῆσαι; εἰκότως οὖν οὔτε θέλημα ψυχῆς ἔχουσι τὰ ἀπαρέμφατα. Ἀλλ' οὔτε δὲ ἀριθμὸς δύναται εἶναι προσώπων μὴ ὄντων· ἐκ γὰρ τῶν διαφόρων προσώπων τίκτεται ὁ διάφορος ἀριθμός, οἷον ἐκ τοῦ ἑνὸς προσώπου γίνεται ὁ ἑνικὸς ἀριθμός, καὶ ἐκ τῶν δύο ὁ δυϊκός, καὶ ἐκ τῶν πλειόνων ὁ πληθυντικός· τούτου χάριν οὔτε ἀριθμοὺς ἔχουσι τὰ ἀπαρέμφατα. Δέδεικται οὖν, ὅτι εἰκότως τὰ ἀπαρέμφατα οὔτε πρόσωπα ἔχουσιν οὔτε ἀριθμοὺς οὔτε θέλημα ψυχῆς, καὶ ὥσπερ τὰ τέτταρα στοιχεῖα, φημὶ δὴ τὸ ὕδωρ, ἡ γῆ, τὸ πῦρ καὶ ὁ ἀήρ, ἁπλούστερά εἰσιν ὡς ἀρχαὶ τῶν σωμάτων, τὰ δὲ ἐξ αὐτῶν γινόμενα σώματα ποικίλλονται, καὶ ὥσπερ τὰ εἴκοσι τέτταρα στοιχεῖα, φημὶ δὴ τὸ ˉα ˉβ καὶ τὰ λοιπά, ἁπλούστερά εἰσιν ὡς ἀρχαὶ τῶν συλλαβῶν καὶ τῶν λέξεων, αἱ δὲ ἐξ αὐτῶν γινό μεναι συλλαβαὶ καὶ λέξεις ποικιλώτεραί πως γίνονται, τὸν αὐτὸν τρόπον καὶ ἡ ἀπαρέμφατος ὡς ἀρχὴ καὶ ῥίζα οὖσα τῶν ἄλλων ἐγκλίσεων ἁπλουστέρα ὑπάρχει καὶ ἀποίκιλος, ἐκτὸς προσώπων τε ὑπάρχουσα καὶ ἀριθμῶν καὶ θελήματος ψυχῆς, αἱ δὲ ἐξ αὐτῆς γινόμεναι ἐγκλίσεις ποι κίλλονται διά τε προσώπων καὶ ἀριθμῶν καὶ θελήματος ψυχῆς. Περὶ δὲ τῆς συντάξεως αὐτῶν, ὅτι ἄνευ συνδέσμων παραλαμβανό μενα τὰ ἀπαρέμφατα μετὰ ῥημάτων ἀποτελοῦσι τέλειον λόγον, οἷον θέλω γράφειν, βούλομαι φιλοσοφεῖν, εὔχομαι ὑγιαίνειν, ἔστιν εἰπεῖν, ὅτι πρῶτον μὲν οὐ μετὰ πάντων τῶν ῥημάτων συνταττόμενα τὰ ἀπαρέμφατα 212 τέλειον λόγον ποιοῦσινοὐδὲ γὰρ λέγομεν τύπτω ἀναγινώ σκειν ἢ περιπατῶ διαλέγεσθαιἀλλὰ μετὰ μόνων τῶν προαιρετικῶν, λέγω δὴ τοῦ θέλω καὶ βούλομαι καὶ προαιροῦμαι, καὶ τῶν ἐφετικῶν· ἐφετικὰ δὲ λέγονται τὰ ἐφέσεως καὶ ἐπιθυμίας δηλωτικά, οἷον μέλλω γράφειν, ἐπιθυμῶ φιλοσοφεῖν, εὔχομαι ὑγιαίνειν, τολμῶ παιδεύειν, ἐπι χειρῶ περιπατεῖν· καὶ ἁπλῶς εἰπεῖν μετὰ τῶν σημαινόντων ἔλλειψιν πράγματος, ὡς ἐπὶ τοῦ δεῖ γράφειν, χρὴ διαλέγεσθαι, χρεωστῶ παιδεύειν, ὀφείλω εὐεργετεῖν· δεύτερον δὲ διὰ τοῦτο τὰ ἀπαρέμφατα μετὰ τούτων συνταττόμενα τέλειον λόγον ἀποτελοῦσιν, ἐπειδὴ ταῦτα, λέγω δὴ τὸ θέλω καὶ βούλομαι καὶ προαιροῦμαι καὶ τὰ ὅμοια, ἔχουσι θέλημα ψυχῆς, ἔχουσι πρόσωπα καὶ ἀριθμούς, πράγματι δὲ μόνῳ ἐλλείπουσιν· ὁ γὰρ βουλόμενος ἢ θέλων τι ποιῆσαι, ὡς ἐλλεῖπον τῷ πράγματι θέλει ποιῆσαι αὐτό· τὰ δὲ ἀπαρέμφατα ἐκ τοῦ ἐναντίου πράγματος μόνου εἰσὶ δηλωτικά, μὴ ἔχοντα μήτε πρόσωπα μήτε ἀριθμοὺς μήτε θέλημα ψυχῆς· εἴ τι οὖν λείπει τοῖς ἀπαρεμφάτοις, ἀναπληροῦται διὰ τούτων, φημὶ δὴ τὸ πρόσωπον καὶ τὸ θέλημα τῆς ψυχῆς καὶ ὁ ἀριθμός, καὶ εἴ τι λείπει τούτοις, ἀναπληροῦται διὰ τῶν ἀπαρεμφάτων, φημὶ δὴ τὸ πρᾶγμα, καί, ὡς ἔστιν εἰπεῖν, ἑκάτερον δι' ἑκατέρου ἀναπληροῦται· τούτου οὖν χάριν τὰ ἀπαρέμφατα μετὰ τούτων συνταττόμενα ἀποτελοῦσι τέλειον λόγον. Πρὸς δὲ τὸ τρίτον ἐπιχείρημα τὸ λέγον, ὅτι ἐπιρρήματά εἰσι τὰ ἀπαρέμφατα, διότι ὥσπερ τὰ ἐπιρρήματα καὶ προτάττονται καὶ ὑπο τάττονται τῶν ῥημάτων, οὕτω καὶ ἡ ἀπαρέμφατος ἔγκλισις, ἔστιν εἰπεῖν, ὅτι τὰ ἐπιρρήματα οὐ δηλοῦσι διαφόρους χρόνους ἐν ἰδίοις μετασχημα τισμοῖς, ἤγουν ἐν ἰδίαις ἐναλλαγαῖς τῶν λέξεων· τὸ γὰρ χθές καὶ σήμε ρον καὶ αὔριον διαφόρους μὲν χρόνους δηλοῦσιν, ἀλλ' οὐκ ἐν ἰδίοις μετασχηματισμοῖς, ἀλλ' ἐν ἀλλοτρίαις φωναῖς· οὐδὲ γὰρ μετέχει κατὰ τὴν φωνὴν τοῦ χθές τὸ σήμερον ἢ τὸ αὔριον, ἀλλὰ τελεία ἐγένετο ἐναλλαγὴ τῆς φωνῆς· ἑκάστη γὰρ αὐτῶν θεματική ἐστιν· ἄλλη γὰρ λέξις τὸ χθές, καὶ ἄλλη τὸ σήμερον, καὶ ἄλλη τὸ αὔριον. Τὰ δὲ ἀπαρέμφατα ἐν ἰδίοις μετασχηματισμοῖς διαφόρους χρόνους δηλοῦ σιν, οἷον τύπτειν τετυφέναι τετυπέναι τύψαι τύψειν τυπεῖν· ἰδοὺ διάφοροι χρόνοι ἐδηλώθησαν, οὐκ ἐν ἀλλοτρίαις δὲ φωναῖς, ἀλλ' ἐν ἰδίαις ἐναλλαγαῖς τῶν λέξεων· μετέχει γὰρ ἑκάστη λέξις τούτων τῆς ἄλλης λέξεως, καὶ οὐ τελεία ἐναλλαγὴ ἐγένετο τῆς φωνῆς· ὥστε οὖν οὐκ εἰσὶν ἐπιρρήματα τὰ ἀπαρέμφατα. Ταῦτα μὲν ἐν τούτοις. 213 Ἰστέον δὲ ὅτι ἠπόρηται τοῦτο, εἰ ἄρα ἡ ἐνέργειά τινός ἐστιν ἐνέρ 213 γεια, καὶ τὸ πάθος τινός ἐστι πάθος, ὁ γὰρ ἐνεργῶν καὶ πάσχων τίς ποτέ ἐστιν, ἐν τοῖς ἀπαρεμφάτοις τινὸς μὴ ὄντοςτὰ γὰρ ἀπαρέμφατα πρόσωπα οὐκ ἔχουσινπῶς ἔστιν ἐνέργεια καὶ πάθος. Καὶ λέγει ὁ Φιλόπονος ταύτην τὴν ἀπολογίαν, ὅτι ὥσπερ ἡ λευκότης αὐτὴ καθ' ἑαυτὴν νοεῖται μὴ γενομένη ἔν τινι, οὕτω καὶ ἐνταῦθα ἐν τοῖς ἀπαρ εμφάτοις ἡ ἐνέργεια καὶ τὸ πάθος αὐτὰ καθ' ἑαυτὰ νοοῦνται μὴ γενό μενα ἔν τινι. Ταῦτα μὲν ἐν τούτοις. Φαμὲν οὖν, ὡς πᾶν μέρος λόγου φύσει μὲν ἕν ἐστιν, θέσει δὲ ποικίλον. Ἰστέον ὅτι κακῶς εἶπεν ἐνταῦθα ὁ τεχνικός, ὡς πᾶν μέρος λόγου φύσει μὲν ἕν ἐστιν, θέσει δὲ ποικίλον· ἔδει γὰρ εἰπεῖν αὐτόν, ὅτι πᾶν μέρος λόγου, τουτέστι πᾶσα λέξις, δέχεται ἄρ θρον ἢ τῷ λόγῳ τοῦ σημαινομένου ἢ τῷ λόγῳ πάντως τῆς φωνῆς· καὶ τῷ μὲν λόγῳ τοῦ σημαινομένου δέχονται ἄρθρα τὰ πτωτικά. λέγω δὴ ἐπὶ ὀνόματος καὶ μετοχῆς, οἷον ὁ Σωκράτης, ὁ τύπτων· αἱ γὰρ ἀντωνυμίαι οὐ δέχονται ἄρθρα τῷ λόγῳ τοῦ σημαινομένου, ἐπειδή, ὡς ἐν τῷ περὶ ἀντωνυμιῶν, εἰ θεῷ φίλον, μαθησόμεθα, οὐ δέχονται αἱ ἀντωνυμίαι ἄρθρα, ὑπεσταλμένης τῆς αὐτός. Καὶ τὰ ἀπαρέμφατα δὲ τῷ λόγῳ τοῦ σημαινομένου δέχονται τὰ ἄρθρα, οἷον τὸ περιπατεῖν ὠφέλιμόν ἐστιν, τοῦ περιπατεῖν ὠφελίμου ὄντος, τῷ περιπατεῖν ὠφε λίμῳ ὄντι· καὶ τοῦτο εὐλόγως, ἐπειδὴ τὰ ἀπαρέμφατα δυνάμει πτωτικά εἰσιν· ὀνόματα γάρ εἰσι τῶν πραγμάτων, ἀντὶ γὰρ τοῦ εἰπεῖν ὁ περί πατος λέγω τὸ περιπατεῖν, καὶ ἀντὶ τοῦ εἰπεῖν ἡ φιλοσοφία λέγω τὸ φιλοσοφεῖν. Τῷ δὲ λόγῳ τῆς φωνῆς πάντα τὰ μέρη τοῦ λόγου δέ χονται ἄρθρα· ἡνίκα γὰρ βουλόμεθα τεχνολογῆσαι τὴν φωνήν, κεχρή μεθα τῷ ἄρθρῳ, οἷον τὸ Αἴας ἐστὶ δισύλλαβον, προσυπακούεται γὰρ τὸ ὄνομα, οἷον τὸ Αἴας ὄνομα· καὶ πάλιν τὸ λέγε προστακτικόν ἐστιν, προσυπακούεται γὰρ τὸ ῥῆμα, οἷον τὸ λέγε ῥῆμα· καὶ πάλιν τὸ περι πατῶ περισπᾶται, προσυπακούεται γὰρ τὸ ῥῆμα, οἷον τὸ περιπατῶ ῥῆμα· καὶ πάλιν ἡ τύπτων παροξύνεται, προσυπακούεται γὰρ ἡ μετοχή, οἷον ἡ τύπτων μετοχή· καὶ πάλιν ἡ ἐγώ ὀρθοτονεῖται, προσυπακούεται γὰρ ἡ ἀντωνυμία, οἷον ἡ ἐγώ ἀντωνυμία· καὶ πάλιν ἡ περί ὀξύνεται, προσυπακούεται γὰρ ἡ πρόθεσις, οἷον ἡ περί πρόθεσις· καὶ πάλιν τὸ εὐσεβῶς περισπᾶται, προσυπακούεται γὰρ τὸ ἐπίρρημα, οἷον τὸ εὐσεβῶς ἐπίρρημα· καὶ πάλιν ὁ μέν προηγεῖται τοῦ δέ, προσυπακούεται γὰρ ὁ 214 σύνδεσμος, οἷον ὁ μέν σύνδεσμος· ταῦτα δὲ τῷ λόγῳ τῆς φωνῆς λέ γονται δέχεσθαι τὰ ἄρθρα, ἐπειδὴ τὴν φωνήν, ἤγουν τὴν λέξιν, βουλό μενοι τεχνολογῆσαι κεχρήμεθα αὐτοῖς· ὅθεν καὶ πολλάκις πληθυντικοῖς ὀνόμασιν ἑνικὰ ἄρθρα ἐπιτίθεμεν τῷ λόγῳ τῆς φωνῆς, οἷον τὸ Ἀρίσταρχοι προπαροξύνεται, τουτέστι τὸ Ἀρίσταρχοι ὄνομα. Τὸ τοίνυν ἀπαρέμφατον αὐτοῦ τοῦ φύσει ῥήματός ἐστιν [μόνον] ὄνομα, τουτέστι τοῦ ἁπλῶς καὶ ἀποικίλως λεγομένου· ὡς γὰρ ἐν τοῖς προλαβοῦσιν ἐμάθομεν, ἀρχαὶ καὶ οἱονεὶ ῥίζαι τῶν ῥημά των εἰσὶ τὰ ἀπαρέμφατα· ἐκ γὰρ τῆς ἀπαρεμφάτου, ὡς δέδεικται, γί νονται αἱ λοιπαὶ ἐγκλίσεις καὶ εἰς αὐτὴν ἀναλύονται. Διὸ μονό φωνόν ἐστιν. Ἰστέον ὅτι κακῶς εἶπεν, ὅτι ἐπειδή ἐστιν ὄνομα τοῦ ῥήματος τὸ ἀπαρέμφατον, διὰ τοῦτο μονόφωνόν ἐστιν, ἤγουν ἄκλιτον· τοῦτο γὰρ αὐτό ἐστι τὸ ζητούμενον, διατί ὄνομα ὂν τὸ ἀπαρέμφατον οὐ κλίνεται· ἀντὶ γὰρ τοῦ εἰπεῖν ὁ περίπατος λέγω τὸ περιπατεῖν,. Ἔδει οὖν αὐτὸν εἰπεῖν, ὅτι ἐπειδὴ ἀχαρακτήριστόν ἐστιν, διὰ τοῦτο οὐ κλίνεται· οὐδέποτε γὰρ εὑρίσκεται ὄνομα οὔτε ἀρσενικὸν οὔτε θηλυκὸν οὔτε οὐδέτερον εἰς ˉεˉιˉν λῆγον· τὸ γὰρ ὑλήειν καὶ ὀφρυόειν ἀπὸ τοῦ ὑλῆεν καὶ ὀφρυόεν γεγόνασι κατὰ πλεονασμὸν τοῦ ˉι. Καὶ πολλάκις ἄρ θρον ἔχει συναρτώμενον, οἷον τὸ ἀναγινώσκειν ὠφέλιμόν ἐστιν. Καλῶς οὖν προσέθηκε τὸ πολλάκις, οὐδὲ γὰρ πάντοτε ἔχει συναρτώμενον ἄρθρον· οὐδὲ γὰρ λέγομεν θέλω τὸ ἀναγινώσκειν, οὐδὲ βούλομαι τὸ τρώγειν, ἀλλὰ χωρὶς τοῦ ἄρθρου, θέλω ἀναγινώσκειν, βούλομαι τρώγειν, προαιροῦμαι φιλοσοφεῖν. Ἀπαρέμφατα ἐνεργητικά χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ. Τύπτειν. Ἰστέον ὅτι ἐν τοῖς ἀπαρεμφάτοις ὁ μὲν ἐνεστὼς καὶ ὁ παρατατικὸς ὁμοῦ εἰσιν, καὶ ὁ παρακείμενος καὶ ὁ ὑπερσυντέλικος ὁμοίως ὁμοῦ, ὁ δὲ ἀόριστος ἰδίᾳ καὶ ὁ μέλλων ἰδίᾳ· καὶ τούτων, ὡς λέγουσιν, αἰτία ἐστὶν ἡ μετοχή· ὅπου μὲν γὰρ ἡ μετοχὴ συνεζευγμένη 215, ἐκεῖ καὶ τὸ ἀπαρέμφατον συνεζευγμένον ἐστίν, ὡς ἐπὶ ἐνεστῶ τος καὶ παρατατικοῦ, καὶ παρακειμένου καὶ ὑπερσυντελίκου· ἐπὶ τούτων γὰρ ἐπειδὴ ἡ μετοχὴ συνεζευγμένη ἐστίν, τούτου χάριν καὶ τὸ ἀπαρέμ φατον συνεζευγμένον ἐστίν· ἐφ' ὧν δέ ἐστι διακεχωρισμένη ἡ μετοχή, ἐκεῖ καὶ τὸ ἀπαρέμφατον διακεχωρισμένον ἐστίν, ὡς ἐπὶ τοῦ πρώτου ἀορίστου καὶ τοῦ πρώτου μέλλοντος· ἐν τούτοις γὰρ ἐπειδὴ διάφορός ἐστιν ἡ μετοχή, τούτου χάριν διάφορόν ἐστι καὶ τὸ ἀπαρέμφατον. Ἡ δὲ τοῦ δευτέρου ἀορίστου καὶ τοῦ δευτέρου μέλλοντος μετοχὴ τῇ μὲν φωνῇ συνέπεσον, τῷ δὲ τόνῳ διεστάλησαν· ἡ μὲν γὰρ τοῦ δευτέρου ἀορίστου μετοχὴ ὀξύνεται, οἷον τυπών, ἡ δὲ τοῦ δευτέρου μέλλοντος περισπᾶται, οἷον τυπῶν· ὤφειλεν οὖν καὶ τὸ ἀπαρέμφατον τοῦ δευ τέρου ἀορίστου καὶ τοῦ δευτέρου μέλλοντος τῇ μὲν φωνῇ συμπεσεῖν, τῷ δὲ τόνῳ διαφέρειν, καὶ ὤφειλε τὸ ἀπαρέμφατον τοῦ δευτέρου ἀο ρίστου ὀξυνθῆναι ὁμοίως τῇ ἰδίᾳ μετοχῇ, τὸ δὲ ἀπαρέμφατον τοῦ δευ τέρου μέλλοντος περισπασθῆναι παραπλησίως τῇ ἰδίᾳ μετοχῇ· ἀλλ' ἐπειδή, ὡς ἐν τοῖς προλαβοῦσιν ἐμάθομεν, τὰ ῥήματα ἀποστρέφονται τὴν ὀξεῖαν τάσιν, ἐξ ἀνάγκης περιεσπάσθη τὸ ἀπαρέμφατον τοῦ δευτέ ρου ἀορίστου καὶ συνέπεσε τῷ τοῦ δευτέρου μέλλοντος ἀπαρεμφάτῳ, καὶ λοιπὸν εὑρίσκεται τὸ ἀπαρέμφατον τοῦ δευτέρου ἀορίστου καὶ τοῦ δευτέρου μέλλοντος ἕν. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι ἐν μὲν ταῖς μετοχαῖς ἐρχόμεν οι καὶ ἐρωτώμενοι, διατί ἐν ταῖς μετοχαῖς ὁ μὲν ἐνεστὼς καὶ ὁ παρατατικὸς ὁμοῦ εἰσιν, καὶ ὁ παρακείμενος καὶ ὁ ὑπερσυντέλικος ὁμοίως ὁμοῦ, ὁ δὲ ἀόριστος ἰδίᾳ καὶ ὁ μέλλων ἰδίᾳ, πάλιν τὰ ἀπαρέμφατα αἰτιῶνται, λέγοντες, ὅτι ὅπου μὲν τὰ ἀπαρέμφατα συνεζευγμένα εἰσίν, ἐκεῖ καὶ αἱ μετοχαὶ συν εζευγμέναι εἰσίν, ὅπου δὲ τὰ ἀπαρέμφατα διακεχωρισμένα εἰσίν, ἐκεῖ καὶ αἱ μετοχαὶ διακεχωρισμέναι εἰσίν. Καὶ ἔστιν ἡ δεῖξις διάλληλος· διάλ ληλος δὲ δεῖξίς ἐστιν, ἡνίκα τὸ ζητούμενον ἐκ τοῦ ζητουμένου κανο νίζομεν, οἷον ποῦ μένει Δίων; ὅπου μένει Πλάτων· καὶ ποῦ μένει Πλάτων; ὅπου μένει Δίων· οὕτως οὖν καὶ ἐνταῦθα τὰ ἀπαρέμφατα ἐκ τῶν μετοχῶν κανονίζουσιν, καὶ τὰς μετοχὰς ἐκ τῶν ἀπαρεμφάτων. Ἰστέον δὲ ὅτι τῶν δείξεων αἱ μέν εἰσιν οὐσιώδεις, ἤγουν φυσικαί, αἱ δὲ ἐπουσιώδεις, ἤγουν τεκμηριώδεις· καὶ φυσικαὶ μὲν δείξεις ὑπάρχου σιν, ὡς ὅταν πόρρωθεν θεωρήσας καπνὸν εἴπω, καίτοι μὴ θεώμενος τὸ πῦρ, ὅτι πῦρ ἔστιν ἐκεῖ, φυσικὸν γάρ ἐστι τὸ ἐκ τοῦ πυρὸς τὸν καπνὸν ἐξιέναι· τεκμηριώδεις δὲ δείξεις εἰσίν, ὡς ὅταν ἐν οἴκῳ τυχὸν μέλανα τόπον θεωρήσας τις εἴπῃ, ὅτι οὗτος ὁ τόπος ἀπὸ καπνοῦ ἐρρυπώθη 216 καὶ ἐμελάνθη, μὴ ἀκριβῶς δὲ λέγων ἀλλ' ἐκ στοχασμοῦ· οὔτε γὰρ ἀπὸ καπνοῦ μόνον ἔστι μελανθῆναι, ἀλλὰ καὶ ἐξ ἑτέρου τινὸς τυχὸν ἢ μέ λανος ἢ κάρβωνος. Τούτων οὕτως ἐχόντων, οἱ μὲν κανονίζοντες τὰς μετοχὰς ἐκ τῶν ἀπαρεμφάτων καὶ λέγοντες, ὅτι ὅπου ἓν τὸ ἀπαρέμ φατον, ἐκεῖ μία καὶ ἡ μετοχή, ὅπου δὲ δύο τὰ ἀπαρέμφατα, ἐκεῖ δύο καὶ αἱ μετοχαί, φυσικῇ κέχρηνται δείξει· ἡ γὰρ ἀπαρέμφατος, ὡς εἴρηται, ἀρχὴ καὶ οἱονεὶ ῥίζα ἐστὶ τῶν ῥημάτων· οἱ δὲ κανονίζοντες τὰ ἀπαρ έμφατα ἐκ τῶν μετοχῶν τεκμηριώδει καὶ οὐ φυσικῇ κέχρηνται δείξει· οὐ γὰρ αἱ μετοχαὶ πρῶται τῶν ἀπαρεμφάτων εἰσίν. Ἔλθωμεν δὲ καὶ εἴπωμεν, διατί ὁ μὲν ἐνεστὼς καὶ ὁ παρατατικὸς ὁμοῦ εἰσιν, καὶ ὁ παρακείμενος καὶ ὁ ὑπερσυντέλικος ὁμοίως ὁμοῦ, ὁ δὲ ἀόριστος ἰδίᾳ καὶ ὁ μέλλων ἰδίᾳ. Ἰστέον ὅτι ἐν τοῖς προλεγομένοις μεμαθήκαμεν τοῦ Ῥήματος, ὅτι ὁ ἐνεστὼς φυσικὴν συγγένειαν ἔχει πρὸς τὸν παρατατικόν, καὶ τούτου χάριν ἡνώθη αὐτῷ, ὁμοίως δὲ ὁ παρακεί μενος πρὸς τὸν ὑπερσυντέλικον ἔχει, καὶ τούτου χάριν ἡνώθη αὐτῷ· ὁ μέντοι ἀόριστος καὶ ὁ μέλλων ἐπειδὴ οὐκ ἔχουσι φυσικὴν συγγένειανκατὰ γὰρ τὸν ἀόριστον καὶ τὸν μέλλοντα ἔχουσι τὴν σχέσιν, ἐπειδὴ φυσικὴν κοινωνίαν οὐκ ἔχουσιν· ποία γὰρ κοινωνία τοῦ παρελθόντος πρὸς τὸν μέλλοντα; τούτου χάριν οὐχ ἡνώθηξαν. Περὶ γὰρ τοῦ ἐν τοῖς προστακτικοῖς καὶ τοῖς ὑποτακτικοῖς συνεζευγμένον εἶναι τὸν ἀόριστον καὶ τὸν μέλλοντα λέγει ὁ Φιλόπονος, ὅτι ἐπειδὴ αἱ μὲν τούτων φωναὶ ἐκ τοῦ ἀορίστου γεγόνασιν, οἷον ἔτυψα τύψον ἐὰν τύψω, αἱ δὲ σημασίαι αὐτῶν μέλλοντός εἰσιν, τούτου χά ριν, ὡς τῆς σημασίας τοῦ μέλλοντος ἀναπληρωθείσης ἐν τῇ τοῦ ἀορίστου φωνῇ, σεσίγηνται οἱ ἀπὸ τοῦ μέλλοντος σχηματισμοί. Τούτων οὕτως ἐχόντων ἰστέον, ὅτι δύο τελικά εἰσι τῶν ἀπαρεμ φάτων, τὸ ˉν καὶ ἡ ˉαˉι δίφθογγος, οἷον τύπτειν τύπτεσθαι. Καὶ τοῦτο εἰκότως· ἐπειδὴ γὰρ τὰ ἀπαρέμφατα ἐν μιᾷ φωνῇ δοκοῦσι τὰ τρία πρόσωπα ἔχειν, οἷον τύπτειν θέλω, τύπτειν θέλεις, τύπτειν θέλει, τούτου χάριν καὶ τελικὰ ἔλαβον ἁρμόζοντα τοῖς τρισὶ προσώποις, καὶ διὰ τοῦτο τὸ ˉν καὶ τὴν ˉαˉι δίφθογγον ἔχουσι τελικὰ τὰ ἀπαρέμφατα· καὶ γὰρ καὶ τὸ ˉν καὶ ἡ ˉαˉι δίφθογγος εὑρίσκεται καὶ ἐν πρώτῳ καὶ ἐν δευτέρῳ καὶ ἐν τρίτῳ προσώπῳ, οἷον τυπτόμεθον τύπτεσθον τύπτεσθον, 217 πεποίημαι πεποίησαι πεποίηται· τὸ γὰρ ˉς καὶ αὐτὸ τελικὸν ὑπάρχον τῶν ῥημάτων, οἷον ἔτυψας, οὐκ ἔστι τελικὸν τῶν ἀπαρεμφάτων, ἐπειδὴ τὸ ˉς τελικόν ἐστι μόνου δευτέρου προσώπου παρ' ἡμῖν καὶ παρὰ τοῖς Ἀθηναίοις, οἷον τέτυφας· πρόσκειται παρ' ἡμῖν καὶ παρὰ τοῖς Ἀθηναίοις, ἐπειδὴ παρὰ ταῖς διαλέκτοις εὑρίσκεται τὸ ˉς καὶ πρώτου προσώπου τελικὸν καὶ τρίτου, ὡς παρὰ Θεοκρίτῳ εἵρπομες ἐκ πόλιος, ἀντὶ τοῦ εἵρπομεν ἐκ πόλεως, καὶ πάλιν ἦς χρόνος ἁνίκ' ἐγώ τε καὶ Εὔκριτος ἐς τὸν Ἄλεντα, ἀντὶ τοῦ ἦν. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι κανονίζει ὁ τεχνικὸς τὸ ἀπαρέμφατον τοῦ ἐνεστῶ τος καὶ παρατατικοῦ· καὶ δεῖ γινώσκειν, ὅτι ἐπὶ μὲν τῶν βαρυτόνων ἀπὸ τοῦ ἐνεστῶτος κανονίζονται τὰ ἀπαρέμφατα τοῦ ἐνεστῶτος καὶ παρατατικοῦ, ἐπὶ δὲ τῶν περισπωμένων ἀπὸ τοῦ παρατατικοῦ. Κανο νίζονται δὲ τὰ ἀπὸ βαρυτόνων γινόμενα ἀπαρέμφατα ἀπὸ τοῦ ἐνεστῶ τος τοῦτον τὸν τρόπον· πᾶς ἐνεστὼς ἀπὸ βαρυτόνων θεμάτων κατὰ τὸ τρίτον πρόσωπον προσλαμβάνων τὸ ˉν τὸ ἀπαρέμφατον ποιεῖ τοῦ ἐνεστῶτος καὶ παρατατικοῦ, οἷον τύπτει τύπτειν, λέγει λέγειν, γράφει γράφειν, κόπτει κόπτειν, πλήττει πλήττειν, ᾄδει ᾄδειν, πλέκει πλέκειν. Τὰ δὲ ἀπὸ περισπωμένων γινόμενα ἀπαρέμφατα κανονίζονται ἀπὸ τοῦ παρατατικοῦ τοῦτον τὸν τρόπον· πᾶς παρατατικὸς ἀπὸ περισπωμένων κατὰ τὸ τρίτον πρόσωπον προσλαμβάνων τὸ ˉν μετὰ περισπωμένου τό νου καὶ τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν ἀποβάλλων τὸ ἀπαρέμφατον ποιεῖ τοῦ ἐνεστῶτος καὶ παρατατικοῦ, οἷον ἐποίει ποιεῖν, ἐνόει νοεῖν, ἐτέλει τελεῖν, ἐβόα βοᾶν, ἐγέλα γελᾶν, ἐπέρα περᾶν, ἐχρύσου χρυσοῦν, ἐστεφάνου στεφανοῦν, ὤρθου ὀρθοῦν, ἵδρου ἱδροῦν· ὅτι γὰρ ἐπὶ τῶν περισπωμένων τὰ ἀπαρέμφατα τοῦ ἐνεστῶτος καὶ παρατατικοῦ ἀπὸ τοῦ παρατατικοῦ κανονίζονται καὶ οὐκ ἀπὸ τοῦ ἐνεστῶτος, δῆλον ἐκ τῆς δευτέρας συζυγίας τῶν περισπωμένων καὶ ἐκ τῆς τρίτης· καὶ ἐκ μὲν τῆς τρίτης, ὅτι χρυσοῦν καὶ στεφανοῦν λέγομεν διὰ τῆς ˉοˉυ διφθόγγου τὰ ἀπαρέμφατα, ἐπειδὴ καὶ ὁ παρατατικὸς ἐχρύσου καὶ ἐστεφάνου ἐστὶ διὰ τῆς ˉοˉυ διφθόγγου· εἰ δὲ ἐγένοντο ἀπὸ τοῦ ἐνεστῶτος, χρυσοῖν καὶ στεφανοῖν ἐλέγομεν, χρυσῶ γὰρ χρυσοῖς χρυσοῖ καὶ στεφανῶ στεφανοῖς στεφανοῖ ἐστὶν ὁ ἐνεστώς· ἀπὸ δὲ τῆς δευτέρας συζυγίας τῶν περισπω μένων δῆλόν ἐστιν, ὅτι ἐπὶ τῶν περισπωμένων τὰ ἀπαρέμφατα ἀπὸ τοῦ παρατατικοῦ γίνονται καὶ οὐκ ἀπὸ τοῦ ἐνεστῶτος, ὅτι βοᾶν καὶ γελᾶν λέγομεν χωρὶς τοῦ ˉι· εἰ δὲ ἐκανονίζοντο ἐκ τοῦ ἐνεστῶτος, 218 βοᾷν καὶ γελᾷν εἶχον εἶναι σὺν τῷ ˉι, ἐπειδὴ καὶ ὁ ἐνεστὼς βοῶ βοᾷς βοᾷ, γελῶ γελᾷς γελᾷ ἐστὶ σὺν τῷ ˉι. Εἰ δέ τις εἴποι, διατί γὰρ τὸ βοᾶν καὶ γελᾶν οὐκ ἔχουσι τὸ ˉι προσγεγραμμένον, λέγομεν, ὅτι τὰ εἰς ˉν λήγοντα ῥήματα οὐδέποτε ἔχουσι πρὸ τοῦ ˉν τί ποτε ἀνεκφώνητον, οἷον ἐτύφθην ἐδάρην ἐβόων ἐγέλων ἐπέρων· οὕτως οὖν καὶ βοᾶν καὶ γελᾶν χωρὶς τοῦ ˉι· ἄλλως τε δὲ διὰ τοῦτο τὸ βοᾶν καὶ γελᾶν οὐκ ἔχουσι τὸ ˉι προσγεγραμμένον, ἐπειδὴ οὐδὲ τὸ βοᾶσθαι καὶ γελᾶσθαι ἔχουσι τὸ ˉι προσγεγραμμένον κατὰ τὴν παραλήγουσαν· καθόλου δὲ τὰ εἰς ˉσˉθˉαˉι ἀπαρέμφατα προπερισπώμενα χρόνου ἐνεστῶτος τὴν ἰδίαν παρα λήγουσαν λήγουσαν ἔχουσιν ἐπὶ τῶν ἐνεργητικῶν· ὁ δὲ λόγος ἐπὶ τῶν φωνηέντων, οἷον ποιεῖσθαι ποιεῖν, νοεῖσθαι νοεῖν, χρυσοῦσθαι χρυσοῦν, στεφανοῦσθαι στεφανοῦν· εἰ οὖν τὸ βοᾶσθαι καὶ γελᾶσθαι οὐκ ἔχουσι τὸ ˉι προσγεγραμμένον κατὰ τὴν παραλήγουσαν, ἄρα οὐδὲ τὸ βοᾶν καὶ γελᾶν ἔχουσι τὸ ˉι προσγεγραμμένον κατὰ τὴν λήγουσαν. Πρόσκειται ἐν τῷ κανόνι προπερισπώμενα διὰ τὸ τύπτεσθαι τύπτειν· τὸ γὰρ τύπτεσθαι οὐκ ἔχει τὴν ἰδίαν παραλήγουσαν λήγουσαν τοῦ ἐνεργητικοῦ, τὸ μὲν γὰρ τύπτεσθαι τῷ ˉε παραλήγεται, τὸ δὲ τύπτειν εἰς τὴν ˉεˉι δίφθογγον λήγει· ὁ δὲ λόγος περὶ τοῦ φωνήεντος· ἀλλ' οὐκ ἀντί κειται ἡμῖν, ἐπειδὴ οὐκ ἔστι προπερισπώμενον· πρόσκειται δὲ χρόνου ἐνεστῶτος διὰ τὸ πεποιῆσθαι πεποιηκέναι· ἰδοὺ γὰρ τὸ πεποιῆσθαι προπερισπᾶται καὶ οὐκ ἔχει τὴν ἰδίαν παραλήγουσαν λήγουσαν τοῦ ἐνεργητικοῦ, τὸ μὲν γὰρ πεποιῆσθαι τῷ ˉη παραλήγεται, τὸ δὲ πε ποιηκέναι εἰς τὴν ˉαˉι δίφθογγον λήγει· ἀλλ' οὐκ ἔστιν ἐνεστῶτος χρό νου ἀλλὰ παρακειμένου. Εἰ δέ τις εἴποι, διατί γὰρ τὸ βοᾶσθαι καὶ γελᾶσθαι οὐκ ἔχουσι τὸ ˉι προσγεγραμμένον, λέγομεν, ὅτι ἐπειδὴ οὐδὲ τὸ βοᾶται καὶ γελᾶται ἔχουσι τὸ ˉι προσγεγραμμένον, τὰ δὲ εἰς ˉτˉαˉι ὁριστικὰ καὶ τὰ εἰς ˉσˉθˉαˉι ἀπαρέμφατα ἴσα φωνήεντα ἔχουσι κατὰ τὴν παραλή γουσαν, οἷον τύπτεται τύπτεσθαι, ποιεῖται ποιεῖσθαι, νοεῖται νοεῖσθαι, χρυσοῦται χρυσοῦσθαι, λέγεται λέγεσθαι, στεφανοῦται στεφανοῦσθαι· εἰ οὖν τὸ βοᾶται καὶ γελᾶται οὐκ ἔχουσι τὸ ˉι προςγεγραμμένον κατὰ τὴν παραλήγουσαν, δηλονότι οὐδὲ τὸ βοᾶσθαι καὶ γελᾶσθαι ἔχουσι τὸ ˉι προσγεγραμμένον κατὰ τὴν παραλήγουσαν. Εἰ δέ τις εἴποι, διατί τὸ βοᾶται καὶ γελᾶται οὐκ ἔχουσι τὸ ˉι προσγεγραμμένον κατὰ τὴν παρα λήγουσαν, λέγομεν, ὅτι πρῶτον μὲν ἐπειδὴ ἀπὸ τοῦ βοάεται καὶ γελάε ται γεγόνασι κατὰ κρᾶσιν τοῦ ˉα καὶ ˉε εἰς ˉα μακρόν, ὥσπερ τὰ ἐμά τἀμά 219· τοῦ οὖν ἐντελοῦς μὴ ἔχοντος τὸ ˉι, εἰκότως οὔτε τὸ συνῃρημένον ἔχει αὐτό· δεύτερον δὲ διὰ τοῦτο τὸ βοᾶται καὶ γελᾶται οὐκ ἔχουσι προσγεγραμμένον τὸ ˉι κατὰ τὴν παραλήγουσαν, ἐπειδὴ οὐδὲ τὸ βοῶμαι καὶ γελῶμαι ἔχουσι τὸ ˉι προσγεγραμμένον κατὰ τὴν παραλήγουσαν· τὰ δὲ εἰς ˉμˉαˉι καὶ τὰ εἰς ˉτˉαˉι τὰ ἴσα φωνήεντα θέλουσιν ἔχειν ἐν τῇ παρα ληγούσῃ, οἷον τύπτομαι τύπτεται, λέγομαι λέγεται, ποιοῦμαι ποιεῖται, νοοῦμαι νοεῖται, χρυσοῦμαι χρυσοῦται, στεφανοῦμαι στεφανοῦται· εἰ οὖν τὸ βοῶμαι καὶ γελῶμαι ἑνὶ φωνήεντι παραλήγονται, ἀναγκαίως καὶ τὸ βοᾶται καὶ γελᾶται ἑνὶ φωνήεντι παραλήγονται. Εἰ δέ τις εἴποι, διατί γὰρ τὸ βοῶμαι καὶ γελῶμαι οὐκ ἔχουσι τὸ ˉι προσγεγραμμένον κατὰ τὴν παραλήγουσαν, λέγομεν, ὅτι πρῶτον μὲν ἐπειδὴ ἀπὸ τοῦ βο άομαι καὶ γελάομαι γεγόνασι κατὰ κρᾶσιν τοῦ ˉα καὶ ˉο εἰς ˉω, ὡς τὸ ἐτύψαο ἐτύψω· τοῦ οὖν ἐντελοῦς μὴ ἔχοντος τὸ ˉι, εἰκότως οὐδὲ τὸ συνῃρημένον ἔχει αὐτό· δεύτερον δὲ διὰ τοῦτο τὸ βοῶμαι καὶ γελῶμαι οὐκ ἔχουσι τὸ ˉι προσγεγραμμένον κατὰ τὴν παραλήγουσαν, ἐπειδὴ ἀπὸ τοῦ βοῶ καὶ γελῶ γεγόνασιν· τοῦ δὲ βοῶ καὶ γελῶ μὴ ἐχόντων τὸ ˉι προσγεγραμμένον, εἰκότως οὐδὲ τὸ βοῶμαι καὶ γελῶμαι ἐξ αὐτῶν γινό μενα ἔχουσι τὸ ˉι. Εἰ δέ τις εἴποι, διατί γὰρ τὸ βοῶ καὶ γελῶ οὐκ ἔχουσι τὸ ˉι προσγεγραμμένον, λέγομεν, ὅτι ἐπειδὴ τὰ εἰς ˉω λήγοντα ῥήματα πρώτου προσώπου ὄντα οὐ θέλουσιν ἔχειν ἐν τῇ τελευταίᾳ συλλαβῇ τί ποτε ἀνεκφώνητον, οἷον τύπτω λέγω χρυσῶ, οὕτως οὖν καὶ βοῶ καὶ γελῶ χωρὶς τοῦ ˉι· πρόσκειται πρώτου προσώπου ὄντα διὰ τὸ ἐὰν ἀναγνῷ ἐκεῖνος, ἐὰν γνῷ ἐκεῖνος· ταῦτα γὰρ ἔχουσι τὸ ˉι προσγεγραμμένον, ἀλλ' οὐκ εἰσὶ πρώτου προσώπου ἀλλὰ τρίτου. Παρακειμένου καὶ ὑπερσυντελίκου. Τετυφέναι. Πάλιν ὁμοίως ἔστιν εὑρεῖν ἓν τὸ ἀπαρέμφατον τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου, ἐπειδὴ καὶ μία ἐστὶ τούτων ἡ μετ οχή· κανονίζεται δὲ τὸ ἀπαρέμφατον τοῦ παρακειμένου καὶ ὑπερσυντε λίκου τοῦ ἐνεργητικοῦ καὶ τοῦ μέσου παρακειμένου καὶ ὑπερσυντελίκου τοῦτον τὸν τρόπον· ὁ ἐνεργητικὸς παρακείμενος καὶ ὁ μέσος παρακεί μενος κατὰ τὸ τρίτον πρόσωπον τῶν ἑνικῶν προσλαμβάνοντες τὴν ˉνˉαˉι συλλαβὴν τὸ ἀπαρέμφατον ποιοῦσιν αὐτῶν τε καὶ τῶν ὑπερσυντελίκων, καὶ παραλήγουσαν ἔχουσι δηλονότι τὴν λήγουσαν τοῦ τρίτου προσώπου τῶν ἑνικῶν, ἐξ οὗ κανονίζονται, οἷον τέτυφε τετυφέναι, πεποίηκε πε ποιηκέναι, γέγραφε γεγραφέναι, δέδουπε δεδουπέναι, μέμυκε μεμυκέναι. Φυλάττουσι δὲ τὴν αὐτὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν, ἐπειδὴ ὁ παρα κείμενος οὐδαμοῦ ἀποβάλλει τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν· οὔτε γὰρ ἐν ταῖς μετοχαῖς ἀποβάλλει αὐτὴν οὔτε ἐν ταῖς λοιπαῖς ἐγ 2 κλίσεσιν, οἷον τέτυφα τετυφώς τετυφέναι τέτυφε σύ τετύφοιμι ἐὰν τε τύφω, ἔσταλκα ἐσταλκώς ἐστάλκοιμι ἔσταλκε σύ ἐὰν ἐστάλκω ἐσταλκέ ναι. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι εὐλόγως τὰ ἀπαρέμφατα τοῦ ἐνεργητικοῦ παρακει μένου καὶ ὑπερσυντελίκου καὶ τοῦ μέσου παρακειμένου καὶ ὑπερσυντε λίκου εἰς ˉνˉαˉι εἰσίν, ἐπειδὴ καὶ ἡ μετοχὴ αὐτῶν εἰς ˉς μετ' ὀξείας τά σεώς ἐστιν, οἷον τετυφώς πεποιηκώς δεδουπώς· τὰ δὲ ἔχοντα τὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως εἰς ˉνˉαˉι ἔχουσι τὸ ἀπαρέμφατον, οἷον τυφθείς τυφθῆναι, τυπείς τυπῆναι, τιθείς τιθέναι, ἱστάς ἱστάναι, διδούς διδόναι, ζευγνύς ζευγνύναι· οὕτως οὖν καὶ τετυφώς τετυφέναι καὶ τε τυπώς τετυπέναι. Ταῦτα μὲν περὶ τῶν ἀπαρεμφάτων τοῦ ἐνεργητικοῦ παρακειμένου καὶ ὑπερσυντελίκου καὶ τοῦ μέσου παρακειμένου καὶ ὑπερ συντελίκου. Τὰ δὲ λοιπὰ τὰ ἔχοντα τὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως κα νονίζονται τοῦτον τὸν τρόπον· τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν τρέπον τὴν ˉμˉεˉν συλλαβὴν εἰς ˉνˉαˉι καὶ ἀποβάλλον τὴν ἐν ἀρχαῖς κλιτι κὴν ἔκτασιν τὸ ἀπαρέμφατον ποιεῖ, μετὰ τοῦ φυλάττεσθαι δηλονότι ἐν τοῖς ἀπαρεμφάτοις τὴν παραλήγουσαν τοῦ πρώτου προσώπου τῶν πλη θυντικῶν, ἐξ οὗ καὶ κανονίζονται, οἷον τυφθείς ἐτύφθημεν τυφθῆναι, τυπείς ἐτύπημεν τυπῆναι, τιθείς ἐτίθεμεν τιθέναι, ἱστάς ἵσταμεν ἱστάναι, διδούς ἐδίδομεν διδόναι, ζευγνύς ἐζεύγνυμεν ζευγνύναι, στάς ἔστημεν στῆναι, γνούς ἔγνωμεν γνῶναι, βιούς ἐβίωμεν βιῶναι, ἁλούς ἥλωμεν ἁλῶναι. Σεσημείωται τὸ δοῦναι θεῖναι εἷναι· ταῦτα γὰρ ἀπαρέμφατα ὄντα δευτέρου ἀορίστου ἐνεργητικοῦ οὐκ ἐφύλαξαν τὴν παραλήγουσαν τοῦ πρώτου προσώπου τῶν πληθυντικῶν, ἐξ οὗ κανονίζονται· ἔδομεν γὰρ καὶ ἔθεμεν καὶ ἕμενὃ σημαίνει τὸ ἀπελύσαμεν, ἐξ οὗ τὸ προέμεν τε πυθέσθαι, ἀντὶ τοῦ προεπέμψαμενἐστὶ τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν. Οὐ μόνον δὲ κατὰ τοῦτο σεσημείωται τὸ δοῦναι θεῖναι εἷναι, ἀλλὰ καὶ κατὰ ἄλλο· τὰ γὰρ εἰς ˉνˉαˉι ἀπαρέμφατα ἔχοντα τὸ ˉν κλιτικὸν οὐ θέλουσι διφθόγγῳ παραλήγεσθαι, οἷον τυφθῆ ναι τυπῆναι τετυφέναι τετυπέναι· πρόσκειται ἔχοντα τὸ ˉν κλιτικόν διὰ τὸ μεῖναι· τοῦτο γὰρ διφθόγγῳ παραλήγεται, ἀλλ' οὐκ ἔχει τὸ ˉν κλιτικὸν ἀλλὰ θεματικόν· ἀπὸ γὰρ τοῦ ἐνεστῶτος ἔχει αὐτό, μένω γάρ ἐστιν ὁ ἐνεστὼς καὶ ἔχει τὸ ˉν· παράλογα οὖν εἰσι ταῦτα, φημὶ δὴ τὸ θεῖναι δοῦναι εἷναι, ὡς διφθόγγῳ παραληγόμενα ἔχοντα τὸ ˉν κλιτικόν. Ἀλλ' ἔστιν ἀπολογήσασθαι περὶ αὐτῶν οὕτως· ἰστέον ὅτι διὰ τοιαύτην αἰτίαν ταῦτα διφθόγγῳ παραλήγονται· ἀπὸ τοῦ ἔδομεν ὤφειλε γεγονέ 221 ναι δόναι, καὶ ἀπὸ τοῦ ἔθεμεν θέναι, καὶ ἀπὸ τοῦ ἕμεν ἕναι· καὶ ἐπειδὴ τὰ εἰς ˉνˉαˉι ἀπαρέμφατα ἀορίστου ὄντα μακρᾷ θέλουσι παραλήγεσθαι, οἷον τυφθῆναι τυπῆναι στῆναι βῆναι γνῶναι βιῶναι ἀναγνῶναι δαρῆναι νυγῆναι, ἀναγκάζονται καὶ ταῦτα μακρᾷ παραλήγεσθαι, ὡς ἀορίστου ὄντα· καὶ ἐπειδὴ τὸ μὲν ˉο μεγεθυνόμενον διὰ τῆς προσθήκης τοῦ ˉυ μεγεθύνεται, οἷον τύπτοντος τύπτουσα, λέγοντος λέγουσα, τὸ ˉε μεγεθυνόμενον διὰ τῆς προσθήκης τοῦ ˉι μεγεθύνεται, οἷον τυφθέντος τυφθεῖσα, νυγέντος νυγεῖσα, τούτου χάριν τὸ μὲν δόναι ἐμεγεθύνθη διὰ τῆς προσθήκης τοῦ ˉυ καὶ γέγονε δοῦναι, τὸ δὲ θέναι καὶ ἕναι διὰ τῆς προσθήκης τοῦ ˉι ἐμεγεθύνθησαν καὶ γεγόνασι θεῖναι καὶ εἷναι· τού του οὖν χάριν ταῦτα διφθόγγῳ παραλήγονται. Πρόσκειται δὲ ἀνωτέρω τὰ εἰς ˉνˉαˉι ἀπαρέμφατα, ἐπειδὴ τὰ εἰς ˉσˉαˉι ἀπαρέμφατα ἀορίστου ὄντα οὐ πάντως μακρᾷ παραλήγονται, οἷον τελέσαι συρίσαι λεπίσαι· πρόσ κειται δὲ ἐν τῷ κανόνι ἀορίστου ὄντα διὰ τὸ τετυφέναι τετυπέναι τιθέναι διδόναι· ταῦτα γὰρ εἰς ˉνˉαˉι ἀπαρέμφατα ὄντα οὐ παραλήγονται μακρᾷ, ἀλλ' οὐκ εἰσὶν ἀορίστου χρόνου, ἀλλὰ τὸ μὲν τετυφέναι καὶ τετυπέναι παρακειμένου καὶ ὑπερσυντελίκου, τὸ δὲ τιθέναι καὶ διδόναι ἐνεστῶτος καὶ παρατατικοῦ. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι τὸ εἷναι ἐνταῦθα τὸ ἀπολῦσαι σημαίνει (ἐξ οὗ καὶ τὸ ἀφεῖναι), τὸ γὰρ ἧν ἕμεν τὸ ἀπολῦσαι σημαίνει, ὅπερ ἀπὸ τοῦ ἵημι γέγονεν· τὸ δὲ εἶναι τὸ σημαῖνον τὸ ὑπάρχειν, ὅπερ καὶ ψιλοῦται, οἷον οὐκ εἶναι ἀπεῖναι, ἐνεστῶτος καὶ παρατατικοῦ ἐστιν ἀπὸ τοῦ εἰμί γενόμενον· ὥσπερ γὰρ ἀπὸ τοῦ τίθεμεν γίνεται τιθέναι καὶ ἀπὸ τοῦ δίδομεν διδόναι, τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ εἰμί γίνεται τὸ πρῶτον τῶν πληθυντικῶν ἐμέν, ὅπερ καὶ κατὰ πλεονασμὸν τοῦ ˉς γίνεται ἐσμέν, καὶ λοιπὸν ἀπὸ τοῦ ἐμέν γίνεται ἔναι τὸ ἀπαρέμφατον καὶ κατὰ πλεο νασμὸν τοῦ ˉι εἶναι. Περὶ δὲ τούτου ἀκριβέστερον ἐν τῷ Ῥηματικῷ Ἀπολλωνίου, εἰ θεῷ φίλον, μαθησόμεθα. Ταῦτα μὲν ἐν τούτοις. Ἄξιον δέ ἐστι ζητῆσαι, εἰ ἄρα τὸ θεῖναι καὶ δοῦναι καὶ εἷναι διὰ τοῦτο προσέλαβον τὸ ˉυ καὶ ˉι, ἐπειδὴ ἠναγκάζοντο, ὡς εἴρηται, μακρᾷ παραλήγεσθαι ὡς ἀορίστου ὄντα, διατί μὴ μᾶλλον τὸ μὲν δόναι γέγονε δῶναι κατ' ἔκτασιν τοῦ ˉο εἰς ˉω, ὥσπερ ὀμνύω ὤμνυον, τὸ δὲ θέναι καὶ ἕναι θῆναι καὶ ἧναι διὰ τοῦ ˉη κατ' ἔκτασιν τοῦ ˉε εἰς ˉη, ὥσπερ ἐλέγχω ἤλεγχον· οὕτω γὰρ εἰ ἐγένοντο, καὶ μακρᾷ εὑρίσκοντο παρα ληγόμενα καὶ οὐκέτι παράλογα ὡς διφθόγγῳ παραληγόμενα. Ἔστιν οὖν εἰπεῖν, ὅτι εἰ ἐγένοντο ταῦτα οὕτω κατ' ἔκτασιν τῶν φωνηέντων, 222 οὐδὲ ὅλως ἐφυλάττετό τι τῆς παραληγούσης τοῦ πρώτου προσώπου τῶν πληθυντικῶν, φημὶ δὴ τοῦ ἔδομεν ἔθεμεν ἕμεν (ὅπερ σημαίνει τὸ ἀπελύσαμεν)· τούτου οὖν χάριν τὸ μὲν δοῦναι τὸ ˉυ προσέλαβεν, τὸ δὲ θεῖναι καὶ εἷναι τὸ ˉι, ἵνα εὑρεθῶσιν ἐν ταὐτῷ φυλάττοντα τὸ φωνῆεν τῆς παραληγούσης τοῦ πρώτου προσώπου τῶν πληθυντικῶν τοῦ ἰδίου ὁριστικοῦ καὶ μακρὰν ποιοῦντα τὴν παραλήγουσαν. Τούτων οὕτως ἐχόντων ζητοῦμεν, διατί ὁ παρακείμενος ὁ ἐνεργη τικὸς καὶ ὁ μέσος, ἔχοντες τὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως, οὐ φυλάττουσι τὴν παραλήγουσαν τοῦ ἰδίου πρώτου προσώπου τῶν πλη θυντικῶν ἐν τοῖς ἀπαρεμφάτοις· οὐδὲ γὰρ λέγομεν τετύφαμεν τετυφά ναι καὶ τετύπαμεν τετυπάναι, ὥσπερ ἐτύφθημεν τυφθῆναι, ἐτύπημεν τυπῆναι, ἀλλὰ τετυφέναι καὶ τετυπέναι διὰ τοῦ ˉε. Καὶ ἔστιν εἰπεῖν τὴν ἀπολογίαν ταύτην· τῷ λόγῳ τῆς παραληγούσης τοῦ πρώτου προσ ώπου τῶν πληθυντικῶν τοῦ παρακειμένου διὰ τοῦ ˉα βραχέος ὤφειλεν εἶναι τὸ ἀπαρέμφατον, οἷον τετυφάναι, τετύφαμεν γάρ ἐστι τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν τοῦ παρακειμένου, τῷ δὲ λόγῳ τῆς παρα ληγούσης τοῦ πρώτου προσώπου τῶν πληθυντικῶν τοῦ ὑπερσυντελίκου τετυφεῖναι ὤφειλεν εἶναι τὸ ἀπαρέμφατον διὰ τῆς ˉεˉι διφθόγγου, ἐτε τύφειμεν γάρ ἐστι τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν τοῦ ὑπερ συντελίκου· ἐπειδὴ δὲ ὁ παρακείμενος καὶ ὁ ὑπερσυντέλικος συνε ζευγμένην ἔχουσι τὴν μετοχήν, ἀναγκάζονται καὶ τὸ ἀπαρέμφατον συνεζευγμένον ἔχειν, ὧν γὰρ αἱ μετοχαὶ συνεζευγμέναι εἰσίν, τούτων καὶ τὰ ἀπαρέμφατα συνεζευγμένα εἰσίν· συνεζευγμένου δὲ ὄντος τοῦ ἀπαρ εμφάτου τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου, οὐ δύναται τὸ ἀπαρέμφατον καὶ τὴν ˉεˉι δίφθογγον ἔχειν κατὰ τὴν παραλήγουσαν καὶ τὸ ˉα συνεσταλμένον· τῶν οὖν δύο κανόνων μαχομένων, καὶ τοῦ μὲν ἑνὸς ἀπαιτοῦντος τὴν ˉεˉι δίφθογγον, τοῦ δὲ ἑτέρου τὸ ˉα συνεσταλμένον, τὰ τῆς ἀναλογίας ἀνεμερίσαντο, καὶ ὁ μὲν βραχὺς χρόνος ἐφυλάχθη τοῦ παρακειμένου, καὶ γὰρ τὸ ˉε βραχύ ἐστιν ὁμοίως τῷ ˉα συνεσταλ μένῳ, τὸ δὲ φωνῆεν τοῦ ὑπερσυντελίκου ἐφυλάχθη, λέγω δὴ τὸ ˉε, καὶ γὰρ ὁ ὑπερσυντέλικος τὴν ˉεˉι δίφθογγον ἔχει. Εἰ δέ τις εἴποι, διατί γὰρ μὴ ἐκ τοῦ ἐναντίου γέγονε τετυφᾶναι διὰ μακροῦ τοῦ ˉα, ἵνα ἡ μὲν ποιότης τῆς παραληγούσης τοῦ τετύφαμεν παρακειμένου φυλαχθῇ, τουτέστι τὸ ˉα, ὁ δὲ χρόνος τοῦ ἐτετύφειμεν ὑπερσυντελίκου, τουτέστιν ὁ μακρός, λέγομεν, ὅτι εὐλόγως μᾶλλον ἀκολουθεῖ τὸ ἀπαρέμφατον τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου· καὶ δῆλον ἐκ τοῦ εἰδέναι ἀπαρεμφάτου τοῦ μέσου παρακειμένου καὶ 223 ὑπερσυντελίκου τοῦ σημαίνοντος τὸ γινώσκειν, οὗ ἡ μετοχὴ ὁ εἰδώς· τοῦτο γὰρ οὐ τῇ ἀρχούσῃ τοῦ οἶδα παρακειμένου ἠκολούθησεν, ἀλλὰ τῇ ἀρχούσῃ τοῦ εἴδειν ὑπερσυντελίκου, ὅστις καὶ κατ' ἔκτασιν Ἀττικὴν διὰ τοῦ ˉη καὶ ˉι γίνεται ᾔδειν. Μέσου παρακειμένου καὶ ὑπερσυντελίκου. Τετυπέναι. Εἴρηται ἡ περὶ αὐτοῦ διδασκαλία ἐν τῇ διδασκαλίᾳ τοῦ ἀπαρεμφάτου τοῦ ἐνεργητικοῦ παρακειμένου. Ἀορίστου πρώτου. Τύψαι. Ἰστέον ὅτι διακεχωρισμένον ἐστὶ τὸ ἀπαρέμφατον τοῦ πρώτου ἀορίστου καὶ τοῦ πρώτου μέλλοντος, ἐπειδὴ καὶ ἡ μετοχὴ τούτων διακεχωρισμένη ἐστίν· ἡ μὲν γὰρ μετοχὴ τοῦ πρώτου ἀορίστου τύψας ἐστίν, ἡ δὲ μετοχὴ τοῦ πρώτου μέλλοντος τύψων· ἡμεῖς δὲ ἐν τοῖς προλαβοῦσιν εἰρήκαμεν τὴν ἀναγκαιοτέραν αἰτίαν, δι' ἣν ὁ μὲν ἐνεστὼς καὶ ὁ παρατατικὸς ὁμοῦ εἰσιν, καὶ ὁ παρακείμενος καὶ ὁ ὑπερ συντέλικος ὁμοίως ὁμοῦ, ὁ δὲ ἀόριστος ἰδίᾳ καὶ ὁ μέλλων ἰδίᾳ, δείξαντες, ὅτι ἐκ τῶν μετοχῶν κανονίζει τὰ ἀπαρέμφατα καὶ ἐκ τῶν ἀπαρεμφά των τὰς μετοχάς, καὶ διάλληλός ἐστιν ἡ δεῖξις. Κανονίζεται δὲ τὸ ἀπαρέμφατον τοῦ πρώτου ἀορίστου τοῦτον τὸν τρόπον· ὁ εἰς ˉα λήγων ἀόριστος κατὰ τὸ πρῶτον πρόσωπον προσλαμβάνων τὸ ˉι καὶ τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν ἀποβάλλων τὸ ἀπαρέμφατον ποιεῖ τοῦ πρώτου ἀορίστου, οἷον ἔτυψα τύψαι, ἔγραψα γράψαι, ἔπεισα πεῖσαι, ἐποίησα ποιῆσαι, ἐνόησα νοῆσαι, ἔκειρα κεῖραι. Μέλλοντος πρώτου. Τύψειν. Ἰστέον ὅτι τὸ ἀπαρέμφατον τοῦ πρώτου μέλλοντος κανονίζεται τοῦτον τὸν τρόπον· πᾶς μέλλων πρῶτος ἐνεργητικὸς ὁρι στικὸς κατὰ τὸ τρίτον πρόσωπον προσλαμβάνων τὸ ˉν τὸ ἀπαρέμφατον ποιεῖ, οἷον γράψει γράψειν, λέξει λέξειν, ποιήσει ποιήσειν, εὐφρανεῖ εὐφρανεῖν, μενεῖ μενεῖν. Ἀορίστου δευτέρου καὶ μέλλοντος. Τυπεῖν. Ἰστέον ὅτι ὤφειλε τὸ ἀπαρέμφατον τοῦ δευτέρου ἀορί στου καὶ τοῦ δευτέρου μέλλοντος διακεχωρισμένον εἶναι, ἐπειδὴ καὶ ἡ μετοχὴ τούτων διακεχωρισμένη ἐστίν· εἰπεῖν, ὅτι αἱ μετοχαὶ 224 τοῦ δευτέρου ἀορίστου καὶ τοῦ δευτέρου μέλλοντος τῇ μὲν φωνῇ συν έπεσον, τόνῳ δὲ διεστάλησαν· ἡ μὲν γὰρ τοῦ δευτέρου ἀορίστου μετοχὴ ὀξύνεται, ἡ δὲ τοῦ δευτέρου μέλλοντος περισπᾶται, οἷον τυπών ἡ τοῦ δευτέρου ἀορίστου καὶ τυπῶν ἡ τοῦ δευτέρου μέλλοντος· ὤφειλεν οὖν καὶ τὸ ἀπαρέμφατον τοῦ δευτέρου ἀορίστου καὶ τοῦ δευτέρου μέλ λοντος τῇ μὲν φωνῇ συμπεξεῖν, τῷ δὲ τόνῳ διασταλῆναι, καὶ ὤφειλεν τὸ μὲν ἀπαρέμφατον τοῦ δευτέρου ἀορίστου ὀξυνθῆναι ὁμοίως τῇ ἰδίᾳ μετοχῇ, τὸ δὲ ἀπαρέμφατον τοῦ δευτέρου μέλλοντος περισπασθῆναι παραπλησίως τῇ οἰκείᾳ μετοχῇ· ἀλλ' ἐπειδή, ὡς ἐν τοῖς προλαβοῦσιν ἐμάθομεν, τὰ ῥήματα ἀποστρέφονται τὴν ὀξεῖαν τάσιν, ἐξ ἀνάγκης περιεσπάσθη τὸ ἀπαρέμφατον τοῦ δευτέρου ἀορίστου καὶ συνέπεσε τῷ ἀπαρεμφάτῳ τοῦ δευτέρου μέλλοντος, καὶ λοιπὸν εὑρίσκεται τὸ ἀπαρέμφατον τοῦ δευτέρου ἀορίστου καὶ τοῦ δευτέρου μέλλοντος ἕν, οἷον τυπεῖν. Ὅτι δὲ τοῦτο ἀληθές ἐστι καὶ ἡ τοῦ τόνου αἰτία τὴν συνέμπτω σιν ἐποίησε γενέσθαι, δῆλον εἴ γε καὶ ἐν τοῖς παθητικοῖς καὶ μέσοις διάφορόν ἐστι τὸ ἀπαρέμφατον τοῦ δευτέρου ἀορίστου καὶ τοῦ δευτέρου μέλλοντος· τὸ μὲν γὰρ τοῦ δευτέρου μέσου ἀορίστου ἀπαρέμφατον τυπέσθαι καὶ νυγέσθαι ἐστίν, τὸ δὲ τοῦ δευτέρου μέσου μέλλοντος τυπεῖσθαι καὶ νυγεῖσθαι· καὶ πάλιν τὸ μὲν τοῦ δευτέρου ἀορίστου παθη τικοῦ ἀπαρέμφατον τυπῆναι καὶ νυγῆναι ἐστίν, τὸ δὲ τοῦ δευτέρου μέλλοντος παθητικοῦ τυπήσεσθαι καὶ νυγήσεσθαι. Ταῦτα μὲν ἐν τούτοις. Κανονίζει δὲ ὁ τεχνικὸς τὸ ἀπαρέμφατον τοῦ δευτέρου ἀορίστου καὶ τοῦ δευτέρου μέλλοντος τοῦτον τὸν τρόπον· πᾶς δεύτερος μέλ λων ἐνεργητικὸς κατὰ τὸ τρίτον πρόσωπον προσλαμβάνων τὸ ˉν τὸ ἀπαρέμφατον ποιεῖ τοῦ δευτέρου ἀορίστου καὶ τοῦ δευτέρου μέλλοντος, οἷον τυπεῖ τυπεῖν, νυγεῖ νυγεῖν. Δυνατὸν δέ ἐστι καὶ τοῦ δευτέρου ἀορίστου κανονίσαι αὐτὸ τοῦτον τὸν τρόπον· πᾶς δεύτερος ἀόριστος ἐνεργητικὸς ὁριστικός, κατὰ τὸ τρίτον πρόσωπον προς λαμβάνων τὸ ˉι καὶ τὸ ˉν μετὰ περισπωμένου τόνου καὶ τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν ἀποβάλλων, τὸ ἀπαρέμφατον ποιεῖ τοῦ δευτέρου ἀορίστου καὶ τοῦ δευτέρου μέλλοντος, οἷον ἔλαβε λαβεῖν, ἔμαθε μαθεῖν, ἔφαγε φαγεῖν, ἔπιε πιεῖν, ἔδραμε δραμεῖν, ἔπιθε πιθεῖν καὶ κατὰ ἀναδιπλασιασμὸν πεπιθεῖν, ὡς παρὰ τῷ ποιητῇ ῥηϊδίως πεπιθεῖν μεγάλας φρένας Αἰακίδαο· σεσημείωται τὸ πέφνειν δευτέρου ἀορίστου ὂν καὶ βαρυνόμενον, περὶ οὗ ἔστιν εἰπεῖν, ὅτι ἐπειδὴ 225 καὶ ἡ μετοχὴ τούτου ἐβαρύνθη, πέφνων γάρ ἐστι βαρυτόνως, τούτου χάριν ὁμοίως αὐτῇ καὶ τὸ ἀπαρέμφατον ἐβαρύνθη· ἡ δὲ μετοχὴ ἐβαρύνθη ὁμοίως τῇ τέμνων μετοχῇ καὶ τῇ κάμνων. Περὶ παθητικῶν ἀπαρεμφάτων. Ἐνταῦθα περὶ τῶν εἰς ˉθˉαˉι ἀπαρεμφάτων διαλαμβάνει παθητικῶν τε καὶ μέσων, καὶ ἔστι κανονίσαι αὐτὰ οὕτως· πᾶν παθητικὸν ἢ μέσον ὁριστικόν, ἔχον ἐν τῷ τρίτῳ προσώπῳ τὸ ˉτ κλιτικόν, τρέπον τὴν τελευ ταίαν συλλαβὴν εἰς ˉθˉαˉι καὶ τὴν κατ' ἀρχὰς κλιτικὴν ἔκτασιν ἀποβάλλον, δηλονότι χωρὶς τοῦ παρακειμένου, τὸ ἴδιον ἀπαρέμφατον ποιεῖ· καὶ εἰ μὲν καθαριεύει τὸ ˉτ ἐν τῷ παθητικῷ ὁριστικῷ ἢ τῷ μέσῳ, τὸ ˉς προσλαμβάνει τὸ ἀπαρέμφατον, οἷον τύπτεται τύπτεσθαι, ἐτύψατο τύψα σθαι, ἐτύπετο τυπέσθαι, ἐλάβετο λαβέσθαι, ἐποιήσατο ποιήσασθαι, τυφθή σεται τυφθήσεσθαι, τυπήσεται τυπήσεσθαι, τύψεται τύψεσθαι· εἰ δὲ συμφώνῳ παραλήγεται, φυλάττεται τὸ σύμφωνον καὶ ἐν τῷ ἀπαρεμ φάτῳ, οἷον κέκαρται κεκάρθαι, ἔσπαρται ἐσπάρθαι, τέτιλται τετίλθαι, μεμίανται μεμιάνθαι, μεμόλυνται μεμολύνθαι, χωρὶς εἰ μή πω ψιλὸν εὑρεθῇ· τότε γὰρ διὰ τὴν ἀσυνταξίαν εἰς τὸ ἀντίστοιχον τὸ δασὺ τρέ πεται, οἷον νένυκται νενύχθαι, τέτυπται τετύφθαι, λέλεκται λελέχθαι, γέγραπται γεγράφθαι, ἔρραπται ἐρράφθαι· ψιλὰ γὰρ ψιλῶν ἡγοῦνται καὶ δασέα δασέων καὶ μέσα μέσων κατὰ σύλληψιν, πτῶσις φθόνος χθών ὀγδόη ἑβδομάς. Ταῦτα μὲν ἐν τούτοις. Πρόσκειται δὲ ἐν τῷ κανόνι χωρὶς τοῦ παρακειμένου δηλονότι, ἐπειδὴ ὁ παρακείμενος οὐδαμοῦ ἀποβάλλει τὴν ἐν ἀρχαῖς αὐτοῦ κλι τικὴν ἔκτασιν· οὔτε γὰρ ἐν ταῖς μετοχαῖς αὐτοῦ ἀποβάλλει αὐτὴν οὔτε ἐν ταῖς λοιπαῖς ἐγκλίσεσιν, οἷον τέτυφα τετυφώς τετυφέναι τέτυφε σύ τετύφοιμι ἐὰν τετύφω, ἔσταλκα ἐσταλκώς ἐσταλκέναι ἔσταλκε σύ ἐστάλκοιμι ἐὰν ἐστάλκω· τὸ δὲ δέχθαι, οἷον ἀγλαὰ δέχθαι ἄποινα, καὶ τὸ βλῆσθαι, οἷον πρὶν βλῆσθαι Μενέλαον, πεπονθότα εἰσίν, ἀφαίρεσιν γὰρ πεπόνθασιν, τὸ γὰρ ἀνάλογον αὐτῶν δεδέχθαι καὶ βεβλῆσθαι ἐστίν. Εἰ δέ τις εἴποι, διατί τὸ ἀπαρέμφατον τοῦ μετ' ὀλίγον μέλλοντος, φημὶ δὴ τὸ τετύψεσθαι, οὐκ ἀπέβαλε τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν, λέγομεν, ὅτι τοῦτο τὴν ἄρχουσαν τοῦ παρακειμένου ἔχει, ἐξ αὐτοῦ γὰρ κανονίζεται, ὡς δέδεικται ἐν τῇ περὶ τούτου διδασκαλίᾳ· ὁ δὲ παρακείμενος, ὡς εἴρηται, οὐδαμοῦ