Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Prolegomena et scholia in Theodosii Alexandrini canones
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-choeroboscus-constantinopolitanus" aria-label="More works by Georgius Choeroboscus Constantinopolitanus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
226.1.1
ἀποβάλλει τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν· οὔτε γὰρ ἐν ταῖς μετοχαῖς ἀποβάλλει αὐτὴν οὔτε ἐν ταῖς λοιπαῖς ἐγκλίσεσιν. Ταῦτα μὲν ἐν τούτοις. Πρόσκειται δὲ ἐν τῷ κανόνι ἔχον τὸ ˉτ κλιτικόν διὰ τὸ τύπτει· τοῦτο γὰρ ἔχει τὸ ˉτ καὶ οὐ ποιεῖ εἰς ˉθˉαˉι τὸ ἀπαρέμφατον, τύπτειν γάρ ἐστι τὸ ἀπαρέμφατον τούτου· τὸ γὰρ τύπτεσθαι τοῦ τύπτεται ἐστίν· ἀλλ' οὐκ ἀντίκειται ἡμῖν τοῦτο, φημὶ δὴ τὸ τύπτει, ἐπειδὴ οὐκ ἔχει τὸ ˉτ κλιτικὸν ἀλλὰ θεματικόν· ἀπὸ γὰρ τοῦ θέματος, ἤγουν ἀπὸ τοῦ ἐνεστῶτος, ἔχει αὐτό, τύπτω γάρ ἐστι τὸ θέμα καὶ ἔχει τὸ ˉτ· ἀλλ' οὔτε δέ ἐστι παθητικὸν ἢ μέσον ἀλλ' ἐνεργητικόν. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι πᾶν ἀπαρέμφατον εἰς ˉθˉαˉι λῆγον ἁπλοῦν πάντως ὁμοτονεῖ τῷ ἰδίῳ ὁριστικῷ, οἷον τύπτεται τύπτεσθαι, βοᾶται βοᾶσθαι, χρυσοῦται χρυσοῦσθαι, τυφθήσεται τυφθήσεσθαι, τυπήσεται τυπήσεσθαι, ἔρχεται ἔρχεσθαι, ἐτύψατο τύψασθαι, ἐποιήσατο ποιήσασθαι, τύψεται τύψεσθαι, χωρὶς τῶν εἰς ˉθˉαˉι ἀπαρεμφάτων τοῦ παθητικοῦ παρακειμένου καὶ τοῦ δευτέρου μέσου ἀορίστου· ταῦτα γὰρ οὐχ ὁμοτονοῦσι τοῖς ἰδίοις ὁριστικοῖς, ἀλλὰ πρὸ μιᾶς ἔχουσι τὸν τόνον, οἷον πεποίηται πεποιῆσθαι, νενόηται νενοῆσθαι, τέτυπται τετύφθαι, γέγραπται γεγράφθαι, λέλεκται λελέχθαι, ἐτύπετο τυπέσθαι, ἐνύγετο νυγέσθαι, ἐλάβετο λαβέ σθαι, ἵκετο ἱκέσθαι, ἀφίκετο ἀφικέσθαι. Σεσημείωται τὸ ἔρεσθαι δευτέρου μέσου ἀορίστου ὂν καὶ προπαροξυνόμενον, περὶ οὗ ἔστιν εἰπεῖν, ὅτι ἐξηκο λούθησε τῷ δέρεσθαι καὶ φέρεσθαι καὶ στέρεσθαι, ἅτινά εἰσιν ἐνεστῶτος καὶ παρατατικοῦ· καὶ ἐκ τοῦ ἐναντίου δὲ σεσημείωται τὸ λιτέσθαι ἐνεστῶ τος καὶ παρατατικοῦ ὂν καὶ παροξυνόμενον, οἷον οἷ τ' αὐτῷ θάνατόν τε κακὸν καὶ κῆρα λιτέσθαι, ἀντὶ τοῦ ἱκετεύειν· ὤφειλε γὰρ προπαροξύνεσθαι ὁμοίως τῷ ἰδίῳ ὁριστικῷ τῷ λίτεται· ἀλλ', ὥς φησιν Ἡρωδιανὸς ἐν τῇ Καθόλου, ἠκολούθησε τῷ λιπέσθαι ἱκέσθαι θέσθαι ἰδέσθαι, ἅτινά εἰσι δευτέρου μέσου ἀορίστου. Σεσημείωται τὸ ἐγρήγορθαι, οἷον ἐγρήγορθαι ἄνωχθι, ὅτι παρακειμένου ὂν προπαροξύνεται· περὶ οὗ λέγει ὁ Ἡρωδιανὸς ἐν τῇ Καθόλου, ὅτι Αἰολίδος ἐστὶ διαλέκτου καὶ τούτου χάριν ἀνεβίβασε τὸν τόνον· οἱ γὰρ Αἰολεῖς ἀναβιβαστικοὶ τῶν τόνων εἰσίν, τὸ γὰρ Ἀτρεύς Ἄτρευς λέγουσικαὶ τὸ Πηλεύς Πήλευς. Ταῦτα μὲν ἐν τούτοις. Πρόσκειται δὲ ἐν τῷ κανόνι, οἷον πᾶν εἰς ˉθˉαˉι 227 λῆγον ἀπαρέμφατον ἁπλοῦν πάντως ὁμοτονεῖ τῷ ἰδίῳ ὁριστικῷ διὰ τὸ κατάκειται κατακεῖσθαι, κάθηται καθῆσθαι· τὸ μὲν γὰρ ὁριστικὸν προπαροξύνεται, τὸ δὲ ἀπαρέμφατον προπερισπᾶται, ἐπειδὴ οὐδέποτε ἀπαρέμφατα συντιθέμενα τοὺς τόνους ἀναβιβάζουσιν, οἷον ἰδεῖν συνι δεῖν, πλεῖν συμπλεῖν, σπᾶν περισπᾶν, χεῖσθαι συγχεῖσθαι, τετύχθαι προ τετύχθαι, ἱκέσθαι ἀφικέσθαι, ἀποσχέσθαι, ὀλέσθαι ἀπολέσθαι, δόσθαι ἀποδόσθαι, σχεῖν ἐπισχεῖν, σπεῖν ἐπισπεῖν, θέσθαι καταθέσθαι, κατακεῖσθαι διακεῖσθαι παρακεῖσθαι περικεῖσθαι· οὕτως οὖν καὶ ἧσθαι καθῆσθαι. Ἡ δὲ αἰτία ἐστὶν αὕτη τοῦ τὰ ἀπαρέμφατα ἐν τῇ συνθέσει, ἤγουν συντιθέμενα, μὴ ἀναβιβάζειν τοὺς τόνους, διότι τὰ ἀπαρέμφατα συγγένειαν ἔχουσι πρὸς τὰς μετοχάς· ὥσπερ γὰρ τὰ ἀπαρέμφατα οὐκ ἔχουσιν οὔτε πρόσωπα οὔτε θέλημα ψυχῆς, τὸν αὐτὸν τρόπον καὶ αἱ μετοχαὶ πρόσωπα οὐκ ἔχουσιν οὔτε θέλημα ψυχῆς· ἐπειδὴ οὖν τὰ ἀπαρέμφατα συγγένειαν ἔχουσι πρὸς τὰς μετοχάς, αἱ δὲ μετοχαὶ συντιθέμεναι οὐκ ἀναβιβάζουσι τοὺς τόνους, οἷον [πατῶ περιπατῶ] βάς ἀναβάς, ἐλθών ἀνελθών, στάς καταστάς, πτάς ἀποπτάς, δούς ἀποδούςἐὰν γὰρ ἀναβιβάζωσι τοὺς τόνους, οὐκέτι μένουσι μετοχαὶ ἀλλὰ γίνονται ὀνόματα, οἷον τλάς Ἄτλας, βάς Ἄβας, φάς Περίφας, χωρὶς τῆς ἑκών ἀέκων, αὕτη γὰρ καὶ τὸν τόνον ἀνεβίβασε καὶ ἔμεινε μετοχή, ἥτις καὶ ἄκων γίνεται κράσει τοῦ ˉα καὶ ˉε εἰς ˉα μακρόντούτου χάριν οὔτε τὰ ἀπαρέμφατα συντιθέμενα ἀναβιβάζουσι τοὺς τόνους. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι χάριν σαφηνείας λέγομεν, ὡς αἱ μετοχαὶ συντιθέ μεναι οὐκ ἀναβιβάζουσι τοὺς τόνους, ἐπειδὴ κατὰ τὴν ἀκρίβειαν οὐ δεῖ λέγειν οὕτως· οὐ γάρ εἰσιν αἱ μετοχαὶ σύνθετοι, ἀλλ' ἢ ἁπλαῖ εἰσιν ἢ παρασύνθετοι· ἢ γὰρ ἀπὸ ἁπλῶν ῥημάτων παράγονται καὶ εἰσὶν ἁπλαῖ, οἷον τύπτω τύπτων, λέγω λέγων, ποιῶ ποιῶν, βοῶ βοῶν, ἢ ἀπὸ συνθέτων ῥημάτων παράγονται καὶ εἰσὶ παρασύνθετοι, οἷον κατα γράφω καταγράφων, ἀναγινώσκω ἀναγινώσκων, περιπατῶ περιπατῶν, καλλιγραφῶ καλλιγραφῶν· δεῖ προσθεῖναι χωρὶς τῆς ἀέκων μετο χῆς· αὕτη γὰρ σύνθετός ἐστιν, ἀπὸ γὰρ τῆς ἑκών γέγονεν ἐν συνθέσει ἀέκων· οὐ γὰρ ἔχει ῥῆμα προϋπάρχον ἐν συνθέσει, ἵνα παρασύνθετον αὐτὴν εἴπωμεν, ἀλλ' ἐν τῇ μετοχῇ ἐγένετο ἡ σύνθεσις, οἷον ἑκών ἀέκων. Οὕτως οὖν δεῖ λέγειν, ὅτι αἱ μετοχαὶ αἱ μὴ οὖσαι ἁπλαῖ οὐκ εἰσὶ σύνθετοι ἀλλὰ παρασύνθετοι· πᾶσαι γὰρ ἀπὸ προϋπαρχόντων ῥημά 228 των συνθέτων εἰσίν, καὶ δηλονότι ὑπάρχουσι παρασύνθετοι καὶ φυλάτ τουσι τὸν τόνον τοῦ ἁπλοῦ, οἷον ἀνέβην ἀναβάς ὀξυτόνως, ὅτι βάς, κατέστην καταστάς ὀξυτόνως, ὅτι στάς, κατέγραφον καταγράφων, ὅτι γράφων, βαρυτόνως· ὅσαι δὲ οὐκ ἔχουσι ῥῆμα προϋπάρχον, οὔτε τὸν τόνον τοῦ ἁπλοῦ φυλάττουσιν, ἀλλ' ἀναβιβάζουσιν αὐτόν, οὔτε δὲ μένουσι μετοχαί, ἀλλὰ γίνονται ὀνόματα, οἷον βάς Ἄβας, οὐ γὰρ ἔστι ῥῆμα ἄβην, τλάς Ἄτλας· σεσημείωται ἡ ἀέκων μετοχή, ὅτι μὴ ἔχουσα ῥῆμα προϋπάρχον ἐν συνθέσειἐν γὰρ τῇ μετοχῇ ἐγένετο ἡ σύνθεσις, οἷον ἑκών ἀέκωντὸν μὲν τόνον ἀνεβίβασεν, τὸ δὲ μέρος τοῦ λόγου οὐκ ἐνήλλαξεν· οὐδὲ γὰρ γέγονεν ὄνομα, ἀλλ' ἔμεινε μετοχή. Ταῦτα μὲν περὶ τοῦ ἀναβιβάζειν τοὺς τόνους συντιθέμενα τὰ ἀπαρέμφατα. Περὶ τὰ εἰς ˉθˉαˉι ἀπαρέμφατα τοῦ παθητικοῦ παρακει μένου καὶ τοῦ δευτέρου μέσου ἀορίστου ἀεὶ πρὸ μιᾶς ἔχειν τὸν τόνον, ἔστιν εἰπεῖν δύο ἀπολογίας· καὶ πρώτη ἀπολογία ἐστὶν αὕτη· τὰ εἰς ˉθˉαˉι ἀπαρέμφατα, εἴτε παθητικὰ εἴτε μέσα, θέλουσι φυλάττειν ἐν τῇ αὐτῇ συλλαβῇ τὸν τόνον, ἐν ᾗ ἔχουσι τὸν τόνον τὰ ἐνεργητικὰ ἀπα ρέμφατα, οἷον τύπτειν καὶ τύψειν εἰς τὴν ˉτˉυ συλλαβὴν ἔχουσι τὸν τόνον, ἀλλὰ καὶ τὸ τύπτεσθαι καὶ τύψεσθαι εἰς τὴν ˉτˉυ συλλαβὴν ἔχουσι τὸν τόνον· πάλιν τὸ ποιεῖν καὶ κερεῖν εἰς τὴν ˉεˉι δίφθογγον ἔχουσι τὸν τόνον, ἀλλὰ καὶ τὸ ποιεῖσθαι καὶ κερεῖσθαι εἰς τὴν ˉεˉι δίφθογ γον ἔχουσι τὸν τόνον· πάλιν τὸ τυπεῖν εἰς τὴν συλλαβὴν τὴν ἔχουσαν τὸ ˉπ ἔχει τὸν τόνον, ἀλλὰ καὶ τὸ τυπεῖσθαι καὶ τὸ τυπήσεσθαι εἰς τὴν συλλαβὴν τὴν ἔχουσαν τὸ ˉπ ἔχουσι τὸν τόνον [καὶ τὸ τυπήσεσθαι διὰ τοῦ ˉη γράφεται καὶ προπαροξύνεται]· πάλιν τὸ τύψειν εἰς τὴν ˉτˉυ συλ λαβὴν ἔχει τὸν τόνον, ἀλλὰ καὶ τὸ τυφθήσεσθαι ὤφειλεν εἰς τὴν ˉτˉυ συλλαβὴν φυλάττειν τὸν τόνον ἀλλ' ἐπειδὴ οὐδέποτε πρὸ τριῶν συλ λαβῶν εἴωθεν ὁ τόνος πίπτειν, οἷον Ἀγαμεμνόνειος Ἀριστάρχειος φιλήματα Ἀδώνιδος, τούτου χάριν κατεβιβάσθη μίαν συλλαβὴν ἐπὶ τούτου ὁ τόνος. Τούτων οὕτως ἐχόντων, ἐπειδὴ τὸ τυπεῖν ἐν τῇ συλλαβῇ τῇ ἐχούσῃ τὸ ˉπ ἔχει τὸν τόνον, τούτου χάριν καὶ τὸ τυπέσθαι, λέγω δὴ ὁ δεύτερος μέσος ἀόριστος, ἐν τῇ συλλαβῇ τῇ ἐχούσῃ τὸ ˉπ ἔχει τὸν τόνον, καὶ τούτου χάριν ἀεὶ πρὸ μιᾶς ἔχει τὸν τόνον· καὶ πάλιν εἰ τὸ τετυφέναι εἰς τὴν ˉφˉε συλλαβὴν ἔχει τὸν τόνον καὶ πρὸ μιᾶς συλλαβῆς 229 τοῦ τέλους, δηλονότι καὶ ἐν τῷ τετύφθαι πρὸ μιᾶς συλλαβῆς εὐλόγως ἐστὶν ὁ τόνος, εἰ καὶ μὴ ἐν τῇ αὐτῇ συλλαβῇ ἐφυλάχθη ὁ τόνος· διατί γὰρ ἐν τῇ αὐτῇ συλλαβῇ οὐκ ἐφυλάχθη ὁ τόνος, ὁ Ῥω μανὸς ἡμᾶς ἐδίδαξεν εἰπών, ὅτι ὁ παθητικὸς παρακείμενος συγκοπὴν πέπονθεν· συγκοπὴν δὲ παθὼν τῆς ˉφˉε συλλαβῆς ἀπεστέρηται. Δεῖ προσθεῖναι τῷ κανόνι χωρὶς τοῦ ἐνεστῶτος τοῦ παθητικοῦ ἀπὸ τῶν εἰς ˉμˉι· τὸ γὰρ τιθέναι καὶ ἱστάναι καὶ διδόναι καὶ ζευγνύναι πρὸ μιᾶς ἔχουσι τὸν τόνον, τὸ δὲ τίθεσθαι καὶ ἵστασθαι καὶ δίδοσθαι καὶ ζεύγνυσθαι πρὸ δύο συλλαβῶν ἔχουσι τὸν τόνον· ταῦτα γὰρ κατὰ συνεκδρομὴν ἐγένοντο τῶν ἰδίων ὁριστικῶν, τοῦ τίθεται καὶ ἵσταται καὶ δίδοται καὶ ζεύγνυται· αὕτη μὲν οὖν ἐστιν ἡ πρώτη ἀπολογία. Δευ τέρα δὲ ἀπολογία ἐστὶν αὕτη· τὸν τόνον τῆς μετοχῆς τῆς ἐνεργητικῆς τὸν ὄντα ἐπὶ τῆς τελευταίας συλλαβῆς ἔχειν ἀνάγκη καὶ τὴν παραλή γουσαν τῶν εἰς ˉθˉαˉι ἀπαρεμφάτων, εἴτε παθητικῶν εἴτε μέσων, οἷον τὸ τύπτων καὶ τὸ τύψων εἰς τὴν τελευταίαν συλλαβὴν ἔχουσι τὴν βαρεῖαν· πᾶσα γὰρ συλλαβή, χωρὶς τῆς συλλαβῆς τῆς ἐχούσης τὸν κύριον τόνον, βαρεῖαν δέχεται, οἷον Αἴας βότρυς μῆλον· ἀλλὰ καὶ τὸ τύπτεσθαι καὶ τὸ τύψεσθαι ἐν τῇ παραληγούσῃ βαρεῖαν ἐπιδέχονται· τῆς οὖν βαρείας ἐν τῇ παραληγούσῃ οὔσης, οὐ δύναται ἐν τῇ παραληγούσῃ εἶναι ὁ κύριος τόνος, φημὶ δὴ ἡ ὀξεῖα ἡ οὖσα ἐν τῇ προπαραληγούσῃ, ἐπειδὴ κωλύεται ἐκ τῆς βαρείας· ὅπου γάρ ἐστιν ἡ βαρεῖα, ἐκεῖ οὐ δύναται εἶναι ὁ κύριος τόνος τῆς λέξεως· ἀλλ' οὔτε δὲ ἐν τῷ τέλει δύναται εἶναι, ἐπειδὴ τὰ ῥήματα ἀποστρέφονται τὴν ὀξεῖαν τάσιν· μὴ δυνά μενος οὖν ὁ κύριος τόνος εἶναι μήτε ἐν τῷ τέλει μήτε ἐν τῇ παρα ληγούσῃ, ἀνατρέχει ἐπὶ τὴν πρὸ τῶν δύο συλλαβήν, καὶ ἐξ ἀνάγκης προπαροξύνεται· πάλιν τὸ ποιῶν ἐν τῇ τελευταίᾳ συλλαβῇ ἔχει τὸν κύριον τόνον τῆς λέξεως, ἀλλὰ καὶ τὸ ποιεῖσθαι ἐν τῇ παραληγούσῃ ἔχει τὸν κύριον τόνον· οὕτως οὖν καὶ ἐπὶ τοῦ παθητικοῦ παρακει μένου καὶ ἐπὶ τοῦ δευτέρου μέσου ἀορίστου· ἐπειδὴ γὰρ αἱ μετοχαὶ αὐτῶν αἱ ἐνεργητικαὶ ἀεὶ ἐπὶ τέλους ἔχουσι τὸν κύριον τόνον, τετυφώς γὰρ καὶ τυπών, τούτου χάριν καὶ τὰ εἰς ˉθˉαˉι αὐτῶν ἀπαρέμφατα ἀεὶ ἐν τῇ παραληγούσῃ ἔχουσι τὸν κύριον τόνον, οἷον τετύφθαι καὶ τυπέ σθαι. Δεῖ πάλιν σημειώσασθαι καὶ προσθεῖναι ἐν τῷ κανόνι χωρὶς τοῦ ἐνεστῶτος τοῦ παθητικοῦ τοῦ ἀπὸ τῶν εἰς ˉμˉι· αἱ γὰρ μετοχαὶ τούτων αἱ ἐνεργητικαὶ ἐπὶ τέλους ἔχουσι τὸν κύριον τόνον, οἷον τιθείς ἱστάς διδούς ζευγνύς, καὶ ὅμως τὰ εἰς ˉθˉαˉι αὐτῶν ἀπαρέμφατα οὐκ 230 ἔχουσιν ἐν τῇ παραληγούσῃ τὸν κύριον τόνον, ἀλλ' ἐν τῇ προπαρα ληγούσῃ, τίθεσθαι γὰρ καὶ ἵστασθαι προπαροξυτόνως· ταῦτα δέ, ὡς εἴρηται, κατὰ συνεκδρομὴν ἐγένοντο τῶν ἰδίων ὁριστικῶν, τοῦ τίθεται καὶ ἵσταται καὶ δίδοται καὶ ζεύγνυται. Τούτου χάριν ἀεὶ πρὸ μιᾶς συλλαβῆς, τουτέστιν ἐν τῇ παραληγούσῃ, ἔχουσι τὸν τόνον τὰ εἰς ˉθˉαˉι ἀπαρέμφατα τοῦ παθητικοῦ παρακειμένου καὶ τοῦ δευτέρου μέσου ἀορίστου Ἀόριστοι δὲ παθητικοὶ πρῶτος καὶ δεύτερος, ἐπειδὴ μὴ ἔχουσιν ἐν τῷ τρίτῳ προσώπῳ τὸ ˉτ κλιτικόν, ἑτέρως γίνονται. Ἐνταῦθα περὶ τῶν ἀπαρεμφάτων τοῦ παθητικοῦ πρώτου ἀορίστου καὶ τοῦ παθητικοῦ δευτέρου ἀορίστου διαλαμβάνει, φημὶ δὴ τοῦ τυφθῆναι καὶ τυπῆναι, καὶ λέγει, ὅτι ἐπειδὴ ταῦτα οὐκ ἔχουσιν ἐν τῷ τρίτῳ προσώπῳ τοῦ ὁριστικοῦ τὸ ˉτ κλιτικόν, τούτου χάριν ἀλλοίως κανονίζονται. Κανονίζονται δὲ τοῦτον τὸν τρόπον· οἱ παθητικοὶ ἀόρι στοι, φημὶ δὴ ὁ πρῶτος καὶ ὁ δεύτερος, κατὰ τὸ τρίτον αὐτῶν πρόσ ωπον προσλαμβάνοντες τὴν ˉνˉαˉι συλλαβὴν καὶ τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν ἀποβάλλοντες τὸ ἀπαρέμφατον ποιοῦσιν, οἷον ἐτύφθη τυφθῆναι, ἐνύχθη νυχθῆναι, ἐλέχθη λεχθῆναι, ἐτύπη τυπῆναι, ἐνύγη νυγῆναι, ἐστάλη σταλῆναι. Ἰστέον δὲ ὅτι εὐλόγως ταῦτα εἰς ˉνˉαˉι ἔχουσι τὸ ἀπαρ έμφατον, ἐπειδὴ καὶ ἡ μετοχὴ αὐτῶν εἰς ˉς ἐστὶ μετ' ὀξείας τάσεως, οἷον τυφθείς τυπείς· τὰ δὲ ἔχοντα τὴν μετοχήν, ὡς εἴρηται, εἰς ˉς μετ' ὀξείας τάσεως εἰς ˉνˉαˉι ἔχουσι τὸ ἀπαρέμφατον, οἷον τετυφώς τετυφέναι, τετυπώς τετυπέναι, τιθείς τιθέναι, διδούς διδόναι· οὕτως οὖν καὶ τυφθείς τυφθῆναι καὶ τυπείς τυπῆναι. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι ἐν τοῖς παθητικοῖς ἀπαρεμφάτοις οὐ συμπίπτει ἤγουν οὐχ ὁμοφωνεῖ ὁ δεύτερος ἀόριστος τῷ δευτέρῳ μέλλοντι, ὥσπερ ἐν τοῖς ἐνεργητικοῖς ἀπαρεμφάτοις· ἐν μὲν γὰρ τοῖς ἐνεργητικοῖς ἀπαρ εμφάτοις τυπεῖν ἐστίν, ὡς ἔγνωμεν, τὸ ἀπαρέμφατον τοῦ δευτέρου ἀορίστου καὶ τοῦ δευτέρου μέλλοντος, ἐνταῦθα ἐν τοῖς παθητι κοῖς τὸ μὲν ἀπαρέμφατον τοῦ δευτέρου ἀορίστου τυπῆναι ἐστίν, τὸ δὲ τοῦ δευτέρου μέλλοντος τυπήσεσθαι. Καὶ ἔστιν εἰπεῖν, ὅτι ἐπειδὴ οὐ συνέπεσον αἱ παθητικαὶ μετοχαὶ ἀλλήλαιςἡ μὲν γὰρ τοῦ δευτέρου παθητικοῦ ἀορίστου τυπείς ἐστίν, ἡ δὲ τοῦ δευτέρου παθητικοῦ μέλ λοντος τυπησόμενοςτούτου χάριν οὐδὲ τὰ ἀπαρέμφατα συνέπεσον· ἐν γὰρ τοῖς ἐνεργητικοῖς, ὡς εἴπομεν, ὁ τόνος ἐποίησε τὴν συνέμπτω σιν τοῦ δευτέρου ἀορίστου καὶ τοῦ δευτέρου μέλλοντος κατὰ τὰ ἀπαρ έμφατα. Τοιαῦτα ἔχομεν εἰπεῖν περὶ τῶν ἀπαρεμφάτων.

Intertext edge

Open linked passage

Note