Prolegomena et scholia in Theodosii Alexandrini canones
Georgius Choeroboscus ConstantinopolitanusCano 231 · pg-scrape-grcMore by Georgius Choeroboscus Constantinopolitanus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-choeroboscus-constantinopolitanus" aria-label="More works by Georgius Choeroboscus Constantinopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
231.1.1
Περὶ προστακτικῶν. Ἰστέον ὅτι ὁ Ἀπολλώνιος τὰ εὐκτικὰ προτάττει τῶν προστακτικῶν, ἐπειδὴ τὰ μὲν εὐκτικὰ τελείας ἔχουσι φωνάς, ἔχουσι γὰρ καὶ πρῶτον καὶ δεύτερον καὶ τρίτον πρόσωπον, τὰ δὲ προστακτικὰ οὐκ ἔχουσι τελείας φωνάς, δεύτερον γὰρ καὶ τρίτον μόνον πρόσωπον ἔχου σιν, οὐ μὴν καὶ πρῶτον· ὁ δὲ Θεοδόσιος τὰ προστακτικὰ προτάττει τῶν εὐκτικῶν, ἐπειδὴ τὰ προστακτικὰ δοκοῦσι φωνὰς ἔχειν ὁριστικάς, οἷον ἔτυπτε τύπτε, ἐποίει ποίει, ἐβόα βόα· καὶ ἐπειδὴ τὰ προστακτικά, ὡς εἴρηται, δοκοῦσι φωνὰς ἔχειν ὁριστικάς, τὰ δὲ ὁριστικὰ πρωτεύουσι τῶν εὐκτικῶν, τούτου χάριν καὶ τὰ προστακτικὰ προέταξε τῶν εὐκτικῶν. Ἰστέον δὲ ὅτι ἐν τοῖς προστακτικοῖς καθόλου οὐκ ἔστιν εὑρεῖν πρῶτον πρόσωπον, οὔτε ἐν τοῖς ἑνικοῖς οὔτε ἐν τοῖς δυϊκοῖς οὔτε ἐν τοῖς πληθυντικοῖς, ἐπειδὴ οὐδεὶς ἑαυτῷ προστάττει, ἐπειδὴ ὁ προστάτ των τοῦ προσταττομένου θέλει χωρίζεσθαι· ἐὰν οὖν προστάξῃ τις ἑαυτῷ, μέλλει αὑτοῦ αὐτὸς χωρίζεσθαι, ὅπερ ἐστὶν ἀδύνατον. Ὁ δὲ τεχνικὸς λέγει, ὅτι διὰ τοῦτο ἐν τοῖς προστακτικοῖς οὐκ ἔστι πρῶτον πρόσωπον, ἐπειδὴ πρῶτον πρόσωπόν ἐστι τὸ ὑπὲρ ἑαυτοῦ ἀποφαινόμενον, ἤγουν περὶ ἑαυτοῦ, οἷον λέγω γράφω ποιῶ ἀναγινώσκω τύπτω· ἰδοὺ γὰρ ὑπὲρ ἑαυτοῦ ἀποφαίνεταί τις, οἷον περὶ ἑαυτοῦ λέγων τύπτω γράφω καὶ τὰ ὅμοια· ἡ δὲ πρόσταξις πρὸς παρὸν καὶ ἕτερον πρόσωπόν ἐστιν ἀπότασις· πᾶς γὰρ ἀνὴρ ἑτέρῳ παρόντι προστάττει, οἷον τύπτε οὐχ ἑαυτῷ· τοῦ οὖν πρώτου μὲν προσώπου ἀεὶ περὶ ἑαυτοῦ ἀπο φαινομένου, τῆς δὲ προστάξεως πρὸς παρὸν καὶ ἕτερον πρόσωπον ἀεὶ γινομένης, πῶς δυνατὸν τὰ προστακτικὰ ἔχειν πρῶτα πρόσωπα; ἀδύνατον γὰρ ἐν μιᾷ φωνῇ περὶ ἑαυτοῦ τε ἀποφαίνεσθαί τινα καὶ πρὸς ἕτερον ποιεῖσθαι τὸν λόγον· εὑρίσκεται γάρ, ὡς ἀνωτέρω εἴρη ται, αὐτὸς ἑαυτοῦ χωριζόμενος, καθὸ ὁ προστάττων τοῦ προσταττο μένου κεχώρισται, ὅπερ ἐστὶν ἀδύνατον. Ταῦτα μὲν ἐν τούτοις. Λέγουσι δέ τινες, ὅτι εὑρίσκομεν ἐν χρήσει τινὰ πρῶτα πρόσωπα προστακτικά, ὡς παρὰ τῷ ποιητῇ ἀλλ' ἄγε δὴ τὰ χρήματ' ἀριθμήσω καὶ ἴδωμαι. ἐξείπω καὶ πάντα διίξομαι, καὶ ἐν πληθυντικοῖς ὁμοίως, ἀλλ' ἄνδρας κτείνωμεν, ἔπειτα δέ, καὶ πάλιν φεύγωμεν σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν· καὶ τοῦτο πιστοῦνται ἐκ τῆς συντάξεως τοῦ ἄγε 232 καὶ τοῦ μή· τὸ γὰρ ἄγε καὶ τὸ μή προστακτικοῖς συνταττόμενα, οἷον ἄγε γράφε, μὴ γράφε, συντάττονται καὶ τούτοις, οἷον ἀλλ' ἄγε δὴ τὰ χρήματ' ἀριθμήσω καὶ ἴδωμαι, ἀλλ' ἄγ' ἐγών, ὃς σεῖο γεραίτερος εὔχομαι εἶναι, είπω, μὴ κτείνωμεν, μὴ ποιήσωμεν, μὴ γράψωμεν. Ἔστι δὲ εἰπεῖν, ὅτι οὐ δύναται τὸ κτεί νωμεν καὶ φεύγωμεν πρῶτα πρόσωπα προστακτικὰ εἶναι· κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι πᾶν πρῶτον πρόσωπον εἰς ˉμˉεˉν λῆγον ἰσοχρονεῖν θέλει κατὰ τὴν παραλήγουσαν τῷ ἰδίῳ δευτέρῳ προσώπῳ, οἷον τύπτο μεν τύπτετε, γράφομεν γράφετε, λέγομεν λέγετε· ἰδοὺ γὰρ καὶ τὸ πρῶτον πρόσωπον βραχείᾳ παραλήγεται καὶ τὸ δεύτερον ὁμοίως· καὶ πάλιν ποιοῦμεν ποιεῖτε, βοῶμεν βοᾶτε, χρυσοῦμεν χρυσοῦτε· ἰδοὺ γὰρ καὶ τὸ πρῶτον πρόσωπον μακρᾷ παραλήγεται καὶ τὸ δεύτερον ὁμοίως· καὶ πάλιν ἐὰν γράφωμεν ἐὰν γράφητε, ὁμοίως ἀμφοτέρων μακρὰ ἡ παραλήγουσα· εἰ οὖν τὸ ἄνδρας κτείνωμεν καὶ φεύγωμεν σὺν νηυσί μακρᾷ παραλήγονται, τὸ δὲ κτείνετε καὶ φεύγετε δεύτερα προσ τακτικὰ βραχείᾳ παραλήγονται, δηλονότι οὐκ ἔστι τὸ κτείνωμεν πρῶτον τοῦ κτείνετε οὐδὲ τὸ φεύγωμεν πρῶτον τοῦ φεύγετε· ἄρα οὖν οὐκ εἰσὶ τὸ κτείνωμεν καὶ τὸ φεύγωμεν πρῶτα πρόσωπα πληθυντικὰ προσ τακτικὰ δηλονότι, οὐδὲ τὸ ἀλλ' ἄγε δὴ τὰ χρήματ' ἀριθμήσω καὶ ἴδωμαι εἰσὶν ἑνικὰ πρῶτα πρόσωπα προστακτικά. Τί οὖν εἰσι ταῦτα; λέγομεν ὅτι οὐκ εἰσὶ προστακτικά, τὰ γὰρ προστακτικά, ὡς εἴρηται, οὐκ ἔχουσι πρῶτα πρόσωπα, ἀλλ' ὑποθετικά· ὑποθετικὰ δὲ λέγονται, ἐπειδὴ ὑποτίθεταί τις καὶ συμβουλεύει τὸ πρακτέον, οἷον ποιήσωμεν κτείνωμεν φεύγωμεν μάθωμεν. Δεῖ γὰρ γινώσκειν, ὅτι οἱ φιλόσοφοι ἄλλας δύο ἐγκλίσεις μετὰ τὰς πέντε προστιθέασιν, φημὶ δὴ τὴν ὑποθετικὴν καὶ τὴν ἐρωτηματικήν· καὶ τὴν μὲν ἐρωτηματικὴν οὐ δεχόμεθα, ἐπειδὴ πᾶσα λέξις ἐρώτησιν δέχεται, ἤγουν κατὰ ἐρώτησιν δύναται προενεχθῆναι, οἷον τύπτεις; ἄνθρωπος; μεγάλως; ἄτοπον δέ ἐστι τὴν ἐν παντὶ μέρει λόγου εὑρισκομένην εἰπεῖν ἔγκλισιν εἶναι ῥήματος· εὑρεθήσεται γὰρ τὸ ἄνθρωπος, ἡνίκα ἐρωτηματικῶς προφέρε ται, ἐγκλίσεως ἐρωτηματικῆς, ὅπερ ἄτοπον, ὄνομα γάρ ἐστιν· ἄλλως τε δὲ οὐδὲ δύναται ἔγκλισις εἶναι ἡ ἐρωτηματική, ἐπειδὴ οὐκ ἔχει ἰδίας φωνάς· ἑκάστη δὲ ἔγκλισις ἰδίας φωνὰς ἔχει, οἷον ἡ ὁριστικὴ τύπτω γράφω, καὶ ἡ ἀπαρέμφατος τύπτειν γράφειν, καὶ ἡ προστακτικὴ 233 τύπτε γράφε, καὶ ἡ εὐκτικὴ τύπτοιμι γράφοιμι, καὶ ἡ ὑποτακτικὴ ἐὰν τύπτω ἐὰν γράφω· ἡ δὲ ἐρωτηματικὴ ἔγκλισις ἡ κατὰ τοὺς φιλοσόφους οὐκ ἔχει ἰδίας φωνάς· ἣν γὰρ ἔχουσι φωνὴν πρὸ τῆς ἐρωτήσεως τὰ μέρη τοῦ λόγου, τὴν αὐτὴν ἔχουσι καὶ ἐρωτηματικῶς προφερόμενα· τὸ γὰρ Ὅμηρος καὶ τὸ τύπτω καὶ τὰ ὅμοια, εἴτε ἄνευ ἐρωτήσεως εἴτε μετὰ ἐρωτήσεως προενέγκῃ τις, τὴν αὐτὴν ἔχουσι φωνήν. Τὴν δὲ ὑπο θετικὴν οὐ δεχόμεθα ἑτέραν ἔγκλισιν, ἐπειδὴ πρῶτον μὲν τὰ ὑποθετικὰ σπάνιά εἰσι καὶ οὐ πολλάκις εὑρημένα ἐν τῇ χρήσει· δεύτερον δὲ ὅτι τὰ ὑποθετικὰ πρώτου καὶ μόνου προσώπου εἰσίν, οὐδέποτε δὲ δευτέρου καὶ τρίτου προσώπου, ὡς δῆλον ἐκ τῶν προειρημένων παραδειγμάτων· τρίτον δὲ ὅτι οὐκ ἔχουσιν ἰδίας φωνὰς τὰ ὑποθετικά· αἱ γὰρ φωναὶ αὐτῶν ὑποτακτικαί εἰσιν, ἀλλ' ἄγε δὴ τὰ χρήματ' ἀρι θμήσω καὶ ἴδωμαι, ἀλλ' ἄνδρας κτείνωμεν, ἐξείπω καὶ πάντα διίξομαι, φεύγωμεν σὺν νηυσί, λάβωμεν ποιήσωμεν φύγωμεν δράμωμεν ἔλθωμεν ἐνέγκωμεν. ἐνεστῶτος καὶ παρατατικοῦ. Τύπτε. Ἰστέον ὅτι ἐν τοῖς προστακτικοῖς οἱ ὅλοι χρό νοι συνεζευγμένοι εἰσίν, ἐνεστῶτος καὶ παρατατικοῦ ὁμοῦ φαμεν, καὶ παρακειμένου καὶ ὑπερσυντελίκου ὁμοίως ὁμοῦ, καὶ ἀορίστου καὶ μέλ λοντος ὁμοίως ὁμοῦ. Δεῖ δὲ γινώσκειν, ὅτι τὸ προστακτικὸν τοῦ ἐν εστῶτος καὶ παρατατικοῦ κανονίζεται τοῦτον τὸν τρόπον· πᾶν τρίτον πρόσωπον ἑνικὸν τοῦ ἐνεργητικοῦ παρατατικοῦ τοῦ ὁριστικοῦ τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν ἀποβάλλον τὸ προστακτικὸν ποιεῖ τοῦ ἐνεστῶ τος καὶ παρατατικοῦ, τῆς βαρείας τάσεως φυλαττομένης, οἷον ἔτυπτε τύπτε, ἔλεγε λέγε, ἔγραφε γράφε, ἔκοπτε κόπτε, ἐποίει ποίει, ἐνόει νόει, ἐβόα βόα, ἐγέλα γέλα, ἐχρύσου χρύσου, ἐστεφάνου στεφάνου· ὁ δὲ λόγος ἐπὶ τῶν εἰς ˉω, τὰ γὰρ εἰς ˉμˉι ἀλλοίως κανονίζονται, ὡς, εἰ θεῷ φίλον, ἐν τῇ περὶ τούτων διδασκαλίᾳ μαθησόμεθα. Τυπτέτω. Ἰστέον ὅτι πᾶν δεύτερον προστακτικὸν ἐνεργητικὸν [ἢ μέσον] εἰς φωνῆεν λῆγον [παρακειμένου καὶ ὑπερσυντελίκου], πλὴν τῶν εἰς ˉθˉι, προσθέσει τοῦ ˉτˉω τρίτον γίνεται, οἷον τύπτε τυπτέτω, λέγε λεγέτω, ποίει ποιείτω, βόα βοάτω, χρύσου χρυσούτω, τέτυφετε 234 τυφέτω, τέτυπε τετυπέτω, δέδουπε δεδουπέτω. Πρόσκειται ἐνεργη τικόν διὰ τὸ τύπτου· τοῦτο γὰρ οὐ ποιεῖ προσθέσει τοῦ ˉτˉω τὸ τρί τον, οὐδὲ γὰρ λέγομεν τυπτούτω ἀλλὰ τυπτέσθω· ἀλλ' οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔστιν ἐνεργητικὸν ἀλλὰ παθητικόν· πρόσκειται εἰς φωνῆεν λῆγον διὰ τὸ τύψον· τοῦτο γὰρ οὐ ποιεῖ προσθέσει τοῦ ˉτˉω τὸ τρίτον, οὐδὲ γὰρ λέγομεν τυψόντω ἀλλὰ τυψάτω· ἀλλ' οὐκ ἀντί κειται ἡμῖν, ἐπειδὴ τὸ τύψον οὐ λήγει εἰς φωνῆεν· πρόσκειται πλὴν τῶν εἰς ˉθˉι, ἐπειδὴ τὰ εἰς ˉθˉι οὐ ποιοῦσι προσθέσει τοῦ ˉτˉω τὸ τρίτον, ἀλλὰ τροπῇ τοῦ ˉθˉι εἰς ˉτˉω, οἷον ἵσταθι ἱστάτω, δίδοθι διδότω, ζεύγνυθι ζευγνύτω. Ταῦτα μὲν ἐν τούτοις. Ἀποροῦσι δέ τινες λέγοντες, εἰ ἄρα ἡ πρόσταξις, ὡς εἴρηται, πρὸς παρὸν πρόσωπον ἀεὶ γίνεταιεἰρήκαμεν γάρ, ὅτι ἡ πρόσταξις πρὸς παρὸν πρόσωπόν ἐστιν ἀπότασις, οἷον τύπτε γράφε ποίειτὸ δὲ τρί τον πρόσωπον, ὡς ἐν τοῖς προλεγομένοις ἐμάθομεν, ἀεὶ ἀπόν ἐστι μήτε προσφωνοῦν μήτε προσφωνούμενοντρίτον γάρ ἐστι πρόσωπον, περὶ οὗ ὁ λόγος μήτε προσφωνοῦντος μήτε προσφωνουμένουπῶς εὑρίσκομεν ἐν τοῖς προστακτικοῖς τρίτα πρόσωπα, ἢ πῶς δυνατόν τινα τῷ μὴ παρόντι μήτε προσφωνοῦντι μήτε προσφωνουμένῳ προστάξαι. Πρὸς οὓς ἔστιν εἰπεῖν, ὅτι καὶ τὸ προστακτικὸν τρίτον πρόσωπον πρὸς παρὸν δεύτερον πρόσωπον ἀπότασίς ἐστιν εἰς μετάδοσιν τοῦ τρίτου· λέγομεν γὰρ καὶ προστάττομεν τῷ δευτέρῳ προσώπῳ, ἵνα μεταδῷ τοῦ προσταττομένου τῷ τρίτῳ, οἷον ἐν τῷ λέγειν με τυψάτω καὶ λεγέτω καὶ ποιείτω τρίτον προστακτικὸν πρὸς παρὸν δεύτερον πρόσωπον ἀπο τείνομαι καὶ παρόντι προστάττω, ἵνα μεταδῷ τῷ τρίτῳ τοῦ προστατ τομένου, καὶ ἵνα τὸ τρίτον λοιπὸν ποιήσῃ τὸ προσταττόμενον. Τούτων οὕτως ἐχόντων ἀποροῦσί τινες λέγοντες, διατί γὰρ μὴ καὶ τὸ τυπτέτω καὶ λεγέτω καὶ πάντα τὰ τρίτα πρόσωπα τὰ προστακτικὰ δεύτερα εἶναι λέγομεν, ἔνθα καὶ ἐν αὐτοῖς, ὡς εἴρηται, πρὸς παρὸν δεύτερον πρόσ ωπόν ἐστιν ἡ ἀπότασις. Ἔστιν οὖν εἰπεῖν, ὅτι οὐ δύνανται τὰ τρίτα προστακτικὰ δεύτερα λέγεσθαι, ἐπειδὴ ἐν τοῖς προστακτικοῖς τὰ δεύτερα πρόσωπα οὐ λέγονται ἀνομοιοσχήμως ἀλλ' [ἢ] ὁμοιοσχήμως· ἐὰν μὲν γὰρ ἑνὶ προστάξωμεν, τύπτε φαμὲν ἑνικῶς καὶ οὐ πληθυν τικῶς, ἐὰν δὲ πολλοῖς, τύπτετε πληθυντικῶς καὶ οὐ τύπτε ἑνικῶς· τὰ δὲ τρίτα πρόσωπα ἐν τοῖς προστακτικοῖς καὶ ἀνομοιοσχήμως λέγονται· 235 καὶ γὰρ ἑνὸς παρόντος προσώπου λέγομεν καὶ προστάττομεν τυπτέτω σαν πληθυντικῶς, καίπερ πρὸς ἕνα τὴν ἀπότασιν ποιούμενοι, εἰς μετά δοσιν πολλῶν, πρὸς ἕνα γὰρ ἀποτεινόμεθα, ἵνα μεταδῷ τοῖς πολλοῖς τοῦ τύπτειν· καὶ πάλιν ἐκ τοῦ ἐναντίου πολλῶν παρόντων λέγομεν καὶ προστάττομεν τυπτέτω ἑνικῶς, καίπερ πρὸς πολλοὺς τὴν ἀπότασιν ποιούμενοι, εἰς μετάδοσιν ἑνός, πρὸς πολλοὺς γὰρ ἀποτεινόμεθα, ἵνα μεταδῶσιν ἑνὶ τοῦ τύπτειν· δῆλον οὖν ἐκ τοῦ καὶ ἀνομοιοσχήμως λέ γεσθαι τὰ τρίτα πρόσωπα ἐν τοῖς προστακτικοῖς, ὡς οὐ δύνανται λέ γεσθαι δεύτερα, εἰ καὶ πρὸς παρὸν πρόσωπον ἔχουσι τὴν ἀπότασιν, ὡς ἐδείξαμεν ἀνωτέρω. Δυϊκά. Τύπτετον, τυπτέτων. Ἰστέον ὅτι τὸ πρῶτον τῶν δυϊκῶν ἐπιλιμπάνει ἐνταῦθα, οὐκ ἐπειδὴ τὸ πρῶτον τῶν πληθυντικῶν ἔχει ἐν τῇ τελευταίᾳ συλλαβῇ τὸ ˉμ, οὐ γὰρ ἔστιν οὔτε ἐν τοῖς πλη θυντικοῖς πρῶτον πρόσωπον, ἀλλ' ἐπειδή, ὡς ἔγνωμεν ἀνωτέρω, ἐν τοῖς προστακτικοῖς καθόλου ἐπὶ τῶν τριῶν ἀριθμῶν ἐπιλιμπάνει τὸ πρῶτον πρόσωπον, καθὸ οὐδεὶς ἑαυτῷ προστάττει. Γέγονε δὲ τὸ μὲν δεύτερον τῶν δυϊκῶν ἀπὸ τοῦ δευτέρου τῶν πληθυντικῶν τροπῇ τοῦ ˉε εἰς ˉοˉν, οἷον τύπτετε τύπτετον· τὸ δὲ τρίτον τῶν δυϊκῶν ἐκ τοῦ ἰδίου δευτέρου γέγονε τροπῇ τοῦ ˉο εἰς ˉω· καθόλου γὰρ ἐν τοῖς προστακτι κοῖς πᾶν δεύτερον πρόσωπον δυϊκὸν τροπῇ τοῦ ˉο εἰς ˉω τὸ τρίτον τῶν δυϊκῶν ποιεῖ, οἷον τύπτετον τυπτέτων, ποιεῖτον ποιείτων, βοᾶτον βο άτων, τύπτεσθον τυπτέσθων. Καὶ ἐν μὲν ταῖς ἄλλαις ἐγκλίσεσιν, ἡνίκα διαφωνοῦσι τὰ δεύτερα καὶ τὰ τρίτα τῶν δυϊκῶν, τροπῇ τοῦ ˉο τοῦ ἐν τῷ δευτέρῳ δυϊκῷ εἰς τὸ ˉη γίνεται τὸ τρίτον τῶν δυϊκῶν, οἷον ἐτύ πτετον ἐτυπτέτην, ἐτετύφειτον ἐτετυφείτην, τύπτοιτον τυπτοίτην, τυ φθείητον τυφθειήτην· ἐν δὲ τοῖς προστακτικοῖς, ὡς εἴρηται, τροπῇ τοῦ ˉο τοῦ ἐν τῷ δευτέρῳ δυϊκῷ εἰς ˉω τὸ τρίτον γίνεται· καὶ εὐλόγως εἰς τὸ ˉω γέγονεν ἡ τροπὴ ἐν τοῖς προστακτικοῖς, ἐπειδὴ χαίρουσι τὰ τρίτα τῶν προστακτικῶν τῷ ˉω, οἷον τυπτέτω τυπτέτωσαν, ποιείτω ποιείτω σαν· ἰδοὺ γὰρ καὶ ἐν τῷ ἑνικῷ τρίτῳ καὶ ἐν τῷ πληθυντικῷ τρίτῳ τὸ ˉω ἐστίν. Διὰ τοῦτο δὲ ἐν τοῖς προστακτικοῖς οὐχ ὁμοφωνεῖ τὸ τρίτον τῶν δυϊκῶν τῷ ἰδίῳ δευτέρῳ, ἐπειδὴ τὸ τρίτον τῶν πληθυντικῶν οὔτε εἰς ˉσˉι λήγει οὔτε εἰς ˉτˉαˉι, τυπτέτωσαν γάρ φαμεν καὶ τυψάτωσαν καὶ τυπτέσθωσαν καὶ τυψάσθωσαν. Πληθυντικά. Τύπτετε, τυπτέτωσαν. Ἰστέον ὅτι ἐν τοῖς προσ τακτικοῖς καὶ τὸ δεύτερον τῶν πληθυντικῶν καὶ τὸ τρίτον τῶν πλη θυντικῶν ἐκ τοῦ τρίτου τῶν ἑνικῶν γίνεται· καὶ τὸ μὲν δεύτερον τῶν πληθυντικῶν κανονίζεται τοῦτον τὸν τρόπον· πᾶν τρίτον ἑνικὸν προσ τακτικὸν τροπῇ τοῦ ˉω εἰς ˉε δεύτερον τῶν πληθυντικῶν γίνεται, οἷον 236 τυπτέτω τύπτετε, λεγέτω λέγετε, ποιείτω ποιεῖτε, τυπτέσθω τύπτε σθε, τυψάσθω τύψασθε, τετυφέτω τετύφετε, τετυπέτω τετύπετε, τυ φθήτω τύφθητε, δαρήτω δάρητε, νυγήτω νύγητε· ὁμοτονοῦσι δὲ ταῦτα τῷ δευτέρῳ προσώπῳ τῶν πληθυντικῶν τοῦ ἰδίου ὁριστικοῦ, οἷον ἐποιεῖτε ποιεῖτε, ἐτύπετε τύπετε, ἐτύψατε τύψατε, ἐτύφθητε τύφθητε, ἐνύγητε νύγητε, ἐδάρητε δάρητε, πλὴν τοῦ ἔστε καὶ φάτε· τὸ μὲν γὰρ ὁριστικὸν ὀξύνεται, ἐστέ καὶ φατέ, τὸ δὲ προστακτικὸν βαρύνεται, οἷον ἔστε καὶ φάτε. Τὸ δὲ τρίτον τῶν πληθυντικῶν κανονίζεται τοῦτον τὸν τρόπον· πᾶν τρίτον προστακτικὸν ἑνικὸν προσθήκῃ τῆς ˉσˉαˉν τὸ τρίτον τῶν πληθυντικῶν ποιεῖ, οἷον τυπτέτω τυπτέτωσαν, λεγέτω λεγέτωσαν, τυφθήτω τυφθήτωσαν, τυπτέσθω τυπτέσθωσαν. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι οἱ Ἀθηναῖοι ἐπὶ μὲν τῶν προστακτικῶν τῶν γινο μένων ἀπὸ ὁριστικοῦ μὴ ἔχοντος τὸ ˉμ κλιτικὸν τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν ὁμόφωνον ἔχουσι τῇ γενικῇ τῶν πληθυντικῶν τῆς ἰδίας μετοχῆς, οἷον τύπτετε τυπτόντων ἀντὶ τοῦ τυπτέτωσαν, οἱ τύ πτοντες γὰρ τῶν τυπτόντων, καὶ πάλιν τύψατε τυψάντων ἀντὶ τοῦ τυψάτωσαν, οἱ τύψαντες γὰρ τῶν τυψάντων· ἐπὶ δὲ τῶν προστακτι κῶν τῶν γινομένων ἀπὸ ὁριστικοῦ ἔχοντος τὸ ˉμ κλιτικὸν τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν ὁμόφωνον ποιοῦσι τῷ τρίτῳ προσώπῳ τῶν δυϊκῶν, οἷον τύπτεσθε τυπτέσθων ἀντὶ τοῦ τυπτέσθωσαν, τυπτέ σθων γάρ ἐστι τὸ τρίτον τῶν δυϊκῶν· ὅθεν καί τινες ἐνόμισαν αὐτούς, λέγω δὴ τοὺς Ἀττικούς, τρίτα δυϊκὰ προστακτικὰ λέγειν ἀντὶ τρίτων πληθυντικῶν, καὶ χρῆσθαι αὐτοὺς δυϊκοῖς ἀντὶ πληθυντικῶν. Κακῶς δὲ νομίζουσιν οἱ νομίζοντες αὐτοὺς δυϊκοῖς χρῆσθαι ἀντὶ πληθυντικῶν· οὐκ εἰσὶ γὰρ ταῦτα δυϊκὰ ἀντὶ πληθυντικῶν, ἀλλ', ὡς εἴρηται, ἴδια τρίτα πρόσωπα ποιοῦσι πληθυντικὰ οἱ Ἀθηναῖοι ἐν τοῖς προστακτικοῖς· ὅτι γὰρ οὐκ εἰσὶ ταῦτα δυϊκὰ ἀντὶ πληθυντικῶν, ἀλλὰ πληθυντικά εἰσιν ἴδια τῶν Ἀττικῶν, δῆλον ἐκ τῶν ἐνεργητικῶν Ἀττικῶν τρίτων προσώπων πληθυντικῶν διαφωνούντων πρὸς τὰ τρίτα δυϊκά· τὸ μὲν γὰρ τρίτον ἐνεργητικὸν δυϊκὸν λεγέτων καὶ ποιείτων ἐστίν, τὸ δὲ τρίτον Ἀττικὸν πληθυντικὸν λεγόντων καὶ ποιούντων ἐστὶν ἀντὶ τοῦ λεγέτω σαν καὶ ποιείτωσαν, ὁμοφώνως, ὡς εἴρηται, τῇ γενικῇ τῶν πληθυντι κῶν τῆς ἰδίας μετοχῆς. Ἰδοὺ οὖν ἐν τοῖς ἐνεργητικοῖς διαφωνοῦσι τὰ τρίτα δυϊκὰ καὶ τὰ τρίτα πληθυντικὰ Ἀττικά, εἰ καὶ ἐν τοῖς παθη 237 τικοῖς ὁμοφωνοῦσιν· εἰ δὲ τοῖς τρίτοις δυϊκοῖς ἐχρῶντο οἱ Ἀθηναῖοι ἀντὶ τῶν τρίτων πληθυντικῶν ἐν τοῖς προστακτικοῖς, καὶ ἐπὶ τῶν ἐνερ γητικῶν τοῦτο ἐποίουν, καὶ ἤμελλον καὶ ἐν αὐτοῖς ὁμοφωνεῖν τὰ τρίτα δυϊκὰ καὶ τὰ τρίτα πληθυντικὰ Ἀττικά. Δῆλον οὖν, ὅτι ἴδια τρίτα πρόσωπα ποιοῦσι πληθυντικὰ οἱ Ἀττικοὶ ἐν τοῖς προστακτικοῖς. Παρακειμένου καὶ ὑπερσυντελίκου. Τέτυφε. Ἐνταῦθα τὸ προστακτικὸν τοῦ ἐνεργητικοῦ παρακειμένου καὶ ὑπερσυντελίκου κανονίζει· ἔστι δὲ κανονίσαι αὐτό, ἅμα δὲ καὶ τὸ προστακτικὸν τοῦ μέσου παρακειμένου καὶ ὑπερσυντελίκου, τοῦτον τὸν τρόπον· τὸ τρίτον πρόσωπον ἑνικὸν τοῦ ὁριστικοῦ παρακειμένου, εἴτε ἐνεργητικοῦ εἴτε μέσου, δεύτερον γίνεται προστακτικὸν παρακειμένου καὶ ὑπερσυντελίκου, τὸ ἐνεργητικὸν ἐνεργητικοῦ καὶ τὸ μέσον μέσου, οἷον τέτυφε ἐκεῖνος καὶ τέτυφε σύ, πεποίηκε ἐκεῖνος καὶ πεποίηκε σύ, τέ τυπε ἐκεῖνος καὶ τέτυπε σύ, δέδουπε ἐκεῖνος καὶ δέδουπε σύ· φυλάτ τεται δὲ ἡ ἐν ἀρχαῖς κλιτικὴ ἔκτασις, ἐπειδή, ὡς ἐν τοῖς προλαβοῦσιν ἐμάθομεν, ὁ παρακείμενος οὐδαμῶς ἀποβάλλει τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν· οὔτε γὰρ ἐν ταῖς μετοχαῖς ἀποβάλλει αὐτὴν οὔτε ἐν ταῖς λοιπαῖς ἐγκλίσεσιν, οἷον τέτυφα τετυφώς τετυφέναι τέτυφε σύ τε τύφοιμι ἐὰν τετύφω, ἔσταλκα ἐσταλκώς ἐσταλκέναι ἔσταλκε σύ ἐστάλ κοιμι ἐὰν ἐστάλκω. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι λέγουσί τινες, ὡς εἰς ˉθˉι εἰσὶ τὰ προστακτικὰ τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου, ἐπειδὴ πᾶσα μετοχὴ εἰς ˉς λήγουσα μετ' ὀξείας τάσεως εἰς ˉθˉι ἔχει τὸ προστακτικόν, οἷον τυπείς τύπηθι, νυγείς νύγηθι, δαρείς δάρηθι· εἰ οὖν τετυφώς ἡ μετοχὴ εἰς ˉς μετ' ὀξείας τάσεως, δηλονότι καὶ τέτυφθι τὸ προστακτικὸν εἰς ˉθˉι· προστι θέασι δὲ καὶ τοῦτο, ὅτι ἐπειδὴ τὸ τρίτον πρόσωπον ἑνικὸν τοῦ ὁριστι κοῦ παρακειμένου διὰ τοῦ ˉα ὤφειλεν εἶναι, οἷον τέτυφας τέτυφα ἐκεῖ νος, ὡς ἐν τοῖς προλαβοῦσιν ἐμάθομεν, οὐκ ἐγένετο δὲ οὕτως, ἀλλ' ἔτρεψε τὸ ˉα εἰς τὸ ˉε, ἵνα μὴ ὁμοφωνήσῃ τῷ ἰδίῳ πρώτῳ τῷ τέτυφα ἐγώ, τούτου χάριν, ὡς μὴ γνησίαν κατάληξιν ἔχοντος τοῦ τρίτου προσ ώπου, οὐκ ἐγένετο ἐξ αὐτοῦ τὸ προστακτικὸν ἀλλ' εἰς ˉθˉι. Ταῦτα μὲν οὗτοι. Ὁ δὲ Ἀπολλώνιος οὐ βούλεται τοῦτο, ἀλλὰ λέγει, ὅτι εἰς ˉε λήγει τὸ προστακτικὸν τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου ὁμοφώ νως τῷ τρίτῳ προσώπῳ τὼν ἑνικῶν τοῦ ὁριστικοῦ παρακειμένου, οἷον 238 τέτυφε· ἐκεῖνος τέτυφε σύ, τέτυπε ἐκεῖνος τέτυπε σύ· τότε γάρ, φησίν, εἰς ˉθˉι ἐστὶ τὸ προστακτικόν, ἡνίκα ἐστὶν οὐ μόνον εἰς ˉς καὶ ὀξύτονος ἡ μετοχή, ἀλλὰ καὶ διὰ τοῦ ˉνˉτ κλινομένη, τυπείς τυπέντος τύπηθι, νυγείς νυγέντος νύγηθι, δαρείς δαρέντος δάρηθι, σταλείς σταλέντος στάληθι, γνούς γνόντος γνῶθι· εἰ ἄρα ὁ ἐνεργητικὸς καὶ ὁ μέσος παρα κείμενος οὐκ ἔχουσι τὴν μετοχὴν διὰ τοῦ ˉνˉτ κλινομένην, εἰ καὶ ἔχουσιν αὐτὴν εἰς ˉς μετ' ὀξείας τάσεως, οἷον τετυφώς τετυφότος καὶ τετυπώς τετυπότος, δηλονότι οὐδὲ τὸ προστακτικὸν δύνανται ἔχειν εἰς ˉθˉι. Ταῦτα μὲν ὁ Ἀπολλώνιος. Ἡ δὲ χρῆσις διττή ἐστιν· καὶ εἰς ˉθˉι γὰρ εὑρίσκεται καὶ εἰς ˉε, οἷον κέκλυθι νῦν, Εὔμαιε, καὶ ἄνωχθι καὶ δείδιθι καὶ εὕρηκε σύ. Καὶ λέγει ὁ Ἡρωδιανός, ὅτι ταῦτα τὰ εἰς ˉε προστακτικὰ οὐκ εἰσὶ παρακειμένου, ἀλλ' ἐνεστῶτός εἰσι καὶ παρατα τικοῦ, τοῦ παρακειμένου εἰς ἐνεστῶτα μετενεχθέντος, οἷον ἀπὸ τοῦ εὕρηκα γίνεται ὁ ἐνεστὼς εὑρήκω, καὶ ἐκ τούτου ὁ παρατατικὸς εὕρη κον εὕρηκες εὕρηκε, καὶ λοιπὸν τὸ προστακτικὸν εὕρηκε σύ. Τετυφέτω. Δυϊκά· τετύφετον, τετυφέτων. Πληθυντικά· τετύφετε, τετυφέτωσαν· εἴρηται. Μέσου παρακειμένου καὶ ὑπερσυντελίκου. Τέτυπε. Ἡ αὐτὴ τεχνολογία τοῦ προστακτικοῦ ἐνεργητικοῦ παρακειμένου καὶ ὑπερσυντελίκου καὶ τοῦ μέσου παρακειμένου καὶ ὑπερ συντελίκου. Τετυπέτω. Δυϊκά· τετύπετον, τετυπέτων. Πλη θυντικά· τετύπετε, τετυπέτωσαν· εἴρηται. Ἀορίστου πρώτου καὶ μέλλοντος. Τύψον. Ἐνταῦθα περὶ τῶν προστακτικῶν τοῦ πρώτου ἀορίστου καὶ μέλλοντος διαλαμβάνει καὶ λέγει, ὅτι ἔδει καὶ τὸν ἀόριστον ἐκ τοῦ ἰδίου ὁριστικοῦ τρίτου προσώπου ἑνικοῦ ποιεῖν τὸ προστακτικὸν τοῦ πρώτου ἀορίστου καὶ μέλλοντος κατὰ ἀποβολὴν τῆς ἐν ἀρχῇ κλιτικῆς ἐκτάσεως, οἷον ἔτυψεν ἐκεῖνος τύψε σύ, ἔγραψεν ἐκεῖνος γράψε σύ, ὥσπερ ἔτυπτεν ἐκεῖνος τύπτε σύ, ἔγραφεν ἐκεῖνος γράφε σύ· ἀλλ' ἐγέ νετο, φησίν, εἰς ˉοˉν τὸ προστακτικὸν τοῦ πρώτου ἀορίστου καὶ μέλλον τος Συρρακουσίων ἔθει· οἱ Συρρακούσιοι δὲ τῆς Δωριέων διαλέκτου εἰσίν· οὗτοι γὰρ τὰ προστακτικὰ τοῦ δευτέρου ἀορίστου εἰς ˉοˉν μετα 239 ποιοῦσιν, τὸ λάβε λάβον λέγοντες καὶ τὸ ἄνελε ἄνελον καὶ τὸ νύγε νύγον· οὕτως οὖν καὶ τὸ προστακτικὸν τοῦ πρώτου ἀορίστου καὶ μέλ λοντος κατὰ μίμησιν τῶν Συρρακουσίων εἰς ˉοˉν ἐγένετο, οἷον ἔτυψε τύψον, ἐποίησε ποίησον, ἔγραψε γράψον, ἔλουσε λοῦσον. Καὶ λέγει ὁ Ἡρωδιανός, ὅτι εἰκότως εἰς ˉοˉν ἐγένετο τὸ προστακτικὸν τοῦ πρώ του ἀορίστου καὶ μέλλοντος· εἰς ˉε γάρ, φησίν, οὐκ ἠδύνατο γενέσθαι, ἐπειδὴ τὸ ˉε οὐκ ἔστιν ἐνταῦθα γνήσιον τοῦ τρίτου προσώπου τοῦ ὁρι στικοῦ ἑνικοῦ· πᾶν γὰρ δεύτερον πρόσωπον εἰς ˉς λῆγον, ὡς ἐν τοῖς προλαβοῦσιν εἴρηται, ἀποβολῇ τοῦ ˉς τὸ τρίτον ποιεῖ, οἷον τύπτεις τύπτει, ἔτυπτες ἔτυπτε, ἔλεγες ἔλεγε, ἔμαθες ἔμαθε, χωρὶς τοῦ ἐνε στῶτος τῶν εἰς ˉμˉι· ἐπ' ἐκείνων γὰρ οὐκ ἀποβάλλεται τὸ ˉς, ἀλλὰ τοὐ ναντίον καὶ τὸ ˉι προσέρχεται, οἷον τίθημι τίθης τίθησι, ἵστημι ἵστης ἵστησι, δίδωμι δίδως δίδωσι, ζεύγνυμι ζεύγνυς ζεύγνυσι· εἰ οὖν ἔτυψας ἐστὶ τὸ δεύτερον πρόσωπον, δηλονότι καὶ τὸ τρίτον ὤφειλεν εἶναι ἔτυψα ἐκεῖνος κατὰ ἀποβολὴν τοῦ ˉς, ἀλλ' ἐπειδὴ οὐκ ἐνεδέχετο κατὰ τὸν αὐτὸν ἀριθμὸν καὶ κατὰ τὴν αὐτὴν διάλεκτον ὁμοφωνεῖν τὸ τρίτον πρόσωπον τῷ πρώτῳ, τούτου χάριν καὶ τροπὴ παρηκολούθησε τοῦ ˉα εἰς ˉε, καὶ ἐγένετο ἔτυψε· ἐπειδὴ οὖν τὸ ˉε οὐκ ἔστι γνήσιον τοῦ τρίτου προσώπου τοῦ ἑνικοῦ τοῦ πρώτου ἀορίστουἐμάθομεν γάρ, ὅτι διὰ τοῦ ˉα ὤφειλεν εἶναιτούτου χάριν οὐκ ἐκφέρεται δι' αὐτοῦ, φημὶ δὴ διὰ τοῦ ˉε, τὸ προστακτικὸν τοῦ πρώτου ἀορίστου καὶ μέλλοντος. Λέγει δὲ πάλιν ὁ Ἡρωδιανός, ὅτι μὴ δυνάμενον γενέσθαι εἰς ˉε, διατί οὐκ ἐγένετο εἰς ˉα, ἵνα τὸ κεχρεωστημένον ˉα τῷ τρίτῳ προσ ώπῳ τῶν ἑνικῶν τοῦ πρώτου ἀορίστου ἀναδέξηται τὸ προστακτικόν· οὐδὲ γὰρ ἔχει πρῶτον, ἵνα αὐτῷ συνεμπέσῃ, ὥσπερ ἐν τοῖς ὁριστικοῖς. Καὶ λέγει, ὅτι οὔτε εἰς ˉα ἠδύνατο γενέσθαι τὸ προστακτικὸν τοῦ πρώ του ἀορίστου καὶ μέλλοντος, ἐπειδὴ τὸ ˉα τοῦ πρώτου ἀορίστου συν εσταλμένον ἐστίν, οἷον ἔτυψα ἐποίησα ἐνόησα· οὐ δύναται δὲ τὸ προσ τακτικὸν διὰ τοῦ ˉα συνεσταλμένου ἐκφέρεσθαι, ἐπειδὴ τὰ εἰς ˉα λήγοντα προστακτικά, μὴ ὄντα κατὰ ἀποκοπήν, μακροκαταληκτεῖν θέλουσιν, οἷον βόα πέρα ἀκόνα γέλα ὅρα φύρα σίγα σιώπα τίμα κυβέρνα· εἰ οὖν ἐξ ηνέχθη τὸ προστακτικὸν τοῦ πρώτου ἀορίστου καὶ μέλλοντος διὰ τοῦ ˉα, συνεσταλμένον ἤμελλεν ἔχειν τὸ ˉαὡς γὰρ εἴρηται, τὸ ˉα τοῦ πρώτου ἀορίστου συνεσταλμένον ἐστίνὅπερ ἄτοπον· πρόσκειται μὴ ὄντα κατὰ ἀποκοπήν διὰ τὸ οὖτα· τοῦτο γὰρ συνεσταλμένον ἔχει τὸ 240 ˉα, ἀλλ' οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ ἀπὸ τοῦ οὔταε γέγονε κατὰ ἀποκοπήν. Μὴ δυνάμενον οὖν τὸ προστακτικὸν τοῦ πρώτου ἀορί στου καὶ μέλλοντος μήτε εἰς ˉε εἶναι μήτε εἰς ˉα, ὡς δέδεικται, μήτε εἰς ˉθˉι, ἐπειδὴ οὐκ ἔχει τὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως καὶ διὰ τοῦ ˉνˉτ κλινομένηνεἰ γὰρ καὶ εἰς ˉς καὶ διὰ τοῦ ˉνˉτ κλι νομένην αὐτὴν ἔχει, ἀλλ' οὐκ ὀξύτονον, οἷον τύψας τύψαντος, ἐκεῖνα δὲ ἔχουσι προστακτικὸν εἰς ˉθˉι, ὅσα ἔχουσι τὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως καὶ διὰ τοῦ ˉνˉτ κλινομένην, οἷον τυπείς τυπέντος τύπηθι, νυγείς νυγέντος νύγηθι, δαρείς δαρέντος δάρηθι, γνούς γνόν τος γνῶθιἐξ ἀνάγκης γέγονεν εἰς ˉοˉν, κατὰ μίμησιν, ὡς εἴρηται, τῶν Συρρακουσίων προστακτικῶν τοῦ δευτέρου ἀορίστου. Τούτου χάριν, φασί, καὶ τὰ προστακτικὰ τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου τῆς ἐνεργητικῆς τε καὶ μέσης διαθέσεως σπανίζουσιν· εἰς ˉε γὰρ οὐκ ἠδύ ναντο γενέσθαι, ἐπειδὴ οὐκ ἐστὶ τὸ ˉε γνήσιον τοῦ τρίτου προσώπου τοῦ ἑνικοῦ τοῦ παρακειμένου· ὤφειλε γὰρ εἶναι τέτυφα τὸ τρίτον πρόσωπον, ἐπειδὴ τὸ δεύτερον τέτυφας ἐστίν· πᾶν δὲ δεύτερον πρόσ ωπον, ὡς εἴρηται, ἀποβολῇ τοῦ ˉς τὸ τρίτον ποιεῖ, οἷον τύπτεις τύπτει, ἔτυπτες ἔτυπτε· οὕτως οὖν καὶ τέτυφας τέτυφα ὤφειλεν εἶναι τὸ τρίτον πρόσωπον, ἀλλ' ἐπειδὴ οὐκ ἐνεδέχετο τρίτον πρώτῳ ὁμοφωνεῖν κατὰ τὸν αὐτὸν ἀριθμὸν καὶ κατὰ τὴν αὐτὴν διάλεκτον, τούτου χάριν καὶ τροπὴ παρηκολούθησε τοῦ ˉα εἰς ˉε, καὶ γέγονε τέτυφε. Ἀλλ' οὔτε δὲ εἰς ˉα ἠδύνατο εἶναι τὸ προστακτικὸν τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου, ἐπειδὴ τὸ ˉα τοῦ παρακειμένου συνεσταλμένον ἐστίν, οἷον τέτυφα πεποίηκα, τὰ δὲ εἰς ˉα λήγοντα προστακτικά, μὴ ὄντα κατὰ ἀποκοπήν, ὡς εἰρήκαμεν, μακροκαταληκτεῖν θέλουσιν, οἷον βόα γέλα πέρα τίμα τρύφα. Ἀλλ' οὔτε δὲ εἰς ˉθˉι ἠδύνατο εἶναι, ἐπειδὴ εἰ καὶ ἔχει τὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως, ἀλλ' οὐκ ἔχει αὐτὴν διὰ τοῦ ˉνˉτ κλινομένην, οἷον τετυφώς τετυφότος, τετυπώς τετυπότος· ἐκεῖνα δὲ ἔχουσι τὸ προστακτικὸν εἰς ˉθˉι, ὅσα ἔχουσι τὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως καὶ διὰ τοῦ ˉνˉτ κλινομένην, οἷον τυπείς τυπέντος τύπηθι, δαρείς δαρέντος δάρηθι, νυγείς νυγέντος νύγηθι, γνούς γνόντος γνῶθι. Ἀλλ' οὔτε δὲ εἰς ˉοˉν δύναται εἶναι τὸ προστακτικὸν τοῦ παρακειμένου Συρρακουσίῳ ἔθει, ἐπειδὴ οἱ Συρρακούσιοι ἐπὶ τοῦ ἀορίστου μόνου τοῦτο ποιοῦσιν, οἷον ἄνελε ἄνελον, λάβε λάβον, νύγε νύγον, οὐ μὴν καὶ ἐπὶ τοῦ παρακειμένου, ἵνα κατὰ μίμησιν τῶν Συρρακουσίων γένηται εἰς ˉοˉν τὸ προστακτικὸν τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου. Μὴ δυνάμενα οὖν τὰ προστακτικὰ τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου τῆς ἐνεργητικῆς τε καὶ μέσης διαθέσεως μήτε εἰς ˉε εἶναι, μήτε εἰς ˉα, μήτε 241 εἰς ˉθˉι, μήτε εἰς ˉοˉν, ἐξ ἀνάγκης σπανίζουσιν, καὶ τούτου χάριν σπανίως εὑρίσκονται ἐν χρήσει. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι διάφοροι δόξαι γεγόνασι περὶ τῶν εἰς ˉοˉν προστακτι κῶν τοῦ πρώτου ἀορίστου καὶ μέλλοντος. Τινὲς μὲν γάρ φασιν, ὅτι Συρρακουσίων ἐστὶν ἰδίωμα τὸ τύψον καὶ ποίησον, καὶ ἁπλῶς ἡ εἰς ˉοˉν κατάληξις, ἤγουν Δωριέων· οἱ γὰρ Συρρακούσιοι Δωριεῖς εἰσιν. Ἄλλοι δὲ λέγουσιν, ὅτι οὐκ ἔστιν ἡ εἰς ˉοˉν κατάληξις Συρρακουσίων ἰδίωμα, ἀλλὰ κοινῆς κυρίως ἐστὶ διαλέκτου· καὶ ἐκέχρηντο οἱ μὲν λέγον τες, ὅτι κοινῆς εἰσι διαλέκτου τὰ εἰς ˉοˉν προστακτικὰ τοῦ πρώτου ἀορί στου καὶ μέλλοντος, τοιούτοις ἐπιχειρήμασιν· τὰ τῶν διαλέκτων οὐκ ἐπικρατοῦσι καθόλου ἐν ὅλῳ τῷ εἴδει, ἀλλ' ἢ καὶ τὰ κοινὰ αὐτῶν εὑρί σκονταιἰδοὺ γὰρ τὸ Παπίας Παπία καὶ Αἰνείας Αἰνεία Δωρίδος εἰσὶ διαλέκτου, καὶ ὅμως εὑρίσκονται καὶ τὰ κοινὰ αὐτῶν, οἷον Παπίου καὶ Αἰνείου, καὶ πάλιν τὸ Πάρις Πάριος καὶ Θέτις Θέτιος Ἰωνικά εἰσιν, καὶ ὅμως εὑρίσκονται καὶ τὰ κοινὰ αὐτῶν, οἷον Πάριδος Θέτι δοςἢ ἐὰν ἐπικρατήσῃ τι ἀπὸ διαλέκτου, οὐκ ἐν ὅλῳ τῷ εἴδει ἐπι κρατεῖ τὸ τοιοῦτον σχῆμα, ὡς ἐπὶ τοῦ ζῇς· τοῦτο γὰρ ἀπὸ Δωρίδος διαλέκτου ἐπεκράτησε κατὰ κοινὴν διάλεκτον, καὶ ὅμως τὸ τοιοῦτον σχῆμα οὐκ ἐπεκράτησεν ἐν ὅλῳ τῷ εἴδει· τῶν γὰρ ὁμοίων εὑρέθησαν τὰ κοινά, οἷον βοᾷς γελᾷς ὁρᾷς, εἰ καὶ τούτου τὸ κοινὸν μὴ εὑρέθη. Εἰ ἄρα οὖν ἡ εἰς ˉοˉν κατάληξις τῶν προστακτικῶν τοῦ πρώτου ἀορίστου καὶ μέλλοντος ἐν ὅλῳ τῷ εἴδει ἐπικρατεῖὅλα γὰρ τὰ προστακτικὰ τοῦ πρώτου ἀορίστου τοῦ ἐνεργητικοῦ καὶ τοῦ πρώτου μέλλοντος εἰς ˉοˉν λήγουσιν, οἷον τύψον ποίησον νόησον γράψον λάλησον λῦσον δηλονότι κοινῆς εἰσι διαλέκτου· εἰ γὰρ ἦσαν Συρρακουσίων, ἢ καὶ τὰ κοινὰ αὐτῶν ὤφειλον εὑρεθῆναι, εἰ καὶ ἐπεκράτησαν κατὰ κοινὴν διάλεκτον, ἢ ἐν μιᾷ τυχὸν λέξει ἢ ἐν δύο ὤφειλεν ἐπικρατῆσαι τὸ τοιοῦτον σχῆμα, καὶ μὴ ἐν ὅλῳ τῷ εἴδει ὥστε οὖν κοινῆς εἰσι διαλέκτου καὶ οὐ Συρρακουσίων. Ἄλλως τε δέ, φασί, φαίνεται ὁ ποιητὴς κεχρημένος τοῖς εἰς ˉοˉν προστακτικοῖς τοῦ πρώτου ἀορίστου καὶ μέλλοντος, ὡς ἐπὶ τοῦ τύψον δὲ σχεδίην, ἀντὶ τοῦ τύψον ἐκ τοῦ σύνεγγυς, καὶ ποίησον δ' αἴθρην, ἀντὶ τοῦ εὐδίαν, καὶ ἐν δὲ φάει καὶ ὄλεσσον· ὁ δὲ ποιητὴς πρὸ πολλῶν ἐτῶν τῶν Συρρα κουσίων ἦν· πῶς οὖν τῷ ἰδιώματι τῶν Συρρακουσίων ὁ ποιητὴς ἐκέχρητο