Prolegomena et scholia in Theodosii Alexandrini canones
Georgius Choeroboscus ConstantinopolitanusCano 242 · pg-scrape-grcMore by Georgius Choeroboscus Constantinopolitanus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-choeroboscus-constantinopolitanus" aria-label="More works by Georgius Choeroboscus Constantinopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
242.1.1
μήπω ὄντων Συρρακουσίων; Οἱ δὲ λέγοντες, τῶν Συρρακουσίων εἶναι τὸ τοιοῦτον ἰδίωμα, ἐπιχειρήματι ἐκέχρηντο τοιούτῳ· ἔλεγον ὅτι Ἀρχίας καὶ Χερσικράτης, Κορίνθιοι ὄντες καὶ διωχθέντες ἀπὸ Κορίνθου, ἀποικίαν ἐποιήσαντο ἐπί τινας τόπους· καὶ ὁ μὲν Χερσικράτης κατῴ κησεν ἐν τῇ Φαιακίᾳ μετὰ τῶν Κόλχων τῶν ἀπομεινάντων καὶ μὴ ὑπο στρεψάντων πρὸς Αἰήτην διὰ φόβον, οὓς ἔπεμψεν εἰς καταδίωξιν τῆς Μηδείας· ὁ δὲ Ἀρχίας ἀπελθὼν ὤκησεν ἐν τῇ Σικελία καὶ ᾠκοδόμησε τὰς Συρρακούσας ἐπ' ὀνόματι Σύρρας καὶ Ἀκούσης τῶν θυγατέρων αὐτοῦ. Τί οὖν ἄτοπον τοὺς Κορινθίους ἀποικίαν ποιουμένους τὴν οἰκείαν διάλεκτον μεθ' ἑαυτῶν λαβεῖν; οἱ γὰρ ποιοῦντες ἀποικίαν πάντως καὶ τὴν οἰκείαν διάλεκτον ἔχοντες μεθ' ἑαυτῶν ἐξέρχονται, ὥσπερ οἱ Ἴωνες ἀποικίαν ποιησάμενοι εἰς τὴν Μίλητον τὴν οἰκείαν ἔχοντες διάλεκτον ἐξῆλθον καὶ ᾤκησαν ἐκεῖ· οὐ γὰρ ἄλαλοι ὄντες τὰς ἀποικίας ποιοῦνται· ἀπὸ οὖν Κορίνθου τὴν ἀποικίαν ἐποιήσαντο οἱ Κορίνθιοι, καὶ εἶχον ταύτην τὴν διάλεκτον ἐκεῖθεν. Ὁ οὖν ποιητὴς εἰ καὶ ἐχρήσατο τῇ εἰς ˉοˉν καταλήξει τῶν προστακτικῶν τοῦ πρώτου ἀορί στου καὶ μέλλοντος, εἰπών τύψον δὲ σχεδίην καὶ τὰ ὅμοια, εἰ καὶ πρὸ τοῦ κτισθῆναι Συρρακούσας ἦν, ἀλλ' οὖν μετὰ πολλὰ ἔτη τῶν Κορινθίων ἦν γενόμενος, ὡς καὶ αὐτὸς ἐδήλωσεν εἰπών ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος ἱπποβότοιο (αὕτη δέ ἐστιν ἡ Κόρινθος)· ὥστε οὖν εἰ καὶ ἐχρήσατο ὁ ποιητὴς τῇ τοιαύτῃ καταλήξει, τῷ τῶν Συρρακουσίων ἤτοι Δωριέων ἢ Κορινθίων ἰδιώματι ἐχρήσατο· εἰ γὰρ καὶ πρὸ τῶν Συρρακουσίων ἦν ὁ ποιητής, ὡς εἴρηται, ἀλλὰ μετὰ τοὺς Κορινθίους ἦν, ἐξ ὧν τὴν ἀποικίαν ἔσχον οἱ Συρρακούσιοι, καὶ τὴν διάλεκτον ταύτην καὶ οὗτοι. Ἔστι δὲ εἰπεῖν, ὅτι τὰ εἰς ˉοˉν προσ τακτικὰ τοῦ πρώτου ἀορίστου καὶ μέλλοντος κοινῆς εἰσι διαλέκτου, κατὰ μίμησιν γινόμενα τῶν Συρρακουσίων προστακτικῶν τοῦ δευτέρου ἀορί στου· οἱ γὰρ Συρρακούσιοι, ὡς εἴρηται, τὰ προστακτικὰ τοῦ δευτέρου ἀορίστου εἰς ˉοˉν μεταποιοῦσιν, τὸ λάβε λάβον λέγοντες καὶ τὸ ἄνελε ἄνελον καὶ τὸ νύγε νύγον. Ἰστέον δὲ ὅτι οἱ Συρρακούσιοι μεταποι οῦντες εἰς ˉοˉν τὰ προστακτικὰ τοῦ δευτέρου ἀορίστου, τὸν τόνον φυλάτ τουσι τῶν κοινῶν προστακτικῶν, οἷον λάβε λάβον, νύγε νύγον, ἄνελε ἄνελον· ὅθεν δηλονότι τὸ εἶπον προστακτικόν, ὡς παρὰ Μενάνδρῳ εἶπον δὲ τί ποιεῖν μέλλετε, ἀντὶ τοῦ εἰπέ, πρώτου 243 ἀορίστου προστακτικόν ἐστιν, ὥσπερ ἔτυψα τύψον, ἔλουσα λοῦσον· εἰ γὰρ ἦν δευτέρου ἀορίστου Συρρακουσίων ἔθει γενόμενον, ὀξυτονεῖσθαι εἶχεν ὁμοίως τῷ κοινῷ προστακτικῷ τῷ εἰπέ. Ταῦτα μὲν ἐν τούτοις. Ἀποροῦσι δέ τινες λέγοντες, εἰ ἄρα τὰ προστακτικὰ τοῦ πρώτου ἀορίστου καὶ μέλλοντος εἰς ˉοˉν εἰσίν, οἷον τύψον γράψον ποίησον λάλη σον, πῶς ὁ ποιητὴς εἰς ˉε εἶπε τὸ οἶσε προστακτικὸν καὶ οὐκ εἰς ˉοˉν, οἷον οἶσε θέειον, γρηΰ, ἀντὶ τοῦ κόμισον θεῖον (ὅ ἐστι θεάφιον). Καὶ ἐπιλύεται ὁ γραμματικὸς Ἰωάννης ὁ Χάραξ λέγων, ὅτι ἐπειδὴ τούτου ὁ ἀόριστος ὁ ὁριστικὸς οὐχ εὕρηται ἐν χρήσει ἀλλὰ μόνος ὁ μέλλωνοἴσω γάρ φαμεν ὡς ἀπὸ τοῦ οἴω ἐνεστῶτος, οὐ μὴν ὡς ἀπὸ τοῦ ὁριστικοῦ ἀορίστουτούτου χάριν τοῦ ὁριστικοῦ ἀορίστου μὴ εὑρισκομένου ἐν χρήσει, ἐξ οὗ ὤφειλε κανονισθῆναι τὸ προστακτικόν, ὡς ἔτυχε καὶ οὐ κατὰ ἀκολουθίαν προηνέχθη. Ὁ δὲ Ἡρωδιανὸς οὐ δοξάζει τὸ οἶσε θέειον, γρηΰ, προστακτικὸν ἀορί στου καὶ μέλλοντος, ἀλλὰ προστακτικὸν ἐνεστῶτος καὶ παρατατικοῦ, τοῦ μέλλοντος εἰς ἐνεστῶτα μετενεχθέντος· λέγει γάρ, ὅτι ὁ οἴσω μέλλων μετάγεται κατὰ ποιητικὴν ἐξουσίαν εἰς ἐνεστῶτα καὶ κλίνεται λοιπὸν εἰς παρατατικόν, οἷον ᾦσον ᾦσες ᾦσε· καὶ λοιπὸν ἐκεῖθεν τὸ προστακτικὸν οἶσε σύ, ὥσπερ ἔτυπτον ἔτυπτες ἔτυπτε καὶ τύπτε σύ, ὅθεν καὶ τὸ πληθυντικὸν εἶπεν οἴσετε πῦρ διὰ τοῦ ˉε, ὥσπερ τὸ τύπτετε. Τυψάτω. Ἐμάθομεν ὅτι ἀπὸ τοῦ τρίτου προσώπου τοῦ ὁριστικοῦ ἀορίστου ὤφειλε γενέσθαι τὸ δεύτερον προστακτικὸν κατὰ ἀποβολὴν τῆς ἐν ἀρχῇ κλιτικῆς ἐκτάσεως, οἷον ἔτυψε τύψε, ἔγραψε γράψε, ὥσπερ ἔτυπτε τύπτε καὶ ἔγραφε γράφε, ἀλλ' ἐγένετο εἰς ˉοˉν, ὡς εἴρηται, Συρ ρακουσίῳ ἔθει, οἷον τύψον καὶ γράψον. Τὸ οὖν τρίτον πρόσωπον διὰ τοῦ ˉε ὤφειλεν εἶναι, οἷον τυψέτω καὶ γραψέτω, ὡς ἀπὸ τοῦ τύψε καὶ γράψε προστακτικοῦ, ὥσπερ τύπτε τυπτέτω καὶ γράφε γραφέτω· ἀλλ' ἐγένετο διὰ τοῦ ˉα τυψάτω καὶ γραψάτω, ἐπειδή, ὥς φησιν ὁ τεχνικός, πανταχοῦ ὁ πρῶτος ἀόριστος χαίρει τῷ ˉα· καὶ γὰρ ἐν τοῖς ὁριστικοῖς, οἷον ἔτυψα, καὶ ἐν ταῖς μετοχαῖς, οἷον τύψας, καὶ ἐν τοῖς ἀπαρεμφάτοις, οἷον τύψαι, καὶ ἐν τοῖς εὐκτικοῖς, οἷον τύψαιμι· ἵνα οὖν καὶ ἐν τοῖς προστακτικοῖς εὑρεθῇ ἔχων τὸ ˉα, τούτου χάριν τὸ τρίτον πρόσωπον τῶν προστακτικῶν τοῦ πρώτου ἀορίστου καὶ μέλλοντος διὰ τοῦ ˉα ἐγένετο, οἷον τυψάτω. Ἔστι δὲ καὶ τοῦτο εἰπεῖν, ὅτι τὸ ˉα τὸ 244 κεχρεωστημένον τῷ τρίτῳ προσώπῳ τοῦ ὁριστικοῦ ἀορίστου τὸ προσ τακτικὸν τρίτον πρόσωπον ἀνεδέξατο· ἐκεῖ μὲν γάρ, φημὶ δὴ ἐν τῷ ὁριστικῷ, διὰ τὴν συνέμπτωσιν τὴν πρὸς τὸ πρῶτον πρόσωπον τροπὴ παρηκολούθησε τοῦ ˉα εἰς ˉε, ἐν δὲ τῷ προστακτικῷ ἀποστάσης τῆς συνεμπτώσεως τὸ κεχρεωστημένον ˉα προσῆλθεν. Τούτων οὕτως ἐχόν των δεῖ γινώσκειν, ὅτι εὑρίσκονται παρὰ τῷ ποιητῇ τινες κινήσεις ὡς ἀπὸ τῆς διὰ τοῦ ˉεˉτˉω κλίσεως· τὸ γὰρ ἄξετε δὲ Πριάμοιο βίην καὶ οἴσετε πῦρ, ὡς ἀπὸ τοῦ ἀξέτω καὶ οἰσέτω ἐστίν· ἀπὸ γὰρ τοῦ ἀξάτω ἄξατε εἶχεν εἶναι καὶ ἀπὸ τοῦ οἰσάτω οἴσατε. Ταῦτα ὁ Ἡρωδιανὸς πάντα οὐ λέγει εἶναι προστακτικὰ πρώτου ἀορίστου καὶ μέλλοντος, ἀλλ' ἐνεστῶτος καὶ παρατατικοῦ, τοῦ μέλλον τος κατὰ ποιητικὴν ἐξουσίαν μετενεχθέντος εἰς ἐνεστῶτα, καὶ λοιπὸν τοῦ ἐνεστῶτος κλιθέντος εἰς παρατατικόν, καὶ ἀπὸ τοῦ παρατατικοῦ ἀκολούθως προενεχθέντος τοῦ προστακτικοῦ. Δυϊκά· τύψατον, τυψάτων. Πληθυντικά· τύψατε, τυψάτωσαν. Ἀορίστου δευτέρου καὶ μέλλοντος. Τύπε. Ἐνταῦθα περὶ τοῦ προστακτικοῦ τοῦ δευτέρου ἀορίστου καὶ τοῦ δευτέρου μέλλοντος διαλαμβάνει, καὶ κανονίζει αὐτὸ τοῦτον τὸν τρόπον· τὸ τρίτον πρόσωπον ἑνικὸν τοῦ ὁριστικοῦ τοῦ δευτέρου ἐνεργητικοῦ ἀορίστου τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν ἀποβαλὸν τὸ προστακτικὸν ποιεῖ τοῦ δευτέρου ἀορίστου καὶ τοῦ δευτέρου μέλλοντος, τῆς βαρείας τάσεως φυλαττομένης, οἷον ἔτυπε τύπε, ἔλαβε λάβε, ἔνυγε νύγε, ἔφαγε φάγε, ἔδακε δάκε, ἔπιε πίε, ἔδραμε δράμε, ἔμαθε μάθε, ἔλαθε λάθε, ἔλαχε λάχε. Σεσημείωται τὸ ἐλθέ εἰπέ εὑρέ ὀξυνόμενα, τὰ γὰρ ὁριστικὰ τούτων ἦλθε καὶ εἶπε καὶ εὗρε βαρύτονά εἰσιν· καὶ ὤφει λον καὶ τὰ προστακτικὰ αὐτῶν βαρύνεσθαι, πάντα γὰρ τὰ εἰς ˉε προσ τακτικὰ τοῦ δευτέρου ἀορίστου καὶ μέλλοντος βαρύνονται, ὡς ἐδηλώθη διὰ τῶν προλεχθέντων παραδειγμάτων· τὸ γὰρ ἰδέ καὶ λαβέ Ἀττικά εἰσιν, τὰ γὰρ κοινὰ βαρύνονται, οἷον ἴδε καὶ λάβε· λέγουσι δέ τινες, ὅτι καὶ τὸ φάγε καὶ πίε οἱ Ἀττικοὶ φαγέ καὶ πιέ λέγουσιν ὀξυτόνως, ὅπερ οὐκ ἐπεκράτησεν. Ταῦτα μὲν ἐν τούτοις. Ἄξιον δέ ἐστι ζητῆσαι, διατί τὸ ἐλθέ καὶ εἰπέ καὶ εὑρέ ὀξύνονται. 245 Ἰστέον ὅτι ἀπολογεῖται περὶ αὐτῶν ὁ Ἡρωδιανὸς κατὰ δύο τρόπους· φησὶ γάρ, ὅτι τὰ ἀπαρέμφατα τοῦ δευτέρου ἀορίστου εἴωθεν ὁ ποιητὴς κατὰ διάλυσιν προφέρειν, οἷον φαγεῖν φαγέειν, πιεῖν πιέειν, ἰδεῖν ἰδέειν· ταῦτα δὲ οὐ προφέρει κατὰ διάλυσιν, τὸ γὰρ ἐλθεῖν οὐκ εἶπεν ἐλθέειν, οὔτε τὸ εἰπεῖν εἰπέειν, οὔτε τὸ εὑρεῖν εὑρέειν· ἐπειδὴ οὖν, φησίν, ταῦτα ἡμαρτήθησαν κατὰ τοῦτο, φημὶ κατὰ τὸ μὴ δια λύεσθαι, τούτου χάριν καὶ ἐν τοῖς προστακτικοῖς κατὰ τὸν τόνον ἡμαρτή θησαν καὶ ὠξυτονήθησαν. Ἄλλως τε δέ, φησίν, ὁ δεύτερος ἀόριστος οὐ θέλει μακρᾷ παραλήγεσθαι ἀλλὰ βραχείᾳ, ὡς ἐν τῇ περὶ αὐτοῦ διδασκαλίᾳ μεμαθήκαμεν, οἷον ἔτυπον ἔλαβον ἔφαγον ἔπιον ἔνυγον, ταῦτα δὲ μακρᾷ παραλήγονται, οἷον ἦλθον εἶπον εὗρον· ἐπειδὴ οὖν διήλλαξαν περὶ τὸν χρόνον τῆς παραληγούσης ἐν τοῖς ὁριστικοῖς, τούτου χάριν διήλλαξαν καὶ περὶ τὸν τόνον ἐν τοῖς προστακτικοῖς καὶ ὠξυ τονήθησαν. Ταῦτα μὲν ἐν τούτοις. Φησὶ δὲ ὁ γραμματικὸς Ἰωάννης ὁ Χάραξ, ὅτι τὸ παρὰ τῇ θεία γραφῇ προστακτικὸν ὀξυτόνως λεγόμενον, οἷον εἰπόν ἀντὶ τοῦ εἰπέ, δευτέρου ἀορίστου ἐστὶ κατὰ τὴν τῶν Συρρακουσίων γλῶτ ταν γενόμενον· καὶ γὰρ οἱ Συρρακούσιοι μεταποιοῦντες εἰς ˉοˉν τὰ προσ τακτικὰ τοῦ δευτέρου ἀορίστου τὸν τόνον φυλάττουσι τῶν κοινῶν προσ τακτικῶν, οἷον νύγε νύγον, λάβε λάβον, ἄνελε ἄνελον· εἰ οὖν τὸ εἰπέ ὀξυτόνως, δηλονότι καὶ εἰπόν κατὰ Συρρακουσίους ὀξυτόνως· τὸ γὰρ παρ' ἡμῖν βαρυνόμενον ἐν τῷ Μενάνδρῳ, οἷον εἶπον δὲ τί ποιεῖν μέλλετε, ἀντὶ τοῦ εἰπέ, πρώτου ἀορίστου ἀπὸ τοῦ εἶπα προστακτικόν ἐστιν, ὥσπερ ἔτυψα τύψον, ἔγραψα γράψον, ἔλουσα λοῦσον. Τυπέτω. Δυϊκά· τύπετον, τυπέτων. Πληθυντικά· τύπετε τυπέτωσαν· εἴρηται. Προστακτικὰ παθητικά χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ. Τύπτου. Ἐνταῦθα περὶ τοῦ προστακτικοῦ παθητικοῦ ἐνεστῶτος καὶ παρατατικοῦ διαλαμβάνει, καὶ λέγει, ὅτι τὸ δεύτερον πρόσωπον τοῦ παθητικοῦ παρατατικοῦ, τῆς ὁριστικῆς ἐγκλίσεως δηλονότι, τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν ἀποβαλὸν τὸ προστακτικὸν ποιεῖ τοῦ παθητικοῦ ἐνε στῶτος καὶ παρατατικοῦ, τοῦ αὐτοῦ τόνου φυλαττομένου, οἷον ἐτυπτό μην ἐτύπτου τύπτου, ἐλεγόμην ἐλέγου λέγου, ἐγραφόμην ἐγράφου 246 γράφου, ἐποιούμην ἐποιοῦ ποιοῦ, ἐβοώμην ἐβοῶ βοῶ, ἐχρυσούμην ἐχρυσοῦ χρυσοῦ, ἐστεφανούμην ἐστεφανοῦ στεφανοῦ. Ἔστι δὲ καὶ καθο λικὸν κανόνα εἰπεῖν τοιοῦτον· τὰ εἰς ˉμˉηˉν ἔχοντα τὸ ˉμ κλιτικόν, εἴτε παθητικὰ εἴτε μέσα, τοῦ ἰδίου δευτέρου προσώπου ἀποβάλλοντα τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν τὸ προστακτικὸν ποιοῦσιν, τοῦ αὐτοῦ δηλονότι τόνου φυλαττομένου, οἷον ἐτυπτόμην ἐτύπτου τύπτου, ἐγραφόμην ἐγρά φου γράφου, ἐποιούμην ἐποιοῦ ποιοῦ, ἐβοώμην ἐβοῶ βοῶ, ἐχρυσούμην ἐχρυσοῦ χρυσοῦ, ἐτετύμμην ἐτέτυψο τέτυψο, ἐπεποιήμην ἐπεποίησο πεποίησο, ἐτυπόμην ἐτύπου τύπου, ἐνυγόμην ἐνύγου νύγου, ἐπυθόμην ἐπύθου πύθου, ἐλαβόμην ἐλάβου λάβου· ταῦτα δέ, φημὶ δὴ τὰ προσ τακτικὰ τοῦ δευτέρου μέσου ἀορίστου, οἱ Ἀθηναῖοι περισπῶσιν, οἷον τυποῦ καὶ λαβοῦ καὶ νυγοῦ καὶ πυθοῦ. Ὑπεξαιρείσθω δὲ ὁ πρῶτος μέσος ἀόριστος· ἐκεῖνος γὰρ εἰς ˉμˉηˉν λήγει καὶ ἔχει τὸ ˉμ κλιτικόν, καὶ ὅμως οὐκ ἀποβάλλει τοῦ ἰδίου δευτέρου προσώπου τὴν ἐν ἀρχαῖς κλι τικὴν ἔκτασιν καὶ ποιεῖ τὸ προστακτικόν, οἷον ἐτυψάμην ἐτύψω, οὐ γὰρ λέγομεν τὸ προστακτικὸν τύψω ἀλλὰ τύψαι, καὶ πάλιν ἐποιησάμην ἐποιήσω, οὐ λέγομεν τὸ προστακτικὸν ποιήσω ποίησαι, καὶ πάλιν ἐλουσάμην ἐλούσω, οὐ λέγομεν τὸ προστακτικὸν λούσω ἀλλὰ λοῦσαι. περὶ οὗ ἐν τῷ ἰδίῳ αὐτοῦ τόπῳ, εἰ θεῷ φίλον, μαθησό μεθα. Πρόσκειται ἐν τῷ κανόνι ἔχον τὸ ˉμ κλιτικόν διὰ τὸ ἐδάμην· τοῦτο γὰρ εἰς ˉμˉηˉν λήγει καὶ ὅμως εἰς ˉθˉι ἔχει τὸ προστακτικόν, οἷον δάμηθι, καὶ οὐκ ἀπὸ τοῦ ἰδίου δευτέρου προσώπου ποιεῖ αὐτὸ κατὰ ἀποβολὴν τῆς κατ' ἀρχὴν κλιτικῆς ἐκτάσεως· ἐδάμης γάρ ἐστι τὸ δεύ τερον πρόσωπον, καὶ οὐ γίνεται τὸ προστακτικὸν δάμης· ἀλλ' οὐκ ἀντίκειται ἡμῖν τοῦτο, ἐπειδὴ οὐκ ἔχει τὸ ˉμ κλιτικὸν ἀλλὰ θεματικόν, ἀπὸ γὰρ τοῦ ἐνεστῶτος ἔχει αὐτό, δάμνω γάρ ἐστιν ὁ ἐνεστὼς καὶ ἔχει τὸ ˉμ. Τυπτέσθω. Ἰστέον ὅτι τὰ εἰς τω προστακτικὰ ἐνεργητικὰ τρίτα πρόσωπα τροπῇ τῆς ˉτˉω εἰς ˉθˉω παθητικὰ ἢ μέσα γίνονται μετὰ τῆς προσλήψεως τοῦ ˉς, οἷον τυπτέτω τυπτέσθω, λεγέτω λεγέσθω, ποιείτω ποιείσθω, βοάτω βοάσθω, χρυσούτω χρυσούσθω, τυψάτω τυψάσθω, ποιησάτω ποιησάσθω, τυπέτω τυπέσθω, λαβέτω λαβέσθω, νυγέτω νυγέ σθω· ἐπὶ μέντοι τοῦ παθητικοῦ παρακειμένου συγκοπὴ παρηκολούθησεν, οἷον τετυφέτω τετυφέσθω καὶ ἐν συγκοπῇ τετύφθω, πεποιηκέτω πεποιη κέσθω καὶ ἐν συγκοπῇ πεποιήσθω. Δοκοῦσιν ἀντικεῖσθαι τὰ προστακτικὰ τρίτα τοῦ παθητικοῦ πρώτου ἀορίστου καὶ μέλλοντος καὶ τοῦ παθητι κοῦ δευτέρου ἀορίστου καὶ μέλλοντος· οὐδὲ γὰρ γίνονται ταῦτα ἐκ τῶν 247 ἰδίων ἐνεργητικῶν τροπῇ τῆς ˉτˉω εἰς ˉθˉω· τὰ γὰρ ἐνεργητικὰ τρίτα τούτων τυψάτω καὶ τυπέτω εἰσίν, τὰ δὲ παθητικὰ τρίτα τούτων τυφθήτω καὶ τυπήτω εἰσίν· τὸ γὰρ τυψάσθω καὶ τυπέσθω τοῦ μέσου πρώτου ἀορίστου καὶ μέλλοντος καὶ τοῦ μέσου δευτέρου ἀορίστου καὶ μέλ λοντός εἰσιν. Ἔστιν οὖν εἰπεῖν, ὅτι τὰ τρίτα πρόσωπα τῶν προστακτι κῶν τοῦ παθητικοῦ πρώτου ἀορίστου καὶ μέλλοντος καὶ τοῦ παθητικοῦ δευτέρου ἀορίστου καὶ μέλλοντος ἀπὸ τῶν ἰδίων δευτέρων προσώπων γίνονται τροπῇ τῆς ˉθˉι εἰς ˉτˉω, οἷον τύφθηθι, καὶ διὰ τὴν ἐπαλληλίαν τῶν δασέων τύφθητι καὶ ἐκεῖθεν τυφθήτω, τύπηθι καὶ ἐκεῖθεν τυπήτω. Δυνατὸν δέ ἐστι καὶ ἐκ τοῦ δευτέρου προσώπου τῶν πληθυντικῶν τοῦ ἰδίου ὁριστικοῦ κανονίσαι τὸ τρίτον πρόσωπον τὸ ἑνικὸν τῶν προστακτι κῶν παθητικῶν τε καὶ μέσων τοῦτον τὸν τρόπον· πᾶν δεύτερον πρόσ ωπον πληθυντικὸν ὁριστικόν, εἴτε παθητικὸν εἴτε μέσον, τροπῇ τοῦ ˉε εἰς ˉω προστακτικὸν τρίτον ἑνικὸν γίνεται παθητικὸν ἢ μέσον, δηλονότι καὶ τῆς ἐν ἀρχαῖς κλιτικῆς ἐκτάσεως ἀποβαλλομένης, χωρὶς τοῦ παρα κειμένου· οὗτος γάρ, ὡς ἐν τοῖς προλαβοῦσιν εἴρηται, οὐδαμοῦ ἀπο βάλλει τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν, οὔτε γὰρ ἐν ταῖς μετο χαῖς ἀποβάλλει αὐτὴν οὔτε ἐν ταῖς λοιπαῖς ἐγκλίσεσιν· ἔστωσαν δὲ παραδείγματα τοῦ κανόνος ταῦτα· ἐτύπτεσθε τυπτέσθω, ἐποιεῖσθε ποι είσθω, ἐβοᾶσθε βοάσθω, ἐχρυσοῦσθε χρυσούσθω, τέτυφθε τετύφθω, πεποίησθε πεποιήσθω. Δυνατὸν δὲ καὶ ἀπὸ τοῦ ἐτέτυφθε καὶ ἐπεποίησθε ὑπερσυντελίκου γενέσθαι τὸ τετύφθω καὶ πεποιήσθω κατὰ ἀποβολὴν τῆς ἐν ἀρχῇ κλιτικῆς ἐκτάσεως, οἷον ἐτύψασθε τυψάσθω, ἐποιήσασθε ποιησάσθω, ἐτύπεσθε τυπέσθω, ἐλάβεσθε λαβέσθω· οὕτω γὰρ ἐὰν κανο νίσωμεν, οὐκέτι ἀναγκαζόμεθα ἐν τῷ παρακειμένῳ συγκοπὴν ποιήσασθαι· ἀλλ' οὔτε δὲ τὰ προστακτικὰ τρίτα πρόσωπα τοῦ παθητικοῦ πρώτου ἀορίστου καὶ μέλλοντος καὶ τοῦ παθητικοῦ δευτέρου ἀορίστου καὶ μέλ λοντος ἀντίκεινται, ἐτύφθητε γὰρ τυφθήτω καὶ ἐτύπητε τυπήτω· ἰδοὺ καὶ αὐτὰ ὁμοίως τοῖς ἄλλοις γίνονται ἀπὸ τῶν ἰδίων δευτέρων προσ ώπων πληθυντικῶν ὁριστικῶν, τροπῇ τοῦ ˉε εἰς ˉω καὶ ἀποβολῇ τῆς ἐν ἀρχαῖς κλιτικῆς ἐκτάσεως. Δυνατὸν δέ ἐστιν καθολικώτερον ποιή σασθαι τὸν προλεχθέντα κανόνα καὶ προσθεῖναι εἴτε ἐνεργητικόν, οἷον πᾶν δεύτερον πρόσωπον πληθυντικὸν ὁριστικόν, εἴτε ἐνεργητικὸν εἴτε 248 παθητικὸν εἴτε μέσον, τροπῇ τοῦ ˉε εἰς ˉω προστακτικὸν τρίτον ἑνικὸν γίνεται ἐνεργητικὸν ἢ παθητικὸν ἢ μέσον, δηλονότι καὶ τῆς ἐν ἀρχαῖς κλιτικῆς ἐκτάσεως ἀποβαλλομένης, χωρὶς τοῦ παρακειμένου· καὶ ἐπὶ τῶν ἐνεργητικῶν ἁρμόζει ὁ αὐτὸς λόγος, οἷον ἐτύπτετε τυπτέτω, ἐγράφετε γραφέτω, ἐποιεῖτε ποιείτω, ἐβοᾶτε βοάτω, ἐχρυ σοῦτε χρυσούτω, ἐτύψατε τυψάτω, ἐποιήσατε ποιησάτω, ἐλάβετε λαβέτω, ἐτύπετε τυπέτω, ἐνύγετε νυγέτω· δεῖ προσθεῖναι χωρὶς τοῦ παρακει μένου ἐνεργητικοῦ τε καὶ μέσου, τετύφατε γὰρ καὶ τετύπατε τὸ ὁρι στικὸν διὰ τοῦ ˉα, τὸ δὲ προστακτικὸν τετυφέτω καὶ τετυπέτω διὰ τοῦ ˉε· ἀπὸ γὰρ τοῦ τέτυφε σύ καὶ τέτυπε σύ γεγόνασι ταῦτα προσθέσει τῆς ˉτˉω. Δυϊκά· τύπτεσθον, τυπτέσθων. Τὸ μὲν πρῶτον πρόσωπον ἐπιλέλοιπεν, ἐπειδή, ὡς ἐμάθομεν, ἐν τοῖς προστακτικοῖς καθόλου τὸ πρῶτον πρόσωπον ἐπὶ παντὸς ἀριθμοῦ ἐπιλέλοιπεν, καθὸ οὐδεὶς ἑαυτῷ προστάττει· τὸ δὲ δεύτερον τῶν δυϊκῶν ἀπὸ τοῦ δευτέρου τῶν πλη θυντικῶν γέγονε τροπῇ τοῦ ˉε εἰς ˉοˉν, οἷον τύπτεσθε τύπτεσθον· τὸ δὲ τρίτον τῶν δυϊκῶν ἀπὸ τοῦ ἰδίου δευτέρου γέγονε τροπῇ τοῦ ˉο εἰς ˉω, οἷον τύπτεσθον τυπτέσθων· καθόλου γὰρ τὸ τρίτον πρόσωπον τῶν δυϊκῶν ἐν τοῖς προστακτικοῖς ἀπὸ τοῦ δευτέρου τῶν δυϊκῶν γίνεται τροπῇ τοῦ ˉο εἰς ˉω, οἷον ποιεῖτον ποιείτων, τέτυφθον τετύφθων. Πληθυντικά· τύπτεσθε, τυπτέσθωσαν. Ἰστέον ὅτι καὶ τὸ δεύτερον τῶν πληθυντικῶν καὶ τὸ τρίτον τῶν πληθυντικῶν ἐκ τοῦ τρίτου τῶν ἑνικῶν γέγονεν, τὸ μὲν δεύτερον τῶν πληθυντικῶν τροπῇ τοῦ ˉω εἰς ˉε, οἷον τυπτέσθω τύπτεσθε, τὸ δὲ τρίτον τῶν πληθυντικῶν προσθήκῃ τῆς ˉσˉαˉν, οἷον τυπτέσθω τυπτέσθωσαν. Παρακειμένου καὶ ὑπερσυντελίκου. Τέτυψο. Ἐνταῦθα περὶ τοῦ προστακτικοῦ τοῦ παθητικοῦ παρα κειμένου καὶ ὑπερσυντελίκου διαλαμβάνει, καὶ λέγει, ὅτι τὸ δεύτερον πρόσωπον τοῦ παθητικοῦ ὑπερσυντελίκου τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτα σιν ἀποβαλὸν τὸ προστακτικὸν ποιεῖ τοῦ παθητικοῦ παρακειμένου καὶ ὑπερσυντελίκου, οἷον ἐτετύμμην ἐτέτυψο τέτυψο, ἐπεποιήμην ἐπεποίησο πεποίησο, ἐνενοήμην ἐνενόησο νενόησο, ἐπεφιλήμην ἐπεφίλησο πεφίλησο, ἐλελέγμην ἐλέλεξο λέλεξο, ἐδεδέγμην ἐδέδεξο δέδεξο· τὸ γὰρ σὺ δὲ δέξο ἄποινα ἀφαίρεσιν ἔπαθε τοῦ πρώτου ˉδˉε, καθάπερ 249 καὶ τὸ δεδέχθαι ἀπαρέμφατον ἀφαίρεσιν πέπονθε τοῦ πρώτου ˉδˉε καὶ γέγονε δέχθαι, οἷον καὶ ἀγλαὰ δέχθαι ἄποινα. Ταῦτα μὲν ἐν τούτοις. Δεῖ δὲ γινώσκειν, ὅτι ἡνίκα μὲν ὁ ὑπερσυντέλικος οὐ συνάρχεται τῷ παρακειμένῳ ἀλλὰ προσλαμβάνει τὸ ˉε ἔξωθεν κατὰ τὴν ἄρχου σαν, ἀποβάλλει τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν καὶ ποιεῖ τὸ προστακτικόν, οἷον πεποίημαι ἐπεποιήμην ἐπεποίησο πεποίησο, τέτυμ μαι ἐτετύμμην ἐτέτυψο τέτυψο, λέλεγμαι ἐλελέγμην ἐλέλεξο λέλεξο· ἐπὶ τούτων γὰρ ὁ ὑπερσυντέλικος οὐ συνάρχεται τῷ παρακειμένῳ· ἡνίκα δὲ ὁ ὑπερσυντέλικος συνάρχεται τῷ παρακειμένῳ, οὐκ ἀποβάλλει τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν καὶ ποιεῖ τὸ προστακτικόν, ἀλλὰ φυλάττει αὐτὴν καὶ ἐν τῷ προστακτικῷ, οἷον ἔφθαρμαι ἐφθάρμην ἔφθαρσο καὶ ἔφθαρσο τὸ προστακτικόν, ἔσταλμαι ἐστάλμην ἔσταλσο καὶ ἔσταλσο τὸ προστακτικόν, ἠλέημαι ἠλεήμην ἠλέησο καὶ ἠλέησο τὸ προσ τακτικόν. Τοῦτο δὲ γίνεται, ἐπειδὴ ὁ παρακείμενος τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν οὐδαμοῦ ἀποβάλλει, οὔτε γὰρ ἐν ταῖς μετοχαῖς ἀποβάλλει αὐτὴν οὔτε ἐν ταῖς λοιπαῖς ἐγκλίσεσιν, οἷον τέτυφα τετυφώς τετυφέναι τέτυφε σύ τετύφοιμι ἐὰν τετύφω, ἔσταλκα ἐσταλκώς ἐσταλ κέναι ἔσταλκε σύ ἐστάλκοιμι ἐὰν ἐστάλκω· ἐὰν οὖν ἀποβάλλῃ ὁ ὑπερ συντέλικος τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν ἐν τῷ προστακτικῷ, ἡνίκα συνάρχεται τῷ παρακειμένῳ, εὑρίσκεται ἡ ἐν ἀρχαῖς κλιτικὴ ἔκτα σις τοῦ παρακειμένου ἀποβαλλομένη, ὅπερ ἐστὶν ἀδύνατον. Τούτου δὴ χάριν ἡνίκα ὁ ὑπερσυντέλικος συνάρχεται τῷ παρακειμένῳ, οὐκ ἀποβάλλει τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν ἐν τῷ προστακτικῷ. Τετύφθω. Δεῖ γινώσκειν, ὅτι τοῦτο δύναται καὶ ἀπὸ τοῦ τετυ φέτω τετυφέσθω γενέσθαι καὶ ἐν συγκοπῇ τετύφθω, ὥσπερ καὶ ἀπὸ τοῦ πεποιηκέτω πεποιηκέσθω καὶ ἐν συγκοπῇ πεποιήσθω· δύναται καὶ ἀπὸ τοῦ δευτέρου προσώπου τῶν πληθυντικῶν τοῦ ἰδίου ὁριστικοῦ γενέσθαι τροπῇ τοῦ ˉε εἰς ˉω, οἷον τέτυφθε τετύφθω, ὥσπερ καὶ ἀπὸ τοῦ πεποίησθε πεποιήσθω, τῷ κανόνι τῷ προλεχθέντι. Δυϊκά· τέτυφθον, τετύφθων. Πληθυντικά· τέτυφθε, τε τύφθωσαν. Ἀορίστου παθητικοῦ πρώτου καὶ μέλλοντος. Τύφθητι. Ἐνταῦθα περὶ τοῦ προστακτικοῦ τοῦ πρώτου ἀορίστου καὶ μέλλοντος διαλαμβάνει. Καὶ δεῖ γινώσκειν, ὅτι κανονίζεται τὸ 250 προστακτικὸν τοῦ παθητικοῦ πρώτου ἀορίστου καὶ μέλλοντος καὶ τὸ προστακτικὸν τοῦ δευτέρου ἀορίστου καὶ μέλλοντος τοῦτον τὸν τρόπον· οἱ δύο ἀόριστοι οἱ παθητικοί, φημὶ δὴ ὁ πρῶτος καὶ ὁ δεύτερος, κατὰ τὸ τρίτον ἑαυτῶν πρόσωπον προσλαμβάνοντες τὴν ˉθˉι συλλαβὴν καὶ τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν ἀποβάλλοντες, τὸ προστακτικὸν ποιοῦσιν ἑαυτῶν τε καὶ τῶν μελλόντων, ὁ πρῶτος ἀόριστος τοῦ πρώτου ἀορίστου καὶ μέλλοντος, καὶ ὁ δεύτερος ἀόριστος τοῦ δευτέρου ἀορίστου καὶ μέλλοντος, οἷον ἐτύφθη τύφθηθι καὶ διὰ τὴν ἐπαλληλίαν τῶν δασέων κατὰ μετάθεσιν τοῦ ˉθ εἰς ˉτ τύφθητι, ἐλέχθη λέχθηθι καὶ διὰ τὴν ἐπαλ ληλίαν τῶν δασέων κατὰ μετάθεσιν τοῦ ˉθ εἰς ˉτ λέχθητι, ἐνύγη νύγηθι, ἐστάλη στάληθι, ἐδάρη δάρηθι. Εἰς ˉθˉι δὲ ταῦτα ἔχουσι τὸ προστακτικόν, ἐπειδὴ εἰς ˉς μετ' ὀξείας τάσεως ἔχουσι τὴν μετοχὴν διὰ τοῦ ˉνˉτ κλινο μένην, οἷον τυφθείς τυφθέντος, δαρείς δαρέντος· τὰ δὲ ἔχοντα τὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως διὰ τοῦ ντ κλινομένην εἰς ˉθˉι ἔχουσι τὸ προστακτικόν, οἷον ἱστάς ἱστάντος ἵσταθι, διδούς διδόντος δίδοθι, ζευγνύς ζευγνύντος ζεύγνυθι, πηγνύς πηγνύντος πήγνυθι, στάς στάντος στῆθι, βάς βάντος βῆθι, γνούς γνόντος γνῶθι· οὕτως οὖν καὶ τυπείς τυπέντος τύπηθι καὶ τυφθείς τυφθέντος τύφθηθι καὶ διὰ τὴν ἐπαλλη λίαν τῶν δασέων τύφθητι κατὰ μετάθεσιν τοῦ ˉθ εἰς ˉτ. Δεῖ δὲ γινώ σκειν, ὅτι τότε τρέπεται τὸ ˉθ εἰς ˉτ ἐν τοῖς εἰς ˉθˉι προστακτικοῖς, ἡνίκα προηγεῖται ἕτερον ˉθ, οἷον τύφθηθι τύφθητι, λέχθηθι λέχθητι, νύχθητι, ἡνίκα δὲ μὴ προηγεῖται ἕτερον ˉθ, οὐ τρέπεται τὸ ˉθ εἰς ˉτ, οἷον φαθί, ἀντὶ τοῦ εἰπέ, ὡς παρὰ Ἀριστοφάνει ἐν Ἱππεῦσιν, αὐτὸ φαθί. Σεσημείωται ἐν τῷ κανόνι τῷ λέγοντι, ὅτι τὰ ἔχοντα τὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως καὶ διὰ τοῦ ˉνˉτ κλινομένην εἰς ˉθˉι ποιοῦσι τὸ προστακτικόν, τὸ δός θές ἕς (σημαίνει δὲ τὸ πέμψον, ἐξ οὗ ἐν συνθέσει τὸ ἄφες καὶ πρόες καὶ πάρες καὶ μέθες)· ταῦτα γὰρ ἔχοντα τὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως καὶ διὰ τοῦ ˉνˉτ κλινομένην, οἷον δούς δόντος, θείς θέντος, εἵς ἕντος (ἐξ οὗ τὸ ἀφείς ἀφέντος), οὐκ ἐγένοντο εἰς ˉθˉι ἐν τοῖς προστακτικοῖς, δός γὰρ καὶ θές καὶ ἕς τὰ προσ τακτικά· περὶ τούτων δὲ ἐν τοῖς εἰς ˉμˉι, εἰ θεῷ φίλον, διαληψόμεθα ἐν τῇ διδασκαλίᾳ τοῦ ἔθην δευτέρου ἀορίστου ὁριστικοῦ ἐνεργητικοῦ. Πρόσκειται ἐν τῷ κανόνι μετ' ὀξείας τάσεως, οἷον τὰ ἔχοντα τὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως διὰ τοῦ ˉνˉτ κλινομένην, διὰ τὸ τύψας τύψαντος· αὕτη γὰρ καὶ εἰς ˉς λήγει καὶ διὰ τοῦ ˉνˉτ κλίνεται, καὶ ἐπειδὴ 251 οὐκ ἔστιν ὀξύτονος, οὐ ποιεῖ τὸ προστακτικὸν εἰς θι, τύψον γάρ ἐστι τὸ προστακτικόν· πρόσκειται διὰ τοῦ ˉνˉτ κλινομένην διὰ τὸ τετυφώς τετυφότος· αὕτη γὰρ εἰς ˉς λήγει καὶ ὀξύτονός ἐστιν, καὶ ἐπειδὴ οὐ κλίνεται διὰ τοῦ ˉνˉτ ἀλλὰ διὰ καθαροῦ τοῦ ˉτˉοˉς, οὐ ποιεῖ τὸ προσ τακτικὸν εἰς ˉθˉι, τὸ γὰρ προστακτικὸν αὐτῆς τέτυφε σύ· πρόσκειται εἰς ˉς, διὰ τὸ λαβών λαβόντος· αὕτη γὰρ ἡ μετοχὴ καὶ ὀξύνεται καὶ διὰ τοῦ ˉνˉτ κλίνεται, καὶ ἐπειδὴ οὐ λήγει εἰς ˉς, οὐ ποιεῖ τὸ προστακτι κὸν εἰς ˉθˉι, λάβε γὰρ τὸ προστακτικόν. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι καθόλου τὰ εἰς ˉθˉι προστακτικὰ παραλήγουσαν ἔχουσι τὴν παραλήγουσαν τοῦ πρώτου προσώπου τῶν πληθυντικῶν τοῦ ἰδίου ὁριστικοῦ, οἷον ἐτύφθημεν τύφθηθι καὶ τύφθητι, ἐτύπημεν τύπηθι, ἐδά ρημεν δάρηθι, ἐνύγημεν νύγηθι, ἐτίθεμεν τίθεθι καὶ τίθετι, ἵσταμεν ἵσταθι, δίδομεν δίδοθι, ζεύγνυμεν ζεύγνυθι, ἔστημεν στῆθι, ἔβημεν βῆθι, ἔτλημεν τλῆθι, ἔγνωμεν γνῶθι. Τούτων οὕτως ἐχόντων φασί τινες, ὡς οὐκ ὤφειλε τραπῆναι τὸ ˉθ εἰς τὸ ˉτ ἐν τῷ τύφθητι· οὐ γὰρ πάντως τρέπεται, ὅτε ἀλλεπαλληλία τῶν δασέων ἐστίν· ἰδοὺ γάρ ἐστιν ἀπέφθιθον ἐσθλοὶ ἑταῖροι, καὶ ὅμως οὐκ ἐτράπη τὸ ˉθ εἰς ˉτ διὰ τὴν ἀλλεπαλληλίαν τῶν δασέων. Ἔστιν οὖν εἰπεῖν, ὅτι ὥσπερ κακόν ἐστιν ἡ κλοπή, καὶ ὅμως οἱ μὲν φεύγουσιν αὐτήν, οἱ δὲ οὔ, οὕτω κακόφωνον μὲν ποιεῖ τὴν λέξιν ἡ ἀλλεπαλληλία τῶν δασέων, καὶ ὅμως τινὰ μὲν φεύγοντα αὐτὴν τρέπουσι τὸ ˉθ εἰς τὸ ˉτ, τινὰ δὲ μὴ φεύγοντα αὐτὴν οὐ τρέπουσι τὸ ˉθ εἰς ˉτ, ὡς τὸ ἀπέφθιθον. Τυφθήτω. Ἰστέον ὅτι τὰ εἰς ˉθˉι προστακτικὰ τροπῇ τῆς ˉθˉι εἰς ˉτˉω τὸ τρίτον πρόσωπον ποιοῦσιν, οἷον τύπηθι τυπήτω, δάρηθι δαρήτω, νύγηθι νυγήτω, δίδοθι διδότω, ἵσταθι ἱστάτω, ζεύγνυθι ζευγνύτω, τύφθητι τυφθήτω· τὸ γὰρ ˉτ ἐνταῦθα δυνάμει ˉθ ἐστίν· τύφθηθι γάρ, ὡς εἴρηται, καὶ νύχθηθι, καὶ διὰ τὴν επαλληλίαν τῶν δασέων, ἤγουν τοῦ ˉθ, ἐτράπη τὸ ˉθ εἰς τὸ ˉτ. Δύναται δὲ καὶ ἀπὸ τοῦ ἐτύφθητε δευτέρου προσώπου πληθυντικοῦ ὁριστικοῦ γενέσθαι τὸ τυφθήτω, τροπῇ τοῦ ˉε εἰς τὸ ˉω καὶ ἀποβολῇ τῆς ἐν ἀρχῇ κλιτικῆς ἐκτάσεως, ὡς ἐν τοῖς προ λαβοῦσιν εἴρηται. Δυϊκά· τύφθητον, τυφθήτων. Πληθυντικά· τύφθητε, τυφθή τωσαν· εἴρηται. Ἀορίστου δευτέρου καὶ μέλλοντος. Τύπηθι. Ἐνταῦθα περὶ τοῦ προστακτικοῦ παθητικοῦ δευτέρου ἀορί στου καὶ μέλλοντος διαλαμβάνει· καὶ ἰστέον ὅτι εἴρηται ἡ περὶ τούτου 252 διδασκαλία ἐν τῇ διδασκαλίᾳ τοῦ παθητικοῦ πρώτου ἀορίστου καὶ μέλ λοντος· φησὶ δὲ ὁ τεχνικός, ὅτι ἐπειδὴ ἐνταῦθα οὐκ ἦν ἀλλεπαλληλία τῶν δασέων, ἤγουν τοῦ ˉθ, τούτου χάριν οὐκ ἐτράπη τὸ ˉθ εἰς ˉτ. Τυπήτω. Δυϊκά· τύπητον, τυπήτων. Πληθυντικά· τύπητε, τυπήτωσαν. Μέσου ἀορίστου πρώτου καὶ μέλλοντος. Τύψαι. Ἐνταῦθα περὶ τοῦ προστακτικοῦ τοῦ μέσου ἀορίστου πρώτου καὶ μέλλοντος διαλαμβάνει, καὶ κανονίζει αὐτὸ τοῦτον τὸν τρόπον· ὁ πρῶτος ἀόριστος ἐνεργητικὸς ὁριστικός, ˉκˉαˉτˉὰ τὸ πρῶτον πρόσωπον τῶν ἑνικῶν προσλαμβάνων τὸ ˉι καὶ τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν ἀποβάλλων τὸ προστακτικὸν ποιεῖ τοῦ πρώτου μέσου ἀορίστου καὶ μέλλοντος, διὸ καὶ διὰ τῆς ˉαˉι διφθόγγου γράφεται, οἷον ἔτυψα τύψαι, ἔλουσα λοῦσαι, ἐποίησα ποίησαι, ἔδεξα (ἐξ οὗ τὸ ἐδεξάμην καὶ ἀπεδεξάμην καὶ κατεδεξάμην) δέξαι, ἔκτησα (ἐξ οὗ τὸ ἐκτησάμην) κτῆσαι, ἐλόγισα (ἐξ οὗ τὸ ἐλογισάμην) λόγισαι, ἐβίασα (ἐξ οὗ τὸ ἐβιασάμην) βίασαι, ἡμίλλησα (ἐξ οὗ τὸ ἡμιλλησάμην) ἁμίλλησαι, ἐθέασα (ἐξ οὗ τὸ ἐθεασάμην) θέασαι, ἐκόμισα (ἐξ οὗ τὸ ἐκομισάμην) κόμισαι, ἤλειψα (ἐξ οὗ τὸ ἠ) ἄλειψαι. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι ἐὰν τὸ προστακτικὸν τοῦ πρώτου μέσου ἀορίστου καὶ μέλλοντος παρέλθῃ τὰς δύο συλλαβάς, προπαροξύνεται, οἷον ποίησαι λόγισαι κατάδεξαι ἄσπασαι προσποίησαι περιποίησαι ἁμίλλησαι βίασαι θέασαι κόμισαι ἄλειψαι· δισύλλαβον δὲ ὄν, εἰ μὲν φύσει μακρᾷ παρα λήγεται, προπερισπᾶται, οἷον κτῆσαι λοῦσαι, εἰ δὲ μὴ παραλήγεται φύσει μακρᾷ, παροξύνεται, οἷον δέξαι. Ἰστέον δὲ ὅτι ἐπὶ τῶν δισυλλάβων ὁμοφωνία παρακολουθεῖ τῶν προστακτικῶν πρὸς τὰ ἀπαρέμφατα· τὸ γὰρ λοῦσαι καὶ προστακτικὸν δύναται εἶναι καὶ ἀπαρέμφατον, ἀλλὰ προστακτικὸν μὲν πρώτου μέσου ἀορίστου καὶ μέλλοντος, ἀπαρέμφατον δὲ πρώτου ἀορίστου ἐνεργητικοῦ· ἐκ δὲ τῆς συντάξεως διακρίνονται· εἰ μὲν γὰρ εἴπω λοῦσαι θέλω, ἀπαρέμφατόν ἐστιν, εἰ δὲ λοῦσαι σύ, προσ τακτικόν· ἐπὶ δὲ τῶν ὑπὲρ δύο συλλαβὰς φωνῇ μόνῃ συνεμπίπτουσιν, οὐκέτι δὲ καὶ τόνῳ· τὸ μὲν γὰρ προστακτικὸν προπαροξύνεται, οἷον ποίησαι κόμισαι, τὸ δὲ ἀπαρέμφατον πρὸ μιᾶς ἔχει τὸν τόνον, οἷον ποιῆσαι κομίσαι. Ταῦτα μὲν ἐν τούτοις. 253 Ἰστέον δὲ καὶ τοῦτο, ὅτι ἡ ˉαˉι δίφθογγος ἐν μὲν τοῖς ὁριστικοῖς καὶ ἀπαρεμφάτοις καὶ προστακτικοῖς καὶ ὑποτακτικοῖς τῷ τονικῷ παραγ γέλματι ἀντὶ κοινῆς παραλαμβάνεται, οἷον τύπτομαι τύπτεσθαι ποίησαι ἐὰν τύψωμαι· ἰδοὺ γὰρ ταῦτα προπαροξύνονται, τῆς ˉαˉι διφθόγγου ἐπὶ τέλους οὔσης· τοῦτο δὲ οὐ παρηκολούθει, εἰ μή, ὅτι ἀντὶ κοινῆς παρα λαμβάνεται ἡ ˉαˉι δίφθογγος ἐπὶ αὐτῶν. Ἐν δὲ τοῖς εὐκτικοῖς ἀντὶ φύσει μακρᾶς παραλαμβάνεται, οἷον ποιήσαιμι ποιήσαις ποιήσαι· ἰδοὺ γὰρ ἐν τῷ ποιήσαι εὐκτικῷ οὐ τίθεται περισπωμένη, ἐπειδὴ ἡ ˉαˉι δίφθογγος ἐνταῦθα ἀντὶ φύσει μακρᾶς παραλαμβάνεται· οὐδέποτε δὲ πρὸ φύσει μακρᾶς τίθεται περισπωμένη, οἷον κήπου Ὁμήρου ἀνθρώπου. Ἐν δὲ τῷ ποιῆσαι ἀπαρεμφάτῳ, οἷον ποιῆσαι θέλω, περισπωμένη τίθε ται, ἐπειδὴ ἡ ˉαˉι δίφθογγος ἐν τοῖς ἀπαρεμφάτοις ἀντὶ κοινῆς παρα λαμβάνεται, καὶ τούτου χάριν τίθεται περισπωμένη, ὡς ἐν τῷ βῆναι στῆναι. Ταῦτα μὲν ἐν τούτοις. Ἄξιον δέ ἐστι ζητῆσαι καὶ τοῦτο, τί δήποτε ἡ ˉαˉι δίφθογγος ἐν μὲν τοῖς ὁριστικοῖς καὶ ἀπαρεμφάτοις καὶ προστακτικοῖς καὶ ὑποτακτι κοῖς τῷ τονικῷ παραγγέλματι, ὡς εἴρηται, ἀντὶ κοινῆς παραλαμβάνεται, ἐν δὲ τοῖς εὐκτικοῖς ἀντὶ φύσει μακρᾶς. Καὶ ἔστιν εἰπεῖν τὴν αἰτίαν ταύτην· ἐν τοῖς ἀπαρεμφάτοις διὰ τοῦτο ἀντὶ κοινῆς παραλαμβάνεται ἡ ˉαˉι δίφθογγος, ἐπειδὴ τὰ ἀπαρέμφατα δυνάμει πτωτικά εἰσιν, οἷον τὸ περιπατεῖν ὠφέλιμόν ἐστιν, τοῦ περιπατεῖν ὠφελίμου ὄντος, τῷ περιπατεῖν ὠφελίμῳ ὄντι· ὀνόματα γάρ εἰσι τῶν πραγμάτων, ἀντὶ γὰρ τοῦ εἰπεῖν ὁ περίπατος λέγω τὸ περιπατεῖν, καὶ ἀντὶ τοῦ εἰπεῖν ἡ φιλοσοφία λέγω τὸ φιλοσοφεῖν· ἡ δὲ ˉαˉι δίφθογγος ἐν τοῖς πτωτικοῖς ἀντὶ κοινῆς εἴωθε παραλαμβάνεσθαι τῷ τονικῷ παραγγέλματι, οἷον ἅμαξαι ἄελλαι τράπεζαι· εἰκότως οὖν καὶ ἐν τοῖς ἀπαρεμφάτοις ἀντὶ κοινῆς παραλαμβάνεται. Ἐπειδὴ δὲ ἀμφιβάλλεται, εἴτε τὴν ὁριστικὴν δεῖ προτάξαι εἴτε τὴν ἀπαρέμφατον, παρεχώρησε δὲ ἡ ἀπαρέμφατος τῇ ὁριστικῇ κατὰ τὴν τάξιν, εἰκότως καὶ κατὰ τὸ ἰδίωμα παρεχώρησεν αὐτῇ, καὶ τούτου χάριν ἐν τοῖς ὁριστικοῖς ἡ ˉαˉι δίφθογγος ἀντὶ κοινῆς παραλαμβάνεται τῷ τονικῷ παραγγέλματι ὁμοίως τοῖς ἀπαρεμφάτοις. Ἐπειδὴ δὲ τὰ προστακτικὰ καὶ ὑποτακτικὰ σχεδὸν φωνὰς ἔχουσιν ὁρι στικάς, οἷον ἔτυπτε τύπτε, ἐποίει ποίει, ἐβόα βόα, τύπτω ἐὰν τύπτω, ποιῶ ἐὰν ποιῶ,, εἰκότως καὶ τὰ ἰδιώματα τῶν ὁριστικῶν 254 ἐφύλαξαν, καὶ τούτου χάριν καὶ αὐτὰ τὴν ˉαˉι δίφθογγον ἔχουσιν ἀντὶ κοινῆς παραλαμβανομένην τῷ τονικῷ παραγγέλματι, ὥσπερ τὰ ὁριστικά· τὰ δὲ εὐκτικά, ἐπειδὴ οὐκ ἐφύλαξαν τὰς φωνὰς τῶν ὁριστικῶν, εἰκότως οὐδὲ τὰ ἰδιώματα αὐτῶν ἐφύλαξαν, καὶ τούτου χάριν οὐκ ἔχουσι τὴν ˉαˉι δίφθογγον ἀντὶ κοινῆς παραλαμβανομένην τῷ τονικῷ παραγγέλματι. Πάλιν ἄξιόν ἐστι ζητῆσαι τοῦτο, εἰ ἄρα, ὡς ἐν τοῖς προλαβοῦσιν εἰρήκαμεν, τὰ εἰς ˉμˉηˉν ἔχοντα τὸ ˉμ κλιτικόν, εἴτε παθητικὰ εἴτε μέσα, τοῦ ἰδίου δευτέρου προσώπου ἀποβάλλοντα τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκ τασιν τὸ προστακτικὸν ποιοῦσιν, οἷον ἐτυπτόμην ἐτύπτου τύπτου, ἐτυ πόμην ἐτύπου τύπου, ἐποιούμην ἐποιοῦ ποιοῦ, ἐλαβόμην ἐλάβου λαβοῦ ἀττικῶς, ἐτετύμμην ἐτέτυψο τέτυψο, διατί ὁ πρῶτος μέσος ἀόριστος εἰς ˉμˉηˉν λήγων καὶ ἔχων τὸ ˉμ κλιτικὸν οὐκ ἀποβάλλει τοῦ ἰδίου δευ τέρου προσώπου τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν καὶ ποιεῖ τὸ προσ τακτικόν, οἷον ἐτυψάμην ἐτύψω, καὶ οὐ λέγομεν τὸ προστακτικὸν τύψω, ἀλλὰ τύψαι, καὶ πάλιν ἐποιησάμην ἐποιήσω, καὶ οὐ λέγομεν τὸ προσ τακτικὸν ποιήσω, ἀλλὰ ποίησαι. Ἐν ταὐτῷ δὲ ζητοῦμεν, καὶ διὰ ποίαν αἰτίαν εἰς τὴν ˉαˉι δίφθογγον λήγει τὸ προστακτικὸν τοῦ πρώτου μέσου ἀορίστου καὶ μέλλοντος, οἷον ποίησαι λοῦσαι κτῆσαι ἄσπασαι κατάδεξαι ἁμίλλησαι λόγισαι. Καὶ λέγει ὁ Ἡρωδιανὸς ταύτην τὴν ἀπολογίαν, ὅτι διὰ τοῦτο τὸ δεύτερον πρόσωπον τοῦ πρώτου μέσου ἀορίστου [καὶ μέλλοντος] ἀποβάλλον τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν οὐ ποιεῖ τὸ προστακτικόνοἷον ἐτυψάμην ἐτύψω οὐ γίνεται τύψωἐπειδὴ τὰ εἰς ˉμˉηˉν ἔχοντα τὸ ˉμ κλιτικὸν τότε ἔχουσι τὰ ἴδια προστακτικὰ ὁμοιο κατάληκτα τοῖς ἰδίοις δευτέροις προσώποις, ἡνίκα καὶ τὸ προστακτικὸν τὸ ἐνεργητικὸν ἢ ὁμοιοκαταληκτεῖ τῷ ἰδίῳ ὁριστικῷ ἢ εἰς ˉθˉι λήγει, οἷον ἔτυπτον ἔτυπτες ἔτυπτε τύπτε ὁμοιοκαταλήκτως, ἀλλὰ καὶ ἐτυπτόμην ἐτύπτου τύπτου ὁμοιοκαταλήκτως· πάλιν ἐστὶν ἔτυπον ἔτυπες ἔτυπε τύπε ὁμοιοκαταλήκτως, καὶ ἐτυπόμην ἐτύπου τύπου καὶ τυποῦ ἀττικῶς ὁμοιοκαταλήκτως· πάλιν ἐστὶ τέτυφα τέτυφας τέτυφε καὶ τέτυφε σύ τὸ προστακτικὸν ὁμοιοκαταλήκτως, ἀλλὰ καὶ ἐτετύμμην ἐτέτυψο τέτυψο ὁμοιοκαταλήκτως· καὶ πάλιν ἐδίδων ἐδίδως ἐδίδω, καὶ τὸ προστακτικὸν δίδοθι εἰς ˉθˉι λήγει, ἀλλὰ καὶ ἐδιδόμην ἐδίδοσο δίδοσο ὁμοιοκαταλήκτως· καὶ πάλιν ἵστην ἵστης ἵστη, καὶ τὸ προστακτικὸν ἵσταθι εἰς ˉθˉι λήγει, καὶ ἱστάμην ἵστασο τὸ προστακτικὸν ὁμοιοκαταλήκτως· καὶ πάλιν ἐπήγνυν ἐπήγνυς ἐπήγνυ, καὶ τὸ προστακτικὸν πήγνυθι εἰς ˉθˉι λήγει, ἀλλὰ καὶ ἐπηγνύμην ἐπήγνυσο πήγνυσο ὁμοιοκαταλήκτως. Εἰ οὖν τὸ προστακτικὸν τοῦ πρώτου ἀορίστου τοῦ ἐνεργητικοῦ οὔτε ὁμοιο 255 καταληκτεῖ τῷ ἰδίῳ ὁριστικῷ οὔτε εἰς ˉθˉι λήγει, ἔτυψε γὰρ τὸ ὁριστικὸν καὶ τύψον τὸ προστακτικὸν δηλονότι, εἰκότως οὐ δύναται οὔτε τὸ προστακτικὸν τοῦ πρώτου μέσου ἀορίστου ὁμοιοκαταληκτεῖν τῷ δευτέρῳ προσώπῳ τοῦ πρώτου μέσου ἀορίστου ὁριστικοῦ. Διατί δὲ εἰς τὴν ˉαˉι δίφθογγον λήγει τὸ προστακτικὸν τοῦ πρώτου μέσου ἀορίστου, λέγει ὁ Ἡρωδιανὸς ταύτην τὴν ἀπολογίαν· ἡ ˉαˉι δίφθογγος εὑρίσκεται ἐν πάσαις ταῖς λοιπαῖς ἐγκλίσεσιν· καὶ γὰρ ἐν τοῖς ἀπαρεμφάτοις εὑρίσκε ται, οἷον τύψαι ποιῆσαι, καὶ ἐν τοῖς εὐκτικοῖς, οἷον ποιήσαιμι ποιήσαις ποιήσαι, καὶ ἐν τοῖς ὑποτακτικοῖς, οἷον ἐὰν τύπτωμαι, καὶ ἐν τοῖς ὁριστικοῖς, οἷον τύπτομαι· ἐπειδὴ οὖν ἐν πάσαις ταῖς ἄλλαις ἐγκλίσεσιν εὑρίσκεται ἡ ˉαˉι δίφθογγος, εἰκότως καὶ τὸ προστακτικὸν τοῦ πρώτου μέσου ἀορίστου εἰς τὴν ˉαˉι δίφθογγον λήγει, οἷον ποίησαι κατάδεξαι ἄσπασαι, ἵνα εὑρεθῇ καὶ ἐν τοῖς προστακτικοῖς ἡ ˉαˉι δίφθογγος. Τυψάσθω. Δυϊκά· τύψασθον, τυψάσθων. Πληθυντικά· τύ ψασθε, τυψάσθωσαν· εἴρηται. Μέσου ἀορίστου δευτέρου καὶ μέλλοντος. Τυποῦ. Ἐνταῦθα περὶ τοῦ προστακτικοῦ διαλαμβάνει τοῦ δευτέρου ἀορίστου καὶ μέλλοντος, καὶ κανονίζει αὐτὸν τοῦτον τὸν τρόπον· ὁ μέσος δεύτερος ἀόριστος, τοῦ δευτέρου προσώπου τὴν ἐν ἀρχαῖς κλιτι κὴν ἔκτασιν ἀποβάλλων, τὸ προστακτικὸν ποιεῖ τοῦ δευτέρου μέσου ἀορίστου καὶ μέλλοντος, οἷον ἐτυπόμην ἐτύπου τύπου, ἐνυγόμην ἐνύ γου νύγου, ἐπυθόμην ἐπύθου πύθου, ἐλαβόμην ἐλάβου λάβου, ἐγενό μην ἐγένου γένου· ταῦτα δέ, φημὶ τὰ προστακτικὰ τοῦ δευτέρου μέσου ἀορίστου, ὥς φησιν ὁ τεχνικός, παραλόγως οἱ Ἀττικοὶ περισπῶ σιν, οἷον τυποῦ γενοῦ νυγοῦ πυθοῦ λαβοῦ. Ταῦτα μὲν ἐν τούτοις. Δεῖ δὲ ζητῆσαι, διατί ὁ μετ' ὀλίγον μέλλων οὐκ ἔχει προστακτικόν. Καὶ ἔστιν εἰπεῖν, ὅτι, ὡς δέδεικται, οἱ ἀόριστοι καὶ οἱ μέλλοντες ἐν τοῖς προστακτικοῖς συνεζευγμένοι εἰσίν, καὶ [οὐκ] ἐκ τῶν ἀορίστων γί νονται τὰ προστακτικὰ τοῦ ἀορίστου καὶ μέλλοντος· ἐπειδὴ οὖν οὐχ ὑπελείφθη ἄλλος ἀόριστος ὁ ὀφείλων παραληφθῆναι μετὰ τοῦ μετ' ὀλί γον μέλλοντος καὶ ἀποτελέσαι τὸ προστακτικὸν αὐτοῦ, τούτου χάριν οὐκ ἔσχε προστακτικόν. Τυπέσθω. Δυϊκά· τύπεσθον, τυπέσθων. Πληθυντικά· τύ πεσθε, τυπέσθωσαν· εἴρηται. 256 Περὶ εὐκτικῶν. Ἐνταῦθα περὶ τῶν εὐκτικῶν διαλαμβάνει καὶ εἰκότως προτάττον ται τῶν ὑποτακτικῶν, εἴ γε τὰ μὲν εὐκτικὰ τέλειον λόγον ποιοῦσιν, τὰ δὲ ὑποτακτικὰ οὐ ποιοῦσι τέλειον λόγον. Ἐμάθομεν γάρ, ὅτι οὐδέποτε τέλειος λόγος γίνεται χωρὶς ἑνὸς τῶν τριῶν τούτων ῥημάτων, ὁριστι κοῦ φημὶ προστακτικοῦ καὶ εὐκτικοῦ, ἢ λεγομένου ἢ νοουμένου· καὶ λεγομένου μὲν ὁριστικοῦ, οἷον τὸν δ' ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς, λεγομένου δὲ προστακτικοῦ, οἷον μῆνιν ἄειδε, θεά, καὶ ἄνδρα μοι ἔννεπε, Μοῦσα, λεγομένου δὲ εὐκτικοῦ, ὡς ἐπὶ τοῦ τίσειαν Δα ναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν, καὶ πάλιν μηδ' ἔτι σοῖσι πόδεσσιν ὑποστρέψειας, νοουμένου δὲ, ὡς ἐπὶ τοῦ εἷς οἰωνὸς ἄριστος, ἀμύνεσθαι περὶ πάτρης, νοεῖται γὰρ τὸ ἐστίν, καὶ πάλιν οὐκ ἀγαθὸν πολυκοιρανίη, νοεῖται γὰρ τὸ ἐστίν. Ταῦτα μὲν ἐν τούτοις. Δεῖ δὲ γινώσκειν, ὅτι φασί τινες, ὡς οὐκ ὤφειλον τὰ εὐκτικὰ ἔχειν παρῳχημένους, οὐδεὶς γὰρ περὶ τῶν παρελθόντων εὔχεται, ἀλλ' ἢ περὶ τῶν ὄντων, ἵνα μένωσιν, ἢ περὶ τῶν μελλόντων, ἵνα γένωνται· περὶ δὲ τῶν ἅπαξ παρελθόντων πῶς εὔχεταί τις; Καὶ λέγει ὁ Ἀπολ λώνιος πιθανῶς ἐπιχειρῶν, ὅτι ἔστι καὶ περὶ παρελ θόντων εὐχή, κατασκευάζων οὕτως· θῶμέν τινα εἶναι ἐν Ἀθήναις ἔχοντα υἱόν, ὅστις τῶν Ὀλυμπίων τελουμένων ἔπεμψε τὸν ἴδιον υἱὸν ἐν Ἤλιδι ὀφείλοντα ἀγωνίσασθαι· ὁ δὲ ἀπελθὼν καὶ ἀγωνισάμενος νε νίκηκεν, καὶ μετὰ τὸ αὐτὸν ἀγωνίσασθαι καὶ νικῆσαι ἀγνοῶν ὁ πατὴρ ὅτι ἐνίκησεν εὔχεται λέγων νενικήκοι ὁ ἐμὸς παῖς, ἀντὶ τοῦ εἴθε ἀκούσαιμι ὅτι ὑπάρχει νενικηκὼς ὁ παῖς μου· καὶ ἰδού, φησίν, ἤδη παρελθούσης τῆς πράξεως, ἤγουν τῆς νίκης, εὔχεται λέγων νενικήκοι παρακειμένου καὶ ὑπερσυντελίκου, ὅπερ ἤδη ἐπράχθη. Τοῦτο δὲ πιθα νόν ἐστιν, ἀλλ' οὐ καταναγκαστικόν· ἔστιν οὖν εἰπεῖν, ὅτι εἰ καὶ ἡ νίκη παρῆλθεν, ἀλλ' οὖν ὡς περὶ μέλλοντος ποιεῖται τὴν εὐχήν, ἠγνόει γὰρ ὅτι ἦν νικήσας ὁ υἱὸς αὐτοῦ. Ταῦτα μὲν ἐν τούτοις. Δεῖ δὲ γινώσκειν, ὅτι μόνη ἡ ὁριστικὴ ἔγκλισις ἔχει τὴν σημασίαν τῶν χρόνων, ἐνεστῶτός φημι καὶ παρατατικοῦ καὶ παρακειμένου καὶ ὑπερσυντελίκου καὶ ἀορίστου καὶ μέλλοντος· ἐνεστῶτος μέν, οἷον τύπτω, 257 παρατατικοῦ δέ, οἷον ἔτυπτον, παρακειμένου δέ, οἷον τέτυφα, ὑπερσυντελί κου δέ, οἷον ἐτετύφειν, ἀορίστου δέ, οἷον ἔτυψα, μέλλοντος δέ, οἷον τύψω· αἱ δὲ λοιπαὶ ἐγκλίσεις, λέγω δὴ ἡ ἀπαρέμφατος καὶ ἡ προστακτικὴ καὶ ἡ εὐκτικὴ καὶ ἡ ὑποτακτική, μέλλοντος καὶ μόνου ἔχουσι τὴν σημασίαν, καὶ οὔτε ἐνεστῶτος οὔτε παρῳχημένου. Ἐν γὰρ τῷ λέγειν θέλω τύπτειν, βού λομαι τετυφέναι τὸ μήπω τέως γενόμενον θέλω γενέσθαι· ὁμοίως καὶ τὸ τύπτοιμι εὐκτικὸν μέλλοντος ἔχει σημασίαν, τὸ γὰρ μήπω γενόμενον εὔχομαι γενέσθαι· ὡσαύτως τὸ τύπτε προστακτικὸν μέλλοντος ἔχει ση μασίαν, τὸ γὰρ μήπω γενόμενον προστάττομεν γενέσθαι· τὸν αὐτὸν τρό πον καὶ τὸ ἐὰν τύπτω ὑποτακτικὸν μέλλοντος ἔχει σημασίαν, διστάζο μεν γάρ, εἰ δεῖ ποιῆσαι τὸ πρᾶγμα ἢ μὴ δεῖ. Δεῖ προσθεῖναι χωρὶς εἰ μὴ ὑποτακτικὴ ἔγκλισις αἰτιολογίαν σημαίνει· ἐὰν γὰρ ὑποτακτικὴ ἔγκλισις αἰτιολογίαν σημαίνῃ, παρῳχημένου ἔχει τὴν σημασίαν, οἷον ἵνα πράξω ἐφθόνησάς μοι καὶ πάλιν ἵνα ἀναγνῶ ὠφελήθην, ἀντὶ τοῦ διότι ἀνέγνων ὠφελήθην καὶ διότι ἔπραξα ἐφθόνησάς μοι. Καὶ ἀποροῦσί τινες λέγοντες, εἰ ἄρα αἱ λοιπαὶ ἐγκλίσεις αἱ παρὰ τὴν ὁριστικήν, ὡς δέδεικται, μέλλοντος καὶ μόνου ἔχουσι τὴν σημασίαν, καὶ οὔτε ἐνεστῶτος οὔτε παρῳχημένου, πῶς εὑρίσκομεν ἐν αὐταῖς ἐν εστῶτα καὶ παρατατικὸν καὶ παρακείμενον καὶ ὑπερσυντέλικον, οἷον τύπτειν τετυφέναι, τύπτοιμι τετύφοιμι, τύπτε τέτυφε σύ, ἐὰν τύπτω ἐὰν τετύφω. Καὶ ἔστιν εἰπεῖν, ὅτι ἐν ταύταις ταῖς ἐγκλίσεσιν, λέγω δὴ τῇ ἀπαρεμφάτῳ καὶ τῇ εὐκτικῇ καὶ τῇ προστακτικῇ καὶ τῇ ὑπο τακτικῇ, οὐχ ὡς ἐχούσαις τὸ σημαινόμενον ἐνεστῶτος ἢ παρῳχημένου, ἤγουν οὐχ ὡς ἐνισταμένης ἐν αὐταῖς ἢ παρῳχημένης τῆς πράξεως, οἱονεὶ παρελθούσης ἤδη τῆς πράξεως, λαμβάνεται ὁ ἐνεστὼς καὶ ὁ πα ρατατικὸς καὶ ὁ παρακείμενος καὶ ὁ ὑπερσυντέλικοςὡς γὰρ εἴρηται, μέλλοντος καὶ μόνου ἔχουσιν αὗται αἱ ἐγκλίσεις τὴν σημασίανἀλλ' ἢ πρὸς παράτασιν ἢ πρὸς συμπλήρωσιν λαμβάνονται οὗτοι οἱ χρόνοι ἐν ταύταις ταῖς ἐγκλίσεσιν· οἷον ἐπὶ μὲν τῆς εὐκτικῆς ἐγκλίσεως, ἡνίκα εὐχόμεθα τὸ μέλλον γενέσθαι πρᾶγμα ἔχειν παράτασιν καὶ μὴ πληρω θῆναι, λέγομεν τύπτοιμι ἐνεστῶτος καὶ παρατατικοῦ, οἱονεὶ μὴ πληρώσω τύπτων, ἀλλ' ἐχέτω τὸ πρᾶγμα παράτασιν, τουτέστιν μένοιμι τύ πτων· ἡνίκα δὲ θέλομεν καὶ εὐχόμεθα τὸ μέλλον γενέσθαι πρᾶγμα ἔχειν συμπλήρωσιν καὶ μὴ ἐπιμεῖναι παρατεινόμενον, λέγομεν τετύφοιμι παρα κειμένου καὶ ὑπερσυντελίκου, οἱονεὶ μὴ ἐπιμένοιμι τύπτων, ἀλλ' ἔχοι 258 τὸ πρᾶγμα συμπλήρωσιν. Ὁμοίως ἐπὶ τῆς προστακτικῆς ἐγκλίσεως, ἡνίκα θέλομεν τὸ μέλλον γενέσθαι πρᾶγμα ἔχειν παράτασιν καὶ μὴ πληρωθῆναι, λέγομεν καὶ προστάττομεν τύπτε ἐνεστῶτος καὶ παρατατι κοῦ, οἱονεὶ μὴ πληρώσῃς τύπτων, ἀλλ' ἐπίμεινον· ἡνίκα δὲ θέλομεν τὸ μέλλον γενέσθαι πρᾶγμα ἔχειν συμπλήρωσιν καὶ τελείωσιν καὶ μὴ ἐπι μεῖναι παρατεινόμενον, λέγομεν καὶ προστάττομεν τέτυφε σύ παρακειμέ νου καὶ ὑπερσυντελίκου, οἱονεὶ μὴ ἐπιμείνῃς τύπτων, ἀλλ' ἐχέτω τὸ πρᾶγμα συμπλήρωσιν. Ὡσαύτως καὶ ἐπὶ τῆς ὑποτακτικῆς ἐγκλίσεως, ὅτε θέλομεν τὸ μέλλον γενέσθαι πρᾶγμα ἔχειν παράτασιν, λέγομεν ἐὰν τύπτω ἐνεστῶτος καὶ παρατατικοῦ, οἷον ἐὰν μὴ πληρώσω τύπτων, ἀλλ' ἐπιμείνω, καὶ ἔχῃ τὸ πρᾶγμα παράτασιν· ἡνίκα δὲ θέλομεν τὸ μέλλον γενέσθαι πρᾶγμα ἔχειν συμπλήρωσιν καὶ μὴ παρατείνεσθαι, λέγομεν ἐὰν τετύφω παρακειμένου καὶ ὑπερσυντελίκου, οἷον ἐὰν πληρώσω τύπτων, καὶ μὴ ἐπιμείνῃ τὸ πρᾶγμα παρατεινόμενον, ἀλλ' ἔχῃ συμπλήρωσιν. Τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῆς ἀπαρεμφάτου ἐγκλίσεως, ὅτε θέλομεν τὸ μέλλον γενέσθαι πρᾶγμα ἔχειν παράτασιν, λαμβάνομεν προαιρετικὸν ῥῆμα ὁριστικόν, λέγω δὴ τὸ θέλω ἢ τὸ βούλομαι ἤ τι τοιοῦτον ἀνα πληροῦν τὴν βούλησιν τῆς ψυχῆς, ἐπειδὴ τὰ ἀπαρέμφατα, ὡς ἔγνωμεν, οὐκ ἔχουσι βούλημα ψυχῆς, καὶ λέγομεν θέλω τύπτειν ἐνεστῶτος καὶ παρατατικοῦ, οἷον θέλω ἐπιμεῖναι τύπτων καὶ μὴ πληρῶσαι, ἀλλ' ἔχειν τὸ πρᾶγμα παράτασιν· ἡνίκα δὲ θέλομεν τὸ μέλλον γενέσθαι πρᾶγμα ἔχειν συμπλήρωσιν, πάλιν λαμβάνομεν προαιρετικὸν ῥῆμα καὶ λέγομεν θέλω τετυφέναι παρακειμένου καὶ ὑπερσυντελίκου, οἱονεὶ θέλω μὴ ἐπι μεῖναι τύπτων, ἀλλ' εἰς πέρας ἐλθεῖν τὸ πρᾶγμα καὶ πληρωθῆναι. Διὰ τοῦτο δὲ οὐ δεῖ λέγειν ζήσειας, τοῦτο γὰρ ἀορίστου χρόνου ἐστὶν εὐκτικόν· ἔγνωμεν δέ, ὅτι καὶ ὁ ἀόριστος πεπληρωμένην καὶ παρῳχη μένην ἔχει τὴν σημασίαν· ἐὰν οὖν εἴπωμεν ζήσειας, δηλοῦμεν, ὅτι μὴ ἐπιμένοις ζῶν μηδὲ ἔχοι τὸ πρᾶγμα παράτασιν, ἀλλ' εἰς πέρας καὶ συμ πλήρωσιν τοῦ ζῆν ἔλθοις, ὅπερ ἐστὶν ἀποθάνοις, ὥσπερ καὶ τὸ τύψειας δηλοῖ τὸ εἰς πέρας τοῦ τύψαι ἔλθοις· χρὴ δὲ λέγειν ζῴης, τοῦτο γὰρ ἐνεστῶτός ἐστι καὶ παρατατικοῦ, καὶ δηλοῦμεν δι' αὐτοῦ τὸ ἐπιμένοις ζῶν, καὶ ἔχοι τὸ πρᾶγμα παράτασιν. Δέδεικται οὖν ἡμῖν, ὅτι ἐν ταῖς ἐγκλίσεσι ταύταις μέλλοντος μόνου σημασίαν ἔστιν εὑρεῖν, λέγω δὴ ἐν 259 τῇ ἀπαρεμφάτῳ καὶ προστακτικῇ καὶ εὐκτικῇ καὶ ὑποτακτικῇ, ἐν αἷς ὁ ἐνεστὼς καὶ ὁ παρατατικὸς καὶ ὁ παρακείμενος καὶ ὁ ὑπερσυντέλικος [καὶ ὁ ἀόριστος δηλονότι] οὐχ ὡς παρελθούσης ἐν αὐταῖς τῆς πράξεως ἢ ἐνισταμένης λαμβάνονται, ἀλλ' ἢ πρὸς παράτασιν ἢ πρὸς συμπλή ρωσιν. Εὐκτικὰ ἐνεργητικά χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ. Τύπτοιμι. Ἰστέον ὅτι ὥσπερ ἐν τοῖς ἀπαρεμφάτοις, οὕτω καὶ ἐν τοῖς εὐκτικοῖς πῇ μὲν συνεζευγμένοι εἰσὶν οἱ χρόνοι, πῇ δὲ διακεχωρισμέ νοι· ὁ μὲν γὰρ ἐνεστὼς καὶ ὁ παρατατικὸς ὁμοῦ εἰσιν, καὶ ὁ παρακεί μενος καὶ ὁ ὑπερσυντέλικος ὁμοίως ὁμοῦ, ὁ δὲ ἀόριστος ἰδίᾳ καὶ ὁ μέλλων ἰδίᾳ. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι πολλὴν ὁμοιότητα ἔχουσι τὰ εὐκτικὰ πρὸς τὴν δοτι κήν· ὥσπερ γὰρ τὸ ˉι χαρακτηριστικόν ἐστι τῆς δοτικῆς, οἷον τῷ καλῷ, τῷ Αἴαντι, τὸν αὐτὸν τρόπον τὸ ˉι χαρακτηριστικόν ἐστι καὶ τῶν εὐκτι κῶν, οἷον τύπτοιμι τυπτοίμην τυφθείην· ἀλλ' ἐν μὲν τῇ δοτικῇ κατὰ τὸ τέλος εὑρίσκεται τὸ ˉι, οἷον τῷ σοφῷ, τῷ Αἴαντι, ἐν δὲ τοῖς εὐκτι κοῖς κατὰ τὴν παραλήγουσαν, οἷον τύπτοιμι τυπτοίμην τυφθείην· ἄλλως τε δὲ ἐν μὲν τῇ δοτικῇ οὐ πάντως εὑρίσκεται τὸ ˉι ἐν διφθόγγῳ, οἷον Αἴαντι βότρυϊ, ἐν δὲ τοῖς εὐκτικοῖς πάντως ἐν διφθόγγῳ εὑρίσκε ται τὸ ˉι, οἷον τύπτοιμι τυπτοίμην τυφθείην. Πλησιάζουσι δὲ καὶ κατ' ἄλλο τὰ εὐκτικὰ τῇ δοτικῇ· ὥσπερ γὰρ ἐν ταῖς εἰς ˉω ληγούσαις δοτι καῖς οὐ προσγράφουσιν οἱ Αἰολεῖς τὸ ˉι, οἷον Ὁμήρω ἀνθρώπω, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν εὐκτικῶν πολλάκις ἀποβάλλουσι τὸ ˉι· ἔστι γὰρ λάχοιμι λάχοις λάχοι· τοῦτο γίνεται ἀττικῶς λαχοίη κατὰ πλεονα σμὸν τοῦ ˉη, καὶ προσθήκῃ τοῦ ˉς τὸ δεύτερον λαχοίης, καὶ τροπῇ τοῦ ˉς εἰς ˉν τὸ πρῶτον λαχοίην, ὥσπερ ἐτύφθη ἐτύφθης ἐτύφθην, καὶ ἀπο βάλλουσιν οἱ Αἰολεῖς τὸ ˉι καὶ λέγουσι λαχόην. Δεῖ δὲ γινώσκειν, ὅτι τὰ εὐκτικὰ ἢ εἰς ˉμˉι λήγουσιν ἢ εἰς ˉμˉηˉν ἢ εἰς ˉηˉν καθαρόν, οἷον τύπτοιμι τυπτοίμην τυφθείην· καὶ τὰ μὲν εἰς ˉμˉι ἐνεργητικά εἰσιν ἢ μέσα, οὐδέποτε δὲ παθητικά, ἐνεργητικὰ μέν, οἷον τύπτοιμι βοῷμι χρυσοῖμι τετύφοιμι, μέσα δέ, οἷον τετύποιμι δεδούποιμι πεποίθοιμι· τὰ δὲ εἰς ˉμˉηˉν ἢ παθητικά εἰσιν ἢ μέσα, οὐδέποτε δὲ ἐνεργητικά, παθητικὰ μέν, οἷον τυπτοίμην λεγοίμην χρυσοίμην, μέσα δέ, οἷον τυψαίμην λαβοίμην· 260 τὰ δὲ εἰς ˉηˉν καθαρὸν ἢ παθητικά εἰσιν ἢ ἐνεργητικά, οὐδέποτε δὲ μέσα, ἐνεργητικὰ μέν, οἷον τιθείην ἱσταίην γνοίην δοίην, παθητικὰ δέ, οἷον τυφθείην δαρείην νυγείην. Καὶ ἰστέον ὅτι ὅσα μὲν ἔχουσιν εἰς ˉμˉεˉνˉοˉς τὴν μετοχήν, εἰς ˉμˉηˉν ἔχουσι τὸ εὐκτικόν, οἷον τυπτόμενος τυπτοίμην, τυφθησόμενος τυφθησοίμην, τυψάμενος τυψαίμην· ὅσα δὲ ἔχουσι τὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως καὶ διὰ τοῦ ˉνˉτ κλινομένην, εἰς ˉηˉν καθαρὸν ἔχουσι τὸ εὐκτικόν, οἷον τυφθείς τυφθέντος τυφθείην, δαρείς δαρέντος δαρείην, ἱστάς ἱστάντος ἱσταίην, δούς δόντος δοίην, γνούς γνόντος γνοίην· τὰ δὲ μηδὲν τούτων ἔχοντα, τουτέστι μήτε εἰς ˉμˉεˉνˉοˉς ἔχοντα τὴν μετοχήν, μήτε εἰς ˉς μετ' ὀξείας τάσεως καὶ διὰ τοῦ ˉνˉτ κλι νομένην, εἰς ˉμˉι ἔχουσι τὸ εὐκτικόν, οἷον τύπτων τύπτοντος τύπτοιμι, βοῶν βοῶντος βοῷμι, τετυφώς τετυφότος τετύφοιμι· τοῦτο γὰρ ἔχει τὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως, ἀλλ' οὐκ ἔχει αὐτὴν διὰ τοῦ ˉνˉτ κλινομένην, ἵνα ποιήσωμεν εἰς ˉηˉν τὸ εὐκτικόν. Δεῖ δὲ γι νώσκειν, ὅτι πολλάκις εὑρίσκομεν εἰς ˉηˉν καθαρὸν εὐκτικά, μὴ οὔσης τῆς μετοχῆς εἰς ˉς μετ' ὀξείας τάσεως καὶ διὰ τοῦ ˉνˉτ κλινομένης, οἷον περιπατοίην, περιπατῶν γὰρ περιπατοῦντος ἐστὶν ἡ μετοχὴ διὰ τοῦ ˉνˉτ κλινομένη, μὴ οὔσης τῆς μετοχῆς, ἤγουν τῆς εὐθείας, εἰς ˉς μετ' ὀξείας τάσεως. Τοῦτο δὲ ὁ μὲν Ἀπολλώνιος σχηματίζων οὕτω λέγει, ὅτι ἐστὶ περιπατοῖμι περιπατοῖς περιπατοῖ, καὶ ἀττικῶς γίνεται περιπατοίη κατὰ πλεονασμὸν τοῦ ˉη· καὶ ἐπειδὴ πᾶν τρίτον πρόσωπον εἰς ˉη κατα λῆγον προσθέσει τοῦ ˉς ποιεῖ τὸ δεύτερον πρόσωπον, καὶ τροπῇ τοῦ ˉς εἰς ˉν ποιεῖ τὸ πρῶτον, οἷον ἐτύφθη ἐτύφθης ἐτύφθην, ἐδάρη ἐδάρης ἐδάρην, ἐνύγη ἐνύγης ἐνύγην, τούτου χάριν ἐγένετο τὸ δεύτερον πρόσ ωπον προσθέσει τοῦ ˉς περιπατοίης, καὶ τροπῇ τοῦ ˉς εἰς ˉν περιπατοίην τὸ πρῶτον· ὁ δὲ Ἡρωδιανὸς ἀλλοίως σχηματίζει αὐτὸ λέγων, ὅτι ἀπὸ τοῦ περιπατοῖμι γέγονε τροπῇ τῆς ˉμˉι εἰς ˉηˉν, καὶ ἐκ τούτου τὸ δεύτερον πρόσωπον περιπατοίης τροπῇ τοῦ ˉν εἰς ˉς, καὶ τὸ τρίτον περιπατοίη ἀποβολῇ τοῦ ˉς, ὥσπερ ἐτύφθην ἐτύφθης ἐτύφθη, ἐδάρην ἐδάρης ἐδάρη. Τούτων οὕτως ἐχόντων δεῖ γινώσκειν, ὅτι τὸ τρέφοιν, ὡς παρ' Εὐριπίδῃ fr. 903 N2> ἄφρων ἂν εἴην εἰ τρέφοιν τὰ τῶν πέλας, γέγονε τοῦτον τὸν τρόπον· ἔστι τρέφοιμι τρέφοις τρέφοι, καὶ κατὰ πλεονασμὸν τοῦ ˉη γέγονε τρεφοίη ἀττικῶς, ὡς περιπατοίη, καὶ προσθέσει τοῦ ˉς τὸ δεύτε ρον τρεφοίης, καὶ τροπῇ τοῦ ˉς εἰς ˉν τὸ πρῶτον τρεφοίην, ὡς περιπατοίην, καὶ λοιπὸν ἀπὸ τοῦ τρεφοίην κατὰ συγκοπὴν τοῦ ˉη γέγονε τρέφοιν. 261 Οὐδὲ γὰρ δυνατὸν τὸ τρέφοιν ἀπὸ τοῦ τρέφοιμι λέγειν κατὰ ἀπο κοπὴν τοῦ ˉι καὶ τροπὴν τοῦ ˉμ εἰς ˉν· ὡς γάρ φησιν ὁ Ἀπολλώνιος ἐν τῷ Περὶ προθέσεων, οὐδέποτε ἀποκοπὴ εἰς ἀνεκφώνητον τέλος γίνεται, ἤγουν εἰς ὃ οὐ δύναται καταλήγειν ἡ λέξις· τὸ γὰρ ˉμ οὐκ ἔστι τελικὸν λέξεως, τὸ γὰρ Ἀδάμ βάρβαρόν ἐστι καὶ τὸ Ἀβραάμ, καὶ δηλονότι οὐ δύναται γενέσθαι ἀποκοπή. Ταῦτα μὲν ἐν τούτοις. Δεῖ δὲ γινώσκειν, ὅτι πάντα τὰ εὐκτικά, εἴτε εἰς ˉμˉι λήγουσιν, εἴτε εἰς ˉμˉηˉν, εἴτε εἰς ˉηˉν καθαρόν, διφθόγγῳ θέλουσι παραλήγεσθαι τῇ μετὰ τοῦ ˉι, οἷον τύπτοιμι βοῷμι χρυσοῖμι πεποιῄμην τυπτοίμην τυψαίμην τυφθησοίμην τυφθείην νυγείην γνοίην δοίην δαρείην· καὶ φυλάττουσι τὴν δίφθογγον καὶ ἐν τοῖς ἑνικοῖς καὶ ἐν τοῖς δυϊκοῖς καὶ ἐν τοῖς πληθυντικοῖς, οἷον τύπτοιμι τύπτοις τύπτοι, δυϊκά, τύπτοιτον τυπτοίτην, πληθυντικά, τύπτοιμεν τύπτοιτε τύπτοιεν· τυπτοίμην τύπτοιο τύπτοιτο, δυϊκά, τυπτοίμεθον τύπτοισθον τυπτοίσθην, πληθυντικά, τυ πτοίμεθα τύπτοισθε τύπτοιντο· τυφθείην τυφθείης τυφθείη, δυϊκά, τυ φθείητον τυφθειήτην, πληθυντικά, τυφθείημεν τυφθείητε τυφθείησαν. Δεῖ δὲ προσθεῖναι χωρὶς τῆς τετάρτης συζυγίας τῶν εἰς ˉμˉι· ταῦτα γὰρ οὐ παραλήγονται διφθόγγῳ, ζευγνύην γὰρ καὶ πηγνύην καὶ ὀμνύην χωρὶς τοῦ ˉι. Καὶ λέγει ὁ Ἀπολλώνιος ταύτην τὴν ἀπολο γίαν, ὅτι τὸ ζευγνύην καὶ τὸ πηγνύην καὶ τὸ ὀμνύην προσθέσει τοῦ ˉμ παθητικὰ γίνονται, οἷον ζευγνύμην πηγνύμην ὀμνύμην· εἰ εἶχον οὖν τὸ ˉι κατὰ τὴν παραλήγουσαν, ἤμελλον ἀποβάλλειν αὐτὸ ἐν τοῖς παθη τικοῖς, ἐπειδὴ μετὰ τὴν ˉυˉι δίφθογγον σύμφωνον οὐχ εὑρίσκεται ἐπιφε ρόμενον, οἷον ἅρπυια μυῖα υἱός· ὃ οὖν εἶχον ἀποβάλλειν ἐν τοῖς πα θητικοῖς, προαπέβαλον ἐν τοῖς ἐνεργητικοῖς· τούτου οὖν χάριν τὰ εὐκτικὰ ἐπὶ τῆς τετάρτης συζυγίας τῶν εἰς ˉμˉι οὐ παραλήγονται δι φθόγγῳ. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι κανονίζεται τὸ εὐκτικὸν ἐνεργητικὸν τοῦ ἐνεστῶτος καὶ παρατατικοῦ τοῦτον τὸν τρόπον· πᾶσα γενικὴ μετοχῆς διὰ τοῦ ˉτˉοˉς ἐκφερομένη, εἴτε ἐνεργητικὴ εἴτε μέση, τρέπουσα τὴν τελευταίαν συλ λαβὴν εἰς ˉμˉι, καὶ προσλαμβάνουσα κατὰ τὴν παραλήγουσαν τὸ ˉι [ἤγουν πρὸ τοῦ ˉν δεχομένη τὸ ˉι], καὶ ἀποβάλλουσα τὰ μὴ δυνάμενα συνεκφω νηθῆναι στοιχεῖα, τὸ εὐκτικὸν ποιεῖ, οἷον τύπτοντος τύπτοιμι, λέγον 262 τος λέγοιμι, γράφοντος γράφοιμι, βοῶντος βοῷμι, τύψοντος τύψοιμι, τύψαντος τύψαιμι, γράψαντος γράψαιμι, λέξαντος λέξαιμι, λέξοντος λέξοιμι, γράψοντος γράψοιμι, τυπόντος τύποιμι, λαβόντος λάβοιμι· ἰδοὺ ἐπὶ τούτων ἐτράπη ἡ τελευταία συλλαβὴ τῆς γενικῆς τῆς μετοχῆς εἰς ˉμˉι, καὶ πρὸ τοῦ ˉμ προσῆλθε τὸ ˉι, καὶ ἀπεβλήθη τὸ ˉν, καὶ ἐγένοντο τὰ εὐκτικά· τὸ δὲ ˉν ἀπεβλήθη, ἐπειδὴ οὐδέποτε τὸ ˉν εὑρίσκεται πρὸ τοῦ ˉμ. Πάλιν ἐστὶ τετυφώς τετυφότος τετύφοιμι, πεποιηκώς πεποιηκό τος πεποιήκοιμι, τετυπώς τετυπότος τετύποιμι, δεδουπώς δεδουπότος δεδούποιμι, πεποιθώς πεποιθότος πεποίθοιμι· ἰδοὺ καὶ ἐπὶ τούτων ἐτράπη ἡ τελευταία συλλαβὴ τῆς γενικῆς τῆς μετοχῆς εἰς ˉμˉι, καὶ πρὸ τοῦ ˉμ προσῆλθε τὸ ˉι, καὶ ἐγένοντο τὰ εὐκτικά· ἐνταῦθα δὲ οὐκ ἀπε βλήθη σύμφωνον, ἐπειδὴ καθαριεύει ἡ γενικὴ τῆς μετοχῆς, οὐδὲ γὰρ ἔχει πρὸ τοῦ ˉτ σύμφωνον. Δεῖ δὲ προσθεῖναι τῷ κανόνι χωρὶς εἰ μὴ εἰς ˉς ἐστὶν ὀξύτονος ἡ μετοχὴ καὶ διὰ τοῦ ˉνˉτ κλινομένη· τότε γὰρ οὐ γίνεται εἰς ˉμˉι τὸ εὐκτικόν, ἀλλ' εἰς ˉηˉν καθαρόν, οἷον τιθείς τιθέντος τιθείην, ἱστάς ἱστάντος ἱσταίην, γνούς γνόντος γνοίην· πρόσ κειται διὰ τοῦ ˉνˉτ κλινομένη διὰ τὸ τετυφώς τετυφότος· τοῦτο γὰρ καὶ εἰς ˉς καὶ ὀξύτονον ἔχει τὴν μετοχήν, ἀλλ' ἐπειδὴ οὐ κλίνεται διὰ τοῦ ˉνˉτ, οὐ ποιεῖ εἰς ˉηˉν καθαρὸν τὸ εὐκτικόν, ἀλλ' εἰς ˉμˉι, οἷον τετύ φοιμι. Ταῦτα μὲν ἐν τούτοις. Ἀποροῦσι δέ τινες λέγοντες, εἰ ἄρα ἐν τοῖς εὐκτικοῖς τὸ ἀπο βαλλόμενον σύμφωνόν ἐστιν, οἷον τύπτοντος τύπτοιμι, λέγοντος λέγοιμι, τύψαντος τύψαιμι, τὸ γὰρ ˉν ἀπεβλήθη, ὅπερ σύμφωνόν ἐστιν, διατί εἴρηται ἀπροσδιορίστως καὶ ἀποβάλλουσα τὰ μὴ δυνάμενα συνεκφωνη θῆναι στοιχεῖα, καὶ μὴ μᾶλλον ἐρρέθη τὰ μὴ δυνάμενα συνεκφωνη θῆναι σύμφωνα. Ἔστιν οὖν εἰπεῖν, ὅτι καλῶς εἴρηται ἀπροσδιορίστως στοιχεῖα καὶ οὐ σύμφωνα, ἐπειδὴ οὐ μόνον σύμφωνα ἀποβάλλονται ἐν τοῖς εὐκτικοῖς, ἀλλ' ἔστιν ὅτε καὶ φωνήεντα· καὶ δῆλον ἐντεῦθεν· ἔστι ποιοῦντος καὶ χρυσοῦντος, καὶ τρέπεται ἡ τελευ ταία συλλαβὴ τῆς γενικῆς τῆς μετοχῆς εἰς ˉμˉι, καὶ ἀποβάλλεται τὸ ˉν, καὶ προσέρχεται κατὰ τὴν παραλήγουσαν τὸ ˉι, καὶ γίνεται τὸ εὐκτικὸν ποιούιμι καὶ χρυσούιμι διὰ τοῦ ˉο καὶ ˉυ καὶ ˉι· καὶ ἐπειδὴ τρία φωνήεντα οὐ δύνανται ἐν μιᾷ συλλαβῇ παραλαμβάνεσθαι, ἀνάγκη ἓν ἐξ αὐτῶν ἀποβληθῆναι. Καὶ τὸ μὲν ˉο ἀποβληθῆναι οὐ δύναται, ἐπειδὴ οὐδέ 263 ποτε μετὰ τὴν ˉυˉι δίφθογγον σύμφωνον εὑρίσκεται ἐπιφερόμενον, οἷον μυῖα ἅρπυια υἱός υἱωνός· ἐὰν οὖν ἀποβληθῇ τὸ ˉο, μέλλει εἶναι ἡ ˉυˉι δίφθογγος συμφώνου ἐπιφερομένου τοῦ ˉμ, ὅπερ ἐστὶν ἀδύνατον· τὸ δὲ ˉι ἀποβληθῆναι οὐ δύναται, ἐπειδὴ τὰ εἰς ˉμˉι εὐκτικὰ καὶ τὰ εἰς ˉμˉηˉν καὶ τὰ εἰς ˉηˉν καθαρὸν διφθόγγῳ θέλουσι παραλήγεσθαι τῇ μετὰ τοῦ ˉι, οἷον λέγοιμι βοῷμι τυποίμην λεγοίμην τυφθείην δαρείην· περὶ γὰρ τῶν εὐκτικῶν τῆς τετάρτης συζυγίας τῶν εἰς ˉμˉι εἰρήκαμεν· ἐξ ἀνάγκης οὖν ἀποβάλλεται τὸ ˉυ, καὶ γίνεται ποιοῖμι καὶ χρυσοῖμι διὰ τῆς ˉοˉι διφθόγγου. Δέδεικται οὖν, ὅτι καὶ φωνήεντα πολλάκις ἀποβάλλονται ἐν τοῖς εὐκτικοῖς. Τύπτοις. Ἰστέον ὅτι τὰ εἰς ˉμˉι λήγοντα ῥήματα, εἴτε ὁριστικὰ εἴτε εὐκτικά, τροπῇ τῆς ˉμˉι εἰς ˉς τὸ δεύτερον ποιοῦσι πρόσωπον, οἷον τίθημι τίθης, ἵστημι ἵστης, δίδωμι δίδως, ζεύγνυμι ζεύγνυς, τύπτοιμι τύπτοις, τετύφοιμι τετύφοις, τύψαιμι τύψαις, λέξαιμι λέξαις, τύψοιμι τύψοις, ποιοῖμι ποιοῖς, βοῷμι βοῷς, χρυσοῖμι χρυσοῖς. Τύπτοι. Εἴρηται, ὅτι πᾶν δεύτερον πρόσωπον εἰς ˉς λῆγον ἀπο βολῇ τοῦ ˉς τὸ τρίτον ποιεῖ, οἷον τύπτεις τύπτει, λέγεις λέγει,, χωρὶς τοῦ παρακειμένου καὶ τοῦ πρώτου ἀορί στου καὶ τοῦ ἐνεστῶτος τοῦ ἀπὸ τῶν εἰς ˉμˉι. Δυϊκά. Τύπτοιτον, τυπτοίτην. Ἰστέον ὅτι τὸ μὲν πρῶτον πρόσωπον τῶν δυϊκῶν ἐπιλιμπάνει ἐνταῦθα, ἐπειδὴ τὸ πρῶτον τῶν πληθυντικῶν ἔχει τὸ ˉμ ἐπὶ τῆς τελευταίας συλλαβῆς· τύπτοιμεν γάρ ἐστι τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν· τὸ δὲ δεύτερον τῶν δυϊκῶν ἀπὸ τοῦ δευτέρου τῶν πληθυντικῶν γέγονε τροπῇ τοῦ ˉε εἰς ˉοˉν, οἷον τύπτοιτε τύπτοιτον, τὸ δὲ τρίτον τῶν δυϊκῶν ἀπὸ τοῦ ἰδίου δευτέρου γέγονε τροπῇ τοῦ ˉο εἰς ˉη, οἷον τύπτοιτον τυπτοίτην· καθό λου γὰρ ἐν τοῖς εὐκτικοῖς τὰ τρίτα τῶν δυϊκῶν εἰς ˉηˉν λήγουσιν, οἷον τυπτοίτην τυψοίτην τυψοίσθην τυψαίσθην· οὐχ ὁμοφωνοῦσι γὰρ τοῖς ἰδίοις δευτέροις, ἐπειδὴ οὔτε εἰς ˉσˉι λήγουσιν οὔτε εἰς ˉτˉαˉι τὰ τρίτα τῶν πληθυντικῶν. Πληθυντικά. Τύπτοιμεν. Ἰστέον ὅτι τὰ εἰς ˉμˉι εὐκτικὰ τροπῇ τῆς ˉμˉι εἰς ˉμˉεˉν τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν ποιοῦσιν, οἷον τύπτοιμι τύπτοιμεν, τετύφοιμι τετύφοιμεν, τύψαιμι τύψαιμεν, τύψοιμι τύψοιμεν. Τύπτοιτε. Ἰστέον ὅτι τὰ εἰς ˉμˉεˉν εὐκτικὰ τροπῇ τοῦ ˉμˉεˉν εἰς ˉτˉε 264 τὸ δεύτερον τῶν πληθυντικῶν ποιοῦσι μετὰ τοῦ φυλάττειν τὴν παρα λήγουσαντὰ γὰρ εὐκτικὰ οὐδέποτε τρέπουσι τὴν παραλήγουσαν οἷον τύπτοιμεν τύπτοιτε, λέγοιμεν λέγοιτε, βοῷμεν βοῷτε, τετύφοιμεν τετύφοιτε, τύψαιμεν τύψαιτε, τυφθείημεν τυφθείητε, δαρείημεν δαρείητε, νυγείημεν νυγείητε. Τύπτοιεν. Ἰστέον ὅτι τὰ εἰς ˉμˉεˉν εὐκτικά, εἰ μὲν διφθόγγῳ παρα λήγονται, ἀποβολῇ τοῦ ˉμ τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν ποι οῦσιν, οἷον τύπτοιμεν τύπτοιεν, λέγοιμεν λέγοιεν, τύψαιμεν τύψαιεν, τύψοιμεν τύψοιεν, τετύφοιμεν τετύφοιεν, ποιοῖμεν ποιοῖεν, βοῷμεν βοῷεν, γελῷμεν γελῷεν, τρυγῷμεν τρυγῷεν, χρυσοῖμεν χρυσοῖεν· εἰ δὲ ἑνὶ φωνήεντι παραλήγονται, τροπῇ τῆς ˉμˉεˉν εἰς ˉσˉαˉν τὸ τρίτον πρόσ ωπον τῶν πληθυντικῶν ποιοῦσιν, οἷον τυφθείημεν τυφθείησαν, δαρείη μεν δαρείησαν, νυγείημεν νυγείησαν. Ἀμέλει ἀπὸ τοῦ δοίημεν καὶ τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν δοίησαν γίνεται, ἐπειδὴ ἑνὶ φωνήεντι παραλήγεται· ἡνίκα δὲ γένηται κατὰ συγκοπὴν τοῦ ˉη τὸ πρῶτον δοῖμεν, ὡς τὸ δοῖμεν δ' Ἀτρείδαο θυγατρῶν εἶδος ἀρίστην, τότε καὶ τὸ τρίτον τῶν πληθυντικῶν δοῖεν γίνεται κατὰ ἀποβολὴν τοῦ ˉμ, ἐπειδὴ διφθόγγῳ παραλήγεται, οἷον ὑμῖν μὲν θεοὶ δοῖεν. Παρακειμένου καὶ ὑπερσυντελίκου. Τετύφοιμι. Ἰστέον ὅτι κανονίζεται τὸ εὐκτικὸν τοῦ ἐνεργητικοῦ παρακειμένου καὶ ὑπερσυντελίκου καὶ τοῦ μέσου παρακειμένου καὶ ὑπερσυντελίκου τοῦτον τὸν τρόπον· ἡ γενικὴ τῆς μετοχῆς τοῦ ἐνεργη τικοῦ παρακειμένου καὶ ὑπερσυντελίκου καὶ ἡ γενικὴ τῆς μετοχῆς τοῦ μέσου παρακειμένου καὶ ὑπερσυντελίκου, τρέπουσαι τὴν τελευταίαν συλ λαβὴν εἰς ˉμˉι καὶ πρὸ τοῦ ˉμ δεχόμεναι τὸ ˉι, τὸ εὐκτικὸν ποιοῦσιν, ἡ ἐνεργητικὴ τὸ ἐνεργητικὸν καὶ ἡ μέση τὸ μέσον, οἷον τετυφότος τετύ φοιμι, πεποιηκότος πεποιήκοιμι, τετυπότος τετύποιμι, δεδουπότος δε δούποιμι, πεποιθότος πεποίθοιμι. Ἰστέον δὲ ὅτι ταῦτα, εἰ καὶ ἔχουσι τὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως, ἀλλ' οὖν οὐκ ἔχουσιν αὐτὴν διὰ τοῦ ˉνˉτ κλινομένην, οἷον τετυφώς τετυφότος, πεποιθώς πεποιθό τος, καὶ τούτου χάριν οὐκ ἔχουσιν εἰς ˉηˉν καθαρὸν τὸ εὐκτικόν· ἐκεῖνα γὰρ εἰς ˉηˉν καθαρὸν ἔχουσι τὸ εὐκτικόν, ὅσα ἔχουσι τὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως καὶ διὰ τοῦ ˉνˉτ κλινομένην, οἷον τυφθείς τυφθέντος τυφθείην, δαρείς δαρέντος δαρείην, νυγείς νυγέντος νυγείην, γνούς 265 γνόντος γνοίην. Σεσημείωται τὸ εἰδείην· τοῦτο γὰρ εἰ καὶ ἔχει τὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως, οἷον εἰδώς εἰδότος, ἀλλ' οὐκ ἔχει αὐτὴν διὰ τοῦ ˉνˉτ κλινομένην, καὶ οὐκ ὤφειλεν εἰς ˉηˉν καθαρὸν ἔχειν τὸ εὐκτικόν· ἀλλ' ἔστιν εἰπεῖν, ὅτι ὥσπερ ἀπὸ τοῦ περιπατοῖμι γέγονε περιπατοίην ἀττικῶς κατὰ τροπὴν τῆς ˉμˉι εἰς ˉηˉν, τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ εἰδώς εἰδότος γέγονεν εἴδοιμι, ὥσπερ τετυφώς τετυφότος τετύ φοιμι, καὶ ἀπὸ τοῦ εἴδοιμι γέγονεν εἰδοίην κατὰ τροπὴν Ἀττικὴν τῆς ˉμˉι εἰς ˉηˉν, καὶ κατὰ τροπὴν τοῦ ˉο εἰς τὸ ˉε εἰδείην. Τετύφοις, τετύφοι. Δυϊκά· τετύφοιτον, τετυφοίτην. Πληθυντικά· τετύφοιμεν, τετύφοιτε, τετύφοιεν· εἴρηται. Μέσου παρακειμένου καὶ ὑπερσυντελίκου. Τετύποιμι, τετύποις, τετύποι. Δυϊκά· τετύποιτον, τετυ ποίτην. Πληθυντικά· τετύποιμεν, τετύποιτε, τετύποιεν· εἴρη ται καὶ ἡ περὶ τούτων διδασκαλία. Ἀορίστου πρώτου. Τύψαιμι. Ἰστέον ὅτι ἐστὶ τύψας τύψαντος ἡ γενικὴ τῆς μετοχῆς, καὶ λοιπὸν τρέπουσα τὴν τελευταίαν συλλαβὴν εἰς ˉμˉι, καὶ πρὸ τοῦ ˉμ δεχομένη τὸ ˉι, καὶ ἀποβάλλουσα τὰ μὴ δυνάμενα συνεκφωνηθῆναι στοι χεῖα, φημὶ δὴ τὸ ˉν, τὸ εὐκτικὸν ποιεῖ, οἷον τύψαιμι· εἰ γὰρ καὶ ἔχει τοῦτο τὴν μετοχὴν εἰς ˉς καὶ διὰ τοῦ ˉνˉτ κλινομένην, ἀλλ' οὐκ ἔχει αὐτὴν ὀξύτονον, καὶ τούτου χάριν οὐκ ἔχει εἰς ˉηˉν καθαρὸν τὸ εὐκτικόν. Δεῖ δὲ γινώσκειν, ὅτι τὰ εὐκτικὰ τοῦ πρώτου ἀορίστου ἐνεργητικοῦ οἱ Αἰολεῖς διὰ τοῦ ˉεˉιˉα προφέρονται, οἷον τύψαιμι τύψεια, ποιήσαιμι ποιήσεια, ὑποστρέψαιμι ὑποστρέψεια· καὶ τῷ μὲν πρώτῳ προσώπῳ οἱ Αἰολεῖς μόνοι κέχρηνται, τῷ δὲ δευτέρῳ καὶ τρίτῳ καὶ οἱ Ἀθηναῖοι, οἷον τύψειας τύψειε καὶ τύψειαν τὸ τρίτον τῶν πληθυντικῶν, τίσειας τίσειε καὶ τίσειαν τὸ τρίτον τῶν πληθυντικῶν, ὡς παρὰ τῷ ποιητῇ τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσι, καὶ πάλιν ὑποστρέψειας, μηδ' ἔτι σοῖσι πόδεσσιν ὑποστρέψειας, καὶ ὑποστρέψειαν τὸ τρίτον τῶν πληθυντικῶν. Ἰστέον δὲ ὅτι τὰ τοιαῦτα εὐκτικὰ εὐχὴν δηλοῦσι πράγματος ὀφείλοντος πληρωθῆναι· ὁ γὰρ λέγων γράψειας εὔχεται ἵνα εἰς πέρας ἔλθῃ τοῦ 266 γράψαι, καὶ ὁ λέγων ποιήσειας εὔχεται ἵνα εἰς πέρας ἔλθῃ τοῦ ποιῆσαι· ὅθεν οὐ δεῖ λέγειν τινὶ ζήσειας, ἐπειδὴ εὑρίσκῃ εὐχόμενος ἵνα εἰς τὸ πέρας ἔλθῃ τῆς ζωῆς, ἤγουν ἵνα ἀποθάνῃ, καὶ λοιπὸν εὑρίσκῃ καταρώ μενος αὐτῷ. Τύψαις, τύψαι. Δυϊκά· τύψαιτον, τυψαίτην. Πλη θυντικά· τύψαιμεν, τύψαιτε, τύψαιεν· εἴρηται. Ἀορίστου δευτέρου. Τύποιμι. Ἰστέον ὅτι ἐστὶ τυπών τυπόντος ἡ γενικὴ τῆς μετοχῆς, καὶ λοιπὸν τρέπουσα τὴν τελευταίαν συλλαβὴν εἰς ˉμˉι, καὶ πρὸ τοῦ ˉμ δεχομένη τὸ ˉι, καὶ ἀποβάλλουσα τὰ μὴ δυνάμενα συνεκφωνηθῆναι στοι χεῖα, φημὶ δὴ τὸ ˉν, ποιεῖ τὸ εὐκτικόν, οἷον τύποιμι· εἰ γὰρ καὶ ἔχει τοῦτο τὴν μετοχὴν ὀξύτονον καὶ διὰ τοῦ ˉνˉτ κλινομένην, ἀλλ' οὖν οὐκ ἔχει αὐτὴν εἰς ˉς, καὶ τούτου χάριν οὐκ ἔχει εἰς ˉηˉν καθαρὸν τὸ εὐκτι κόν. Τύποις, τύποι. Δυϊκά· τύποιτον, τυποίτην. Πληθυντικά· τύποιμεν, τύποιτε, τύποιεν· εἴρηται. Μέλλοντος πρώτου. Τύψοιμι. Ἰστέον ὅτι ἐστὶ τύψων τύψοντος ἡ γενικὴ τῆς μετοχῆς, καὶ λοιπὸν τρέπουσα τὴν τελευταίαν συλλαβὴν εἰς ˉμˉι, καὶ πρὸ τοῦ ˉμ δεχομένη τὸ ˉι, καὶ ἀποβάλλουσα τὰ μὴ δυνάμενα συνακουσθῆναι στοι χεῖα, φημὶ δὴ τὸ ˉν, ποιεῖ τὸ εὐκτικόν, οἷον τύψοιμι. Τύψοις, τύψοι. Δυϊκά· τύψοιτον, τυψοίτην. Πληθυντικά· τύψοιμεν, τύψοιτε, τύψοιεν. Μέλλοντος δευτέρου. Τυποῖμι. Ἰστέον ὅτι ἐστὶν ἡ μετοχὴ τοῦ δευτέρου μέλλοντος τυπῶν τυποῦντος, καὶ λοιπὸν τρέπουσα τὴν τελευταίαν συλλαβὴν εἰς ˉμˉι, καὶ πρὸ τοῦ ˉμ δεχομένη τὸ ˉι, καὶ ἀποβάλλουσα τὰ μὴ δυνάμενα σὺν αὐτῷ ἐκφωνηθῆναι στοιχεῖα, φημὶ δὴ τὸ ˉν, τὸ εὐκτικὸν ποιεῖ, καὶ ὤφειλεν εἶναι τυπούιμι διὰ τοῦ ˉο καὶ ˉυ καὶ ˉι· ἀλλ' ἐπειδὴ τρία φωνήεντα οὐ δύνανται ἐν μιᾷ συλλαβῇ παραλαμβάνεσθαι, ἀνάγκη ἓν ἐξ αὐτῶν ἀποβληθῆναι, καὶ ἐπειδὴ οὔτε τὸ ˉο ἠδύνατο ἀποβληθῆναι οὔτε τὸ ˉι διὰ τὴν προλεχθεῖσαν αἰτίαν, τούτου χάριν ἀπεβλήθη τὸ ˉυ, καὶ γέγονε τυποῖμι τὸ εὐκτικὸν διὰ τῆς ˉοˉι διφθόγγου. Ταῦτα μὲν ἐν 267 τούτοις. Ἰστέον δὲ ὅτι τὸ εὐκτικὸν τοῦ δευτέρου ἀορίστου τοῦ ἐνεργη τικοῦ καὶ τοῦ δευτέρου μέλλοντος, εἰ καὶ τῇ φωνῇ συνέπεσον, ἀλλ' οὖν τῷ τόνῳ διαστέλλονται· καὶ γὰρ τὸ μὲν εὐκτικὸν τοῦ δευτέρου ἀορίστου προπαροξύνεται, οἷον τύποιμι, τὸ δὲ εὐκτικὸν τοῦ δευτέρου μέλλοντος προπερισπᾶται, οἷον τυποῖμι. Τυποῖς, τυποῖ. Δυϊκά· τυποῖτον, τυποίτην. Πληθυντικά· τυποῖμεν, τυποῖτε, τυποῖεν· εἴρηται. Εὐκτικὰ παθητικά χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ. Τυπτοίμην. Ἐνταῦθα τὸ εὐκτικὸν τοῦ ἐνεστῶτος καὶ παρατατι κοῦ τῶν παθητικῶν κανονίζει. Ἔστι δὲ εἰπεῖν καθολικὸν κανόνα τοιοῦτον· πᾶν ὁριστικὸν παθητικὸν ἢ μέσον ἔχον τὸ ˉμ κλιτικόν, τρέπον τὴν ἐσχάτην εἰς ˉμˉηˉν, ἐὰν μὴ ἔχῃ αὐτὴν εἰς ˉμˉηˉν, ἐὰν δὲ ἔχῃ αὐτὴν εἰς ˉμˉηˉν, φυλάττον αὐτήν, καὶ ἀποβάλλον τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασινδηλονότι χωρὶς τοῦ παρακειμένου, οὗτος γάρ, ὡς ἐν τοῖς προλαβοῦσιν εἴρηται, οὐδαμοῦ ἀποβάλλει τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασινκαὶ πρὸ τοῦ ˉμ δεχόμενον τὸ ˉι, χωρὶς τῶν τῆς τετάρτης συζυγίας τῶν εἰς ˉμˉι, τὸ εὐκτικὸν ποιεῖ, οἷον τύπτομαι τυπτοίμην, λέγο μαι λεγοίμην, βοῶμαι βοῴμην, γελῶμαι γελῴμην, τίθεμαι τιθείμην, ἵστα μαι ἱσταίμην, δίδομαι διδοίμην, πεποίημαι πεποιῄμην, νενόημαι νενοῄμην, ἐτυψάμην τυψαίμην, τέθεμαι τεθείμην, ἕσταμαι ἑσταίμην, δέδομαι δε δοίμην, ἐτυπόμην τυποίμην, τυφθήσομαι τυφθησοίμην, τύψομαι τυψοίμην, τετύψομαι τετυψοίμην. Τούτων οὕτως ἐχόντων ἀπὸ τοῦ τυποῦμαι καὶ ποιοῦμαι καὶ χρυσοῦμαι ὤφειλε τὸ εὐκτικὸν γενέσθαι τυπουΐμην καὶ ποιουΐμην καὶ χρυσουΐμην διὰ τοῦ ˉο καὶ ˉυ καὶ ˉι τῆς ἐσχάτης τραπείσης εἰς ˉμˉηˉν καὶ πρὸ τοῦ ˉμ τοῦ ˉι προσελθόντος· ἀλλ' ἐπειδὴ τρία φωνήεντα οὐ δύνανται ἐν μιᾷ συλλαβῇ παραλαμβάνεσθαι, ἀνάγκη ἓν ἐξ αὐτῶν ἀποβληθῆναι· καὶ ἐπειδὴ οὔτε τὸ ˉο ἠδύνατο ἀποβληθῆναι οὔτε τὸ ˉι, διὰ τὴν προλεχθεῖσαν αἰτίαν ἐν τῇ περὶ τοῦ ποιοῖμι καὶ χρυσοῖμι διδα σκαλίᾳ, τούτου χάριν ἀπεβλήθη τὸ ˉυ, καὶ γέγονε τυποίμην καὶ ποιοίμην καὶ χρυσοίμην διὰ τῆς ˉοˉι διφθόγγου. Ταῦτα μὲν ἐν τούτοις. 268 Ἰστέον δὲ ὅτι ἐὰν εὑρεθῇ ἐν τῷ παθητικῷ παρακειμένῳ πρὸ τοῦ ˉμ ἕτερον σύμφωνον, τότε τὸ εὐκτικὸν διὰ μετοχῆς ἀναπληροῦται καὶ ὑπαρκτικοῦ ῥήματος, οἷον τέτυμμαι τετυμμένος εἴην, περὶ ὧν ἐκεῖσε γενόμενοι μαθησόμεθα. Πρόσκειται τῷ κανόνι χωρὶς τῶν τῆς τετάρτης συζυγίας τῶν εἰς ˉμˉι, ἐπειδὴ τὰ εὐκτικὰ τούτων οὐκ ἔχουσι τὸ ˉι πρὸ τοῦ ˉμ, ζευγνύμην γὰρ καὶ ὀμνύμην καὶ ὀλλύμην χωρὶς τοῦ ˉι· οὐκ ἔχουσι δὲ ταῦτα τὸ ˉι κατὰ τὴν παραλήγουσαν, ἐπειδὴ οὐδέποτε μετὰ τὴν ˉυˉι δίφθογγον σύμφωνον εὑρίσκεται ἐπιφερόμενον, οἷον υἱός υἱωνός ἅρπυια μυῖα αἴθυια. Πρόσκειται ἐν τῷ κανόνι ἔχον τὸ ˉμ κλι τικόν διὰ τὸ ἐδάμην, τούτου γὰρ τὸ εὐκτικὸν οὐκ ἔστιν εἰς ˉμˉηˉν ἀλλ' εἰς ˉηˉν καθαρόν, οἷον δαμείην· ἀλλ' οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔχει τὸ ˉμ κλιτικὸν ἀλλὰ θεματικόν· ἀπὸ γὰρ τοῦ ἐνεστῶτος ἔχει αὐτό, δάμνω γάρ ἐστιν ὁ ἐνεστὼς καὶ ἔχει τὸ ˉμ. Πρόσκειται ἐν τῷ κανόνι παθητικὸν ἢ μέσον διὰ τὸ τρέμω, τοῦτο γὰρ οὐκ ἔχει εἰς ˉμˉηˉν τὸ εὐκτικὸν ἀλλ' εἰς ˉμˉι, τρέμοιμι γάρ, ὡς τύπτοιμι, ἀλλ' ἐνεργητικόν ἐστιν· ἄλλως τε δὲ οὐδὲ ἔχει τὸ ˉμ κλιτικὸν ἀλλὰ θεματικόν, θέμα γάρ ἐστι τὸ τρέμω καὶ ἔχει τὸ ˉμ. Τύπτοιο. Ἰστέον ὅτι πᾶν τρίτον εὐκτικὸν ἑνικὸν εἰς ˉτˉο λῆγον ἀποβολῇ τοῦ ˉτ τὸ δεύτερον πρόσωπον ποιεῖ, οἷον τύπτοιτο τύπτοιο, λέγοιτο λέγοιο, ποιοῖτο ποιοῖο, βοῷτο βοῷο, τύψαιτο τύψαιο, λάβοιτο λάβοιο, τυφθήσοιτο τυφθήσοιο, χρυσοῖτο χρυσοῖο· οὐ συναιροῦνται δὲ τὰ φωνήεντα ἐνταῦθα, ἐπειδὴ τὸ ˉι κωλύει, μέσου γὰρ ὄντος τοῦ ˉι οὐδέποτε συναίρεσις γίνεται τῶν φωνηέντων· ἀμέλει ἐν τῷ τῷ ἐμῷ πρῶτον ἀποβάλλεται τὸ ˉι τοῦ τῷ ἄρθρου, καὶ οὕτω γίνεται ἡ κρᾶσις, οἷον τὠμῷ· εἰ δέ τις εἴποι, διατί μὴ καὶ ἐν τοῖς δευτέροις προσώποις ἀποβάλλεται τὸ ˉι καὶ κρᾶσις γίνεται τῶν φωνηέντων, λέγομεν, ὅτι οὐ δύναται ἀποβληθῆναι τὸ ˉι, ἐπειδὴ τῶν εὐκτικῶν χαρακτηριστικόν ἐστι τὸ ˉι, οἷον τύπτοιμι τύπτοις τύπτοι, τυφθείην τυφθείης τυφθείη. Περὶ δὲ τοῦ εἰπεῖν τὸν τεχνικὸν ἐν τῷ κανόνι ὅσα τῶν εὐκτικῶν ἐν τῷ τρίτῳ προσώπῳ ἔχει κλιτικὸν τὸ ˉτ, λέγομεν, ὅτι οὐ πρὸς ἀντιδιαστολὴν τῶν ἄλλων ἐγκλίσεων εἶπε τοῦτο, ἀλλ' αὐτὸ τὸ ὄν· καὶ γὰρ καὶ ἐπὶ τῶν ὁριστι κῶν πολλάκις ἀποβάλλει τὸ τρίτον πρόσωπον τὸ ˉτ, καὶ οὕτως ἀποτελεῖ τὸ δεύτερον, οἷον τύπτεται τύπτεαι, ἐτύπτετο ἐτύπτεο· μήποτε δὲ ἔστιν εἰπεῖν, ὅτι πρὸς ἀντιδιαστολὴν τῶν ὁριστικῶν εἶπε τῶν εὐκτικῶν, ἐπειδὴ ἐπὶ μὲν τῶν εὐκτικῶν πάντως ἀποβολῇ τοῦ ˉτ ἐκ τοῦ τρίτου γίνεται τὸ δεύτερον, ὡς ἐδήλωσαν τὰ προλεχθέντα παραδείγματα, ἐπὶ δὲ τῶν 269 ὁριστικῶν οὐ πάντως ἀποβολῇ τοῦ ˉτ, ἀλλ' ἔστιν ὅτε καὶ τροπῇ τοῦ ˉτ εἰς ˉς, ὡς ἐν τῇ περὶ τῶν ὁριστικῶν διδασκαλίᾳ ἐγνώσθη ἡμῖν. Πρόσ κειται δέ ἡνίκα ἔχει κλιτικὸν τὸ ˉτ, διὰ τὸ τύπτοι· τοῦτο γὰρ οὐ ποιεῖ τὸ δεύτερον πρόσωπον ἀποβολῇ τοῦ ˉτ, οὐδὲ γὰρ λέγομεν τὸ δεύ τερον πρόσωπον τύποι, ἀλλὰ τύπτοις· ἀλλ' οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔχει τὸ ˉτ κλιτικὸν ἀλλὰ θεματικόν, τύπτω γάρ ἐστιν ὁ ἐνεστὼς καὶ ἔχει τὸ ˉτ. Τύπτοιτο. Ἰστέον ὅτι τὰ εἰς ˉμˉηˉν εὐκτικὰ τροπῇ τῆς ˉμˉηˉν εἰς ˉτˉο τὸ τρίτον ποιοῦσιν, καὶ φυλάττουσι τὴν παραλήγουσαν, οἷον τυπτοί μην τύπτοιτο, λεγοίμην λέγοιτο, ποιοίμην ποιοῖτο, βοῴμην βοῷτο, χρυ σοίμην χρυσοῖτο, τυψαίμην τύψαιτο, τυψοίμην τύψοιτο. Δυϊκά. Τυπτοίμεθον, τύπτοισθον, τυπτοίσθην. Ἰστέον ὅτι τὸ μὲν πρῶτον τῶν δυϊκῶν οὐκ ἐπιλιμπάνει ἐνταῦθα, ἐπειδὴ τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν οὐκ ἔχει τὸ ˉμ ἐπὶ τῆς τελευταίας συλ λαβῆς, τυπτοίμεθα γάρ ἐστι τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν· κανονίζεται δὲ ἐκ τοῦ πρώτου προσώπου τῶν πληθυντικῶν τροπῇ τῆς ˉθˉα εἰς ˉθˉοˉν, οἷον τυπτοίμεθα τυπτοίμεθον· τὸ δὲ δεύτερον τῶν δυϊκῶν ἐκ τοῦ δευτέρου τῶν πληθυντικῶν γέγονε τροπῇ τοῦ ˉε εἰς ˉοˉν, οἷον τύπτοισθε τύπτοισθον· τὸ δὲ τρίτον τῶν δυϊκῶν ἐκ τοῦ ἰδίου δευτέρου γέγονε τροπῇ τοῦ ˉο εἰς ˉη,· καθόλου γὰρ ἐν τοῖς εὐκτικοῖς, ὡς εἴρηται, τὰ τρίτα τῶν δυϊκῶν εἰς ˉηˉν λήγουσιν· οὐχ ὁμοφωνεῖ γὰρ τὸ τρίτον τῶν δυϊκῶν τῷ δευτέρῳ, ἐπειδὴ οὔτε εἰς ˉσˉι λήγει οὔτε εἰς ˉτˉαˉι τὸ τρίτον τῶν πληθυντικῶν. Πληθυντικά. Τυπτοίμεθα. Εἴρηται ἐν τοῖς ὁριστικοῖς, ὅτι πᾶν πρῶτον πρόσωπον ἑνικὸν ἔχον τὸ ˉμ κλιτικὸν μετὰ μακρᾶς τροπῇ τῆς ἐσχάτης εἰς ˉμˉεˉθˉα τὸ πληθυντικὸν ποιεῖ, οἷον τύπτομαι τυπτόμεθα, πεποίημαι πεποιήμεθα, ἐτυψάμην ἐτυψάμεθα· οὕτως καὶ τυπτοί μην τυπτοίμεθα καὶ τυψαίμην τυψαίμεθα. Τύπτοισθε. Εἴρηται ὅτι πᾶν τρίτον ἑνικὸν ἔχον τὸ ˉτ κλιτικὸν τρέπον τὴν τελευταίαν συλλαβὴν εἰς ˉθˉε τὸ δεύτερον τῶν πληθυντικῶν ποιεῖ· καὶ εἰ μὲν καθαριεύει τὸ ˉτ, καὶ τὸ ˉς προσλαμβάνει τὸ δεύτερον τῶν πληθυντικῶν, οἷον τύπτεται τύπτεσθε, πεποίηται πεποίησθε, ἐτύ ψατο ἐτύψασθε, εἰ δὲ συμφώνῳ παραλήγεται, φυλάττει αὐτό, οἷον κέκαρται κέκαρθε, τέτιλται τέτιλθε, πλὴν εἰ μή πω ψιλὸν ὂν διὰ ἀσυν 270 ταξίαν τραπῇ εἰς τὸ δασύ, οἷον νένυκται νένυχθε, τέτυπται τέτυφθε· ψιλὰ γὰρ ψιλῶν ἡγοῦνται καὶ δασέα δασέων καὶ μέσα μέσων κατὰ σύλ ληψιν, οἷον πτῶσις φθόνος χθών ἑβδομάς ἐρίγδουπος· οὕτω καὶ ἀπὸ τοῦ τύπτοιτο γίνεται τὸ δεύτερον πρόσωπον τῶν πληθυντικῶν τροπῇ τῆς τελευταίας συλλαβῆς εἰς ˉθˉε, καὶ τοῦ ˉς προσελθόντος διὰ τὸ καθαριεύειν τὸ ˉτ. Ἰστέον δὲ ὅτι οἱ λοιποὶ προσδιορισμοὶ τοῦ κανόνος τούτου οὐχ ἁρμόζουσι τοῖς εὐκτικοῖς· τὸ γάρ εἰ δὲ ψιλῷ παραλήγε ται, εἰς δασὺ αὐτὸ τρέπει, οὐχ ἁρμόζει τοῖς εὐκτικοῖς, οὐδὲ γὰρ ἔχουσι τὰ εὐκτικὰ ἐν τῷ τρίτῳ προσώπω τῶν ἑνικῶν πρὸ τοῦ ˉτ ψιλόν, ἢ ὅλως δύο σύμφωνα, οἷον τύπτοιτο τύψοιτο λάβοιτο· ἀλλ' ἔστιν εἰπεῖν, ὅτι ἐν τοῖς ὁριστικοῖς εὑρίσκεται πολλάκις ἐν τῷ τρίτῳ προσώπῳ τῶν ἑνικῶν πρὸ τοῦ ˉτ ψιλόν, οἷον τέτυπται νένυκται, ὅπου καὶ ἐν πρώτοις ἐλέχθη ὁ κανὼν οὗτος· ἐνταῦθα οὖν ἐκείνου τοῦ κανόνος μνημονεύει τοῦ προλεχθέντος τοῦ καθολικοῦ, καὶ οὐκ ἠδύνατο παραλιπεῖν τὸν προσδιορισμὸν τοῦτον, εἰ καὶ μὴ ἔστιν ἐν τοῖς εὐκτικοῖς πρὸ τοῦ ˉτ ψιλόν, ἐπειδὴ μερικὸν ἐποίει τὸν κανόνα καὶ οὐκέτι εὑρίσκεται λέγων τὸν κανόνα τὸν εἰρημένον ἀνωτέρω. Τύπτοιντο. Εἴρηται, ὅτι πᾶν τρίτον ἑνικὸν ἔχον τὸ ˉτ κλιτικόν, πρὸ τοῦ ˉτ λαμβάνον τὸ ˉν καὶ τὴν παραλήγουσαν φυλάττον τοῦ ἰδίου πρώτου προσώπου ἑνικοῦ, τὸ τρίτον τῶν πληθυντικῶν ποιεῖ, οἷον τύπτεται τύπτονται ὅτι τύπτομαι, πεποίηται πεποίηνται ὅτι πεποίημαι· οὕτως οὖν καὶ τύπτοιτο τύπτοιντο ὅτι τυπτοίμην. Παρακειμένου καὶ ὑπερσυντελίκου. Τετυμμένος εἴην. Ἰστέον ὅτι ἡνίκα ὁ παθητικὸς παρακείμενος ὁ ὁριστικὸς οὐκ ἔχει πρὸ τοῦ ˉμ σύμφωνον, τότε τῷ κοινῷ κανόνι γίνε ται τὸ εὐκτικόν, τουτέστι τρέπον τὴν ἐσχάτην εἰς ˉμˉηˉν καὶ πρὸ τοῦ ˉμ δεχόμενον τὸ ˉι, οἷον τέθεμαι τεθείμην, κέκλημαι κεκλῄμην, δέδεμαι δεδείμην, πεποίημαι πεποιῄμην, νενόημαι νενοῄμην, τῆς ἐν ἀρχαῖς κλι τικῆς ἐκτάσεως φυλαττομένης, ἐπειδή, ἐν τοῖς προλαβοῦσιν ἐμά θομεν, ὁ παρακείμενος οὐδαμοῦ ἀποβάλλει τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτι κὴν ἔκτασιν· οὔτε γὰρ ἐν ταῖς μετοχαῖς ἀποβάλλει οὔτε ἐν ταῖς λοιπαῖς ἐγκλίσεσιν. Ἡνίκα δὲ ὁ παθητικὸς παρακείμενος ὁ ὁριστι κὸς ἔχει πρὸ τοῦ ˉμ σύμφωνον ἢ τὸ ˉυ φωνῆεν, τότε τὸ εὐκτικὸν διὰ 271 μετοχῆς ἀναπληροῦται καὶ ὑπαρκτικοῦ ῥήματος· σύμφωνον μὲν πρὸ τοῦ ˉμ, οἷον τέτυμμαι τετυμμένος εἴην, κέκαρμαι κεκαρμένος εἴην, λέλεγμαι λελεγμένος εἴην, τὸ δὲ ˉυ πρὸ τοῦ ˉμ, οἷον τέθυμαι τεθυμένος εἴην, λέ λυμαι λελυμένος εἴην, πεπαίδευμαι πεπαιδευμένος εἴην, λέλουμαι λελου μένος εἴην. Διὰ τοῦτο δὲ γίνεται, ἐπειδὴ τὰ εἰς ˉμˉηˉν εὐκτικὰ θέλουσι πρὸ τοῦ ˉμ δίφθογγον ἔχειν τὴν μετὰ τοῦ ˉι, οἷον τυπτοίμην τυψαίμην· ἐὰν οὖν, ἡνίκα εὑρεθῇ πρὸ τοῦ ˉμ τὸ ˉυ, γένηται εὐκτικὸν κατὰ τὴν ἀναλογίαν τοῦ ˉι πρὸ τοῦ ˉμ προσερχομένου, μέλλει εἶναι τὸ εὐκτικὸν τεθυίμην καὶ λελυίμην, ὅπερ ἐστὶν ἀδύνατον· ὡς γὰρ πολ λάκις ἐμάθομεν, οὐδέποτε μετὰ τὴν ˉυˉι δίφθογγον σύμφωνον εὑρίσκεται ἐπιφερόμενον, οἷον μυῖα καὶ τὰ λοιπά· ἀλλὰ καὶ ἡνίκα εὑρεθῇ πρὸ τοῦ ˉμ σύμφωνον, ἐὰν γένηται τὸ εὐκτικὸν κατὰ ἀναλογίαν, μέλλει τοῦ ˉι πρὸ τοῦ ˉμ προσερχομένου εἶναι τὸ εὐκτικὸν τετυμίμην καὶ ἐφθαρίμην καὶ λελεγίμην καὶ ἐσπαρίμην, καὶ οὐκέτι εὑρίσκεται πρὸ τοῦ ˉμ τὸ ˉι ἐν διφθόγγῳ, ὅπερ ἐστὶν ἄτοπον· ὡς γὰρ εἴρηται, τὰ εἰς ˉμˉηˉν εὐκτικὰ θέλουσι πρὸ τοῦ ˉμ δίφθογγον ἔχειν τὴν μετὰ τοῦ ˉι, οἷον τυπτοίμην τυψαίμην τυφθησοίμην· τούτου οὖν χάριν ἡνίκα εὑρεθῇ πρὸ τοῦ ˉμ σύμφωνον ἢ τὸ ˉυ ἐν τῷ παθητικῷ παρακειμένῳ τῷ ὁριστικῷ, τὸ εὐκτι κὸν διὰ μετοχῆς ἀναπληροῦται καὶ ὑπαρκτικοῦ ῥήματος. Εἰ δέ τις εἴποι, καὶ γενέσθω κατὰ ὑπερβιβασμὸν τοῦ ˉι, ἵνα εὑρεθῇ ἐν διφθόγγῳ τὸ ˉι, οἷον τετυίμμην λελείγμην ἐσπαίρμην, λέγομεν, ὅτι πρῶτον μὲν ἐν τῷ τετυίμμην εὑρεθήσεται μετὰ τὴν ˉυˉι δίφθογγον σύμφωνον ἐπιφερόμε νον, ὅπερ ἀδύνατον· ἄλλως τε δὲ ἐν τῷ λελείγμην καὶ ἐσπαίρμην οὐχ εὑρεθήσεται τὸ ˉι ἐν διφθόγγῳ πρὸ τοῦ ˉμ, ἀλλὰ πρὸ τοῦ ἑτέρου συμφώνου, ὅπερ ἐστὶν ἀδύνατον· ὡς γὰρ εἴρηται, τὰ εἰς ˉμˉηˉν εὐκτικὰ πρὸ τοῦ ˉμ θέλουσιν ἔχειν τὴν μετὰ τοῦ ˉι δίφθογγον, οἷον τυπτοίμην τυψαίμην. Εἰ δέ τις εἴποι, καὶ ἀποβαλέσθω τὸ πρὸ τοῦ μ σύμφωνον, καὶ λοιπὸν εὑρίσκεται πρὸ τοῦ ˉμ τὸ ˉι ἐν διφθόγγῳ, οἷον λελείμην ἐσπαίμην, λέγομεν, ὅτι ἐὰν ἀποβληθῇ τὸ ἓν σύμφωνον, ἀσήμαντος μένει ἡ λέξις. Τετυμμένος εἴηςεἴη· τετυμμένω εἴητονεἰήτην· τετυμμένοι εἴημενεἴητεεἴησαν. 272 Ἀορίστου πρώτου. Τυφθείην. Ἰστέον ὅτι τὰ ἔχοντα τὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως καὶ διὰ τοῦ ˉνˉτ κλινομένην εἰς ˉηˉν καθαρὸν ἔχουσι τὸ εὐκτικόν, οἷον τυφθείς τυφθέντος τυφθείην, λεχθείς λεχθέντος λεχθείην, δαρείς δαρέντος δαρείην. Πρόσκειται δέ εἰς ˉς διὰ τὸ λαβών λαβόντος λάβοιμι· ἰδοὺ γὰρ τοῦτο ἔχει τὴν μετοχὴν ἐν ὀξείᾳ τάσει καὶ διὰ τοῦ ˉνˉτ κλινομένην, καὶ ὅμως οὐκ ἔχει τὸ εὐκτικὸν εἰς ˉηˉν καθαρόν, ἀλλ' εἰς ˉμˉι, ἀλλ' οὐκ ἔχει τὴν μετοχὴν εἰς ˉς· πρόσκειται μετ' ὀξείας τάσεως διὰ τὸ τύψας τύψαντος τύψαιμι· ἰδοὺ γὰρ τοῦτο ἔχει τὴν μετοχὴν εἰς ˉς καὶ διὰ τοῦ ˉνˉτ κλινομένην, καὶ οὐκ ἔχει τὸ εὐκτικὸν εἰς ˉηˉν καθαρόν, ἀλλ' εἰς ˉμˉι [οἷον τύψαιμι], ἀλλ' οὐκ ἔχει τὴν μετοχὴν μετ' ὀξείας τάσεως· πρόσκειται καὶ διὰ τοῦ ˉνˉτ κλινομένην διὰ τὸ τετυφώς τετυφότος τετύφοιμι· ἰδοὺ γὰρ τοῦτο ἔχει τὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως, καὶ ὅμως οὐκ ἔχει τὸ εὐκτικὸν εἰς ˉηˉν καθαρόν, ἀλλ' εἰς ˉμˉι, ἀλλ' οὐκ ἔχει τὴν μετοχὴν διὰ τοῦ ˉνˉτ κλινομένην. Ταῦτα μὲν ἐν τούτοις. Κανονίζονται δὲ ταῦτα, φημὶ δὴ τὸ τυφθείην καὶ δαρείην καὶ τὰ ὅμοια, τοῦτον τὸν τρόπον· πᾶσα μετοχὴ εἰς ˉς λήγουσα μετ' ὀξείας τάσεως καὶ διὰ τοῦ ˉνˉτ κλινομένη, τρέπουσα τὸ τέλος τῆς γενικῆς εἰς ˉηˉν καὶ προσλαμβάνουσα κατὰ τὴν παραλήγουσαν τὸ ˉι καὶ ἀποβάλλουσα τὰ μὴ δυνάμενα συνεκφωνηθῆναι στοιχεῖα, τὸ εὐκτικὸν ποιεῖ, οἷον τυφθείς τυφθέντος τυφθείην, νυγείς νυγέντος νυγείην, δαρείς δαρέντος δαρείην, τιθείς τιθέντος τιθείην, στάς στάντος σταίην, δούς δόντος δοίην, γνούς γνόντος γνοίην· περὶ γὰρ τῶν εὐκτικῶν τῆς τετάρτης συζυ γίας τῶν εἰς ˉμˉι, ὅτι ταῦτα οὐ παραλήγονται διφθόγγῳ, ἐν τοῖς προ λαβοῦσιν εἰρήκαμεν· ζευγνύην καὶ πηγνύην καὶ ὀμνύην χωρὶς τοῦ ˉι. Τυφθείης, τυφθείη Δυϊκά· τυφθείητον, τυφθειήτην. Πλη θυντικά· τυφθείημεν, τυφθείητε, τυφθείησαν. Ἀορίστου δευτέρου. Τυπείην, τυπείης, τυπείη. Δυϊκά· τυπείητον, τυπειήτην. Πληθυντικά· τυπείημεν, τυπείητε, τυπείησαν· εἴρηται καὶ ὁ περὶ αὐτοῦ λόγος ἐν τῇ διδασκαλίᾳ. 273 Μέσου ἀορίστου πρώτου. Τυψαίμην· ἀπὸ τοῦ ἐτυψάμην γέγονεν ἀποβολῇ τῆς ἐν ἀρχῇ κλιτικῆς ἐκτάσεως, καὶ πρὸ τοῦ ˉμ τοῦ ˉι προσελθόντος. Τύψαιο, τύψαιτο. Δυϊκά· τυψαίμεθον, τύψαισθον, τυψαίσθην. Πλη θυντικά· τυψαίμεθα, τύψαισθε, τύψαιντο. Μέσου ἀορίστου δευτέρου. Τυποίμην· ἀπὸ τοῦ ἐτυπόμην γέγονε τυποίμην ἀποβολῇ τῆς ἐν ἀρχῇ κλιτικῆς ἐκτάσεως, καὶ πρὸ τοῦ ˉμ τοῦ ˉι προσελθόντος. Τύποιο, τύποιτο. Δυϊκά· τυποίμεθον, τύποισθον, τυποίσθην. Πλη θυντικά· τυποίμεθα, τύποισθε, τύποιντο. Μέλλοντος πρώτου. Τυφθησοίμην· ἀπὸ τοῦ τυφθήσομαι γέγονε τροπῇ τῆς ἐσχάτης εἰς ˉμˉηˉν, καὶ πρὸ τοῦ ˉμ τοῦ ˉι προσελθόντος. Τυφθήσοιο, τυφθή σοιτο. Δυϊκά· τυφθησοίμεθον, τυφθήσοισθον, τυφθησοίσθην. Πληθυντικά· τυφθησοίμεθα, τυφθήσοισθε, τυφθήσοιντο. Μέλλοντος δευτέρου. Τυπησοίμην· ἀπὸ τοῦ τυπήσομαι γέγονε τροπῇ τῆς ἐσχάτης εἰς ˉμˉηˉν, καὶ πρὸ τοῦ ˉμ τοῦ ˉι προσελθόντος. Τυπήσοιο, τυπήσοιτο. Δυϊκά· τυπησοίμεθον, τυπήσοισθον, τυπησοίσθην. Πληθυντικά· τυπησοίμεθα, τυπήσοισθε, τυπήσοιντο. Μέσου μέλλοντος πρώτου. Τυψοίμην· ἀπὸ τοῦ τύψομαι γέγονε τροπῇ τῆς ἐσχάτης εἰς ˉμˉηˉν, καὶ πρὸ τοῦ ˉμ τοῦ ˉι προσελθόντος. Τύψοιο, τύψοιτο. Δυϊκά· τυψοίμεθον, τύψοισθον, τυψοίσθην. Πληθυντικά· τυψοίμεθα, τύψοισθε, τύψοιντο. Μέσου μέλλοντος δευτέρου. Τυποίμην. Ἰστέον ὅτι ἀπὸ τοῦ τυποῦμαι τροπῇ τῆς ἐσχάτης εἰς ˉμˉηˉν, καὶ πρὸ τοῦ ˉμ τοῦ ˉι προσερχομένου, ἔδει εἶναι τὸ εὐκτικὸν τυ πουίμην διὰ τοῦ ˉο καὶ ˉυ καὶ ˉι, ἀλλ' ἐπειδὴ τρία φωνήεντα οὐ δύνανται ἐν μιᾷ συλλαβῇ παραλαμβάνεσθαι, ἀνάγκη ἓν ἐξ αὐτῶν ἀποβληθῆναι· καὶ ἐπειδὴ οὔτε τὸ ˉο ἠδύνατο ἀποβληθῆναι οὔτε τὸ ˉι, διὰ τὴν προ λεχθεῖσαν αἰτίαν ἐν τῇ περὶ τοῦ ποιοῖμι καὶ χρυσοῖμι διδασκαλίᾳ, τούτου χάριν ἀπεβλήθη τὸ ˉυ, καὶ γέγονε τυποίμην διὰ τῆς ˉοˉι διφθόγγου 274 τὸ εὐκτικόν. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι καὶ τὸ εὐκτικὸν τοῦ δευτέρου μέσου ἀορίστου τυποίμην ἐστίν, καὶ τὸ εὐκτικὸν τοῦ δευ τέρου μέλλοντος ὁμοίως τυποίμην ἐστίν· διακρίνονται δὲ ταῦτα κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον τῷ τόνῳ· τὸ μὲν γὰρ δεύτερον καὶ τρίτον πρόσωπον τὸ εὐκτικὸν τοῦ δευτέρου ἀορίστου προπαροξύνε ται, οἷον τύποιο τύποιτο, τὸ δὲ δεύτερον καὶ τρίτον πρόσωπον τὸ εὐκτικὸν τοῦ δευτέρου μέλλοντος προπερισπᾶται, οἷον τυποῖο, τυποῖτο. Δυϊκά· τυποίμεθον, τυποῖσθον, τυποίσθην. Πληθυντικά· τυποί μεθα, τυποῖσθε, τυποῖντο· εἴρηται. Μετ' ὀλίγον μέλλοντος. Τετυψοίμην· ἀπὸ τοῦ τετύψομαι γέγονε τροπῇ τῆς ἐσχάτης εἰς ˉμˉηˉν, καὶ πρὸ τοῦ ˉμ τοῦ ˉι προσελθόντος· διὰ τοῦτο δὲ οὐκ ἀποβάλλει ὁ μετ' ὀλίγον μέλλων τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν, ἐπειδὴ τὴν ἄρχουσαν τοῦ παρακειμένου ἔχει, οἷον τέτυψαι, ὁ δὲ παρακείμενος, ὡς ἐν τοῖς προλαβοῦσιν εἴρηται, οὐδαμοῦ ἀποβάλλει τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν, οὔτε γὰρ ἐν ταῖς μετοχαῖς ἀποβάλλει αὐτὴν οὔτε ἐν ταῖς λοιπαῖς ἐγκλίσεσιν· εἰ ἀπεβλήθη οὖν ἡ ἄρχουσα τοῦ μετ' ὀλίγον μέλλοντος, εὑρίσκετο ἡ ἄρχουσα τοῦ παρακειμένου ἀποβαλ λομένη, ἅτε δὴ ἡ αὐτὴ οὖσα, ὅπερ ἐστὶν ἀδύνατον. Τετύψοιο, τετύ ψοιτο. Δυϊκά· τετυψοίμεθον, τετύψοισθον, τετυψοίσθην. Πληθυντικά· τετυψοίμεθα, τετύψοισθε, τετύψοιντο· εἴρηται. Περὶ ὑποτακτικῶν. Λέγει ὁ τεχνικός, ὅτι αἱ ἄλλαι τῶν ἐγκλίσεων μοναδικὴν ἔχουσαι τὴν σημασίαν ἐξ αὐτῆς ὀνομάζονται, οἷον ἡ ὁριστικὴ ἐκ τοῦ μόνως ὁρίζειν, ἡ προστακτικὴ ἐκ τοῦ προστάττειν, ἡ εὐκτικὴ ἀπὸ τοῦ εὔχε σθαι, ἡ ἀπαρέμφατος ἐκ τοῦ μὴ παρεμφαίνειν, ἤγουν ἐκ τοῦ μήτε πρόσωπα σημαίνειν μήτε ἀριθμοὺς μήτε θέλημα ψυχῆς· ἡ μέντοι ὑπο τακτικὴ ποικίλας ἔχουσα σημασίας, ὡς δειχθήσεται, οὐκ ἠδυνήθη ἀπὸ μιᾶς τούτων ὀνομασθῆναι, ἀλλ' ἀπὸ τῆς συντάξεως ἔλαβε τὴν ὀνομα σίαν· καὶ λέγεται ὑποτακτικὴ ἐκ τοῦ ὑποτάττεσθαι ἑνὶ τούτων τῶν 275 συνδέσμων, φημὶ δὴ τῷ ἵνα, τῷ ὅφρα, τῷ ὅπως, τῷ ἐάν, τῷ ἄν, τῷ μή ἀπαγορευτικῷ ἐπιρρήματι, τῷ ὅταν ἐπιρρήματι καὶ αὐτῷ μετὰ συν δέσμου, ἐνίοτε δὲ καὶ τῷ ὄφρα αἰτιολογικῷ συνδέσμῳ, καὶ τῷ ἕως ἐπιρρήματι χρονικῷ, ἡνίκα μεθ' ἑαυτῶν ἔχουσι καὶ ἑτέρους συνδέσμους, οἷον εἴπερ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ, Ἀλλά γε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ, καὶ ἕως οὗ αὐγάσῃ τὸ φῶς. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι τὰ ὑποτακτικὰ ἓξ ἔχουσιν ὀνομασίας, τρεῖς ἀπὸ τῆς σημασίας, καὶ δύο ἀπὸ τῆς συντάξεως, καὶ μίαν ἀπὸ τῆς φωνῆς. Καὶ ἀπὸ μὲν τῆς σημασίας λέγονται ἀποτελεστικὰ καὶ αἰτιολογικὰ καὶ δι στακτικά· καὶ ἀποτελεστικὰ μέν, οἷον δός μοι τὸ βιβλίον ἵνα ἀναγνῶ, τουτέστιν ἵνα ἀποτελέσω τὴν ἀνάγνωσιν· αἰτιολογικὰ δέ, οἷον ἵνα τιμηθῶ ἐλυπήθης, αἰτίαν γὰρ σημαίνει· διστακτικὰ δέ, οἷον ἐὰν λού σωμαι ὑγιαίνω, δισταγμὸν γὰρ σημαίνει· οὐ πάντως γὰρ ἀλλ' ἐὰν λούσηται ὑγιαίνει. Ἀπὸ δὲ τῆς συντάξεως ὑποτακτικὰ καὶ ἐπιζευκτικὰ καλοῦνται· καὶ ὑποτακτικὰ μὲν καλοῦνται, καθὸ ὑποτάττονται τούτοις τοῖς συνδέσμοις, φημὶ δὴ τῷ ἵνα, τῷ ὄφρα, τῷ ὅπως, τῷ ἐάν· ἐπι ζευκτικὰ δέ, ὅτι ἐπιζεύγνυνται τούτοις τοῖς συνδέσμοις. Ἀπὸ δὲ τῆς φωνῆς λέγονται ἐπηρμένα· ἐπηρμένα δὲ λέγονται, καθὸ τὸ φωνῆεν τῶν ὁριστικῶν εἰς μεῖζον φωνῆεν ἐπαίρουσιν· καὶ γὰρ τὸ ˉο ἐπηρμένον ἔχουσιν εἰς μεῖζον φωνῆεν, τουτέστιν εἰς ˉω, οἷον τὸ μὲν τύπτομαι διὰ τοῦ ˉο ἐστίν, τὸ δὲ ἐὰν τύπτωμαι διὰ τοῦ ˉω. Τούτων οὕτως ἐχόντων ἄξιόν ἐστι ζητῆσαι, τί δήποτε τῶν ὑπο τακτικῶν ἓξ ὀνομασίας ἐχόντων, ὡς δέδεικται, τρεῖς μὲν ἀπὸ τῆς ση μασίας, δύο δὲ ἀπὸ τῆς συντάξεως, καὶ μίαν ἀπὸ τῆς, φωνῆς, ἡ ἀπὸ τῆς συντάξεως ὀνομασία ἐπεκράτησεν, καὶ πάντα κοινῶς ὑποτακτικὰ λέγονται. Ἔστιν οὖν εἰπεῖν ταύτην τὴν ἀπολογίαν, ὅτι ἐκ τοῦ κοινῶς πᾶσιν ἁρμόζοντος ὀνομάζονται· ἁρμόζει γὰρ πᾶσι τοῖς καλουμένοις ὑποτακτικοῖς τὸ ὑποτάττεσθαι τούτοις τοῖς συνδέσμοις, φημὶ δὴ τῷ ἵνα, τῷ ὄφρα, τῷ ὅπως, τῷ ἐάν· καὶ γὰρ οὔτε ἐκ τῆς φωνῆς οὔτε ἐκ τῆς σημασίας ἠδύναντο λαβεῖν τὴν ὀνομασίαν· σημασίας οὐκ ἠδύναντο λαβεῖν τὴν ὀνομασίαν, ἐπειδὴ οὐχ ἁρμόζουσι πᾶσιν αἱ σημασίαι, οὔτε γὰρ πάντα εἰσὶν αἰτιολογικά, οὔτε πάντα διστακτικά, 276 οὔτε πάντα ἀποτελεστικά· τὸ γὰρ δός μοι τὸ βιβλίον ἵνα ἀναγνῶ ἀποτελεστικὸν μόνον ἐστίν, καὶ οὔτε διστακτικὸν οὔτε αἰτιολογικόν· καὶ πάλιν τὸ ἵνα τιμηθῶ ἐλυπήθης αἰτιολογικὸν μόνον ἐστίν, καὶ οὔτε διστακτικὸν οὔτε ἀποτελεστικόν· καὶ πάλιν τὸ ἐὰν λούσωμαι ὑγιαίνω διστακτικὸν μόνον ἐστίν, καὶ οὔτε αἰτιολογικὸν οὔτε ἀποτελεστικόν· ἐπειδὴ οὖν οὐχ ἁρμόζουσι πᾶσιν αἱ σημασίαι, εἰκότως οὐκ ἔλαβον ἐκ τῆς σημασίας τὴν ὀνομασίαν. Ἐκ τῆς φωνῆς δὲ οὐκ ἔλαβον τὴν ὀνο μασίαν, ἐπειδὴ οὐχ ἁρμόζει πᾶσιν ἡ ἀπὸ τῆς φωνῆς ὀνομασία· οὔτε γάρ εἰσι πάντα ἐπηρμένα· τὸ γὰρ ἐὰν τύπτω καὶ ἐὰν τύψω οὐκ ἔχουσιν ἐπηρμένον τὸ φωνῆεν, ἀλλὰ τὸ φωνῆεν τῶν ὁριστικῶν ἐφύλα ξαν, καὶ τὰ ὁριστικὰ γὰρ αὐτῶν διὰ τοῦ ˉω εἰσίν, οἷον τύπτω καὶ τύψω· ἐπειδὴ οὖν οὐχ ἁρμόζει ἡ ἀπὸ τῆς φωνῆς ὀνομασία, εἰκότως οὐκ ἔλαβον ἐκ τῆς φωνῆς τὴν ὀνομασίαν. Ἐξ ἀνάγκης οὖν ἡ ὀνομασία ἡ ἀπὸ τῆς συντάξεως ἐπεκράτησεν· αὕτη γάρ, ὡς εἴρηται, πᾶσιν ἁρ μόζει· ἁρμόζει γὰρ πᾶσι τοῖς καλουμένοις ὑποτακτικοῖς τὸ ὑποτάττεσθαι τούτοις τοῖς συνδέσμοις, φημὶ δὴ τῷ ἵνα, τῷ ὄφρα, τῷ ὅπως, τῷ ἐάν. Τοῦτο δὲ αὐτὸ καὶ ἐπὶ τῶν συνδέσμων εὑρίσκομεν· ὅσοι μὲν γὰρ αὐτῶν πρὸς μίαν ἔσχον σημασίαν, ἐξ αὐτῆς ὠνομάσθησαν, οἷον συμπλεκτικοὶ λέγονται ἀπὸ τοῦ συμπλέκειν τὰς φράσεις καὶ τὰ πράγματα, ὡς τὸ καὶ λέγω καὶ γράφω· διαζευκτικοὶ δὲ ἀπὸ τοῦ διαζευγνύειν καὶ δια χωρίζειν ἀλλήλων τὰ πράγματα, οἷον ἢ νύξ ἐστιν ἢ ἡμέρα· αἰτιολο γικοὶ δὲ ἀπὸ τοῦ αἰτίαν σημαίνειν, οἷον ἵνα τιμηθῶ ἐλυπήθης. Οἱ μέντοι παραπληρωματικοὶ διαφόρους ἔχοντες σημασίαςσημαίνουσι γὰρ καὶ μείωσιν, ὡς ὁ γέ, ἐν τούτῳ γε χαρίσαιμι, τουτέστι κἀν τούτῳ τῷ μικρῷ, καὶ ἐναντίωσιν σημαίνουσιν, ὡς ὁ πέρ, μὴ δ' οὕτως, ἀγαθός περ ἐών, θεοείκελ' Ἀχιλλεῦ, Κλέπτε νόῳ, ἐναντίον γὰρ τῷ ἀγαθῷ τὸ παραλογίζεσθαι, καὶ μετάβασιν σημαίνου σιν, ὡς ὁ δή, ὡς παρ' Ἀριστοφάνει καὶ ταῦτα μὲν δὴ ταῦτα· τῷ δὲ Λοξίᾳ, μετέβη γὰρ ἐφ' ἕτερον πρᾶγμακαὶ μὴ δυνάμενοι ἀπὸ μιᾶς αὐτῶν κληθῆναι διὰ τὸ μὴ ἁρμόζειν αὐτὴν ἅπασι τοῖς παραπληρωματικοῖς, ἀπὸ τοῦ κοινῶς παρεπομένου πᾶσιν αὐτοῖς, φημὶ δὴ τοῦ παραπληροῦνπαραπληροῦσι γὰρ τὰς φράσειςπαρα πληρωματικοὶ ὠνομάσθησαν. Τοῦτον οὖν τὸν τρόπον καὶ ἡ ὑποτακτικὴ ἔγκλισις διάφορα ἔχουσα σημαινόμενα, καὶ μὴ δυναμένη, ὡς εἴρηται, ἀπὸ τοῦ ἑνὸς αὐτῶν ὀνομασθῆναι διὰ τὸ μὴ ἁρμόζειν αὐτὴν πᾶσιν, 277 ἀπὸ τῆς συντάξεως ὠνομάσθη, καὶ ἐκλήθη ὑποτακτική· ἁρμόζει γὰρ πᾶσι τοῖς καλουμένοις ὑποτακτικοῖς τὸ ὑποτάττεσθαι τούτοις τοῖς συν δέσμοις, φημὶ δὴ τῷ ἵνα, τῷ ὄφρα, τῷ ὅπως, τῷ ἐάν. Ἐὰν δέ τισι εἴπῃ, καὶ εἰ ἄρα ἡ ὀνομασία ἡ ἀπὸ τῆς συντάξεως ἐπεκράτησεν, διατί μὴ λέγονται ἐπιζευκτικά, καὶ γὰρ αὕτη ἡ ὀνομασία, ὡς προείρηται, ἀπὸ τῆς συντάξεώς ἐστιν, λέγομεν, ὅτι ἡ τῶν ἐπιζευκτικῶν φωνὴ ἀτρι βὴς μᾶλλόν ἐστι καὶ ἀσυνήθης, ἡ δὲ τῶν ὑποτακτικῶν κοινοτέρα καὶ συνήθης· εἰκότως οὖν ἐκ τῆς κοινοτέρας καὶ συνηθεστέρας ἔλαβον τὴν ὀνομασίαν. Ἀποροῦσι δέ τινες λέγοντες, διατί μὴ καὶ τὰς ἄλλας ἐγκλίσεις ὑπο τακτικὰς καλοῦμεν· πολλάκις γὰρ καὶ αὗται ὑποτάττονται συνδέσμοις, οἷον καὶ τύπτε καὶ λέγε, καὶ περιπατῶ καὶ γράφω, εἰ λέγοιμι, εἰ γρά φοιμι, καὶ γράφειν καὶ ἀναγινώσκειν θέλω. Καὶ λέγομεν, ὅτι οὐκ ἔστιν ὅμοιος ὁ τρόπος· τὰ μὲν γὰρ ἄλλα ῥήματα δύνανται καὶ χωρὶς συνδέσμων δηλῶσαί τινα λόγον, οἷον τύπτω τύπτε τύπτοιμι, ἡ δὲ ὑποτακτικὴ ἔγκλισις ἄνευ συνδέσμου τὸ σημαινόμενον οὐ δύναται δηλῶ σαι· τὸ γὰρ ἵνα τιμηθῶ ἐλυπήθης ἐὰν εἴπω ἄνευ συνδέσμου, οἷον τιμηθῶ ἐλυπήθης, οὐκέτι σῴζει τὸ σημαινόμενον· ἄλλως τε δὲ αἱ μὲν ἄλλαι ἐγκλίσεις, ὡς εἴρηται, ἐκ τοῦ σημαινομένου ἔλαβον τὴν ὀνομα σίαν, ἡ δὲ ὑποτακτικὴ ἔγκλισις διάφορα σημαινόμενα ἔχουσα μὴ δυνηθεῖσα ἐκ τοῦ σημαινομένου λαβεῖν τὴν ὀνομασίαν, ἐξ ἀνάγκης ἐκ τῆς συντάξεως ἔλαβεν αὐτήν. Δηλοῦσι δὲ τὰ πράγματα ἢ γινόμενα, ἅ ἐστιν ἐνεστῶ τος, ἢ γενησόμενα, ἅ ἐστι μέλλοντος. Βούλεται ἐνταῦθα ὁ τε χνικὸς αἰτίαν εἰπεῖν, δι' ἣν τὰ ὑποτακτικὰ εἰς ˉω λήγουσιν ἢ εἰς ˉμˉαˉι, οἷον ἐὰν τύπτω, ἐὰν τύπτωμαι· καὶ λέγει, ὅτι τὰ ὑποτακτικὰ ἢ γινο μενα πράγματα δηλοῦσιν, οἷόν ἐστιν ἴδιον ἐνεστῶτος, οἷον ἐὰν πράττω ὠφελοῦμαι, ἢ γενησόμενα πράγματα δηλοῦσιν, οἷόν ἐστιν ἴδιον μέλλοντος, οἷον ἐὰν λούσωμαι ὑγιαίνω· ἐπειδὴ οὖν τὰ ὑποτακτικὰ τὸ σημαινόμενον τοῦ ἐνεστῶτος καὶ τοῦ μέλλοντος ἔχουσιν, τούτου χάριν τὰς μὲν καταλήξεις τῶν παρῳχημένων ἀπηρνήσαντο, ἀνεδέξαντο δὲ τὰς καταλήξεις τῶν ἐνεστώτων καὶ μελλόντων, οἷον τύπτω τύψω τύπτομαι τύψομαι. Ταῦτα μὲν ὁ τεχνικός. Ἰστέον δὲ ὅτι κακῶς λέγει· πρῶτον μὲν γὰρ ἡνίκα αἰτιολογίαν σημαίνουσι τὰ ὑποτακτικά, γενόμενα ἤδη πράγματα δηλοῦσιν, ἅπερ ἐστὶ παρῳχημένου, οἷον ἵνα πράξω ἐφθόνησάς μοι, καὶ πάλιν ἵνα ἀναγνῶ ὠφελήθην ἀντὶ τοῦ διότι ἀνέγνων ὠφελήθην· δεύτερον δὲ οὐ δηλοῦσι τὰ ὑποτακτικὰ γι νόμενα πράγματα, ἅπερ ἐστὶν ἐνεστῶτος, ἀλλ' ἀεὶ γενησόμενα, ἅπερ ἐστὶ μέλλοντος· ἐν γὰρ τῷ λέγειν ἐὰν πράττω ὠφελοῦμαι περὶ μέλλοντος γενέσθαι πράγματος διστάζει τις, καὶ πάλιν ἐν τῷ λέγειν ἵνα πράττω ἦλθον μέλλοντος δηλῶ σημασίαν, ἵνα γὰρ πράττω τὸ μήπω γενόμενον λέγω ἐλθεῖν· ὡς γὰρ ἐν τοῖς εὐκτικοῖς ἐμάθομεν, αἱ λοιπαὶ ἐγκλίσεις αἱ παρὰ τὴν ὁριστικήν, δὴ ἡ ἀπαρέμφατος καὶ ἡ προστακτικὴ καὶ ἡ εὐκτικὴ καὶ ἡ ὑποτακτική, μέλλοντος μόνου ἔχουσι τὴν σημασίαν, καὶ οὔτε ἐνεστῶτος οὔτε παρῳχημένου. Ἔτι δὲ ἐὰν καὶ ὑποθώμεθα τὴν ὑποτακτικὴν ἔγκλισιν διὰ τὸ ἔχειν σημασίαν ἐνεστῶτος καὶ μέλλοντος, ὥς φησιν ὁ τεχνικός, διὰ τοῦτο εἰς ˉω λήγειν ἢ εἰς ˉμˉαˉι, καὶ μὴ ἔχειν κατάληξιν παρῳχημένου διὰ τὸ μηδὲ σημασίαν αὐτοῦ ἔχειν, ὤφειλον μηδὲ αἱ λοιπαὶ ἐγκλίσεις αἱ παρὰ τὴν ὁριστικὴν ἔχειν κατά ληξιν παρῳχημένου, ἐπειδὴ καὶ αὗται μέλλοντος καὶ μόνου ἔχουσι τὴν σημασίαν, ὡς ἐν τοῖς εὐκτικοῖς μεμαθήκαμεν, ὅπερ οὐκ ἐφυλάχθη ἐπ' ἐκείνων· ἰδοὺ γὰρ τὸ μὲν προστακτικὸν τοῦ πρώτου ἀορίστου καὶ μέλ λοντος τοῦ ἐνεργητικοῦ τύψον ἐστίν, τὸ δὲ προστακτικὸν τοῦ ἐνεστῶτος καὶ παρατατικοῦ τύπτε, εἰς ˉοˉν καὶ εἰς ˉε, ἅπερ παρῳχημένων εἰσὶ κατα λήξεις, ἔτυπτον γὰρ καὶ ἔτυπτε. Οὐκ ἄρα καλῶς εἶπεν ὁ τεχνικός, ὅτι διὰ τοῦτο τὰ ὑποτακτικὰ ἢ εἰς ˉω λήγουσιν ἢ εἰς ˉμˉαˉι, ἐπειδὴ ἐν εστῶτος καὶ μέλλοντος ἔχουσι σημασίαν καὶ οὐ παρῳχημένου. Κρεῖττον οὖν ἐστι λέγειν, ὅτι αὗται αἱ καταλήξεις χαρακτηριστικαί εἰσι τῶν ὑπο τακτικῶν, τουτέστιν ἡ εἰς ˉω καὶ ἡ εἰς ˉμˉαˉι, καὶ μὴ ἀποδιδόναι αἰτίαν. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι τινὲς ἔγκλισιν ἕκτην ἐβούλοντο εἰσάγειν τὴν ὑπο θετικὴν διὰ τὰ τοιαῦτα, ἀλλ' ἄγε δὴ τὰ χρήματ' ἀριθμήσω καὶ ἴδωμαι, ἀλλ' ἄνδρας κτείνωμεν, ἐξείπω καὶ πάντα διίξομαι, λάβωμεν φάγωμεν δράμωμεν ποιήσωμεν· ὑποθετικὰ δὲ λέγονται, ἐπειδὴ ὑποτίθεταί τις καὶ συμβουλεύει τὸ πρακτέον. Ταῦτα δὲ τὰ ὑποθετικὰ οὐ λέγομεν ἄλλην ἔγκλισιν εἶναι, ἐπειδὴ οὐκ ἔχουσιν ἰδίας φωνάς· αἱ γὰρ φωναὶ αὐτῶν ὑποτακτικαί εἰσιν, ὡς ἐδήλωσαν τὰ προλεχθέντα παραδείγματα· περὶ τούτων δὲ πλατύτερον ἐν τοῖς προσ τακτικοῖς διελάβομεν. 279 Ὑποτακτικὰ ἐνεργητικά χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ. Ἐὰν τύπτω. Ἰστέον ὅτι ὥσπερ ἐν τοῖς προστακτικοῖς οὕτω καὶ ἐν τοῖς ὑποτακτικοῖς ὅλοι οἱ χρόνοι συνεζευγμένοι εἰσίν· καὶ γὰρ ἐνεστῶτος καὶ παρατατικοῦ ὁμοῦ φαμεν, καὶ παρακειμένου καὶ ὑπερ συντελίκου πάλιν ὁμοίως, καὶ ἀορίστου καὶ μέλλοντος πάλιν ὁμοίως ὁμοῦ. Κανονίζει δὲ ὁ τεχνικὸς τὰ ἐνεργητικὰ ὑποτακτικὰ τοῦ ἐνεστῶτος καὶ παρατατικοῦ, καὶ τὰ τοῦ ἐνεργητικοῦ καὶ τὰ τοῦ μέσου παρακειμένου καὶ ὑπερσυντελίκου, τοῦτον τὸν τρόπον· οἱ τρεῖς παρῳχημένοι, ὁ παρατατικός φημι καὶ ὁ παρακείμενος, ὅ τε ἐνεργητικὸς καὶ ὁ μέσος δηλονότι, καὶ ὁ ἀόριστος ὅ τε πρῶτος καὶ ὁ δεύτερος, τὴν τελευταίαν τρέποντες εἰς ˉω καὶ τὴν ἐν ἀρχαῖς κλι τικὴν ἔκτασιν ἀποβάλλοντες τὸ ὑποτακτικὸν ποιοῦσιν, οἷον ἔτυπτον ἐὰν τύπτω, ἔγραφον ἐὰν γράφω, τέτυφα ἐὰν τετύφω, πεποίηκα ἐὰν πε ποιήκω, τέτυπα ἐὰν τετύπω, ἔτυψα ἐὰν τύψω, ἔγραψα ἐὰν γράψω, ἔτυπον ἐὰν τύπω, ἔλαβον ἐὰν λάβω· ἐμάθομεν δὲ ἐν τοῖς προλαβοῦ σιν, ὅτι ὁ παρακείμενος οὐδαμοῦ ἀποβάλλει τὴν ἐν ἀρχαῖς αὐτοῦ κλι τικὴν ἔκτασιν· οὔτε γὰρ ἐν ταῖς μετοχαῖς ἀποβάλλει αὐτὴν οὔτε ἐν ταῖς λοιπαῖς ἐγκλίσεσιν, ὡς ἐν τοῖς προλαβοῦσιν ἐμάθομεν. Μηδεὶς δὲ οἰέσθω, τρεῖς μόνον παρῳχημένους εἶναι, παρὰ τὸ εἰπεῖν τὸν τεχνικόν οἱ τρεῖς παρῳχημένοι· τέτταρες γάρ εἰσι παρῳχημένοι, παρατατικὸς παρακείμενος ὑπερσυντέλικος ἀόριστος· ἀλλ' ἐπειδὴ οἱ τρεῖς οὗτοι παρῳχημένοι, λέγω δὴ ὁ παρατατικὸς καὶ ὁ παρακείμενος καὶ ὁ ἀόρι στος, κανονίζουσι καὶ ποιοῦσι τὰ προλεχθέντα ὑποτακτικά, τούτου χάριν τῶν τριῶν μόνων τούτων παρῳχημένων ἐμνημόνευσεν. Ταῦτα μὲν ἐν τούτοις. Ἔστι δὲ εἰπεῖν καθολικὸν κανόνα περὶ τῶν ὑποτακτικῶν μὴ ἐχόν των τὸ ˉμ κλιτικὸν τοιοῦτον· πᾶν ἐνεργητικὸν ἢ μέσον ἢ παθητικόν, μὴ ἔχον τὸ ˉμ κλιτικόν, τοῦ ἰδίου ὁριστικοῦ παρῳχη μένου τοῦτον τὸν τρόπον κανονίζεται· πᾶς παρῳχημένος ὁριστικός, εἴτε ἐνεργητικὸς εἴτε μέσος εἴτε παθητικός, μὴ ἔχων τὸ ˉμ κλιτικόν, τρέπων τὴν τελευταίαν συλλαβὴν εἰς ˉω μετὰ τοῦ ἀποβάλλειν τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν, χωρὶς τοῦ παρακειμένουοὗτος 280 γὰρ οὐκ ἀποβάλλει τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιντὸ ὑπο τακτικὸν ποιεῖ, οἷον ἔτυπτον ἐὰν τύπτω, ἔλεγον ἐὰν λέγω, ἔγραφον ἐὰν γράφω, ἐποίουν ἐὰν ποιῶ, ἐβόων ἐὰν βοῶ, ἐχρύσουν ἐὰν χρυσῶ, ἔμαθον ἐὰν μάθω, ἔλαβον ἐὰν λάβω, ἔτυπον ἐὰν τύπω, ἔφαγον ἐὰν φάγω, ἔτυψα ἐὰν τύψω, ἐποίησα ἐὰν ποιήσω, ἐνόησα ἐὰν νοήσω, ἐλά λησα ἐὰν λαλήσω, ἐτετύφειν ἐὰν τετύφω, ἐπεποιήκειν ἐὰν πεποιήκω, ἐτετύπειν ἐὰν τετύπω, ἐδεδούπειν ἐὰν δεδούπω, ἐστάλκειν ἐὰν ἐστάλκω, ἐφθάρκειν ἐὰν ἐφθάρκω· ἐπὶ τούτων δέ, φημὶ δὴ ἐπὶ τοῦ ἐὰν ἐστάλκω καὶ ἐὰν ἐφθάρκω, ἐφυλάχθη ἡ ἐν ἀρχῇ κλιτικὴ ἔκτασις, ἐπειδὴ ἡ ἄρ χουσά ἐστι τοῦ παρακειμένου, ἔφθαρκα καὶ ἔσταλκα· ὁ δὲ παρα κείμενος, ὡς πολλάκις εἴρηται, οὐδαμοῦ ἀποβάλλει τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν· οὔτε γὰρ ἐν ταῖς μετοχαῖς ἀποβάλλει αὐτὴν οὔτε ἐν ταῖς λοιπαῖς ἐγκλίσεσιν· εἰ οὖν ἀπεβλήθη ἐπὶ τούτων ἡ ἐν ἀρχῇ κλι τικὴ ἔκτασις, ηὑρίσκετο ἣ ἄρχουσα τοῦ παρακειμένου ἀποβαλλομένη, ὅπερ ἐστὶν ἀδύνατον. Πάλιν ἐτύφθην ἐὰν τυφθῶ, ἐτύπην ἐὰν τυπῶ, ἐνύγην ἐὰν νυγῶ, ἐδάρην ἐὰν δαρῶ, ἐδάμην ἐὰν δαμῶ· τοῦτο γὰρ οὐκ ἔχει τὸ ˉμ κλιτικόν, ἀλλὰ θεματικόν, ἀπὸ γὰρ τοῦ ἐνεστῶτος ἔχει αὐτό, δάμνω γάρ ἐστιν ὁ ἐνεστὼς καὶ ἔχει τὸ ˉμ· περισπῶνται δὲ ταῦτα, ἐπειδὴ ἔχουσι τὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως καὶ διὰ τοῦ ˉνˉτ κλινομένην, οἷον τυφθείς τυφθέντος, τυπείς τυπέντος, νυγείς νυγέντος, δαρείς δαρέντος, δαμείς δαμέντος· τὰ γὰρ ἔχοντα τὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως καὶ διὰ τοῦ ˉνˉτ κλινομένην εἰς ˉω μετὰ περισπωμένου τόνου ποιοῦσι τὸ ὑποτακτικόν, ὃ μετ' ὀλίγον εἰσόμεθα. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι καὶ τὰ εἰς ˉμˉι ὁμοίως τοῖς εἰς ˉω γίνονται ἀπὸ τῶν ἰδίων παρῳχημένων, τροπῇ τῆς τελευταίας συλλαβῆς εἰς ˉω καὶ ἀπο βολῇ τῆς ἐν ἀρχῇ κλιτικῆς ἐκτάσεως, οἷον ἐτίθην ἐὰν τιθῶ, ἵστην ἐὰν ἱστῶ,· περισπῶνται δὲ ταῦτα, ἐπειδὴ ἔχουσι τὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως καὶ διὰ τοῦ ˉνˉτ κλινομένην, οἷον τι θείς τιθέντος, ἱστάς ἱστάντος, διδούς διδόντος· μετ' ὀξείας τάσεως καὶ διὰ τοῦ ˉνˉτ κλινομένην εἰς ˉω μετὰ περισπωμένου τόνου ἔχουσι τὰ ὑποτακτικά, οἷον τιθείς ἐὰν τιθῶ, ἱστάς ἐὰν ἱστῶ, διδούς ἐὰν διδῶ, τυ φθείς τυφθέντος ἐὰν τυφθῶ, δαρείς δαρέντος ἐὰν δαρῶ, νυγείς νυγέν 281 τος ἐὰν νυγῶ, σταλείς σταλέντος ἐὰν σταλῶ, φθαρείς φθαρέντος ἐὰν φθαρῶ, σπαρείς σπαρέντος ἐὰν σπαρῶ. Τούτων οὕτως ἐχόντων ἰστέον, ὅτι ἡ τετάρτη συζυγία τῶν εἰς ˉμˉι οὐκ ἔχει ὑποτακτικὰ διὰ τοιαύτην αἰτίαν· τὰ ὑποτακτικὰ τῶν εἰς ˉμˉι θέλουσιν ὁμοφωνεῖν τοῖς πρωτοτύποις τῶν εἰς ˉμˉι, οἷον τιθῶ τίθημι ἐὰν τιθῶ, ἱστῶ ἵστημι ἐὰν ἱστῶ, διδῶ δίδωμι ἐὰν διδῶ· κατὰ τοῦτον οὖν τὸν κανόνα καὶ τὰ ὑποτακτικὰ τῆς τετάρτης συζυγίας τῶν εἰς ˉμˉι ἀναγκάζονται ὁμοφωνεῖν τοῖς πρωτοτύποις τῶν εἰς ˉμˉι, οἷον ζευγνύω ζεύγνυμι ἐὰν ζευγνύω, ὀλλύω ὄλλυμι ἐὰν ὀλλύω, πηγνύω πήγνυμι ἐὰν πηγνύω,. Ἀλλὰ μὴν οὕτως οὐκ ἠδύναντο εἶναι, ἐπειδὴ κανών ἐστιν ὁ λέγων, ὅτι πᾶς παρῳχημένος ὁριστικὸς μὴ ἔχων τὸ ˉμ κλιτικόν, τρέπων τὴν τελευταίαν συλλαβὴν εἰς ˉω καὶ ἀποβάλλων τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν, τὸ ὑποτακτικὸν ποιεῖ, οἷον ἔτυπτον ἐὰν τύπτω, ἔμαθον ἐὰν μάθω, ἔτυψα ἐὰν τύψω· καὶ περισπῶνται τὰ ἔχοντα τὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως καὶ διὰ τοῦ ˉνˉτ κλινομένην, οἷον ἐτύφθην τυφθείς τυφθέντος ἐὰν τυφθῶ, ἐτύπην τυπείς τυπέντος ἐὰν τυπῶ, ἐνύγην νυγείς νυγέντος ἐὰν νυγῶ, ἐδάρην δαρείς δαρέντος ἐὰν δαρῶ, ἐτίθην τιθείς τιθέντος ἐὰν τιθῶ, ἵστην ἱστάς ἱστάντος ἐὰν ἱστῶ, ἐδίδων διδούς διδόντος ἐὰν διδῶ· οὕτως οὖν καὶ ἀπὸ τοῦ παρατατικοῦ τοῦ ἐπήγνυν καὶ ἐζεύγνυν καὶ ὤλλυν, τροπῇ τῆς ἐσχάτης εἰς ˉω καὶ ἀποβολῇ τῆς ἐν ἀρχῇ κλιτικῆς ἐκτάσεως, ἐὰν πηγῶ καὶ ἐὰν ὀλλῶ καὶ ἐὰν ζευγνῶ· καὶ ἀναγκά ζονται γενέσθαι περισπωμένως, ἐπειδὴ καὶ ταῦτα ἔχουσι τὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως καὶ διὰ τοῦ ˉνˉτ κλινομένην, οἷον πηγνύς πηγνύντος, ὀλλύς ὀλλύντος, ζευγνύς ζευγνύντος, ὀμνύς ὀμνύντος. Τῶν οὖν δύο κανόνων μαχομένων, καὶ τοῦ μὲν ἑνὸς ἀπαιτοῦντος αὐτὰ ὁμο φωνεῖν τοῖς πρωτοτύποις τῶν εἰς ˉμˉι, τοῦ δὲ ἑτέρου τὴν εἰς ˉω μετὰ περισπωμένου τόνου κατάληξιν, οἷον ἐὰν πηγνῶ, ἐὰν ὀλλῶ, ἐὰν ζευγνῶ, ἐὰν ὀμνῶ, ἐξ ἀνάγκης ἐπιλιμπάνουσι τὰ ὑποτακτικὰ τῆς τετάρτης συζυ γίας τῶν εἰς ˉμˉι. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι τὰ εἰς ˉω ὑποτακτικὰ τότε περισπῶνται, ἡνίκα ὦσιν ἐνεστῶτος καὶ παρατατικοῦ, τοῦ ἐνεστῶτος περισπωμένου ὄντος, οἷον ποιῶ ἐποίουν ἐὰν ποιῶ, βοῶ ἐβόων ἐὰν βοῶ, χρυσῶ ἐχρύσουν ἐὰν 282 χρυσῶ, ἢ ἡνίκα ἔχουσι τὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως καὶ διὰ τοῦ ˉνˉτ κλινομένην, οἷον τυφθείς τυφθέντος ἐὰν τυφθῶ, τυπείς τυπέντος ἐὰν τυπῶ, νυγείς νυγέντος ἐὰν νυγῶ, δαρείς δαρέντος ἐὰν δαρῶ, στα λείς σταλέντος ἐὰν σταλῶ, σπαρείς σπαρέντος ἐὰν σπαρῶ, φθαρείς φθα ρέντος ἐὰν φθαρῶ· τὰ δὲ μηδὲν ἐκ τούτων ἔχοντα βαρυτονοῦνται, οἷον ἔτυπτον ἐὰν τύπτω, ἔλεγον ἐὰν λέγω, ἔλαβον ἐὰν λάβω, ἔμαθον ἐὰν μάθω, ἔπαθον ἐὰν πάθω, εἶπον ἐὰν εἴπω, εἶδον ἐὰν ἴδω, τέτυφα ἐὰν τετύφω, τέτυπα ἐὰν τετύπω, πέποιθα ἐὰν πεποίθω· ταῦτα γὰρ εἰ καὶ ἔχουσι τὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως, ἀλλ' οὐκ ἔχουσιν αὐτὴν διὰ τοῦ ˉνˉτ κλινομένην, τετυφώς γὰρ τετυφότος καὶ τετυπώς τετυπότος καὶ πεποιθώς πεποιθότος. Σεσημείωται τὸ ἐὰν εἰδῶ περισπώμενον, οἷον ὄφρ' εὖ εἰδῶ, τουτέστιν ἵνα καλῶς γνῶ· τοῦτο γὰρ οὔτε ἐνεστῶτος καὶ παρατατικοῦ ἐστιν, τοῦ ἐνεστῶτος περι σπωμένου ὄντος, παρακειμένου γάρ ἐστι τὸ οἶδα, ἀλλ' οὔτε δὲ ἔχει τὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως καὶ διὰ τοῦ ˉνˉτ κλινομένην, εἰδώς γὰρ εἰδότος ἡ μετοχὴ εἰς ˉς μὲν καὶ ὀξύτονος, ἀλλ' οὐ διὰ τοῦ ˉνˉτ κλι νομένη, καὶ δηλονότι οὐκ ὤφειλε περισπᾶσθαι· ἀλλ' ἔστιν εἰπεῖν, ὅτι ἐπειδὴ τοῦτο εἰς ˉηˉν καθαρὸν ἔχει τὸ εὐκτικόν, εἰδείην γάρ ἐστι τὸ εὐκτικόν, τὰ δὲ εἰς ˉηˉν καθαρὸν ἔχοντα τὸ εὐκτικὸν εἰς ˉω μετὰ περι σπωμένου τόνου ἔχουσι τὸ ὑποτακτικόν, οἷον τυφθείην ἐὰν τυφθῶ, δαρείην ἐὰν δαρῶ, νυγείην ἐὰν νυγῶ, σταλείην ἐὰν σταλῶ, φθαρείην ἐὰν φθαρῶ, τούτου οὖν χάριν ἐὰν εἰδῶ γέγονε τὸ ὑποτακτικὸν μετὰ περισπωμένου τόνου, οἷον ὄφρ' εὖ εἰδῶ, τουτέστιν ἵνα καλῶς μάθω. Εἰ δέ τις εἴποι, ἀλλ' ἐκεῖνα ἔχουσιν εἰς ˉηˉν καθαρὸν τὸ εὐκτικόν, ὅσα ἔχουσι τὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως καὶ διὰ τοῦ ˉνˉτ κλινομένην, οἷον τυφθείς τυφθέντος τυφθείην, δαρείς δαρέντος δαρείην, νυγείς νυγέντος νυγείην, τούτου δὲ ἡ μετοχὴ εἰς ˉς μετ' ὀξείας τάσεως λήγει, ἀλλ' οὖν οὐ κλίνεται διὰ τοῦ ˉνˉτ, εἰδώς γὰρ εἰδότος ἐστίν, καὶ οὐκ ὤφειλεν ἔχειν τὸ εὐκτικὸν εἰς ˉηˉν καθαρόν, οἷον εἰδείην, ἀλλ' εἴδοιμι, ὡς τετύφοιμι, ἔστιν εἰπεῖν, ὅτι ὡς ἀπὸ τοῦ περιπατοῖμι γέγονε περι πατοίην κατὰ τροπὴν τῆς ˉμˉι εἰς ˉηˉν, τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ εἴδοιμι γέγονεν εἰδοίην κατὰ τροπὴν τῆς ˉμˉι εἰς ˉηˉν, καὶ εἰδείην κατὰ τροπὴν τοῦ ˉο εἰς ˉε. Ταῦτα μὲν ἐν τούτοις. Ἀποροῦσι δέ τινες λέγοντες, εἰ ἄρα ἐὰν εἰδῶ λέγομεν περισπω μένως ἐπὶ τοῦ ἐὰν μάθωπρόσκειται ἐπὶ τοῦ ἐὰν μάθω, ἐπειδὴ ἐπὶ τοῦ θεωρῆσαι ἴδω λέγομεν βαρυτόνως καὶ διὰ τοῦ ˉικαὶ ἐν τοῖς πληθυντικοῖς δὲ ἐὰν εἰδῶμεν καὶ ἐὰν εἰδῆτε καὶ ἐὰν εἰδῶσι φαμὲν 283 περισπωμένως, ἐπὶ τοῦ γνῶναι καὶ μαθεῖν, πῶς ὁ ποιητὴς ἵνα εἴδομεν ἄμφω εἶπε προπαροξυτόνως, ἐπὶ τοῦ ἵνα μάθωμεν. Ἔστιν οὖν εἰπεῖν, ὅτι ἐπειδὴ διὰ τὸ μέτρον συνέστειλε τὸ ˉω εἰς τὸ ˉο, τούτου χάριν καὶ τὸν τόνον ἀνεβίβασεν. Τούτων οὕτως ἐχόντων δεῖ γινώσκειν, ὅτι ἐὰν σχῶ καὶ ἐὰν ὦ καὶ ἐὰν σπῶ (τὸ λέγω καὶ ἀκολουθῶ) παράλογά εἰσι περισπώμενα· οὔτε γὰρ ἔχουσι τὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως καὶ διὰ τοῦ ˉνˉτ κλινομένην, σχών γὰρ σχόντος καὶ ὤν ὄντος καὶ σπών σπόντος ὀξυτό νως, ὀξύνονται μὲν γὰρ καὶ διὰ τοῦ ˉνˉτ κλίνονται, ἀλλ' οὐ λήγουσιν εἰς ˉς· ἀλλ' οὔτε δὲ ἐνεστῶτος καὶ παρατατικοῦ εἰσιν, τοῦ ἐνεστῶτος περισπωμένου ὄντος, δευτέρου γὰρ ἀορίστου εἰσὶ ταῦτα τοῦ ἔσχον καὶ ἦον καὶ ἔσπον, ὡς δηλοῦσιν αἱ μετοχαὶ σχών καὶ ἐών καὶ σπών ὀξυ τόνως· αἱ γὰρ εἰς ˉωˉν ὀξύτονοι μετοχαὶ δευτέρου ἀορίστου εἰσίν, οἷον λαβών φαγών δραμών μαθών δακών πιών παθών λαχών· οὕτως οὖν καὶ σχών καὶ ἐών καὶ κατὰ ἀφαίρεσιν τοῦ ˉε ὤν καὶ σπών· τὸ γὰρ σπῶν σπῶντος (ὃ σημαίνει τὸ ἀνασπῶν) δευτέρας ἐστὶ συζυγίας τῶν περισπωμένων ἐνεστῶτος χρόνου καὶ παρατατικοῦ καὶ περισπᾶται. Ἔστιν οὖν εἰπεῖν, ὅτι τὸ ἐὰν σχῶ καὶ ἐὰν ὦ καὶ ἐὰν σπῶ ἐξ ἀνάγκης περι σπῶνται· βαρύνεσθαι μὲν γὰρ οὐκ ἠδύναντο, ἐπειδὴ μονοσύλλαβά εἰσιν, οὐδέποτε δὲ μονοσύλλαβος λέξις βαρύνεται, ἀλλ' ἢ ὀξύνεται, οἷον τίς Τρώς πούς Ζεύς Φρύξ Κρής νύξ θρίξ, ἢ περισπᾶται, οἷον βοῦς νοῦς ῥοῦς χοῦς· ὀξύνεσθαι δὲ οὐκ ἠδύναντο, ἐπειδὴ τὰ ῥήματα ἀποστρέ φονται τὴν ὀξεῖαν τάσιν, οἷον τύπτω γράφω βοῶ χρυσῶ ποιῶ, χωρὶς ὧν ἐσημειωσάμεθα ἐν τοῖς προλαβοῦσιν, καὶ λοιπὸν ἐξ ἀνάγκης περι σπῶνται. Ἀμέλει τὸ ἐὰν σχῶ καὶ ἐὰν σπῶ συντιθέμενα καὶ ὑπερβαίνοντα τὴν μονοσυλλαβίαν βαρύνονται, οἷον ἐὰν κατάσχω, ἐὰν παράσχω, ἐὰν ἐπίσχω, ἐὰν μετάσχω, ἐὰν πρόσχω, ἐὰν ἐνίσπω, ἐὰν ἐπίσπω· τὸ δὲ ἐὰν ὦ καὶ ἐν συνθέσει τὸν αὐτὸν τόνον φυλάττει, οἷον ἐὰν συνῶ, ἐὰν παρῶ, ἐπειδὴ ἡ συναίρεσίς ἐστιν ἡ αἰτία, ἀπὸ γὰρ τοῦ ἐὰν συνέω καὶ ἐὰν παρέω γεγόνασι κατὰ κρᾶσιν τοῦ ˉε καὶ ˉω εἰς τὸ ˉω· ἡ δὲ ὁξεῖα καὶ ἡ βαρεῖα εἰς περισπωμένην συνέρχονται, οἷον νοέω νοῶ, ποιέω ποιῶ, Πηλέϊ Πηλεῖ, ταχέϊ ταχεῖ, πάϊς παῖς, Ἡρακλέης Ἡρακλῆς, Σοφοκλέης Σοφοκλῆς, Ἀνδροκλέης Ἀνδροκλῆς. Ἐὰν τύπτῃς. Ἰστέον ὅτι καθόλου τὰ εἰς ˉω ὑποτακτικά, ἀπὸ τῶν εἰς ˉω ῥημάτων ὄντα, εἰς ˉῃˉς διὰ τοῦ ˉη καὶ ˉι τὸ δεύτερον πρόσ 284 ωπον ποιοῦσιν, πλὴν τῆς δευτέρας καὶ τρίτης συζυγίας τῶν περισπω μένων, οἷον ἐὰν τύπτω ἐὰν τύπτῃς, ἐὰν λέγω ἐὰν λέγῃς, ἐὰν τετύφω ἐὰν τετύφῃς, ἐὰν τετύπω ἐὰν τετύπῃς, ἐὰν τύψω ἐὰν τύψῃς, ἐὰν λάβω ἐὰν λάβῃς, ἐὰν τυφθῶ ἐὰν τυφθῇς, ἐὰν δαρῶ ἐὰν δαρῇς, ἐὰν ποιῶ ἐὰν ποιῇς, ἐὰν νοῶ ἐὰν νοῇς, ἐὰν τελῶ ἐὰν τελῇς· τὸ δὲ ˉι προσ γεγραμμένον ἔχουσιν, ἐπειδὴ τὰ εἰς ˉω λήγοντα ῥήματα θέλουσιν ἔχειν ἐν τῷ δευτέρῳ καὶ τρίτῳ προσώπῳ δίφθογγον τὴν μετὰ τοῦ ˉι, οἷον τύπτω τύπτεις τύπτει, λέγω λέγεις λέγει, ποιῶ ποιεῖς ποιεῖ, βοῶ βοᾷς βοᾷ, χρυσῶ χρυσοῖς χρυσοῖ. Πρόσκειται τῷ κανόνι πλὴν τῆς δευτέρας καὶ τρίτης συζυγίας τῶν περισπωμένων, ἐπειδὴ ἡ δευτέρα καὶ τρίτη συζυγία τῶν περισπωμένων τὰ δεύτερα καὶ τρίτα πρόσωπα τῶν ὑποτακτικῶν ἔχουσιν ὁμόφωνα τοῖς ἰδίοις ὁριστικοῖς, οἷον βοῶ βοᾷς βοᾷ, ἐὰν βοῶ ἐὰν βοᾷς ἐὰν βοᾷ, ὁρῶ ὁρᾷς ὁρᾷ, ἐὰν ὁρᾷς ἐὰν ὁρᾷ, γελῶ γελᾷς γελᾷ, ἐὰν γελᾷς ἐὰν γελᾷ, χρυσῶ χρυσοῖς χρυσοῖ, ἐὰν χρυσῶ ἐὰν χρυσοῖς ἐὰν χρυσοῖ, στεφανῶ στεφανοῖς στεφανοῖ, ἐὰν στεφανῶ ἐὰν στεφανοῖς ἐὰν στεφανοῖ, ὀρθῶ ὀρθοῖς ὀρθοῖ, ἐὰν ὀρθῶ ἐὰν ὀρθοῖς ἐὰν ὀρθοῖ. Καὶ ἄξιόν ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν τὰ μὲν ὑποτακτικὰ τῆς πρώτης συζυγίας τῶν περι σπωμένων διὰ τοῦ ˉη καὶ ˉι ἐκφέρονται κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον ὁμοίως τοῖς βαρυτόνοις, οἷον ἐὰν ποιῶ ἐὰν ποιῇς ἐὰν ποιῇ, ὥσπερ ἐὰν τύπτω ἐὰν τύπτῃς ἐὰν τύπτῃ, τὰ δὲ ὑποτακτικὰ τῆς δευ τέρας καὶ τρίτης συζυγίας τῶν περισπωμένων οὐκ ἐκφέρονται κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον διὰ τοῦ ˉη καὶ ˉι, ἀλλ' ὁμοφωνοῦσι τοῖς ἰδίοις ὁριστικοῖς, οἷον βοῶ βοᾷς βοᾷ, ἐὰν βοῶ ἐὰν βοᾷς ἐὰν βοᾷ, χρυσῶ χρυσοῖς χρυσοῖ, ἐὰν χρυσῶ ἐὰν χρυσοῖς ἐὰν χρυσοῖ. Ἔστιν οὖν εἰπεῖν τὴν ἀπολογίαν ταύτην· εἰ ἐγένοντο τὰ ὑποτακτικὰ τῶν τριῶν συζυγιῶν τῶν περισπωμένων κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον διὰ τοῦ ˉη καὶ ˉι ὁμοίως τοῖς βαρυτόνοις, οἷον ἐὰν ποιῶ ἐὰν ποιῇς ἐὰν ποιῇ, ἐὰν βοῶ ἐὰν βοῇς ἐὰν βοῇ, ἐὰν χρυσῶ ἐὰν χρυσῇς ἐὰν χρυσῇ, ὥσπερ ἐὰν τύπτω ἐὰν τύπτῃς ἐὰν τύπτῃ, σύγχυσις ἤμελλεν εἶναι καὶ οὐδεμία διάκρισις τῶν συζυγιῶν ἐν τοῖς ὑποτακτικοῖς· καὶ ἐπειδὴ ἡ πρώτη συζυγία τῶν περισπωμένων κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσ ωπον ἐν τοῖς ὁριστικοῖς καὶ ἐν τῇ συναιρέσει ὁμοίως τοῖς βαρυτόνοις διὰ τῆς ˉεˉι διφθόγγου ἐκφέρεται, οἷον ποιῶ ποιεῖς ποιεῖ, ὥσπερ τύπτω τύπτεις τύπτει, τούτου χάριν καὶ ἐν τοῖς ὑποτακτικοῖς κατὰ τὸ δεύ τερον καὶ τρίτον πρόσωπον διὰ τοῦ ˉη καὶ ˉι ἐκφέρεται ὁμοίως τοῖς βαρυτόνοις, οἷον ἐὰν ποιῶ ἐὰν ποιῇς ἐὰν ποιῇ, ὥσπερ ἐὰν τύπτω ἐὰν 285 τύπτῃς ἐὰν τύπτῃ· ἡ δὲ δευτέρα καὶ τρίτη συζυγία τῶν περισπωμένων, ἐπειδὴ οὐκ ἐκφέρεται κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον ἐν τοῖς ὁριστικοῖς διὰ τῆς ˉεˉι διφθόγγου ὁμοίως τοῖς βαρυτόνοις ἐν τῇ συναιρέ σειἡ μὲν γὰρ διὰ τῆς ˉᾳ διφθόγγου ἐκφέρεται, ἡ δὲ διὰ τῆς ˉοˉι διφθόγγου, οἷον βοῶ βοᾷς βοᾷ, χρυσῶ χρυσοῖς χρυσοῖτούτου χάριν οὐδὲ ἐν τοῖς ὑποτακτικοῖς κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον ὁμοίως τοῖς βαρυτόνοις διὰ τοῦ ˉη καὶ ˉι ἐκφέρεται, ἀλλ' ὁμοφωνεῖ τοῖς ἰδίοις ὁριστικοῖς, οἷον βοῶ βοᾷς βοᾷ, ἐὰν βοῶ ἐὰν βοᾷς ἐὰν βοᾷ, χρυσῶ χρυσοῖς χρυσοῖ, ἐὰν χρυσῶ ἐὰν χρυσοῖς ἐὰν χρυσοῖ. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι ἐν μὲν τοῖς ὁριστικοῖς κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον τῶν ἑνικῶν τὸ ˉι ἐκφωνεῖται, οἷον τύπτω τύπτεις τύπτει, ποιῶ ποιεῖς ποιεῖ, χρυσῶ χρυσοῖς χρυσοῖ, χωρὶς τῆς δευτέρας συζυγίας τῶν περισπωμένων, αὕτη γὰρ τὸ ˉι ἀνεκφώνητον ἔχει κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον, οἷον βοῶ βοᾷς βοᾷ· ἐν δὲ τοῖς ὑποτακτικοῖς κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον τὸ ˉι ἀνεκφώνητόν ἐστιν, οἷον ἐὰν τύπτω ἐὰν τύπτῃς ἐὰν τύπτῃ, ἐὰν ποιῶ ἐὰν ποιῇς ἐὰν ποιῇ, ἐὰν βοῶ ἐὰν βοᾷς ἐὰν βοᾷ, χωρὶς τῆς τρίτης συζυγίας τῶν περισπωμένων, αὕτη γὰρ τὸ ˉι ἐκφωνεῖ κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον, οἷον ἐὰν χρυσῶ ἐὰν χρυσοῖς ἐὰν χρυσοῖ· ὥστε οὖν ἡ μὲν δευτέρα συζυγία τῶν περισπωμένων ἐν μὲν τοῖς ὁριστικοῖς παράλογός ἐστιν, ὡς ἔχουσα τὸ ˉι ἀνεκφώνητον, ἐν δὲ τοῖς ὑποτακτικοῖς ἀνάλογος· ἡ δὲ τρίτη συζυγία τῶν περισπωμένων ἐν μὲν τοῖς ὁριστικοῖς ἀνάλογός ἐστιν, ὡς ἔχουσα τὸ ˉι ἐκφωνούμενον, ἐν δὲ τοῖς ὑποτακτικοῖς παράλογός ἐστιν, ὡς ἔχουσα τὸ ˉι ἐκφωνούμενον. Ταῦτα μὲν ἐν τούτοις. Πρόσκειται δὲ ἀνωτέρω ἐν τῷ κανόνι ἀπὸ τῶν εἰς ˉω ῥημάτων ὄντα διὰ τὰ ἀπὸ τῶν εἰς ˉμˉι· τὰ γὰρ εἰς ˉμˉι ἐν τοῖς ὑποτακτικοῖς κατὰ τὸν ἐνεστῶτα καὶ παρατατικὸν καὶ τὸν δεύτερον ἀόριστον τὸν ἐνεργητικὸν ἐπὶ μὲν τῆς πρώτης συζυγίας διὰ τοῦ ˉη καὶ ˉι ἐκφέρονται κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον, οἷον ἐὰν τιθῶ ἐὰν τιθῇς ἐὰν τιθῇ, ἐὰν θῶ ἐὰν θῇς ἐὰν θῇ· ἐπὶ δὲ τῆς δευτέρας συζυγίας κατὰ τὸν ἐνεστῶτα μὲν καὶ παρατατικὸν διὰ τῆς ˉᾳ διφθόγγου ἐκφέρεται τὸ δεύτερον καὶ τρίτον πρόσωπον, προσγραφομένου μὲν τοῦ ˉι μὴ συνεκ φωνουμένου δέ, οἷον ἐὰν ἱστῶ ἐὰν ἱστᾷς ἐὰν ἱστᾷ, κατὰ δὲ τὸν δεύ τερον ἀόριστον τὸν ἐνεργητικὸν διὰ τοῦ ˉη καὶ ˉι ἐκφέρεται τὸ δεύτερον 286 καὶ τρίτον πρόσωπον, οἷον ἐὰν στῶ ἐὰν στῇς ἐὰν στῇ· ἐπὶ δὲ τῆς τρίτης συζυγίας τῶν εἰς ˉμˉι καὶ κατὰ τὸν ἐνεστῶτα καὶ παρατατικὸν καὶ κατὰ τὸν δεύτερον ἀόριστον τὸν ἐνεργητικὸν διὰ τῆς ˉῳ διφθόγγου ἐκφέρεται τὸ δεύτερον καὶ τρίτον πρόσωπον, οἷον ἐὰν διδῶ ἐὰν διδῷς ἐὰν διδῷ, ἐὰν δῶ ἐὰν δῷς ἐὰν δῷ, ἐὰν γνῶ ἐὰν γνῷς ἐὰν γνῷ, ὡς τὸ γνῷ δὲ καὶ Ἀτρείδης εὐρυκρείων Ἀγαμέμνων, ἐὰν βιῶ ἐὰν βιῷς ἐὰν βιῷ, ἐὰν ἁλῶ ἐὰν ἁλῷς ἐὰν ἁλῷ. Καὶ ἀποροῦσί τινες λέγοντες, εἰ ἄρα, ὡς ἐν τοῖς προλαβοῦσιν εἴρηται, οὐδέποτε τρίτον πρώτῳ ὁμοφωνεῖ κατὰ τὸν αὐτὸν ἀριθμὸν καὶ κατὰ τὴν αὐτὴν διάλεκτον, πῶς λέγομεν ἐὰν γνῶ ἐγώ, ἐὰν γνῷ ἐκεῖνος· ἰδοὺ γὰρ τὸ τρίτον πρώτῳ ὁμοφωνεῖ κατὰ τὸν αὐτὸν ἀριθμόν, ἀμφότερα γὰρ ἑνικά εἰσιν, καὶ κατὰ τὴν αὐτὴν διάλεκτον, ἀμφότερα γὰρ κοινά εἰσιν. Πρὸς τοὺς οὕτως ἀποροῦντας ἔστιν εἰπεῖν, ὅτι οὐκ ἔστιν ἐνταῦθα τρίτον πρώτῳ ὁμόφωνον· τὸ μὲν γὰρ τρίτον πρόσωπον προσγεγραμμένον ἔχει τὸ ˉι, τὸ δὲ πρῶτον οὐκ ἔχει προσγεγραμμένον τὸ ˉι· καὶ τὸ μὲν πρῶτον οὐκ ἔχει προσγεγραμμένον τὸ ˉι, ἐπειδὴ τὰ εἰς ˉω λήγοντα ῥήματα, πρώτου προσώπου ὄντα, οὐ θέλουσιν ἔχειν ἐν τῇ τελευταίᾳ συλλαβῇ τί ποτε ἀνεκφώνητον, οἷον τύπτω γράφω λέγω βοῶ χρυσῶ· τὸ δὲ τρίτον πρόσωπον ἔχει προσγεγραμμένον τὸ ˉι, ἐπειδὴ τὰ εἰς ω λήγοντα ῥήματα θέλουσιν ἔχειν κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον δίφθογγον τὴν μετὰ τοῦ ˉι, οἷον τύπτω τύπτεις τύπτει, ποιῶ ποιεῖς ποιεῖ, βοῶ βοᾷς βοᾷ, χρυσῶ χρυσοῖς χρυσοῖ, ἐὰν τύπτω ἐὰν τύπτῃς ἐὰν τύπτῃ· οὕτως οὖν καὶ ἐὰν γνῶ ἐὰν γνῷς ἐὰν γνῷ τὸ δεύτερον καὶ τρίτον πρόσωπον διὰ διφθόγγου τῆς μετὰ τοῦ ˉι. Ἐὰν τύπτῃ. Εἴρηται ὅτι πᾶν δεύτερον πρόσωπον εἰς ˉς λῆγον ἀποβολῇ τοῦ ˉς τὸ τρίτον ποιεῖ, οἷον ποιεῖς ποιεῖ, τύπτεις τύπτει, ἔτυπτες ἔτυπτε· περὶ γὰρ τοῦ παρακειμένου καὶ τοῦ πρώτου ἀορίστου, ὅτι τροπὴ παρηκολούθησε τοῦ ˉα εἰς ˉε μεμαθήκαμεν, οἷον τέτυφας τέτυφε, ἔτυψας ἔτυψε· ὡσαύτως δὲ καὶ περὶ τοῦ ἐνεστῶτος τοῦ ἀπὸ τῶν εἰς ˉμˉι, ὅτι πρὸς οἷς οὐκ ἀποβάλλουσι τὸ ˉς ταῦτα ἀλλὰ καὶ τὸ ˉι προσλαμ βάνουσιν, οἷον τίθης τίθησι, ἵστης ἵστησι, δίδως δίδωσι. Ἐὰν τύπτητον, ἐὰν τύπτητον. Ἰστέον ὅτι τὸ μὲν πρῶτον πρόσωπον τῶν δυϊκῶν ἐπιλιμπάνει ἐνταῦθα, ἐπειδὴ τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν τὸ ˉμ ἐπὶ τῆς τελευταίας συλλαβῆς ἔχει, ἐὰν τύπτω μεν γὰρ τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν· τὸ δεύτερον 287 τῶν δυϊκῶν ἀπὸ τοῦ δευτέρου τῶν πληθυντικῶν γέγονε τροπῇ τοῦ ˉε εἰς ˉοˉν, οἷον ἐὰν τύπτητε ἐὰν τύπτητον· τὸ δὲ τρίτον τῶν δυϊκῶν ὁμο φωνεῖ τῷ ἰδίῳ δευτέρῳ, ἐπειδὴ τὸ τρίτον τῶν πληθυντικῶν εἰς ˉσˉι λήγει, ἐὰν τύπτωσι γάρ· καθόλου δὲ ἐν τοῖς ὑποτακτικοῖς τὸ τρίτον τῶν δυϊκῶν ὁμοφωνεῖ τῷ ἰδίῳ δευτέρῳ, ἐπειδὴ τὸ τρίτον τῶν πληθυντικῶν εἰς ˉσˉι λήγει ἢ εἰς ˉτˉαˉι. Ἐὰν τύπτωμεν. Ἰστέον ὅτι πᾶν ὑποτακτικὸν εἰς ˉω λῆγον προσθήκῃ τῆς ˉμˉεˉν τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν ποιεῖ καὶ φυλάτ τει τὸ ˉω, οἷον ἐὰν τύπτω ἐὰν τύπτωμεν, ἐὰν τετύφω ἐὰν τετύφωμεν, ἐὰν τύψω ἐὰν τύψωμεν, ἐὰν τυφθῶ ἐὰν τυφθῶμεν, ἐὰν βοῶ ἐὰν βοῶμεν, ἐὰν χρυσῶ ἐὰν χρυσῶμεν. Ἐὰν τύπτητε. Ἰστέον ὅτι τὰ εἰς ˉμˉεˉν ὑποτακτικὰ τροπῇ τῆς ˉμˉεˉν εἰς ˉτˉε καὶ τοῦ παραλήγοντος ˉω εἰς ˉη τὸ δεύτερον πρόσωπον τῶν πληθυντικῶν ποιοῦσιν, οἷον ἐὰν τύπτωμεν ἐὰν τύπτητε, ἐὰν τετύφω μεν ἐὰν τετύφητε, ἐὰν τύψωμεν ἐὰν τύψητε, ἐὰν τυφθῶμεν ἐὰν τυφθῆτε, ἐὰν τυπῶμεν ἐὰν τυπῆτε, ἐὰν ποιῶμεν ἐὰν ποιῆτε, ἐὰν νοῶμεν ἐὰν νοῆτε, ἐὰν τελῶμεν ἐὰν τελῆτε. Δεῖ προσθεῖναι χωρὶς τῆς δευ τέρας καὶ τρίτης συζυγίας τῶν περισπωμένων· καὶ χωρὶς μὲν τῆς δευ τέρας, ἐπειδὴ ἐπὶ ταύτης τὸ δεύτερον τῶν πληθυντικῶν ὁμόφωνόν ἐστι τῷ ἰδίῳ ὁριστικῷ, οἷον βοῶμεν βοᾶτε ἐὰν βοῶμεν ἐὰν βοᾶτε, ἐὰν γελῶμεν ἐὰν γελᾶτε, περῶμεν περᾶτε ἐὰν περῶμεν ἐὰν περᾶτε· χωρὶς δὲ τῆς τρίτης συζυγίας τῶν περισπωμένων, ἐπειδὴ ἐπὶ ταύτης φυλάττεται τὸ ˉω κατὰ τὸ δεύτερον πρόσωπον τῶν πληθυντι κῶν, οἷον ἐὰν χρυσῶμεν ἐὰν χρυσῶτε, ἐὰν στεφανῶμεν ἐὰν στεφανῶτε. Οὐ δυνάμεθα γὰρ λέγειν ὁμοφώνως τῷ ἰδίῳ ὁριστικῷ ἐὰν χρυσοῦτε, ἐὰν στεφανοῦτε, ἐπειδὴ τὰ εἰς ˉμˉεˉν καὶ τὰ εἰς ˉτˉε τὰ ἴσα φωνήεντα θέ λουσι φυλάττειν ἐν τῇ παραληγούσῃ, οἷον τύπτομεν τύπτετε, λέγομεν λέγετε, βοῶμεν βοᾶτε, ποιοῦμεν ποιεῖτε· εἰ οὖν ἐὰν χρυσῶμεν καὶ ἐὰν στεφανῶμεν φαμὲν δι' ἑνὸς φωνήεντος, δηλονότι καὶ ἐὰν χρυσῶτε καὶ ἐὰν στεφανῶτε δεῖ λέγειν δι' ἑνὸς φωνήεντος, καὶ οὐχὶ ἐὰν χρυσοῦτε καὶ ἐὰν στεφανοῦτε διὰ δύο φωνηέντων. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι τὰ εἰς ˉμˉι κατὰ τὸν ἐνεστῶτα καὶ παρατατικὸν καὶ τὸν δεύτερον ἀόριστον τὸν ἐνεργητικὸν ἐπὶ μὲν τῆς πρώτης συζυγίας τὸ ˉω εἰς ˉη τρέπουσι κατὰ τὸ δεύτερον καὶ τρίτον πρόσωπον τῶν πλη θυντικῶν, οἷον ἐὰν τιθῶμεν ἐὰν τιθῆτε, ἐὰν θῶμεν ἐὰν θῆτε· ἐπὶ δὲ τῆς δευτέρας συζυγίας κατὰ μὲν τὸν δεύτερον ἀόριστον τὸν ἐνεργητικὸν ὡσαύτως τὸ ˉω εἰς ˉη τρέπεται ἐν τῷ δευτέρῳ προσώπῳ τῶν πληθυν τικῶν, οἷον ἐὰν στῶμεν ἐὰν στῆτε, ἐὰν βῶμεν ἐὰν βῆτε, κατὰ δὲ τὸν 288 ἐνεστῶτα καὶ παρατατικὸν ὁμόφωνον γίνεται τὸ δεύτερον τῶν πλη θυντικῶν τῷ ἰδίῳ ὁριστικῷ, οἷον ἱστῶμεν ἱστᾶτε ἐὰν ἱστῶμεν ἐὰν ἱστᾶτε· ἐπὶ δὲ τῆς τρίτης συζυγίας τῶν εἰς ˉμˉι καὶ κατὰ τὸν ἐνεστῶτα καὶ παρα τατικὸν καὶ κατὰ τὸν δεύτερον ἀόριστον τὸν ἐνεργητικὸν φυλάττεται τὸ ˉω ἐν τῷ δευτέρῳ προσώπῳ τῶν πληθυντικῶν, οἷον ἐὰν διδῶμεν ἐὰν διδῶτε, ἐὰν δῶμεν ἐὰν δῶτε, ἐὰν γνῶμεν ἐὰν γνῶτε, ἐὰν βιῶμεν ἐὰν βιῶτε, ἐὰν ἁλῶμεν ἐὰν ἁλῶτε. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι εὐλόγως ἐν τοῖς ὑποτακτικοῖς τρεπόμενον τὸ ˉω ἐν τῷ δευτέρῳ προσώπῳ τῶν πληθυντικῶν εἰς ˉη τρέπεται, ἐπειδὴ τὰ εἰς ˉμˉεˉν καὶ τὰ εἰς ˉτˉε ἰσοχρονεῖν θέλουσι κατὰ τὴν παραλήγουσαν, οἷον τύπτομεν τύπτετε, ἀμφοτέρων ἡ παραλήγουσα βραχεῖά ἐστιν, ὁμοίως λέγομεν λέγετε· ποιοῦμεν ποιεῖτε, ἀμφοτέρων ἡ παραλήγουσα μακρά ἐστιν, ὁμοίως βοῶμεν βοᾶτε, χρυσοῦμεν χρυσοῦτε· εἰ οὖν τὸ ἐὰν τύπτω μεν μακρὰν ἔχει τὴν παραλήγουσαν, δηλονότι καὶ τὸ ἐὰν τύπτητε μακρὰν ἀναγκάζεται ἔχειν τὴν παραλήγουσαν, καὶ εὐλόγως εἰς τὸ ˉη γέγονεν ἡ τροπὴ τοῦ ˉω. Ἐὰν τύπτωσιν. Ἰστέον ὅτι καθόλου ἐν τοῖς ὑποτακτικοῖς τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν τροπῇ τῆς ˉμˉεˉν εἰς ˉσˉι τὸ τρίτον τῶν πληθυντικῶν ποιεῖ καὶ φυλάττει τὴν παραλήγουσαν, οἷον ἐὰν τύπτωμεν ἐὰν τύπτωσιν, ἐὰν τετύφωμεν ἐὰν τετύφωσιν, ἐὰν τύψωμεν ἐὰν τύψωσιν, ἐὰν τυφθῶμεν ἐὰν τυφθῶσιν, ἐὰν τυπῶμεν ἐὰν τυπῶσιν, ἐὰν βοῶμεν ἐὰν βοῶσιν, ἐὰν χρυσῶμεν ἐὰν χρυσῶσιν. Παρακειμένου καὶ ὑπερσυντελίκου. Ἐὰν τετύφω. Ἀπὸ τοῦ τέτυφα γέγονε τροπῇ τοῦ ˉα εἰς ˉω, ἐφυλάχθη δὲ ἡ ἐν ἀρχαῖς κλιτικὴ ἔκτασις· ὡς γὰρ ἐν τοῖς προλαβοῦσιν ἐμάθομεν, ὁ παρακείμενος οὐδαμοῦ ἀποβάλλει τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν· οὔτε γὰρ ἐν ταῖς μετοχαῖς ἀποβάλλει αὐτὴν οὔτε ἐν ταῖς λοιπαῖς ἐγκλίσεσιν. Ἐὰν τετύφῃς, ἐὰν τετύφῃ· ἐὰν τετύ φητον, ἐὰν τετύφητον· ἐὰν τετύφωμεν, ἐὰν τετύφητε, ἐὰν τετύφωσιν· εἴρηται. Μέσου παρακειμένου καὶ ὑπερσυντελίκου. Ἐὰν τετύπω, ἐὰν τετύπῃς, ἐὰν τετύπῃ· ἐὰν τετύπητον, ἐὰν τετύπητον· ἐὰν τετύπωμεν, ἐὰν τετύπητε, ἐὰν τετύπωσιν. 289 Ἀορίστου πρώτου καὶ μέλλοντος.. Ἐὰν τύψω. Ἰστέον ὅτι τὰ ὑποτακτικὰ τοῦ ἀορίστου καὶ μέλλοντος κανονίζονται ἐκ τοῦ ἀορίστου καὶ οὐκ ἐκ τοῦ μέλλοντος· καὶ τοῦτο δείκνυμεν διὰ τριῶν αἰτιῶν. Καὶ πρώτη μὲν αἰτία ἐστὶν ἡ ἀπὸ τῆς πέμπτης συζυγίας τῶν βαρυτόνων· δεῖ γὰρ γινώσκειν, ὅτι τοῦ κείρω καὶ σπείρω ὁ μὲν μέλλων κερῶ καὶ σπερῶ ἐστὶ περισπωμένως καὶ διὰ τοῦ ˉε, ὁ δὲ πρῶτος ἀόριστος ἔκειρα καὶ ἔσπειρα ἐστὶ βαρυτόνως καὶ διὰ τῆς ˉεˉι διφθόγγου· εἰ οὖν τὸ ὑποτακτικὸν ἐὰν κείρω καὶ ἐὰν σπείρω φαμέν, καὶ οὐκ ἐὰν κερῶ καὶ ἐὰν σπερῶ, δηλονότι ἐκ τοῦ ἔκειρα καὶ ἔσπειρα ἀορίστου γέγονεν, καὶ οὐκ ἐκ τοῦ κερῶ καὶ σπερῶ μέλλοντος. Δευτέρα δὲ αἰτία ἐστὶν αὕτη ἡ ἐκ τῶν Ἀττικῶν· οἱ γὰρ Ἀθηναῖοι ἐπὶτῶν διὰ τοῦ ˉιˉζˉω ῥημάτων, τῶν διὰ τοῦ ˉι γραφομένων τῶν ὑπὲρ δύο συλλαβάς, ἔθος ἔχουσιν ἀποβάλλειν τὸ ˉς κατὰ τὸν μέλλοντα καὶ περι σπᾶν, οἷον λακτίζω λακτίσω λακτιῶ, συρίζω συρίσω συριῶ· εἰ ἄρα οὖν τὸ ὑποτακτικὸν ἐὰν λακτίσω καὶ ἐὰν συρίσω λέγουσιν, καὶ οὐκ ἐὰν λακτιῶ καὶ ἐὰν συριῶ, δηλονότι ἐκ τοῦ ἐλάκτισα καὶ ἐσύρισα ἀορίστου γέγονεν, καὶ οὐκ ἐκ τοῦ λακτιῶ καὶ συριῶ μέλλοντος. Τρίτη δὲ αἰτία ἐστὶν ἡ ἀπὸ τῶν Δωριέων· οἱ γὰρ Δωριεῖς πάντας τοὺς ὁριστικοὺς μέλλοντας περισπῶσιν, ποιησῶ γὰρ καὶ τυψῶ λέγουσι περισπωμένως· εἰ ἄρα οὖν τὸ ὑποτακτικὸν ἐὰν τύψω καὶ ἐὰν ποιήσω λέγουσι βαρυτόνως, καὶ οὐκ ἐὰν τυψῶ καὶ ἐὰν ποιησῶ περισπωμένως, δηλονότι ἐκ τοῦ ἔτυψα καὶ ἐποίησα ἀορίστου γέγονεν, καὶ οὐκ ἐκ τοῦ τυψῶ καὶ ποιησῶ μέλλοντος. Ἐὰν τύψῃς, ἐὰν τύψῃ· ἐὰν τύψητον, ἐὰν τύψητον· ἐὰν τύψωμεν, ἐὰν τύψητε, ἐὰν τύψωσιν· εἴρηται. Ἀορίστου δευτέρου καὶ μέλλοντος. Ἐὰν τύπω· ἀπὸ τοῦ δευτέρου ἀορίστου γέγονεν ἐὰν τύπω, ὥσπερ καὶ ἀπὸ τοῦ ἔλαβον ἐὰν λάβω καὶ ἀπὸ τοῦ ἔμαθον ἐὰν μάθω. Ἐὰν τύπῃς, ἐὰν τύπῃ· ἐὰν τύπητον, ἐὰν τύπητον· ἐὰν τύ πωμεν, ἐὰν τύπητε, ἐὰν τύπωσιν· εἴρηται. Ὑποτακτικὰ παθητικά χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ. Ἐὰν τύπτωμαι. Ἰστέον ὅτι κανονίζει ὁ τεχνικὸς τὸ ὑποτακτικὸν παθητικὸν τοῦ ἐνεστῶτος καὶ παρατατικοῦ τοῦτον τὸν τρόπον· ὁ ἐνερ 290 γητικὸς ἐνεστὼς τῶν ὑποτακτικῶν προσθήκῃ τῆς ˉμˉαˉι παθητικὸς γίνεται καὶ φυλάττει τὸ ˉω, οἷον ἐὰν τύπτω ἐὰν τύπτωμαι, ἐὰν λέγω ἐὰν λέγωμαι, ἐὰν ποιῶ ἐὰν ποιῶμαι, ἐὰν βοῶ ἐὰν βοῶμαι, ἐὰν χρυσῶ ἐὰν χρυσῶμαι. Ἔστι δὲ εἰπεῖν καθολικὸν κανόνα τοιοῦτον περὶ τῶν ὑποτακτικῶν τῶν ἐχόντων τὸ ˉμ κλιτικόν· πᾶς παρῳχημένος ὁριστικὸς ἔχων τὸ ˉμ κλιτι κόν, εἴτε παθητικὸς εἴτε μέσος, τρέπων τὴν τελευταίαν συλλαβὴν εἰς ˉμˉαˉι καὶ τὸ παραλῆγον φωνῆεν εἰς ˉω, μετὰ τοῦ ἀποβάλλειν τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασινδηλονότι χωρὶς τοῦ παρακειμένου, οὗτος γάρ, ὡς εἴρηται, οὐδαμοῦ ἀποβάλλει τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν, οὔτε ἐν ταῖς μετοχαῖς οὔτε ἐν ταῖς λοιπαῖς ἐγκλίσεσιντὸ ὑποτακτικὸν ποιεῖ, οἷον ἐτυπτόμην ἐὰν τύπτωμαι, ἐλεγόμην ἐὰν λέγω μαι, ἐποιούμην ἐὰν ποιῶμαι, ἐβοώμην ἐὰν βοῶμαι, ἐχρυσούμην ἐὰν χρυσῶμαι, ἐτυψάμην ἐὰν τύψωμαι, ἐποιησάμην ἐὰν ποιήσωμαι, ἐτυπό μην ἐὰν τύπωμαι, ἐλαβόμην ἐὰν λάβωμαι, ἐτιθέμην ἐὰν τιθῶμαι, ἱστάμην ἐὰν ἱστῶμαι, ἐδιδόμην ἐὰν διδῶμαι, ἐδυνάμην ἐὰν δύνωμαι, ἐκρεμάμην ἐὰν κρέμωμαι, ἠπιστάμην ἐὰν ἐπίστωμαι, ἐπεποιήμην ἐὰν πεποιῶμαι, ἐκεκτήμην ἐὰν κεκτῶμαι, ἐμεμνήμην ἐὰν μεμνῶμαι· ἐὰν δὲ εὑρεθῇ ἐν τῷ παθητικῷ παρακειμένῳ πρὸ τοῦ ˉμ ἕτερον σύμφωνον, τότε τὸ ὑπο τακτικὸν διὰ μετοχῆς ἀναπληροῦται καὶ ὑπαρκτικοῦ ῥήματος, οἷον τέ τυμμαι ἐὰν τετυμμένος ὦ, λέλεγμαι ἐὰν λελεγμένος ὦ, ἔσπαρμαι ἐὰν ἐσπαρμένος ὦ, ἔφθαρμαι ἐὰν ἐφθαρμένος ὦ. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι ἀεὶ ὁ παρακείμενος ὁ παθητικὸς ἐν τοῖς ὑποτακτι κοῖς πρὸ μιᾶς συλλαβῆς ἔχει τὸν τόνον ἤγουν προπερισπᾶται, οἷον ἐὰν κεχρυσῶμαι, ἐὰν πεποιῶμαι, ἐὰν μεμνῶμαι, ἐὰν κεκτῶμαι· καὶ τὰ εἰς ˉμˉι δὲ κατὰ τὸν ἐνεστῶτα καὶ παρατατικὸν τῶν ὑποτακτικῶν τῶν παθη τικῶν προπερισπῶνται, οἷον ἐὰν τιθῶ ἐὰν τιθῶμαι, ἐὰν ἱστῶ ἐὰν ἱστῶ μαι, ἐὰν διδῶ ἐὰν διδῶμαι· χωρὶς εἰ μή πω εὑρεθῇ τὸ ἐνεργητικὸν τὸ ὁριστικὸν ἐν χρήσει, τότε τὸ παθητικὸν τὸ ὑποτακτικὸν προπαροξύνε ται, οἷον ἐὰν δύνωμαι, ἐὰν κρέμωμαι, ἐὰν ἐπίστωμαι (ὃ σημαίνει τὸ γινώσκω)· οὐκ ἔστι γὰρ τὸ δύνημι ἐν χρήσει ἢ τὸ κρέμημι ἢ τὸ ἐπίστημι. Τούτων οὕτως ἐχόντων δεῖ γινώσκειν, ὅτι πρόσκειται ἐν τῷ κανόνι ἔχων τὸ ˉμ κλιτικόν διὰ τὸ ἐδάμην· τούτου γὰρ τὸ ὑποτακτικὸν οὐκ ἔστιν εἰς ˉμˉαˉι, ἀλλ' εἰς ˉω, οἷον δαμῶ, ἀλλ' οὐκ ἔχει τὸ ˉμ κλιτι κὸν ἀλλὰ θεματικόν, ἀπὸ γὰρ τοῦ ἐνεστῶτος ἔχει αὐτό· δάμνω γάρ ἐστιν ὁ ἐνεστὼς καὶ ἔχει τὸ ˉμ. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι συγκέχυται ἡ λέξις, ἤγουν τὸ κείμενον τοῦ τεχνικοῦ· ἔδει γὰρ ἐν τῷ περὶ δευτέρου καὶ τρίτου προσώπου λόγῳ μνησθῆναι τῶν δευτέρων καὶ τρίτων προσώπων τῆς δευτέρας καὶ τρίτης συζυγίας 291 τῶν περισπωμένων· ὁ δὲ οὐκ ἐκεῖ τούτων ἐμνήσθη, ἀλλ' ἐνταῦθα ἐν τῷ κανόνι τοῦ πρώτου προσώπου, ἐν οἷς λέγει· ὥσπερ γὰρ ἐν τοῖς ἐνεργητικοῖς τὰ δεύτερα καὶ τρίτα πρόσωπα τῆς δευτέρας καὶ τρίτης συζυγίας τῶν περισπωμένων οὐ διενηνόχασιν ὡς πρὸς τὰ ὁριστικά, οὕτω καὶ ἐν τοῖς παθητικοῖς τὰ δεύτερα καὶ τρίτα πρόσωπα τοῖς ὁριστικοῖς ὡμοφώνησαν. Τὸ δὲ λεγό μενον τοῦτό ἐστιν· καθάπερ τὰ δεύτερα καὶ τρίτα πρόσωπα τῆς δευ τέρας καὶ τρίτης συζυγίας τῶν περισπωμένων τῶν ὑποτακτικῶν ἐνεργη τικῶν, τουτέστι τὸ ἐὰν βοᾷς ἐὰν βοᾷ, ἐὰν χρυσοῖς ἐὰν χρυσοῖ, οὐ διε νηνόχασιν ὡς πρὸς τὰ τῆς ὁριστικῆς ἐγκλίσεως δεύτερα καὶ τρίτα πρόσωπα τῆς δευτέρας καὶ τρίτης συζυγίας τῶν περισπωμένων, τὸ βοᾷς βοᾷ καὶ χρυσοῖς χρυσοῖ, ἀλλ' ὁμοφωνοῦσιν ἀλλήλοις, οὕτω καὶ ἐν τοῖς ὑποτακτικοῖς παθητικοῖς ὁμοφωνοῦσι τὰ δεύτερα καὶ τρίτα πρόσωπα τῆς δευτέρας καὶ τρίτης συζυγίας τῶν περισπωμένων τοῖς δευτέροις καὶ τρίτοις προσώποις τοῖς παθητικοῖς τῆς ὁριστικῆς ἐγκλίσεως· ὥσπερ γὰρ βοᾷ βοᾶται καὶ χρυσοῖ χρυσοῦται, οὕτω καὶ ἐὰν βοᾷ ἐὰν βοᾶται καὶ ἐὰν χρυσοῖ ἐὰν χρυσοῦται· ἰδοὺ ὡμοφώνησαν καὶ τὰ ὑποτακτικὰ παθητικὰ τοῖς παθητικοῖς ὁριστικοῖς, ὥσπερ καὶ τὰ ὑποτακτικὰ ἐνεργητικὰ τοῖς ὁριστικοῖς ἐνεργητικοῖς. Ἐὰν τύπτῃ. Ἰστέον ὅτι καθόλου τὰ τρίτα πρόσωπα τῶν ὑποτακτικῶν τῶν ἐνεργητικῶν δεύτερα γίνονται παθητικὰ ἢ μέσα, οἷον ἐὰν τύπτῃ ἐκεῖνος καὶ ἐὰν τύπτωμαι ἐὰν τύπτῃ σύ, ἐὰν λέγῃ ἐκεῖνος καὶ ἐὰν λέγωμαι ἐὰν λέγῃ σύ, ἐὰν τύψῃ ἐκεῖνος καὶ ἐὰν τύψωμαι ἐὰν τύψῃ σύ, ἐὰν ποιήσῃ ἐκεῖνος καὶ ἐὰν ποιήσωμαι ἐὰν ποιήσῃ σύ, ἐὰν τύπῃ ἐκεῖνος καὶ ἐὰν τύπωμαι ἐὰν τύπῃ σύ, ἐὰν λάβῃ ἐκεῖνος καὶ ἐὰν λάβω μαι ἐὰν λάβῃ σύ, ἐὰν ποιῇ ἐκεῖνος, ἐὰν ποιῶμαι ἐὰν ποιῇ σύ, ἐὰν βοᾷ ἐκεῖνος, ἐὰν βοῶμαι ἐὰν βοᾷ σύ, ἐὰν χρυσοῖ ἐκεῖνος, ἐὰν χρυσῶμαι ἐὰν χρυσοῖ σύ, ἐὰν τιθῇ ἐκεῖνος, ἐὰν τιθῶμαι ἐὰν τιθῇ σύ, ἐὰν θῇ ἐκεῖνος, ἐὰν θῶμαι ἐὰν θῇ σύ, ἐὰν ἱστᾷ ἐκεῖνος, ἐὰν ἱστῶμαι ἐὰν ἱστᾷ σύ, ἐὰν διδῷ ἐκεῖνος, ἐὰν διδῶμαι ἐὰν διδῷ σύ, ἐὰν δῷ ἐκεῖνος καὶ ἐὰν δῶμαι ἐὰν δῷ σύ· ἐπὶ δὲ τοῦ παθητικοῦ παρακειμένου καὶ συγκοπὴ παρακολουθεῖ, οἷον ἐὰν πεποιήκῃ ἐκεῖνος καὶ ἐὰν πεποιῶμαι ἐὰν πεποιῇ σύ, οὐχὶ ἐὰν πεποιήκῃ σύ· ὡς γὰρ ἐν τοῖς ὁριστικοῖς ἐμάθομεν, ὁ παθητικὸς παρακείμενος συγκοπὴν ἔπαθεν, συγκοπὴν δὲ παθὼν ἔνδειαν ἀνεδέξατο συλλαβῆς. 292 Ἐὰν τύπτηται. Ἰστέον ὅτι τὸ τρίτον πρόσωπον τῶν ἑνικῶν κανονίζει ὁ τεχνικὸν ἐκ τοῦ ἰδίου δευτέρου τοῦτον τὸν τρόπον· τὸ δεύ τερον πρόσωπον προσλαμβάνον τὴν ˉτˉαˉι τρίτον γίνεται, μετὰ τοῦ ἀπο βαλεῖν δηλονότι τὸ ˉι, οἷον ἐὰν τύπτῃ ἐὰν τύπτηται, ἐὰν λάβῃ ἐὰν λάβηται, ἐὰν τύψῃ ἐὰν τύψηται, ἐὰν ποιῇ ἐὰν ποιῆται, ἐὰν βοᾷ ἐὰν βοᾶται, ἐὰν γελᾷ ἐὰν γελᾶται, ἐὰν ὁρᾷ ἐὰν ὁρᾶται, ἐὰν τιθῇ ἐὰν τιθῆ ται, ἐὰν ἱστᾷ ἐὰν ἱστᾶται, ἐὰν διδῷ ἐὰν διδῶται. Δεῖ προσθεῖναι χωρὶς τῆς τρίτης συζυγίας τῶν περισπωμένων· ἡ γὰρ τρίτη συζυγία τῶν περι σπωμένων οὐκ ἔχει τὸ τρίτον πρόσωπον τῶν ἑνικῶν κανονιζόμενον ἐν τοῖς παθητικοῖς ὑποτακτικοῖς ἐκ τοῦ ἰδίου δευτέρου προσθήκῃ τῆς ˉτˉαˉι, ἀλλ' ὁμόφωνον αὐτὸ ἔχει, ὥς φησιν ὁ τεχνικός, τῷ ἰδίῳ ὁριστικῷ, οἷον οὐ λέγομεν ἐὰν χρυσοῖ ἐὰν χρυσοῖται καὶ ἐὰν στεφανοῖ ἐὰν στεφανοῖ ται, ἀλλ' ἐὰν χρυσοῦται καὶ ἐὰν στεφανοῦται ὁμοφώνως τῷ ἰδίῳ ὁρι στικῷ, φημὶ δὴ τῷ χρυσοῦται καὶ στεφανοῦται. Ἰστέον δὲ ὅτι Εἰρηναῖος ὁ περὶ Ἀττικῆς συνηθείας γράψας φησὶ τοὺς Ἀττικοὺς τὰ τρίτα πρόσωπα τῆς τρίτης συζυγίας τῶν περισπω μένων διὰ τοῦ ˉω λέγειν ἐν τοῖς παθητικοῖς ὑποτακτικοῖς, οἷον ἐὰν χρυσῶται, ἐὰν στεφανῶται. Καὶ ἰστέον ὅτι ἀναλογώτερά εἰσι διὰ τοῦ ˉω λεγόμενα παρὰ τοῖς Ἀττικοῖς· καὶ γὰρ τὰ εἰς ˉμˉαˉι καὶ τὰ εἰς ˉτˉαˉι τὰ ἴσα φωνήεντα θέλουσιν ἔχειν κατὰ τὴν παραλήγουσαν, οἷον τύπτομαι τύπτεται, λέγομαι λέγεται, βοῶμαι βοᾶται, ποιοῦμαι ποιεῖται, χρυσοῦμαι χρυσοῦται· εἰ οὖν ἐὰν χρυσῶμαι καὶ ἐὰν στεφανῶμαι δι' ἑνὸς φωνήεν τος, δηλονότι καὶ ἐὰν χρυσῶται καὶ ἐὰν στεφανῶται δεῖ λέγειν δι' ἑνὸς φωνήεντος, καὶ οὐχὶ ἐὰν χρυσοῦται καὶ ἐὰν στεφανοῦται διὰ δύο φωνη έντων. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι τὸ ˉι διὰ τοῦτο ἀποβάλλεται ἐν τῷ τρίτῳ προσώπῳ τῶν ἑνικῶν, οἷον ἐὰν τύπτηται, ἐπειδή, ὡς εἴρηται, τὰ εἰς ˉμˉαˉι καὶ τὰ εἰς ˉτˉαˉι τὰ ἴσα φωνήεντα θέλουσιν ἔχειν ἐν τῇ παραληγούσῃ, οἷον τύπτο μαι τύπτεται, ποιοῦμαι ποιεῖται· εἰ ἄρα οὖν τὸ ἐὰν τύπτωμαι ἓν φωνῆεν ἔχει κατὰ τὴν παραλήγουσαν, δηλονότι καὶ τὸ ἐὰν τύπτηται ἓν φωνῆεν ἔχειν ἀναγκάζεται κατὰ τὴν παραλήγουσαν. Ταῦτα μὲν ἐν τούτοις. Δεῖ δὲ γινώσκειν, ὅτι δυνατόν ἐστι κανονίσαι τὸ τρίτον πρόσωπον τῶν ἑνικῶν καὶ ἀπὸ τοῦ πρώτου προσώπου τοῦτον τὸν τρόπον· τὰ εἰς ˉμˉαˉι ὑποτακτικὰ τροπῇ τῆς ˉμˉαˉι εἰς ˉτˉαˉι τὸ τρίτον πρόσωπον τῶν ἑνικῶν ποιοῦσιν, καὶ τρέπουσι τὴν παραλήγουσαν εἰς ˉη, οἷον ἐὰν τύπτω μαι ἐὰν τύπτηται, ἐὰν λέγωμαι ἐὰν λέγηται, [ἐὰν πλῶμαι ἐὰν πλῆται] ἐὰν τύψωμαι ἐὰν τύψηται, ἐὰν λάβωμαι ἐὰν λάβηται, ἐὰν τιθῶμαι ἐὰν τιθῆται. Δεῖ προσθεῖναι χωρὶς τῆς δευτέρας καὶ τρίτης συζυγίας τῶν 293 περισπωμένων· καὶ χωρὶς μὲν τῆς δευτέρας, ἐπειδὴ ἐπὶ ταύτης τὸ τρίτον τῶν ἑνικῶν ὁμοφωνεῖ τῷ ἰδίῳ ὁριστικῷ, οἷον βοᾶται ἐὰν βοῶμαι ἐὰν βοᾶται, γελᾶται ἐὰν γελῶμαι ἐὰν γελᾶται, ὁρᾶται ἐὰν ὁρῶμαι ἐὰν ὁρᾶται, καὶ ἐπὶ τῶν εἰς ˉμˉι ὁμοίως, οἷον ἐὰν ἱστῶμαι ἐὰν ἱστᾶται· χωρὶς δὲ τῆς τρίτης συζυγίας τῶν περισπωμένων, ἐπειδὴ ἐπὶ ταύτης φυλάττεται τὸ ˉω κατὰ τὸ τρίτον πρόσωπον τῶν ἑνικῶν, ἐὰν χρυσῶμαι ἐὰν χρυσῶται, ἐὰν στεφανῶμαι ἐὰν στεφανῶται· ὡσαύτως δὲ ἐπὶ τῆς τρίτης συζυγίας τῶν εἰς ˉμˉι φυλάττεται τὸ ˉω κατὰ τὸ τρίτον πρόσωπον τῶν ἑνικῶν, οἷον ἐὰν διδῷ ἐὰν διδῶται. Ἐὰν τυπτώμεθον, ἐὰν τύπτησθον, ἐὰν τύπτησθον. Ἰστέον ὅτι τὸ μὲν πρῶτον πρόσωπον τῶν δυϊκῶν οὐκ ἐπιλιμπάνει ἐνταῦθα, ἐπειδὴ τὸ πρῶτον τῶν πληθυντικῶν οὐκ ἔχει τὸ ˉμ ἐπὶ τῆς τελευταίας συλλαβῆς, ἐὰν τυπτώμεθα γάρ· γέγονε δὲ τὸ πρῶτον τῶν δυϊκῶν ἀπὸ τοῦ πρώτου τῶν πληθυντικῶν τροπῇ τῆς ˉθˉα εἰς ˉθˉοˉν, ἐὰν τυπτώμεθα ἐὰν τυπτώμεθον· τὸ δὲ δεύτερον τῶν δυϊκῶν ἀπὸ τοῦ δευτέρου τῶν πληθυντικῶν τροπῇ τοῦ ˉε εἰς ˉοˉν, ἐὰν τύπτησθε ἐὰν τύπτησθον· τὸ δὲ τρίτον τῶν δυϊκῶν ὁμοφωνεῖ τῷ ἰδίῳ δευτέρῳ, ἐπειδὴ τὸ τρίτον τῶν πληθυντικῶν εἰς ˉτˉαˉι λήγει, οἷον ἐὰν τύπτωνται. Ἐὰν τυπτώμεθα. Εἴρηται ἐν τοῖς προλαβοῦσιν, ὅτι πᾶν πρῶτον πρόσωπον ἑνικόν, ἔχον τὸ ˉμ κλιτικὸν μετὰ μακρᾶς, τροπῇ τῆς ἐσχάτης εἰς ˉμˉεˉθˉα τὸ πληθυντικὸν ποιεῖ. Ἐὰν τύπτησθε. Εἴρηται ὅτι πᾶν τρίτον ἑνικόν, ἔχον τὸ ˉτ κλι τικόν, τρέπον τὴν τελευταίαν συλλαβὴν εἰς ˉθˉε τὸ δεύτερον τῶν πλη θυντικῶν ποιεῖ· καὶ εἰ μὲν καθαριεύει τὸ ˉτ, καὶ τὸ ˉς προσλαμβάνει τὸ δεύτερον τῶν πληθυντικῶν, εἰ δὲ συμφώνῳ παραλήγοιτο, τηρεῖ αὐτό, πλὴν εἰ μή πω ψιλὸν ὂν διὰ τὴν ἀσυνταξίαν εἰς δασὺ τραπῇ. Ἐὰν τύπτωνται. Εἴρηται ὅτι πᾶν τρίτον ἑνικόν, ἔχον τὸ ˉτ κλιτι κόν, πρὸ τοῦ ˉτ λαμβάνον τὸ ˉν καὶ τὴν παραλήγουσαν φυλάττον τοῦ ἰδίου πρώτου προσώπου ἑνικοῦ, τὸ τρίτον τῶν πληθυντικῶν ποιεῖ. Παρακειμένου καὶ ὑπερσυντελίκου. Ἐὰν τετυμμένος ὦᾖ κᾖ. Ἰστέον ὅτι ἡνίκα ὁ παθητικὸς παρακείμενος ὁ ὁριστικὸς οὐκ ἔχει πρὸ τοῦ ˉμ σύμφωνον, τότε τῷ κοινῷ κανόνι ποιεῖ τὸ ὑποτακτικόν, τουτέστι πρὸ τοῦ ˉμ δεχόμενος τὸ ˉω, ἤγουν τρέπων ὁ παρακείμενος τὸ φωνῆεν τὸ πρὸ τοῦ ˉμ εἰς τὸ ˉω, 294 οἷον πεποίημαι ἐὰν πεποιῶμαι, κέκτημαι ἐὰν κεκτῶμαι, μέμνημαι ἐὰν μεμνῶμαι προπερισπωμένως, καὶ τῆς ἐν ἀρχῇ κλιτικῆς ἐκτάσεως φυλατ τομένης, ἐπειδή, ὡς ἐν τοῖς προλαβοῦσιν ἐμάθομεν, ὁ παρακείμενος οὐδαμοῦ ἀποβάλλει τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν, οὔτε γὰρ ἐν ταῖς μετοχαῖς ἀποβάλλει αὐτὴν οὔτε ἐν ταῖς λοιπαῖς ἐγκλίσεσιν· ἡνίκα δὲ ὁ παθητικὸς παρακείμενος ὁ ὁριστικὸς ἔχει πρὸ τοῦ ˉμ σύμφωνον, τότε τὸ ὑποτακτικὸν διὰ μετοχῆς ἀναπληροῦται καὶ ὑπαρκτικοῦ ῥήμα τος, οἷον τέτυμμαι ἐὰν τετυμμένος ὦ, ἔφθαρμαι ἐὰν ἐφθαρμένος ὦ, ἔσπαρμαι ἐὰν ἐσπαρμένος ὦ. Διὰ τοῦτο δὲ τοῦτο γίνεται, τουτέστι διὰ τοῦτο ἡνίκα ὁ παθητικὸς παρακείμενος ὁ ὁριστικὸς [ὅτε] ἔχει πρὸ τοῦ ˉμ σύμφωνον, τότε τὸ ὑποτακτικὸν διὰ μετοχῆς ἀναπληροῦται καὶ ὑπαρκτικοῦ ῥήματος, ἐπειδὴ τὰ εἰς ˉμˉαˉι ὑποτακτικὰ θέλουσιν ἔχειν πρὸ τοῦ ˉμ τὸ ˉω, οἷον τύπτωμαι, ἐὰν τύψωμαι, ἐὰν λάβωμαι, ἐὰν ποιῶμαι· ἐὰν οὖν, ἡνίκα εὑρεθῇ πρὸ τοῦ ˉμ σύμφωνον, γένηται ὑπο τακτικὸν κατὰ ἀναλογίαν, μέλλει τοῦ ˉω πρὸ τοῦ ˉμ προσερχομένου εἶναι τὸ ὑποτακτικὸν ἐὰν τετύμωμαι καὶ ἐὰν ἐφθάρωμαι καὶ ἐὰν ἐσπάρωμαι καὶ ἐὰν λελέγωμαι, καὶ λοιπὸν εὑρίσκεται τὸ ὑποτακτικὸν περιττοσυλ λαβοῦν τοῦ ἰδίου ὁριστικοῦ, ὅπερ ἐστὶν ἄτοπον· τούτου οὖν χάριν, ἡνίκα εὑρεθῇ πρὸ τοῦ ˉμ σύμφωνον, τὸ ὑποτακτικὸν διὰ μετοχῆς ἀναπληροῦ ται καὶ ὑπαρκτικοῦ ῥήματος. Ἰστέον δὲ ὅτι φησὶν ὁ Ἡρωδιανὸς ἐν τῷ μονοβίβλῳ, ἐν ᾧ διαλαμβάνει περὶ τοῦ μὴ πάντα τὰ ῥήματα κλίνεσθαι εἰς πάντας τοὺς χρόνους, ὅτι καὶ ἐὰν εὑρεθῇ ἐν τῷ παθητικῷ παρακειμένῳ τῷ ὁρι στικῷ πρὸ τοῦ ˉμ δίφθογγος ἡ διὰ τοῦ ˉυ, τὸ ὑποτακτικὸ διὰ μετοχῆς ἀναπληροῦται καὶ ὑπαρκτικοῦ ῥήματος, πεπαίδευμαι ἐὰν πεπαι δευμένος ὦ, λέλουμαι ἐὰν λελουμένος ὦ. Ἐὰν τετυμμένω ἦτονἦτον· ἐὰν τετυμμένοι ὦμεν ἦτεὦσιν· εἴρηται. Ἀορίστου παθητικοῦ πρώτου καὶ μέλλοντος. Ἐὰν τυφθῶ. Ἰστέον ὅτι τὰ ἔχοντα τὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως καὶ διὰ τοῦ ˉνˉτ κλινομένην εἰς ˉω μετὰ περισπωμένου τόνου ἔχουσι τὸ ὑποτακτικόν, οἷον τιθείς τιθέντος ἐὰν τιθῶ, ἱστάς ἱστάντος ἐὰν ἱστῶ, διδούς διδόντος ἐὰν διδῶ, τυφθείς τυφθέντος ἐὰν τυφθῶ, νυγείς νυγέντος ἐὰν νυγῶ, σταλείς σταλέντος ἐὰν σταλῶ, δαρείς δαρέν τος ἐὰν δαρῶ, σπαρείς σπαρέντος ἐὰν σπαρῶ, φθαρείς φθαρέντος ἐὰν φθαρῶ. Ὁ δὲ τεχνικὸς οὕτω κανονίζει λέγων, ὅτι πᾶσα μετοχὴ εἰς 295 ˉς λήγουσα καὶ διὰ τοῦ ˉνˉτ κλινομένη τρέπουσα τὴν ἐσχάτην εἰς ˉω μετὰ περισπωμένου τόνου τὸ ὑποτακτικὸν ποιεῖ, οἷον τιθείς τιθέντος ἐὰν τιθῶ, τυφθείς τυφθέν τος ἐὰν τυφθῶ, τυπείς τυπέντος ἐὰν τυπῶ, δαρείς δαρέντος ἐὰν δαρῶ. Πρόσκειται ἐν τῷ κανόνι εἰς ˉς λήγουσα διὰ τὸ λαβών λαβόντος ἐὰν λάβω· ἰδοὺ γὰρ αὕτη ἡ μετοχὴ μετ' ὀξείας τάσεώς ἐστι καὶ διὰ τοῦ ˉνˉτ κλινομένη, καὶ ὅμως οὐκ ἔχει τὸ ὑποτακτικὸν μετὰ περισπωμένου τόνου, ἀλλ' οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐ λήγει εἰς ˉς· πρόσκειται μετ' ὀξείας τάσεως διὰ τὸ τύψας τύψαντος ἐὰν τύψω· ἰδοὺ γὰρ αὕτη ἡ μετοχὴ εἰς ˉς λήγει καὶ διὰ τοῦ ˉνˉτ κλίνεται, καὶ ὅμως οὐκ ἔχει τὸ ὑπο τακτικὸν μετὰ περισπωμένου τόνου, ἀλλ' οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ὀξύνεται· πρόσκειται καὶ διὰ τοῦ ˉνˉτ κλινομένη διὰ τὸ τετυφώς τετυφότος ἐὰν τετύφω· ἰδοὺ γὰρ αὕτη ἡ μετοχὴ εἰς ˉς λήγει μετ' ὀξείας τάσεως, καὶ ὅμως οὐκ ἔχει τὸ ὑποτακτικὸν μετὰ περισπωμένον τόνου ἀλλ' οὐ κλίνεται διὰ τοῦ ˉνˉτ. Ἐὰν τυφθῇς, ἐὰν τυφθῇ· ἐὰν τυφθῆ τον, ἐὰν τυφθῆτον· ἐὰν τυφθῶμεν, ἐὰν τυφθῆτε, ἐὰν τυ φθῶσιν· εἴρηται. Ἀορίστου παθητικοῦ δευτέρου καὶ μέλλοντος. Ἐὰν τυπῶ· ὁμοίως καὶ οὗτος τῷ πρώτῳ γίνεται ἀπὸ τῆς τυπείς τυπέντος μετοχῆς. Ἐὰν τυπῇς, ἐὰν τυπῇ· ἐὰν τυπῆτον, ἐὰν τυπῆτον· ἐὰν τυπῶμεν, ἐὰν τυπῆτε, ἐὰν τυπῶσιν· εἴρηται. Μέσου ἀορίστου πρώτου καὶ μέλλοντος. Ἐὰν τύψωμαι. Ἰστέον ὅτι τὸ ὑποτακτικὸν τοῦ πρώτου μέσου ἀορίστου καὶ μέλλοντος δύναται καὶ ἀπὸ τοῦ πρώτου μέσου ἀορίστου ὁριστικοῦ κανονισθῆναι, τροπῇ τῆς ἐσχάτης εἰς ˉμˉαˉι, καὶ τοῦ ἐν τῇ παρα ληγούσῃ φωνήεντος τραπέντος εἰς ˉω, καὶ ἀποβολῇ τῆς ἐν ἀρχῇ κλιτι κῆς ἐκτάσεως, οἷον ἐτυψάμην ἐὰν τύψωμαι, ἐποιησάμην ἐὰν ποιήσωμαι, ἐγραψάμην ἐὰν γράψωμαι· δύναται καὶ ἀπὸ τοῦ ὑποτακτικοῦ γενέσθαι τοῦ πρώτου ἀορίστου καὶ μέλλοντος ἐνεργητικοῦ, προσθήκῃ τῆς μαι, καὶ τοῦ ˉω δηλονότι φυλαττομένου, οἷον ἐὰν τύψω ἐὰν τύψωμαι, ἐὰν γράψω ἐὰν γράψωμαι, ἐὰν ποιήσω ἐὰν ποιήσωμαι. Ἐὰν τύψῃ, ἐὰν τύψη ται· ἐὰν τυψώμεθον, ἐὰν τύψησθον, ἐὰν τύψησθον· ἐὰν τυ ψώμεθα, ἐὰν τύψησθε, ἐὰν τύψωνται. 296 Μέσου ἀορίστου δευτέρου καὶ μέλλοντος. Ἐὰν τύπωμαι. Ἰστέον ὅτι τὸ ὑποτακτικὸν τοῦ δευτέρου ἀορίστου καὶ μέλλοντος δύναται καὶ ἀπὸ τοῦ δευτέρου μέσου ἀορίστου κανονισθῆναι, τροπῇ τῆς ἐσχάτης εἰς ˉμˉαˉι καὶ τοῦ ἐν τῇ παραληγούσῃ φωνήεντος εἰς ˉω καὶ ἀποβολῇ τῆς ἐν ἀρχῇ κλιτικῆς ἐκτάσεως, οἷον ἐτυπόμην ἐὰν τύπωμαι, ἐλαβόμην ἐὰν λάβωμαι· δύνα ται καὶ ἀπὸ τοῦ ὑποτακτικοῦ γενέσθαι τοῦ δευτέρου ἀορίστου καὶ μέλ λοντος τοῦ ἐνεργητικοῦ, προσθήκῃ τῆς ˉμˉαˉι καὶ τοῦ ˉω δηλονότι φυλατ τομένου, οἷον ἐὰν τύπω ἐὰν τύπωμαι, ἐὰν λάβω ἐὰν λάβωμαι. Ἐὰν τύπῃ, ἐὰν τύπηται· ἐὰν τυπώμεθον, ἐὰν τύπησθον, ἐὰν τύ πησθον· ἐὰν τυπώμεθα, ἐὰν τύπησθε, ἐὰν τύπωνται. Μετ' ὀλίγον μέλλοντος. Ἐὰν τύψωμαι. Ἰστέον ὅτι κακῶς παρέθετο τὸ ὑποτακτι κὸν τοῦ μετ' ὀλίγον μέλλοντος· ὁ γὰρ μετ' ὀλίγον μέλλων οὐκ ἔχει ὑποτακτικόν, ἐπειδή, ὡς δέδεικται, οἱ ἀόριστοι καὶ οἱ μέλλοντες ἐν τοῖς ὑποτακτικοῖς συνεζευγμένοι εἰσίν, καὶ ἐκ τῶν ἀορίστων γίνονται τὰ ὑποτακτικὰ τοῦ ἀορίστου καὶ μέλλοντος· εἰ ἄρα οὖν οὐχ ὑπελείφθη ἄλλος ἀόριστος ὁ ὀφείλων παραληφθῆναι μετὰ τοῦ μετ' ὀλίγον μέλ λοντος καὶ ἀποτελέσαι τὸ ὑποτακτικὸν αὐτοῦ, δηλονότι οὐκ ἔχει ὑποτακτικόν. Πεπλήρωται σὺν θεῷ ἡ τῶν εἰς ˉω ῥημάτων διδασκαλία εὐτυχῶς. Περὶ μετοχῶν. Πληρώσας ὁ τεχνικὸς τὰ εἰς ˉω λήγοντα ῥήματα, ἔρχεται ἀκολούθως καὶ διαλαμβάνει περὶ τῶν μετοχῶν τῶν εἰς ˉω ληγόντων ῥημάτων· περὶ γὰρ τῶν εἰς ˉμˉι ὕστερον διαλαμβάνει. Ἰστέον δὲ ὅτι ἡ μετοχὴ τρίτην ἐπέχει τάξιν, ἤγουν μετὰ τὸ ὄνομα καὶ τὸ ῥῆμά ἐστιν, ἐπειδὴ ἡ μετοχὴ οὐδὲν ἄλλο ἐστὶν εἰ μὴ ὄνομα καὶ ῥῆμα· ἃ γὰρ ἔχει, ἢ ἀπὸ τοῦ ὀνόματος ἔχει ἢ ἀπὸ τοῦ ῥήματος· γένη μὲν γὰρ καὶ πτώσεις ἀπὸ τοῦ ὀνόματος ἔχει, ἐνέργειαν δὲ καὶ πάθος καὶ μεσότητα καὶ διαφόρους χρόνους ἐν ἰδίοις μετασχηματισμοῖς, ἤγουν ἐν ἰδίαις ἐναλλαγαῖς τῶν φωνῶν, ἀπὸ τοῦ ῥήματος ἔχει· ἐπειδὴ οὖν οὐδὲν ἕτερόν ἐστιν ἡ μετοχὴ εἰ μὴ ὄνομα καὶ ῥῆμα, τούτου χάριν καὶ μετὰ τὸ ὄνομα καὶ τὸ ῥῆμα 297 τέτακται, καὶ διὰ τοῦτο τρίτην ἐπέχει τάξιν. Μετοχὴ δὲ λέγεται, ἐπειδὴ μετέχει τῆς τῶν ὀνομάτων καὶ τῆς τῶν ῥημάτων ἰδιότητος, χωρὶς προσ ώπων τε καὶ ἐγκλίσεων· οὐκ ἔχουσι γὰρ οὔτε πρόσωπα αἱ μετοχαὶ οὔτε θέλημα ψυχῆς, ὅπερ ἐστὶν ἴδιον ἐγκλίσεως· ἔγκλισις γάρ ἐστιν ἡ ψυχικὴ προαίρεσις. Καὶ τῶν μὲν ὀνομάτων μετέχει ἡ μετοχή, καθότι ἔχει πτώσεις καὶ γένη ὁμοίως τοῖς ὀνόμασιν, οἷον τύπτων τύπτοντος τύπτοντι τύπτοντα ὦ τύπτων, ἡ τύπτουσα, τὸ τύπτον, τῶν δὲ ῥημάτων μετέχει, καθότι ἔχει ἐνέργειαν πάθος μεσότητα, οἷον τύπτων τετυπώς τυπτόμενος, ἔχει διαφόρους χρόνους ἐν ἰδίοις μετασχηματισμοῖς, ἤγουν ἐν ἰδίαις ἐναλλαγαῖς τῶν φωνῶν, οἷον τύπτων τετυφώς τετυ πώς τύψας τυπών τύψων τυπῶν, ὁμοίως τοῖς ῥήμασιν· οὐκ ἐνηλλάγη γὰρ ἐν τούτοις τοῖς χρόνοις τελείως ἡ φωνή, ἀλλ' ἕκαστος τούτων τῶν χρόνων μετέχει τοῦ ἑτέρου κατὰ τὴν φωνήν· καὶ ὥσπερ ἐν μεταιχμίῳ μεταξὺ δύο στρατευμάτων ἰσοσθενούντων ἕλκεταί τις ἐκ τῶν δύο μερῶν καὶ οὐδετέροις προσχωρεῖ ἀλλὰ μέσος μένει, οὕτω καὶ ἡ μετοχὴ κωλυο μένη ἐκ τῶν ῥηματικῶν κανόνων εἶναι μετὰ τῶν ὀνομάτων, φημὶ δὴ ἐκ τοῦ ἔχειν ἐνέργειαν πάθος μεσότητα καὶ διαφόρους χρόνους ἐν ἰδίοις μετασχηματισμοῖς, ἤγουν ἐν ἰδίαις ἐναλλαγαῖς τῶν φωνῶν, ταῦτα γὰρ ἀλλότριά εἰσι τῶν ὀνομάτων, καὶ πάλιν ἐκ τῶν ὀνοματικῶν κανόνων εἶναι μετὰ τῶν ῥημάτων κωλυομένη, φημὶ δὴ ἐκ τοῦ ἔχειν γένη καὶ πτώσεις, ταῦτα γὰρ ἀλλότριά εἰσι τῶν ῥημάτων, μέση μένει, καὶ ἰδίᾳ μέρος λόγου παραλαμβάνεται. Λέγει δὲ ὁ γραμματικὸς Ἰωάννης, ὅτι ὥσπερ ἀπὸ τοῦ ἀνθρώπου τίκτεται ἄνθρωπος καὶ ἀπὸ τοῦ λέοντος λέων, ἀπὸ δὲ ἵππου καὶ ὄνου ἕτερόν τί ποτε τίκτεται, λέγω δὴ ἡμίονος, τὸν αὐτὸν τρόπον καὶ ἡ μετοχὴ ἀπὸ τοῦ ὀνόματος καὶ τοῦ ῥήματος τικτομένη ἕτερόν τί ποτέ ἐστι παρὰ τὸ ὄνομα καὶ τὸ ῥῆμα, καὶ δηλονότι ἰδίᾳ μέρος λόγου ἐστίν. Ταῦτα μὲν ἐν τούτοις. Ἔλθωμεν δὲ καὶ ζητήσωμεν, διατί ἐπενοήθη ἡ μετοχή. Καὶ λέγο μεν ὅτι διὰ δύο αἰτίας· καὶ πρώτη μέν ἐστιν αὕτη· δύο ὀνόματα πολ λάκις εὑρίσκομεν χωρὶς συνδέσμου παραλαμβανόμενα, οἷον καλὸς ἵππος, ταχὺς κύων, σώφρων ἄνθρωπος, δίκαιος ἄνθρωπος· ἐπὶ δὲ τῶν ῥημά των οὐδὲν τοιοῦτον εὑρίσκομεν, οὐδέποτε γὰρ δύο ῥήματα ὁριστικὰ καθ' ἑνὸς ὑποκειμένου χωρὶς συνδέσμου δύνανται παραλαμβάνεσθαι, εἰ μή πω ἀπόλυτα ὦσιν, οἷον οὐ δυνάμεθα λέγειν Ἀγαμέμνων ἐβασίλευ 298 σεν ἐπολέμησεν, ἀλλὰ μετὰ συνδέσμου Ἀγαμέμνων ἐβασίλευσε καὶ ἐπολέμησεν· πρόσκειται καθ' ἑνὸς ὑποκειμένου, ἐπειδὴ κατὰ ἄλλου καὶ ἄλλου ὑποκειμένου δύνανται παραλαμβάνεσθαι χωρὶς συνδέσμου δύο ῥήματα ὁριστικά, λέγομεν γὰρ ὁ Σωκράτης γράφει, ὁ Πλάτων ἀνα γινώσκει· πρόσκειται εἰ μή πω ἀπόλυτα ὦσιν, ἐπειδὴ ἀπολύτως δύνανται παραλαμβάνεσθαι διάφορα ῥήματα ὁριστικά, οἷον λέγω γράφω περιπατῶ ἀναγινώσκω· ἐπειδὴ δὲ προσερχομένου τοῦ συνδέσμου ἄδηλον ἤμελλε γίνεσθαι ποῖον προτερεύει, εἰ ἄρα τὸ ἐβασίλευσεν, εἰ ἄρα τὸ ἐπολέμησενοἱ γὰρ σύνδεσμοι οἱ συμπλεκτικοὶ τάξιν οὐκ ἐπαγγέλ λονται, οἷον τὰς μὲν ἄρα θρέψασα τεκοῦσά τε πότνια μήτηρ, τεκοῦσα καὶ θρέψασα, πρῶτον γάρ τις τίκτει καὶ οὕτω τρέφει, καὶ πάλιν αὐτὰρ ὅ γ' εἴσω ἴεν καὶ ὑπέρβη λάϊνον οὐδόν, ἀντὶ τοῦ ὑπερέβη λάϊνον οὐδὸν καὶ εἴσω ἴεν, πρῶτον γάρ τις ὑπερβαίνει τὸν οὐδὸν καὶ οὕτως εἰσέρχεται τούτου χάριν, ἵνα, ὥσπερ δύο ὀνόματα χωρὶς συνδέσμου εὑρίσκονται παραλαμβανό μενα, καὶ δύο ῥήματα εὑρεθῶσι χωρὶς συνδέσμου παραλαμβανόμενα, ἐν ταὐτῷ δὲ ἵνα καὶ ἡ τάξις φυλαχθῇ, παραλαμβάνομεν τὸ ἓν τῶν ῥημάτων τὸ προτερεῦον εἰς μετοχήν, καὶ λοιπὸν δηλοῦται ποῖον προ τερεύει, καὶ χωρὶς συνδέσμου τὰ τῆς συντάξεως παραλαμβάνονται· καὶ εἰ μὲν τὸ ἐπολέμησε προτερεύει, αὐτὸ παραλαμβάνεται εἰς μετο χήν, καὶ γίνεται Ἀγαμέμνων πολεμήσας ἐβασίλευσεν, εἰ δὲ τὸ ἐβασί λευσε προτερεύει, αὐτὸ παραλαμβάνεται εἰς μετοχήν, καὶ γίνεται Ἀγαμέμνων βασιλεύσας ἐπολέμησεν, ὅπερ καὶ ἀληθεύει, πρῶτον γὰρ ἐβασίλευσε καὶ οὕτως ἐπολέμησεν· τούτου οὖν χάριν ἐπενοήθη ἡ μετοχή. Δευτέρα δὲ αἰτία τοῦ ἐπινοηθῆναι τὴν μετοχήν ἐστιν αὕτη· τὸ ὄνομα οὐσίαν σημαίνει, οἷον ἄνθρωπος ἵππος Ὅμηρος Πλάτων, τὸ δὲ ῥῆμα πρᾶγμα σημαίνει, οἷον τύπτω γράφω λέγω· τὰ οὖν ῥήματα, ἅτε δὴ πράγματα ὄντα, θέλουσι συνεῖναι ταῖς οὐσίαις, ἤγουν τοῖς ὀνόμασιν, καὶ ἐπειδὴ κλινομένης τῆς οὐσίας, ἤγουν τοῦ ὀνόματος, τὰ ῥήματα οὐ δύνανται κλίνεσθαι τῷ ὀνόματι, ἅτε δὴ μὴ ἔχοντα πτώσεις εὐθεῖαι γάρ εἰσι τὰ ῥήματα, οἷον Σωκράτης γράφει λέγομεν, Σωκρά τους δὲ γράφει οὐ λέγομεν, εἰ μή πω ἐπὶ ἑτέρας αὐτὸ σημασίας λάβωμεν, οἷον Σωκράτους φίλος γράφειτούτου χάριν ἐπενοήθη ἡ μετοχή, ἵνα συγκλιθῇ τῷ ὀνόματι ἀντὶ τοῦ ῥήματος καὶ τὸ λεῖπον 299 τῷ ῥήματι ἀναπληρώσῃ· καὶ λοιπὸν λέγομεν Σωκράτης γράφων, Σωκρά τους γράφοντος, Σωκράτει γράφοντι, Σωκράτην γράφοντα, Σώκρατες γράφων, καὶ τὰ ἑξῆς. Καὶ ἀποροῦσί τινες λέγοντες, εἰ ἄρα, ὡς εἴρηται, διὰ τοῦτο ἐπε νοήθη ἡ μετοχή, ἵνα τὸ λεῖπον τῷ ῥήματι ἀναπληρώσῃ καὶ συγκλιθῇ τῷ ὀνόματι ἀντὶ τοῦ ῥήματος, δύναται δὲ τὸ ῥῆμα συντάττεσθαι ὀνό ματι ἀντὶ εὐθείας, οἷον Σωκράτης γράφει, διατί ἔχουσι καὶ αἱ μετοχαὶ εὐθεῖαν. Ἔστιν οὖν εἰπεῖν, ὅτι ἄτοπον ἦν πλαγίους αὐτὰς ἔχειν μὴ οὔσης εὐθείας, μήτηρ γὰρ τῶν πτώσεων ἡ εὐθεῖα· περὶ γὰρ τοῦ ἐμαυτοῦ, διατί οὐκ ἔχει εὐθεῖαν, ἐν τῷ Ῥηματικῷ Ἀπολλωνίου, εἰ θεῷ φίλον, μαθησόμεθα, ἔτι δὲ περὶ τοῦ ἀλλήλων, διατί οὐκ ἔχει εὐθεῖαν, ἐν τῷ Περὶ συντάξεως Ἀπολλωνίου, εἰ θεῷ φίλον, μαθησόμεθα· ἄλλως τε δὲ ὀλίγα εἰσὶ ταῦτα, καὶ οὐκ εἰσὶν ἱκανὰ ἀποτελέσαι ἀπο λογίαν. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι αἱ μετοχαὶ οὔτε πρόσωπα ἔχουσιν οὔτε ἐγκλίσεις· καὶ πρόσωπα μὲν οὐκ ἔχουσιν αἱ μετοχαί, ἐπειδὴ ἐκ τῶν ῥημάτων ἐξέπεσον, ἐκπεσοῦσαι δὲ ἐκ τῶν ῥημάτων καὶ ἐκ τῶν προσώπων ἐξέπεσον, προσώπου δὲ μὴ ὄντος οὔτε ἔγκλισις δύναται εἶναι· ἔγκλισις γάρ ἐστι τὸ θέλημα τῆς ψυχῆς, τουτέστι καθ' ἣν ἐγκλίνεται ἡ ψυχή· πῶς δὲ δύναται εἶναι θέλημα ψυχῆς χωρὶς προσώπου; Δεῖ δὲ καὶ τοῦτο γινώ σκειν, ὅτι πᾶσα μετοχὴ τριγενής ἐστιν, οἷον ὁ τύπτων ἡ τύπτουσα τὸ τύπτον, ὁ τυπτόμενος ἡ τυπτομένη τὸ τυπτόμενον· διὰ τοῦτο δὲ αἱ μετοχαὶ τριγενεῖς εἰσιν, ἐπειδὴ καὶ τὰ ῥήματα κατὰ τῶν τριῶν γενῶν παραλαμβάνονται, τὸ γὰρ τύπτω δύναται λέγειν καὶ ὁ ἄρρην καὶ ἡ θήλεια καὶ τὸ οὐδέτερον ἤγουν παιδίον· ἐπειδὴ οὖν τὰ ῥήματα ἁρμό ζουσι καὶ ἄρρενι καὶ θηλείᾳ καὶ οὐδετέρῳ, εἰκότως καὶ αἱ μετοχαὶ τρι γενεῖς εἰσιν· δεῖ προσθεῖναι χωρὶς εἰ μὴ τὸ σημαινόμενον κωλύει, ὡς ἐπὶ τοῦ ἐκτροῦσα· τούτου γὰρ τὸ ἀρσενικὸν οὐχ εὑρίσκεται, ἐπειδὴ τὸ σημαινόμενον κωλύει, οὐδὲ γὰρ παρέπεται τοῖς ἀνδράσι τὸ ἐκτροῦν, αὐτὴ γὰρ ἡ φύσις κωλύει. Δεῖ δὲ καὶ τοῦτο γινώσκειν, ὅτι αἱ μετοχαὶ ἢ ἁπλαῖ εἰσιν ἢ παρασύνθετοι, οὐδέποτε δὲ σύνθετοι· ἢ γὰρ ἀπὸ ἁπλῶν ῥημάτων παράγονται καὶ εἰσὶν ἁπλαῖ, οἷον τύπτω τύπτων, λέγω λέγων, ἢ ἀπὸ συνθέτων ῥημάτων παράγονται καὶ εἰσὶ παρασύνθετοι, οἷον κατα γράφω καταγράφων, ἀναγινώσκω ἀναγινώσκων. Δεῖ προσθεῖναι χωρὶς τῆς ἀέκων μετοχῆς· αὕτη γὰρ σύνθετός ἐστιν, ἀπὸ γὰρ τῆς ἑκών γέγονεν ἐν συνθέσει ἀέκων, ἥτις κατὰ κρᾶσιν τοῦ ˉα καὶ ˉε εἰς ˉα μακρὸν 300 γίνεται ἄκων· οὐδὲ γὰρ ἔχει ῥῆμα προϋπάρχον ἐν συνθέσει, ἵνα παρα σύνθετον αὐτὴν εἴπωμεν, ἀλλ' ἐν τῇ μετοχῇ ἐγένετο ἡ σύνθεσις. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι αἱ μετοχαὶ συντιθέμεναι οὐκ ἀναβιβάζουσι τοὺς τόνους, οἷον ἐλθών κατελθών, βάς ἀναβάς, στάς καταστάς, πτάς ἀπο πτάς, δούς ἀναδούς· ἐὰν γὰρ ἀναβιβάζωσι τοὺς τόνους, οὐκέτι μένουσι μετοχαί, ἀλλὰ γίνονται ὀνόματα, οἷον βάς Ἄβας, φάς Περίφας, τλάς Ἄτλας πολύτλας· δεῖ προσθεῖναι χωρὶς τῆς ἑκών ἀέκων, αὕτη γὰρ ἀνεβίβασε τὸν τόνον καὶ ἔμεινε μετοχή. Δεῖ δὲ γινώσκειν, ὅτι χάριν σαφηνείας λέγομεν, ὅτι αἱ μετοχαὶ συντιθέμεναι οὐκ ἀναβιβάζουσι τοὺς τόνους, ἐπειδὴ κατὰ τὴν ἀκρίβειαν οὐ δεῖ λέγειν οὕτως· οὐδὲ γάρ εἰσιν αἱ μετοχαὶ σύνθετοι, ἀλλ' ἢ ἁπλαῖ εἰσιν, ὡς εἴρηται, ἢ παρασύνθε τοι· πῶς δὲ δεῖ λέγειν, ἐν τοῖς ἀπαρεμφάτοις πλατύτερον εἰρήκαμεν· πᾶσαι δὲ αἱ μετοχαὶ παράγωγοί εἰσιν, πᾶσαι γὰρ ἐκ τῶν ῥημάτων παρά γονται· ἀπὸ γὰρ τοῦ τύπτω γίνεται τύπτων καὶ ἀπὸ τοῦ ἔτυψα τύψας. Καὶ ἄξιόν ἐστι ζητῆσαι, εἰ ἄρα αἱ μετοχαὶ συντιθέμεναι οὐκ ἀναβιβά ζουσι τοὺς τόνους, ὡς εἴρηται, πῶς ἡ ἑκών μετοχὴ ἐν τῷ ἀέκων ἀνε βίβασε τὸν τόνον. Καὶ ἔστιν εἰπεῖν διαφόρους λύσεις, ὧν πρώτη ἐστὶν αὕτη· αἱ μετοχαί, ὡς εἴρηται, ἢ ἁπλαῖ εἰσιν ἢ παρασύνθετοι, οὐδέποτε δὲ σύνθετοι· ἐπειδὴ οὖν ἡ ἀέκων σύνθετός ἐστινοὐδὲ γὰρ ἔχει ῥῆμα προϋπάρχον ἐν συνθέσει, ἵνα παρασύνθετον αὐτὴν εἴπωμεν, ἀλλ' ἐν τῇ μετοχῇ ἐγένετο ἡ σύνθεσις, οἷον ἑκών ἀέκωντούτου χάριν ἐν τῇ συνθέσει ἀνεβίβασε τὸν τόνον, ἵνα δείξῃ, ὅτι σύνθετός ἐστι καὶ οὐ παρασύνθετος, ὡς αἱ ἄλλαι μετοχαί. Δευτέρα δὲ αἰτία ἐστὶν αὕτη· τὸ εἴκω διάφορα σημαίνει· σημαίνει γὰρ τὸ ὁμοιῶ, ἐξ οὗ τὸ εἰκών· σημαίνει τὸ ὑποχωρῶ, ἐξ οὗ τὸ ἀνδρὶ δέ κ' οὐκ εἴξειε μέγας Τελαμώνιος Αἴας· σημαίνει κατὰ περίφρασιν, ἤγουν ἐκ τοῦ παρεπομένου, καὶ τὸ θέλω, παρέπεται γὰρ πολλάκις τοῖς ὑπο χωροῦσι τὸ θέλειν· τὸ γὰρ εἴξας ᾧ θυμῷ οὐδὲν ἄλλο σημαίνει εἰ μὴ τὸ θελήσας ὑποχωρῆσαι· ἐκ τούτου οὖν τοῦ εἴκω τοῦ σημαίνοντος κατὰ περίφρασιν καὶ ἐκ παρεπομένου τὸ θέλειν γέγονεν ἡ ἑκών σημαίνουσα τὸ θέλων κατὰ πάθος, τουτέστι κατὰ ἀποβολὴν τοῦ ˉι, καὶ ἐπειδὴ τὸ εἴκω ῥῆμα συνέστειλε τὴν παραλήγουσαν ἐν τῇ ἑκών μετοχῇ, τούτου χάριν ἡ ἑκών ὠξύνθη, ὁμοίως ταῖς ἄλλαις μετο χαῖς ταῖς βραχείᾳ παραληγομέναις, φημὶ δὴ ταῖς τοῦ δευτέρου ἀορίστου, 301 οἷον ὥσπερ λαβών δακών λαθών πιών· ἀλλ' ἐπειδὴ ἡ ἑκών οὐκ ἔστι δευτέρου ἀορίστου ἀλλ' ἐνεστῶτος καὶ παρατατικοῦ, τὸ γὰρ θέλων δηλοῖ, δηλονότι οὐκ ὤφειλεν ὀξύνεσθαι ὁμοίως ἐκείναις· ἐπειδὴ οὖν παραλόγως συνέδραμεν ἐκείναις καὶ ὠξύνθη ἡ ἑκών μετοχή, τούτου χάριν ἐν τῇ συνθέσει, φημὶ δὴ ἐν τῇ ἀέκων, ἐβαρύνθη, ἵνα τὴν παράλογον τάσιν τοῦ ἁπλοῦ ἐκφύγῃ, φημὶ δὴ τὴν ὀξεῖαν. Τρίτη δέ ἐστιν αἰτία αὕτη· αἱ εἰς ˉωˉν ὀξύτονοι μετοχαὶ ἔχουσι ῥήματα προϋπάρ χοντα εἰς ˉοˉν λήγοντα δευτέρου ἀορίστου τὰ κωλύοντα αὐτὰς βαρυν θῆναι, οἷον φυγών ἔφυγον, λαβών ἔλαβον, δραμών ἔδραμον, δακών ἔδακον· ἐπειδὴ οὖν ἡ ἀέκων μετοχὴ οὐκ ἔχει ῥῆμα προϋπάρχονἐν γὰρ τῇ μετοχῇ ἐγένετο ἡ σύνθεσις, οἷον ἑκών ἀέκωντούτου χάριν ὡς μὴ ἔχουσα ῥῆμα προϋπάρχον τὸ ὀφεῖλον ἀναγκάσαι αὐτὴν ὀξυν θῆναι οὐκ ἐκωλύθη βαρυνθῆναι. Ταῦτα μὲν ἐν τούτοις. Ἄξιον δέ ἐστι ζητῆσαι, διατί ἡ ἑκών μετοχὴ ἐν τῇ ἀέκων ἀνα βιβάσασα τὸν τόνον ἔμεινε μετοχή, καὶ οὐκ ἐγένετο ὄνομα. Καὶ ἔστιν εἰπεῖν, ὅτι ἐκ τῆς ˉα στερήσεως συντιθεμένη καὶ φυλάττουσα τὸ τέλος φυλάττει καὶ τὸ αὐτὸ μέρος τοῦ λόγου, οἷον δοῦλος ἄδουλος, φίλος ἄφιλος, σεμνός ἄσεμνος, κακός ἄκακος, ψευδής ἀψευδής, σαφής ἀσαφής· τὸ γὰρ τλάς Ἄτλας καὶ τὸ βάς Ἄβας φυλάξαντα τὸ τέλος καὶ μὴ φυλάξαντα τὸ αὐτὸ μέρος τοῦ λόγου, ἀλλὰ γενόμενα ὀνόματα, οὐκ ἀντίκεινται ἡμῖν, ἐπειδὴ οὐκ ἔχουσι τὴν ˉα στέρησιν ἀλλὰ τὴν ˉα ἐπί τασιν, οἷον Ἄτλας ὁ πάνυ καρτερῶν καὶ Ἄβας πάνυ βαίνων· ἐπειδὴ οὖν ἡ ἀέκων ἐφύλαξε τὸ τέλος τῆς ἑκών, τούτου χάριν καὶ τὸ αὐτὸ μέρος τοῦ λόγου ἐφύλαξε καὶ ἔμεινε μετοχή. Πρόσκειται φυλάτ τουσα τὸ τέλος διὰ τὸ σέβω ἀσεβής· ἰδοὺ γὰρ ἐνταῦθα προσελθοῦσα ἡ ˉα στέρησις οὐκ ἐφύλαξε τὸ αὐτὸ μέρος τοῦ λόγου, τὸ μὲν γὰρ σέβω ῥῆμά ἐστιν, τὸ δὲ ἀσεβής ὄνομα, ἀλλ' οὐκ ἐφύλαξε τὸ τέλος· τὸ ἄκμων ἀπὸ τοῦ ˉα καὶ τῆς καμών μετοχῆς γενόμενον καὶ μὴ φυλάξαν τὸ αὐτὸ μέρος τοῦ λόγου, ἀλλὰ γενόμενον ὄνομα, οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ τὸ ˉα οὐ μόνον στερητικὸν δύναται εἶναι ἐνταῦθα, ἀλλὰ καὶ ἐπιτατικόν, ἄκμων γὰρ λέγεται ἢ παρὰ τὸ μὴ κάμνειν ἢ παρὰ τὸ πάνυ κάμνειν· ἄλλως τε δὲ καὶ τὴν τοῦ κάμνω συνέκοψε φωνήν, οἷον ἀκάμων καὶ ἄκμων, καὶ τούτου χάριν οὐκ ἔμεινε μετοχή. 302 Μετοχαὶ ἐνεργητικαί χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ. Τύπτων. Ἰστέον ὅτι ἐν ταῖς μετοχαῖς ὁ μὲν ἐνεστὼς καὶ ὁ παρα τατικὸς ὁμοῦ εἰσιν, οἷον τύπτων, καὶ ὁ παρακείμενος καὶ ὁ ὑπερσυν τέλικος ὁμοίως ὁμοῦ, οἷον τετυφώς, ὁ δὲ ἀόριστος ἰδίᾳ καὶ ὁ μέλλων ἰδίᾳ· ἀορίστου γὰρ πρώτου τύψας φαμέν, καὶ μέλλοντος πρώτου τύψων, καὶ πάλιν ἀορίστου δευτέρου τυπών ὀξυτόνως, καὶ μέλλοντος δευτέρου τυπῶν περισπωμένως· ταῦτα δέ, φημὶ δὴ ἡ μετοχὴ τοῦ δευ τέρου ἀορίστου καὶ τοῦ δευτέρου μέλλοντος, τῇ μὲν φωνῇ συνέπεσον, τῷ δὲ τόνῳ διεστάλησαν· ἡ μὲν γὰρ τοῦ δευτέρου ἀορίστου μετοχὴ τυπών ὀξυτόνως, ἡ δὲ τοῦ δευτέρου μέλλοντος τυπῶν περισπωμένως· καὶ πάλιν ἡ μὲν τοῦ δευτέρου ἀορίστου μετοχὴ τυπών τυπόντος κλίνε ται διὰ τοῦ ˉο, ἡ δὲ τοῦ δευτέρου μέλλοντος μετοχὴ τυπῶν τυποῦντος διὰ τῆς ˉοˉυ διφθόγγου. Ταῦτα μὲν ἐν τούτοις. Ἄξιον δέ ἐστι ζητῆσαι, διατί ἐν ταῖς μετοχαῖς ὁ μὲν ἐνεστὼς καὶ ὁ παρατατικὸς συνεζευγμένοι εἰσίν, καὶ ὁ παρακείμενος καὶ ὁ ὑπερσυν τέλικος ὁμοίως, ὁ δὲ ἀόριστος ἰδίᾳ καὶ ὁ μέλλων ἰδίᾳ. Καὶ λέγει ὁ Ἀπολλώνιος ταύτην τὴν ἀπολογίαν, ὅτι συγγένειαν ἔχουσιν αἱ μετο χαὶ πρὸς τὰ ἀπαρέμφατα· ὥσπερ γὰρ τὰ ἀπαρέμφατα οὐκ ἔχουσιν οὔτε πρόσωπα οὔτε θέλημα ψυχῆς, οὕτω καὶ ἡ μετοχὴ οὐκ ἔχει οὔτε πρόσωπα οὔτε θέλημα ψυχῆς· ἄλλως τε δὲ ὥσπερ ἡ μετοχὴ πτωτική ἐστιν, οὕτω καὶ τὰ ἀπαρέμφατα δυνάμει πτωτικά εἰσιν· λέγομεν γὰρ τὸ περιπατεῖν ὠφέλιμόν ἐστιν, τοῦ περιπατεῖν ὠφελίμου ὄντος, τῷ περιπατεῖν ὠφελίμῳ ὄντι· ἐπειδὴ οὖν συγγένειαν ἔχουσιν αἱ μετοχαὶ πρὸς τὰ ἀπαρέμφατα, εἰκότως καὶ τὴν ἀκολουθίαν τῶν ἀπαρεμφάτων φυλάττουσι κατὰ τοὺς χρόνους, καὶ ὥσπερ ἐν τοῖς ἀπαρεμφάτοις συνεζευγμένοι εἰσὶν ὁ ἐνεστὼς καὶ ὁ παρατατικός, καὶ ὁ παρακείμενος καὶ ὁ ὑπερσυντέλικος, ὁ δὲ ἀόριστος καὶ ὁ μέλλων διακεχωρισμένοι εἰσίν, τὸν αὐτὸν τρόπον καὶ ἐν ταῖς μετοχαῖς ὁ ἐνεστὼς καὶ ὁ παρα τατικὸς συνεζευγμένοι εἰσίν, καὶ ὁ παρακείμενος καὶ ὁ ὑπερσυντέλικος ὁμοίως, ὁ δὲ ἀόριστος καὶ ὁ μέλλων διακεχωρισμένοι. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι δύο τελικὰ σύμφωνά εἰσι τῶν μετοχῶν, τὸ ˉν καὶ τὸ ˉς, οἷον τύπτων τύψας· καὶ τοῦτο εὐλόγως, ἐπειδὴ καὶ δύο τελικὰ σύμφωνα τῶν ῥημάτων εἰσίν, τὸ ˉν καὶ τὸ ˉς, οἷον ἔτυπτον ἔτυψας. Καὶ ἰστέον ὅτι πᾶσα μετοχὴ ἀρσενικὴ εἰς ˉν λήγουσα πάντως ἓν φωνῆεν 303 ἔχει πρὸ τοῦ ˉν, τουτέστι τὸ ˉω, οἷον τύπτων τύψων λαβών, αἱ δὲ εἰς ˉς λήγουσαι μετοχαὶ διάφορα φωνήεντα ἔχουσι πρὸ τοῦ ˉς· πῇ μὲν γὰρ ἔχουσι τὴν ˉεˉι δίφθογγον, οἷον τυφθείς τιθείς, πῇ δὲ τὸ ˉα ἐκτεταμένον, οἷον τύψας ἱστάς, πῇ δὲ τὸ ˉω, οἷον τετυφώς τετυπώς, πῇ δὲ τὴν ˉοˉυ δίφθογγον, οἷον διδούς βιούς, πῇ δὲ τὸ ˉυ ἐκτεταμένον, οἷον ζευγνύς πηγνύς, πῇ δὲ τὸ ˉο, οἷον τυπτόμενος· ἄλλο γὰρ φωνῆεν οὐκ ἔχουσι πρὸ τοῦ ˉς. Τούτων οὕτως ἐχόντων ἰστέον, ὅτι πᾶσα μετοχὴ ἀρσενικὴ μακροκαταληκτεῖν θέλει, πλὴν τῶν εἰς ˉμˉεˉνˉοˉς, οἷον τύπτων τύψων τύψας τυπών λαβών τετυφώς τετυπώς τυφθείς τιθείς ἱστάς διδούς ζευγνύς πηγνύς· πρόσκειται χωρὶς τῶν εἰς ˉμˉεˉνˉοˉς, ἐπειδὴ αὗται βραχυκαταληκτοῦσιν, οἷον τυπτόμενος τετυμμένος τυψάμενος· πρόσκει ται δέ ἀρσενική διὰ τὸ τύπτουσα καὶ τὸ τύπτον· αὗται γὰρ αἱ μετο χαὶ βραχυκαταληκτοῦσιν, ἀλλ' οὐκ εἰσὶν ἀρσενικαί, ἀλλ' ἡ μὲν θηλυκὴ ἡ δὲ οὐδετέρα. Ἰστέον δὲ καὶ τοῦτο, ὅτι πᾶσα μετοχὴ ἀρσενικὴ περιττο συλλάβως κλίνεται, χωρὶς τῶν εἰς ˉμˉεˉνˉοˉς, οἷον τύπτων τύπτοντος, τετυ φώς τετυφότος, τύψων τύψοντος, τυφθείς τυφθέντος, νυγείς νυγέντος, διδούς διδόντος, ἱστάς ἱστάντος· πρόσκειται χωρὶς τῶν εἰς ˉμˉεˉνˉοˉς, ἐπειδὴ αὗται ἰσοσυλλάβως κλίνονται, οἷον τυπτόμενος τυπτομένου, τυψά μενος τυψαμένου, τετυμμένος τετυμμένου. Δεῖ δὲ καὶ τοῦτο γινώσκειν, ὅτι πᾶσα μετοχὴ περιττοσυλλάβως κλινομένη διὰ τοῦ ˉνˉτ κλίνεται, χωρὶς τῶν εἰς ˉωˉς μετοχῶν τοῦ παρακειμένου, οἷον τύπτων τύπτοντος, τύψων τύψοντος, τύψας τύψαντος, τυπών τυπόντος, τυπῶν τυποῦντος, τυφθείς τυφθέντος, νυγείς νυγέντος, διδούς διδόντος, ἱστάς ἱστάντος, ζευγνύς ζευγνύντος· πρόσκειται χωρὶς τῶν εἰς ˉωˉς μετοχῶν, ἐπειδὴ αὗται διὰ καθαροῦ τοῦ ˉτˉοˉς κλίνονται, οἷον τετυφώς τετυφότος, τετυπώς τετυ πότος, δεδουπώς δεδουπότος, πεποιθώς πεποιθότος· καὶ ἡ αἰτία ἐν τῇ περὶ τῆς μετοχῆς τοῦ παρακειμένου διδασκαλίᾳ, εἰ θεῷ φίλον, λεχθήσεται. Ἰστέον δὲ καὶ τοῦτο, ὅτι πᾶσα μετοχὴ περιττοσυλλάβως κλινο μένη συστέλλει τὸ φωνῆεν τῆς εὐθείας ἐν τῇ γενικῇ, χωρὶς εἰ μὴ ᾖ ἀπὸ περισπωμένης εὐθείας ἢ ἀπὸ κράσεως, οἷον τύπτων τύπτοντος, τύψων τύψοντος, τυπών τυπόντος, λαβών λαβόντος, τετυφώς τετυ φότος, τετυπώς τετυπότος, τύψας τύψαντος, τυφθείς τυφθέντος, τυπείς τυπέντος, διδούς διδόντος, τιθείς τιθέντος, βιούς βιόντος, ἁλούς ἁλόν τος, ἱστάς ἱστάντος, ζευγνύς ζευγνύντος, πηγνύς πηγνύντος· πρόσκειται 304 χωρὶς εἰ μὴ ᾖ ἀπὸ περισπωμένης εὐθείας, διὰ τὸ ποιῶν ποιοῦντος καὶ βοῶν βοῶντος καὶ χρυσῶν χρυσοῦντος μιανῶν μιανοῦντος καὶ τυπῶν τυποῦντος· ταῦτα γὰρ φύσει μακρᾷ παραλήγονται κατὰ τὴν γενικήν, ἀλλὰ ἀπὸ περισπωμένης εὐθείας εἰσίν· πρόσκειται δέ ἢ ἀπὸ κράσεως διὰ τὸ ἑστώς ἑστῶτος, βεβώς βεβῶτος, γεγώς γεγῶτος, τεθνώς τεθνῶτος· ταῦτα γὰρ ἀπὸ κράσεως ἔχουσι τὴν μακράν, ἀπὸ γὰρ τοῦ ἑσταότος καὶ βεβαότος καὶ γεγαότος καὶ τεθναότος γεγόνασι κατὰ κρᾶσιν τοῦ ˉα καὶ ˉο εἰς ˉω ἑστῶτος καὶ βεβῶτος καὶ γεγῶτος καὶ τεθνῶτος. Καὶ ἀποροῦσί τινες λέγοντες, εἰ ἄρα καὶ τὰ ἀπὸ περισπωμένης εὐθείας ἀπὸ κράσεώς εἰσινἀπὸ γὰρ τοῦ ποιέων ποιέοντος γέγονε ποιῶν ποιοῦντος, καὶ ἀπὸ τοῦ βοάων βοάοντος γέγονε βοῶν βοῶντος, καὶ ἀπὸ τοῦ χρυσόων χρυσόοντος γέγονε χρυ σῶν χρυσοῦντοςδιατί εἴρηται ἀπὸ περισπωμένης εὐθείας· καὶ ταῦτα γὰρ ἀπὸ κράσεώς εἰσιν. Ἔστιν οὖν εἰπεῖν, ὅτι διὰ τοῦτο τὰ δύο εἰρήκαμεν, τουτέστι καὶ τὸ ἀπὸ περισπωμένης καὶ τὸ ἀπὸ κράσεως, ἐπειδὴ οὐ πάντως τὰ ἀπὸ περισπω μένης εὐθείας καὶ ἀπὸ κράσεώς εἰσιν· ἰδοὺ γὰρ τὰ περισπώμενα τοῦ μέλλοντος οὐκ εἰσὶν ἀπὸ κράσεως, οἷον εὐφρανῶν εὐφρανοῦντος, μιανῶν μιανοῦντος, τυπῶν τυποῦντος, οὐδὲ γὰρ ἔχουσι ταῦτα ἐντέ λειαν, ἵνα εἴπωμεν, ὅτι κατὰ κρᾶσιν ἐγένοντο. Ἰστέον δὲ ὅτι αἱ εἰς ˉωˉν περισπώμεναι μετοχαὶ μέλλοντος μὲν οὖσαι τῇ ˉοˉυ διφθόγγῳ παραλήγονται κατὰ τὴν γενικήν, οἷον εὐφρανῶν εὐφρανοῦντος, μιανῶν μιανοῦντος, περῶν περοῦντος, τυπῶν τυποῦντος· ἐνεστῶτος δὲ οὖσαι πρὸς τὴν συναίρεσιν ποιοῦνται τὴν παραλήγουσαν, οἷον νοέων νοέοντος καὶ κατὰ κρᾶσιν τοῦ ˉε καὶ ˉο εἰς τὴν ˉοˉυ δίφθογγον νοοῦντος, ὥσπερ χάλκεος χαλκοῦς, καὶ πάλιν βοάων βοάον τος καὶ κατὰ κρᾶσιν τοῦ ˉα καὶ ˉο εἰς τὸ ˉω βοῶντος, ὥσπερ ἐλούσαο ἐλούσω, καὶ πάλιν χρυσόων χρυσόοντος καὶ κατὰ κρᾶσιν τῶν δύο ˉοˉο εἰς τὴν ˉοˉυ δίφθογγον χρυσοῦντος, ὥσπερ νόος νοῦς. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι κανονίζει τὴν μετοχὴν τοῦ ἐνεστῶτος καὶ παρα τατικοῦ τοῦτον τὸν τρόπον· πᾶν ῥῆμα ὁριστικὸν εἰς ˉω λῆγον, εἶτε ἐνεστῶτος εἴτε μέλλοντος δηλονότι, προσθέσει τοῦ ˉν τὴν 305 μετοχὴν ποιεῖ, οἷον τύπτω τύπτων, γράφω γράφων, ποιῶ ποιῶν, βοῶ βοῶν, χρυσῶ χρυσῶν, τύψω τύψων, λέξω λέξων, ποιήσω ποιήσων, βοήσω βοήσων, χρυσώσω χρυσώσων, κερῶ κερῶν, στεφανῶ στεφανῶν, μιανῶ μιανῶν, τυπῶ τυπῶν. Δυνατὸν δὲ καὶ ἀπὸ τοῦ παρατατικοῦ κανονίσαι τὴν μετοχὴν τοῦ ἐνεστῶτος τοῦτον τὸν τρόπον· πᾶς παρα τατικὸς ἀπὸ τῶν εἰς ˉω ῥημάτων, τρέπων τὴν ἐσχάτην εἰς ˉωˉν καὶ ἀπο βάλλων τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν, τὴν μετοχὴν ποιεῖ τοῦ ἐνεστῶ τος καὶ παρατατικοῦ, οἷον ἔτυπτον τύπτων, ἔγραφον γράφων, ἔλεγον λέγων, ἐποίουν ποιῶν, ἐχρύσουν χρυσῶν, ἐβόων βοῶν· πρόσκειται ἀπὸ τῶν εἰς ˉω ῥημάτων διὰ τὸ ἐτίθην· τούτου γὰρ οὐκ ἔστιν ἡ μετοχὴ εἰς ˉωˉν, ἀλλ' εἰς ˉς μετ' ὀξείας τάσεως, οἷον τιθείς, ἀλλ' οὐκ ἔστιν ἀπὸ τῶν εἰς ˉω ῥημάτων, ἀλλ' ἀπὸ τῶν εἰς ˉμˉι· περὶ δὲ τῶν εἰς ˉμˉι ἐν τοῖς ἐφεξῆς, εἰ θεῷ φίλον, μαθησόμεθα. Τούτων οὕτως ἐχόντων δεῖ γινώσκειν, ὅτι αἱ εἰς ˉωˉν λήγουσαι μετοχαὶ ἢ ὀξύνονται ἢ βαρύνονται ἢ περισπῶνται· καὶ βαρύνονται μέν, ἡνίκα τὸ ῥῆμα βαρύνεται, οἷον λέγω λέγων, τύπτω τύπτων, γράφω γράφων, λέξω λέξων, τύψω τύψων, γράψω γράψων· περισπῶνται δέ, ἡνίκα τὸ ῥῆμα περισπᾶται, οἷον ποιῶ ποιῶν, βοῶ βοῶν, χρυσῶ χρυσῶν, κερῶ κερῶν, εὐφρανῶ εὐφρανῶν, μιανῶ μιανῶν ὀξύνονται δέ, ἡνίκα ὦσι δευτέρου ἀορίστου, οἷον ἔτυπον τυπών, ἔλαβον λαβών, ἔμαθον μαθών, ἔφαγον φαγών· καθόλου γὰρ αἱ εἰς ˉωˉν μετοχαὶ τοῦ δευτέρου ἀορίστου ὀξύνονται, λαβών φαγών ἐνεγκών εὑρών, χωρὶς τοῦ πέφνων, ὅπερ βαρύνεται ὁμοίως τῷ τέμνων καὶ κάμνων. Ὦ τύπτων. Ἰστέον ὅτι πᾶσα μετοχὴ περιττοσυλλάβως κλινομένη τὴν αὐτὴν ἔχει ὀρθὴν καὶ κλητικήν, οἷον ὁ τύπτων ὦ τύπτων, ὁ τετυφώς ὦ τετυφώς, ὁ τετυπώς ὦ τετυπώς, ὁ τύψας ὦ τύψας, ὁ τυπών ὦ τυπών, ὁ τύψων ὦ τύψων, ὁ τυφθείς ὦ τυφθείς, ὁ ἱστάς ὦ ἱστάς, ὁ τιθείς ὦ τιθείς, ὁ διδούς ὦ διδούς, ὁ ζευγνύς ὦ ζευγνύς· πρόσκειται περιττοσυλλάβως κλινομένη διὰ τὰς εἰς ˉμˉεˉνˉοˉς μετοχάς· αὗται γὰρ οὐκ ἔχουσι τὴν αὐτὴν ὀρθὴν καὶ κλητικήν, ἀλλ' οὐ κλίνονται περιττοσυλλάβως ἀλλ' ἰσοσυλλάβως, οἷον ὁ τυπτόμενος τοῦ τυπτομένου ὦ τυπτόμενε, ὁ τυψάμενος τοῦ τυψαμένου ὦ τυψάμενε, ὁ τετυμμένος τοῦ τετυμμένου ὦ τετυμμένε. Τύπτουσα. Ἰστέον ὅτι πᾶσα μετοχὴ διὰ τοῦ ˉνˉτ κλινομένη, τρέ πουσα τὸ τέλος τῆς γενικῆς εἰς ˉσˉα καὶ τὴν παραλήγουσαν φύσει μακρὰν ποιοῦσα καὶ ἀποβάλλουσα τὰ μὴ δυνάμενα συνεκφωνηθῆναι στοιχεῖα, 306 τὸ θηλυκὸν ποιεῖ, οἷον τύπτοντος τύπτουσα, λέγοντος λέγουσα, γρά φοντος γράφουσα, τύψοντος τύψουσα, λέξοντος λέξουσα, τοῦ ˉν ἀπο βληθέντος διὰ τὴν ἀσυνταξίαν καὶ τοῦ ˉυ προσελθόντος· τὸ γὰρ ˉο διὰ τῆς προσθήκης τοῦ ˉυ πέφυκε μεγεθύνεσθαι, οἷον λέοντος λέουσι, γέρον τος γέρουσι· πάλιν τυφθέντος τυφθεῖσα, δαρέντος δαρεῖσα, νυγέντος νυγεῖσα, τιθέντος τιθεῖσα, τοῦ ˉν ἀποβληθέντος διὰ τὴν ἀσυνταξίαν καὶ τοῦ ˉι προσελθόντος· τὸ γὰρ ˉε διὰ τῆς προσθήκης τοῦ ˉι πέφυκε μεγε θύνεσθαι, οἷον χαρίεντος χαρίεισι, τιμήεντος τιμήεισι· πάλιν τύψαντος τύψασα, ἱστάντος ἱστᾶσα, κιχράντος κιχρᾶσα, ζευγνύντος ζευγνῦσα, τοῦ ˉν ἀποβληθέντος καὶ τοῦ διχρόνου εἰς ἑαυτὸ μεγεθυνθέντος, τουτέστι φύσει μακροῦ γενομένου Αἱ μέντοι ἀπὸ περισπωμένων μετοχαί, ἐπειδὴ καὶ ἐν τῇ γενικῇ τοῦ ἀρσενικοῦ φύσει μακρᾷ παραλήγονται, οὐδὲν προσ λαμβάνουσιν ἐν τῷ θηλυκῷ, οἷον ποιοῦντος ποιοῦσα, γελῶντος γελῶσα, χρυσοῦντος χρυσοῦσα· ἀμέλει καὶ ἐν τῇ ἐντελείᾳ, οὐ παρα λήγουσαι φύσει μακρᾷ, προσλαμβάνουσι κατὰ τὸ θηλυκὸν χρόνον, οἷον ποιέοντος ποιέουσα, γελάοντος γελάουσα, χρυσόοντος χρυσόουσα. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι αἱ εἰς ˉα λήγουσαι θηλυκαὶ μετοχαὶ φύσει μακρᾷ θέλουσι παραλήγεσθαι, οἷον τύπτουσα λέγουσα γράφουσα τυφθεῖσα δα ρεῖσα νυγεῖσα τύψασα γράψασα λέξασα ἱστᾶσα κιχρᾶσα ζευγνῦσα ὀμνῦσα πηγνῦσα ποιοῦσα βοῶσα χρυσοῦσα· χωρὶς τῶν κατὰ διάλεκτον· ἔστι γὰρ ἑκοῦσα μετοχὴ καὶ γίνεται παρὰ τοῖς Αἰολεῦσιν ἑκάσσα, καὶ ἰδοὺ θέσει μακρᾷ παραλήγεται· πρόσκειται δέ αἱ εἰς ˉα λήγουσαι διὰ τὸ τυπτο μένη καὶ τυψαμένη· ἐπὶ τούτων γὰρ οὐκ ἔστι μακρὰ ἡ παραλήγουσα, ἀλλ' οὐ λήγουσιν αὗται αἱ μετοχαὶ εἰς ˉα, ἀλλ' εἰς ˉη. Τύπτον. Ἰστέον ὅτι πᾶσα γενικὴ μετοχῆς διὰ τοῦ ˉνˉτ κλινομένη ἀποβολῇ τῆς ˉτˉοˉς τὸ οὐδέτερον ποιεῖ, οἷον τύπτοντος τύπτον, λέγοντος λέγον, ποιοῦντος ποιοῦν, βοῶντος βοῶν, χρυσοῦντος χρυσοῦν, τύψαν τος τύψαν, τύψοντος τύψον, τυποῦντος τυποῦν, δαρέντος δαρέν, τιθέν τος τιθέν, ἱστάντος ἱστάν, ζευγνύντος ζευγνύν, διδόντος διδόν. Ἰστέον δὲ ὅτι ἡ οὐδετέρα μετοχὴ ὁμοίως τῇ ἀρσενικῇ μετοχῇ κλίνεται· ἐμά θομεν γὰρ ἐν τοῖς οὐδετέροις ὀνόμασιν, ὅτι πᾶν οὐδέτερον ἀπὸ ἀρσε νικοῦ παρεσχηματισμένον ὁμοίως τῷ ἀρσενικῷ κλίνεται, οἷον ὁ σοφός τοῦ σοφοῦ τὸ σοφόν τοῦ σοφοῦ, ὁ ἀλλότριος τοῦ ἀλλοτρίου τὸ ἀλλό τριον τοῦ ἀλλοτρίου, ὁ σώφρων τοῦ σώφρονος τὸ σῶφρον τοῦ σώ φρονος, ὁ ἄρσην τοῦ ἄρσενος τὸ ἄρσεν τοῦ ἄρσενος· οὕτως οὖν καὶ ὁ τύπτων τοῦ τύπτοντος καὶ τὸ τύπτον τοῦ τύπτοντος, ὁ τύψων τοῦ τύψοντος καὶ τὸ τύψον τοῦ τύψοντος. 307 Παρακειμένου καὶ ὑπερσυντελίκου. Τετυφώς. Κανονίζει ὁ τεχνικὸς τὴν μετοχὴν τοῦ ἐνεργητικοῦ παρακειμένου καὶ ὑπερσυντελίκου καὶ τοῦ μέσου παρακειμένου καὶ ὑπερ συντελίκου τοῦτον τὸν τρόπον· ὁ ἐνεργητικός τε καὶ μέσος παρα κείμενος τρέποντες τὸ ˉα εἰς ˉωˉς, μετ' ὀξείας τάσεως δηλονότι, τὴν μετοχὴν ποιοῦσιν ἑαυτῶν τε καὶ τῶν ὑπερσυντελίκων, οἷον τέτυφα τετυφώς, τέτυπα τετυπώς, πεποίηκα πεποιηκώς,, δέδουπα δεδουπώς. Ταῦτα μὲν ἐν τούτοις. Ἄξιον δέ ἐστι ζητῆσαι, διατί ἡ μετοχὴ τοῦ παρακειμένου καὶ ὑπερ συντελίκου εἰς ˉωˉς λήγει, οἷον τετυφώς τετυπώς· οὔτε γὰρ ὁ παρα κείμενος ἔχει τὸ ˉω, τέτυφα γάρ ἐστι καὶ τέτυπα διὰ τοῦ ˉα, ἀλλ' οὔτε δὲ ὁ ὑπερσυντέλικός ἐστι διὰ τοῦ ˉω, ἐτετύφειν γάρ καὶ ἐτετύπειν διὰ τῆς ˉεˉι διφθόγγου. Ἔστιν οὖν εἰπεῖν, ὅτι ἀνάγκην ἔχει ἡ μετοχὴ τῶν δύο χρόνων τούτων, φημὶ δὴ τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου, συνεζευγμένη εἶναι, ἐπειδὴ καὶ τὸ ἀπαρέμφατον συνεζευγμένον ἐστὶ τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου. Τούτων οὕτως ἐχόντων, εἰ ἐγένετο ἀπὸ τοῦ παρακειμένου ἡ μετοχὴ τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου, ἤμελλε τετυφάς εἶναι διὰ τοῦ ˉα, τέτυφα γὰρ διὰ τοῦ ˉα ἐστὶν ὁ παρα κείμενος, καὶ λοιπὸν οὐδεμία ἔμφασις ἐγένετο τοῦ ὑπερσυντελίκου, ὁ γὰρ ὑπερσυντέλικος τὴν ˉεˉι δίφθογγον ἔχει, ἐτετύφειν γάρ ἐστιν· εἰ δὲ πάλιν ἀπὸ τοῦ ὑπερσυντελίκου ἐγένετο ἡ μετοχή, τετυφείς ἤμελλεν εἶναι ὀξυτόνως διὰ τῆς ˉεˉι διφθόγγου, ἐπειδὴ καὶ ὁ ὑπερσυντέλικος τὴν ˉεˉι δίφθογγον ἔχει, ἐτετύφειν γάρ ἐστιν, καὶ λοιπὸν οὐδεμία ἔμφασις ἐγένετο τοῦ παρακειμένου, ὁ γὰρ παρακείμενος εἰς ˉα λήγει, τέτυφα γάρ ἐστιν· τούτου οὖν χάριν ἀπὸ τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου τοῦ ἐὰν τετύφω ἐγένετο ἡ μετοχὴ προσθέσει τοῦ ˉς τετυφώς· οὐδὲν γὰρ ἄλλο εἰσὶ τὰ ὑποτακτικά, εἰ μὴ ὁριστικὰ τῇ φωνῇ μετὰ τοῦ προσλαμβάνειν τὸ ἐάν ἢ τὸ ὄφρα ἢ τὸ ἵνα ἢ τὸ ὅπως, οἷον τύπτω, ἐὰν τύπτω, ὄφρα τύπτω, ἵνα τύπτω, ὅπως τύπτω· ἄλλως τε δὲ καὶ τὸ ἐὰν τετύφω ἐν μιᾷ φωνῇ δηλοῖ τὸν παρακεί μενον καὶ ὑπερσυντέλικον, καὶ εἰκότως ἐξ αὐτοῦ γίνεται ἡ μετοχὴ τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου. Τὸ δὲ τετυφώς εἰς ˉς λήγει καὶ ὀξύνεται, φημὶ δὴ ἡ μετοχὴ τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου, ἐπειδή, ὡς ἐν τοῖς ἐφεξῆς, εἰ θεῷ φίλον, μαθησόμεθα, πᾶν ῥῆμα ὁρι 308 στικὸν εἰς ˉν λῆγον μετὰ φυσικῆς μακρᾶς, μὴ ἔχον τὸ ˉμ κλιτικόν, εἰς ˉς μετ' ὀξείας τάσεως ἔχει τὴν μετοχήν, οἷον ἐτύφθην τυφθείς, ἐτύπην τυπείς, ἐδάρην δαρείς, ἐνύγην νυγείς, ἐτίθην τιθείς, ἵστην ἱστάς, ἐδίδων διδούς, ἐζεύγνυν ζευγνύς· οὕτως οὖν καὶ ἐτετύφειν τετυφώς καὶ ἐπε ποίθειν πεποιθώς εἰς ˉς μετ' ὀξείας τάσεως· ὅθεν δῆλον ὅτι τῷ ὑπερ συντελίκῳ μᾶλλον ἀκολουθεῖ ἤπερ τῷ παρακειμένῳ. Ταῦτα μὲν ἐν τούτοις. Ἐζήτηται δέ, εἰ ἄρα πᾶσα μετοχὴ περιττοσυλλάβως κλινομένη διὰ τοῦ ˉνˉτ κλίνεται, οἷον τύπτων τύπτοντος, τύψων τύψοντος, τύψας τύψαντος, τυφθείς τυφθέντος, διδούς διδόντος, ζευγνύς ζευγνύντος, διὰ ποίαν αἰτίαν αἱ εἰς ˉωˉς μετοχαὶ τοῦ παρακειμένου διὰ καθαροῦ τοῦ ˉτˉοˉς κλίνονται καὶ οὐ διὰ τοῦ ˉνˉτ, οἷον τετυφώς τετυφότος, πεποιηκώς πεποιηκότος, τετυπώς τετυπότος, πεποιθώς πεποιθότος. Καὶ ἔστιν εἰπεῖν τὴν αἰτίαν, ἥν φησιν ὁ τεχνικός· ἐπειδὴ ἡ μετοχὴ τοῦ παρακει μένου ὀνοματικὴν ἔσχε κατάληξιν, τούτου χάριν καὶ κλίσιν ὀνοματικὴν ἀνεδέξατο· ἐπειδὴ γὰρ εἰς ˉωˉς λήγει, τὰ δὲ εἰς ˉωˉς ὀνόματα οὐδέποτε κλίνονται διὰ τοῦ ˉνˉτ, διὰ δὲ καθαροῦ τοῦ ˉτˉοˉς πολλάκις, οἷον ὁ ἱδρώς τοῦ ἱδρῶτος, τούτου χάριν οὔτε ἡ εἰς ˉωˉς μετοχὴ τοῦ παρακειμένου διὰ τοῦ ˉνˉτ κλίνεται, ἀλλὰ διὰ καθαροῦ τοῦ ˉτˉοˉς, οἷον τετυφώς τετυφότος, τετυπώς τετυπότος, δεδουπώς δεδουπότος. Καὶ ἀποροῦσί τινες λέγον τες, εἰ ἄρα ἡ εἰς ˉωˉς μετοχὴ τοῦ παρακειμένου τὴν κλίσιν τῶν εἰς ˉωˉς ὀνομάτων ἀνεδέξατο, τὰ δὲ εἰς ˉωˉς ὀνόματα διὰ καθαροῦ τοῦ ˉτˉοˉς κλι νόμενα φυλάττουσι τὸ ˉω καὶ ἐν τῇ γενικῇ, οἷον ἱδρώς ἱδρῶτος, ἀπτώς ἀπτῶτος, ἀγνώς ἀγνῶτος, διὰ ποίαν αἰτίαν αἱ εἰς ˉωˉς μετοχαὶ τοῦ παρακειμένου οὐ φυλάττουσι τὸ ˉω κατὰ τὴν γενικήν, ἀλλὰ τρέπουσιν αὐτὸ εἰς τὸ ˉο, οἷον τετυφώς τετυφότος, δεδουπώς δεδουπότος, πεποιη κώς πεποιηκότος, πεποιθώς πεποιθότος· τὸ γὰρ ἑστώς ἑστῶτος καὶ βεβώς βεβῶτος καὶ τεθνώς τεθνῶτος καὶ γεγώς γεγῶτος ἀπὸ κράσεως ἔχουσι τὸ ˉω, ἀπὸ γὰρ τοῦ ἑσταώς ἑσταότος καὶ βεβαώς βεβαότος καὶ γεγαώς γεγαότος γεγόνασι κατὰ κρᾶσιν τοῦ ˉα καὶ ˉο εἰς ˉω, ὥσπερ ἐποιήσαο ἐποιήσω, ἐλούσαο ἐλούσω. Ἔστιν οὖν εἰπεῖν, ὅτι κατὰ μὲν τὸ σύμφωνον τοῖς εἰς ˉωˉς ὀνόμασιν ἠκολούθησαν, φημὶ δὴ κατὰ τὸ κλίνεσθαι διὰ καθαροῦ τοῦ ˉτˉοˉς καὶ οὐ διὰ τοῦ ˉνˉτ, κατὰ δὲ τὸ φωνῆεν ταῖς μετοχαῖς, τούτου χάριν ἐν τῇ γενικῇ· ὡς γὰρ ἐν τοῖς προλαβοῦσιν ἐμάθομεν, πᾶσα μετοχὴ περιττοσυλλάβως κλινομένη συστέλλει τὸ φωνῆεν τῆς εὐθείας ἐν τῇ 309 γενικῇ, χωρὶς εἰ μὴ ἀπὸ περισπωμένης εὐθείας ἢ ἀπὸ, οἷον τύπτων τύπτοντος, τύψων τύψοντος, λαβών λαβόντος, τυφθείς τυφθέντος, νυγείς νυγέντος,, ἁλούς ἁλόντος· οὕτως οὖν καὶ τετυφώς τετυφότος καὶ πεποιηκώς πεποιηκότος καὶ τετυπώς τετυπότος καὶ δεδουπώς δεδουπότος διὰ τοῦ ˉο· διατί δὲ πρόσκειται χωρὶς εἰ μὴ ᾖ ἀπὸ περισπωμένης εὐθείας ἢ ἀπὸ κράσεως, ἐν τοῖς προλαβοῦσιν εἰρήκαμεν. Ἰστέον δὲ ὅτι αἱ εἰς ˉωˉς μετοχαὶ τοῦ παρακειμένου, εἴτε ἐνεργητι καί εἰσιν εἴτε μέσαι, ἤγουν ἀπαθεῖς, τουτέστι μὴ οὖσαι κατὰ κρᾶσιν, διὰ τοῦ ˉο κλίνονται· κατὰ συγκοπὴν δὲ οὖσαι πάλιν ὁμοίως ταῖς ἐντελέσι μετοχαῖς διὰ τοῦ ˉο κλίνονται, οἷον πεφυζότος ὣς οἱ μὲν κατὰ ἄστυ πεφυζότες ἠΰτε νεβροί, ἀπὸ γὰρ τοῦ πεφύζηκα γέγονε πεφυζηκώς, καὶ κατὰ συγκοπὴν τοῦ ˉη καὶ ˉκ πεφυζώς· ὁμοίως καὶ τὸ λελιχμότος, ἀπὸ γὰρ τοῦ λελιχμηκότος γέγονεν· κατὰ κρᾶσιν δὲ οὖσαι διὰ τοῦ ˉω κλίνονται, οἷον ἀπὸ τοῦ βέβηκα καὶ ἕστηκα καὶ γέγηκα καὶ τέθνηκα παρακειμένων ὁριστικῶν γίνονται εἰ γὰρ καὶ μὴ εὕρη ται τὸ γεγηκώς, ἀλλ' οὖν ὡς ἀπ' αὐτοῦ λέγομεν εἶναι τὸ γεγώς καὶ λοιπὸν κατὰ Ἴωνας ἀποβάλλεται τὸ ˉκ καὶ γίνεται ἑστηώς γεγηώς βεβηώς τεθνηώς· καὶ πάλιν κατὰ τοὺς αὐτοὺς Ἴωνας συστολὴ παρα κολουθεῖ τοῦ ˉη εἰς ˉα καὶ γίνεται ἑσταώς ἑσταότος, οἷον ἑστα ότες παρ' ὄχεσφι,, καὶ λοιπὸν κατὰ κρᾶσιν ἐν μὲν τῇ εὐθείᾳ τοῦ ˉα καὶ ˉω εἰς ˉω ἑστώς βεβώς γεγώς τεθνώς, ὥσπερ βοάω βοῶ, ἐν δὲ τῇ γενικῇ τοῦ ˉα καὶ ˉο εἰς ˉω ἑστῶτος βεβῶτος γεγῶτος τεθνῶτος. Εἰ δέ τις εἴποι, εἰ ἄρα αἱ εἰς ˉωˉς μετοχαὶ μὴ οὖσαι κατὰ κρᾶσιν διὰ τοῦ ˉο κλίνονται, οἷον τετυφώς τετυφότος, πῶς εὑρίσκομεν ἐν τῇ χρήσει τὸ ἑσταῶτες καὶ βεβαῶτες διὰ τοῦ ˉω, ἔστιν εἰπεῖν, ὅτι ταῦτα κατὰ πλεονασμὸν τοῦ ˉα ἐγένοντο ἀπὸ τοῦ βεβῶτες καὶ γεγῶτες [γεγόνασι κατὰ πλεονασμὸν τοῦ ˉα] καὶ ἐφύλαξαν τὸ ˉω. Ἄξιον δὲ τὸ ἐμπεφυῶτες ζητῆσαι, ὅτι πῶς διὰ τοῦ ˉω κλίνεται· οὐ γάρ ἐστι κατὰ κρᾶσιν, ἀλλ' ἐκ τοῦ ἐμπέφυκα παρακειμένου ἐνεργη τικοῦ γέγονεν ἡ μετοχὴ ἐμπεφυκώς, καὶ κατὰ ἀποβολὴν τοῦ ˉκ ἐμπε φυώς, καὶ ὤφειλε διὰ τοῦ ˉο κλίνεσθαι, ὥσπερ τὸ ἐμπεφυκότες· καὶ 310 πάλιν εἴτε ἐκ τοῦ ἐμπέφυα μέσου παρακειμένου γέγονεν ἡ μετοχὴ ἐμπεφυώς, ὤφειλεν ὡς ἐντελὴς διὰ τοῦ ˉο κλίνεσθαι ἐμπεφυότες, ὥσπερ τὸ τετυπότες. Ἔστιν οὖν οὕτως ἀπολογήσασθαι ὑπὲρ αὐτοῦ καὶ εἰπεῖν, ὅτι ὑπέρθεσις χρόνου γέγονεν ἐν τῷ ἐμπεφυῶτες τὸ γὰρ πέφυκα μακρὸν ἔχει τὸ ˉυ, διὰ δὲ τοῦ ˉο τὴν παραλήγουσαν τῆς γενικῆς, οἷον πεφυκότος,, οἷον πεφυώς πε φυότος· ὑπερβιβασμὸς οὖν τοῦ χρόνου γέγονεν ἐν τῷ ἐμπεφυῶτες τῷ διὰ τοῦ ˉω, καὶ τὸ μὲν ˉυ συνεστάλη, τὸ δὲ ˉο ἐξετάθη εἰς τὸ ˉω, οἷον ἐξ ὁμόθεν πεφυῶτας· πολλάκις γὰρ παρὰ τοῖς ποιηταῖς ὑπερβιβασμοὶ γίνονται χρόνων· ἰδοὺ γάρ ἐστι Κρονίων Κρονίωνος διὰ τοῦ ˉω, ὥσπερ Πηλείων Πηλείωνος καὶ Ἀτρείων Ἀτρείωνος, οἷον ὅς ῥα παρὰ Κρονίωνι καθέζετο κύδεϊ γαίων, καὶ ὅμως ἐν τῷ Ζηνὸς δ' οὐκ ἂν ἔγωγε Κρονίονος ἆσσον ἱκοίμην ὑπερβιβασμὸς ἐγένετο χρόνου, καὶ τὸ μὲν ˉι ἐξετάθη, τὸ δὲ ˉω συνεστάλη εἰς τὸ ˉο. Σεσημείωται τὸ τετριγῶτας παρὰ τῷ ποιητῇ διὰ τοῦ ˉω ἔχον τὴν παραλήγουσαν, ὅτι μὴ ὂν κατὰ κρᾶσιν διὰ τοῦ ˉω ἐγένετο· ἀπὸ γὰρ τοῦ τρίζω ἐνεστῶτος γέγονεν ὁ μέσος παρακείμενος τέτριγα, καὶ ἡ μετοχὴ τετριγώς τετριγότος διὰ τοῦ ˉο, ἀλλ' ὁ ποιητὴς διὰ τὸ μέτρον ἐξέτεινε τὸ ˉο εἰς τὸ ˉω καὶ εἶπε τετρι γῶτας διὰ τοῦ ˉω. Τετυφυῖα. Λέγει ὁ τεχνικός, ὅτι δύο ζητοῦμεν ἐν τῇ θηλυκῇ μετοχῇ τοῦ παρακειμένου ζητήματα, διατί καθαρὸν ἔχει τὸ ˉα, καὶ διατί τῇ ˉυˉι διφθόγγῳ παραλήγεται· καὶ λέγει ὁ τεχνικός, ὅτι διὰ τοῦτο καθαρὸν ἔχει τὸ ˉα ἡ θηλυκὴ μετοχὴ τοῦ παρακειμένου, ἐπειδὴ αἱ θηλυκαὶ μετοχαὶ ἥττονα ἔχουσι σύμφωνα ἐπὶ τῆς ἐσχάτης τῶν παραληγόντων τῇ γενικῇ τοῦ ἀρσενικοῦ, οἷον ἡ λέγοντος γενικὴ δύο ἔχει, ἀλλ' ἡ λέγουσα ἕν· ἐπεὶ οὖν ἡ γενικὴ τοῦ παρακειμένου ἓν ἔχει τὸ ˉτ, οἷον τετυφότος, ἀναγκαίως καὶ ἡ θηλυκὴ οὐδὲ ἓν ἔσχεν, ἀλλὰ διὰ καθαροῦ τοῦ ˉα ἐξηνέχθη. Οὐ καλῶς δέ φησιν ὁ τεχνικός· οὐδὲ γὰρ πάντως ἐλάττονα θέλει ἔχειν σύμφωνα ἡ θηλυκὴ μετοχὴ ἐπὶ τῆς ἐσχάτης συλλαβῆς τῶν παραληγόντων συμφώνων ἐν τῇ γενικῇ τῆς ἀρσενικῆς μετοχῆς· ἰδοὺ γὰρ ἡ ἑστῶτος καὶ ἡ τεθνῶτος καὶ ἡ βεβῶτος καὶ ἡ γεγῶτος γενικὴ τῆς ἀρσενικῆς μετοχῆς ἓν σύμφωνον ἔχει, καὶ ὅμως ἡ θηλυκὴ μετοχὴ διὰ καθαροῦ τοῦ ˉα ἐκφέρεται, ἀλλὰ καὶ αὐτὴ δι' ἑνὸς συμφώνου ἐκφέρεται, βεβῶσα καὶ τεθνῶσα καὶ γεγῶσα καὶ ἑστῶσα διὰ τοῦ ˉς, καὶ ἰδοὺ οὐκ ἐποιήσατο ἀποβολὴν τοῦ συμφώνου, ἵνα σχῇ ἥττονα σύμφωνα τῆς γενικῆς τοῦ ἀρσενικοῦ. Κρεῖτ 311 τον οὖν ἐστιν οὕτως εἰπεῖν περὶ τοῦ τὴν θηλυκὴν μετοχὴν τοῦ παρα κειμένου καθαρὸν ἔχειν τὸ ˉα· τὰ προσλαμβάνοντα χρόνον ἐν τῇ θηλυκῇ μετοχῇ ἀποβολὴν πάντως ποιοῦνται συμφώνου, οἷον λέγοντος λέγουσα, ἰδοὺ ἐνταῦθα ἐπειδὴ προσῆλθε χρόνος ἐν τῇ θηλυκῇ μετοχῇ, τούτου χάριν ἀπεβλήθη σύμφωνον, οὐκ ἀντιστρέφοντος τοῦ κανόνος· οὐδὲ γὰρ τὰ μὴ προσλαμβάνοντα χρόνον ἐν τῇ θηλυκῇ μετοχῇ ἤδη που καὶ οὐκ ἀποβάλλουσι τὸ ἕν, ἀλλὰ καὶ αὐτὰ ὅταν εὑρεθῶσιν ἔχοντα δύο σύμφωνα, πάντως ἀποβάλλουσι τὸ ἓν διὰ τὴν ἀσυνταξίαν, οἷον ποιοῦντος ποι οῦσα· τὸ γὰρ βεβῶτος βεβῶσα καὶ ἑστῶτος ἑστῶσα καὶ τεθνῶτος τεθνῶσα καὶ γεγῶτος γεγῶσα, ὡς μὴ προσλαμβάνοντα χρόνον καὶ ὡς μὴ ἔχοντα δύο σύμφωνα, οὐ ποιοῦνται ἀποβολὴν συμφώνων, ἐν τῇ θηλυκῇ μετοχῇ δηλονότι. Τούτων οὕτως ἐχόντων ὁ παρακείμενος ὁ ἐνεργητικός τε καὶ ὁ μέσος, ἐπειδὴ οὐκ ἔχουσι τὴν γενικὴν τῆς μετοχῆς κλινομένην διὰ τοῦ ˉνˉτ ἀλλὰ διὰ τοῦ ˉτ μόνου, οἷον τετυφώς τετυφότος, οὐδὲ τὴν παραλήγουσαν φύσει μακράν, τούτου χάριν ἀνάγκην ἔχουσιν ἀποβολὴν συμφώνου ποιήσασθαι· χρόνον δὲ προσλαμβάνουσιν ἐν τῇ θηλυκῇ μετοχῇ, ἐπειδή, ὡς ἐμάθομεν, αἱ εἰς ˉα λήγουσαι θηλυκαὶ μετοχαὶ φύσει μακρᾷ θέλουσι παραλήγεσθαι, οἷον τύπτουσα ὀμνῦσα· τοῦ δὲ συμφώνου ἀπο βαλλομένου ἀνάγκη γενέσθαι διὰ καθαροῦ τοῦ ˉα, οἷον τετυφότος τετυ φοῦα, τὸ γὰρ ˉο διὰ τῆς προσθήκης τοῦ ˉυ πέφυκε μεγεθύνεσθαι, οἷον λέγοντος λέγουσα· καθαροῦ δὲ τοῦ ˉα ὑπάρχοντος θέλει ἐν τῇ παρα ληγούσῃ εἶναι τὸ ˉι, τὰ γὰρ εἰς ˉα καθαρὸν θηλυκὰ διφθόγγῳ παρα ληγόμενα τὸ ˉι θέλουσιν ἔχειν, οἷον παντοία ἀλλοία ταχεῖα· πρόσκειται εἰς ˉα καθαρόν διὰ τὸ Μοῦσα, τοῦτο γὰρ διφθόγγῳ παραλήγεται, ἀλλ' οὐκ ἔστι καθαρὸν τὸ ˉα· πρόσκειται διφθόγγῳ παραληγόμενα διὰ τὸ ἀθρόα, τοῦτο γὰρ οὐκ ἔχει πρὸ τοῦ ˉα τὸ ˉι, ἀλλ' οὐ παραλήγεται διφθόγγῳ. Ὁ οὖν παρακείμενος, ὡς εἰς ˉα καθαρὸν λήγων κατὰ τὴν θηλυκὴν μετοχὴν καὶ διφθόγγῳ παραληγόμενος, ἀνάγκην ἔχει τῷ ˉι παραλήγεσθαι καὶ γενέσθαι διὰ τῆς ˉοˉυ διφθόγγου καὶ τοῦ ˉι τετυφουῖα, καὶ ἐπειδὴ τρία φωνήεντα οὐ δυνατόν ἐστιν ἐν μιᾷ συλλαβῇ παρα λαμβάνεσθαι, ἀνάγκη ἓν ἐκ τούτων ἀποβληθῆναι· καὶ τὸ μὲν ˉι οὐ δύνα ται ἀποβληθῆναι, ὅτι τὰ εἰς ˉα καθαρὸν θηλυκὰ διφθόγγῳ παραληγόμενα τὸ ˉι θέλουσιν ἔχειν πρὸ τοῦ ˉα· τὸ δὲ ˉυ οὐκ ἀποβάλλεται, ἵνα μὴ παράσχῃ ἔμφασιν, ὅτι τὸ ˉο διὰ τῆς προσθήκης τοῦ ˉι μεγεθύνεται, τὸ γὰρ ˉο διὰ τῆς προσθήκης τοῦ ˉυ μεγεθύνεσθαι πέφυκεν· ἐξ ἀνάγκης οὖν ἀποβάλλεται τὸ ˉο, καὶ διὰ τὸ μεῖναι τὸ ˉυ δείκνυται, ὅτι προϋπῆρχε τὸ ˉο, τὸ γὰρ ˉο, ὡς εἴρηται, διὰ τῆς προσθήκης τοῦ ˉυ μεγεθύνεται, οἷον δόντος δοῦσα· τούτου τοίνυν χάριν ὁ ἐνεργητικὸς παρακείμενος 312 καὶ ὁ μέσος κατὰ τὴν μετοχὴν διὰ καθαροῦ τοῦ ˉα ἐκφέρονται καὶ τῇ ˉυˉι διφθόγγῳ παραλήγονται. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι ἐν τῷ τετυφυῖα καὶ ἐν τοῖς ὁμοίοις ἡ ˉυˉι ἐν διφθόγγῳ ἐστίν, καὶ οὐκ ἐν διαστάσει τὸ ˉυ καὶ τὸ ˉι· καὶ γὰρ τὰ εἰς ˉα λήγοντα θηλυκὰ παρεσχηματισμένα ἀρσενικοῖς θέλουσι πάντως ἰσοσυλλαβεῖν τῇ γενικῇ τοῦ ἀρσενικοῦ, οἷον Βυζαντίου Βυζαντία, τάλανος τάλαινα· εἰ οὖν ἡ τετυφότος καὶ γεγραφότος γενικὴ τετρασυλλαβεῖ, δηλονότι καὶ τὸ τετυφυῖα θηλυκὸν ἀναγκάζεται τετρασυλλαβεῖν· ἄλλως τε δὲ ὅτι ἐν διφθόγγῳ ἐστὶ τὸ τετυφυῖα καὶ γεγραφυῖα, δηλοῦσιν οἱ Ἀθηναῖοι τετυφῦα λέγοντες· οἱ γὰρ Ἀθηναῖοι τὸ ˉι τὸ ἐν διφθόγγῳ ἀποβάλλειν πεφύκασιν, οἷον κλαίω κλάω, ποιῶ ποῶ. Δεῖ δὲ γινώσκειν, ὅτι οἱ Ἴωνες τὸ τετυφυῖα καὶ τὰ ὅμοια λέγουσι διὰ τῆς ˉοˉι διφθόγγου καὶ οὐ διὰ τῆς ˉυˉι,. Τετυφός. Λέγει ὁ τεχνικός, ὅτι τοῦτο ἀπὸ τῆς γενικῆς τοῦ ἀρσε νικοῦ γέγονεν, φημὶ δὴ τῆς τετυφότος, ἀποβολῇ τῆς ˉτˉοˉς· καὶ ἐπειδὴ ἀποβαλλομένης τῆς ˉτˉοˉς συλλαβῆς εἰς ˉο λήγειν ἔμελλεν, ὅπερ ἀδύνατόν ἐστιν, τὸ γὰρ ˉο οὐκ ἔστι τελικὸν τῶν οὐδετέρωνπερὶ γὰρ τοῦ ἄλλο καὶ τοιοῦτο καὶ τοσοῦτο καὶ τῶν ὁμοίων ἐμάθομεν ἐν τοῖς Ὀνόμα σιν ἐν τῇ τῶν οὐδετέρων διδασκαλίᾳτούτου χάριν προσλαμβάνει τὸ ˉς καὶ γίνεται τετυφός· τὸ γὰρ ˉν, φησίν, οὐ προσέλαβεν, ἐπειδὴ οὐκ ἔστι διὰ τοῦ ˉνˉτ ἡ κλίσις τοῦ ἀρσενικοῦ, τετυφότος γάρ ἐστιν. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι ἐζήτηται, διατί μόνη ἡ μετοχὴ τοῦ παρακειμένου ἡ οὐδετέρα εἰς ˉς λήγει, οἷον τετυφός. Καὶ λέγει ταύτην τὴν ἀπολογίαν· τὰ εἰς ˉς λήγοντα ἀρσενικὰ ἔχοντα οὐδετέρου παρασχηματισμὸν τετρα χῶς ποιοῦσι τὸ οὐδέτερον· ἢ γὰρ τρέπουσι τὸ ˉς εἰς τὸ ˉν καὶ ποιοῦσι τὸ οὐδέτερον, οἷον καλός καλόν, ἢ συστέλλουσι τὴν λήγουσαν καὶ τρέ πουσι τὸ ˉς εἰς τὸ ˉν καὶ ποιοῦσι τὸ οὐδέτερον, οἷον χαρίεις χαρίεν, ἢ συστέλλουσι μόνον τὴν λήγουσαν καὶ ποιοῦσι τὸ οὐδέτερον, οἷον εὐσε βής εὐσεβές, ἢ ἀποβάλλουσι τὸ ˉς καὶ ποιοῦσι τὸ οὐδέτερον, οἷον ταχύς ταχύ. Ἡ οὖν μετοχὴ τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου οὐκ ἠδύ νατο οὔτε τρέψαι τὸ ˉς εἰς τὸ ˉν καὶ ποιῆσαι τὸ οὐδέτερον, οἷον τετυ φώς τετυφών διὰ τοῦ ˉω, ἐπειδὴ πρῶτον μὲν τὸ ˉω οὐκ ἔχει κατάληξιν οὐδετέραν· τὸ γὰρ νικῶν καὶ βοῶν καὶ εὐγήρων ἀπὸ κράσεως ἔχουσι τὸ ˉω, ἀπὸ γὰρ τοῦ νικάον καὶ βοάον καὶ εὐγήραον γεγόνασι κατὰ κρᾶσιν τοῦ ˉα καὶ ˉο εἰς ˉω, καὶ τὸ ἀξιόχρεων ἀπὸ τοῦ ἀξιόχρεον γέγονε κατὰ ἔκτασιν Ἀττικὴν τοῦ ˉο εἰς τὸ ˉω· δεύτερον δέ, ὅτι ἡ μετοχὴ ἡ 313 ἀρσενικὴ οὐ κλίνεται διὰ τοῦ ˉνˉτ, ἵνα εἰς ˉν ποιήσῃ τὸ οὐδέτερον· καθό λου γὰρ αἱ μετοχαὶ αἱ μὴ ἔχουσαι τὸ ˉμ κλιτικόν, ἔχουσαι εἰς τὸ ˉν τὸ οὐδέτερον, πάντως ἔχουσι τὴν γενικὴν διὰ τοῦ ˉνˉτ κλινομένην, οἷον τύπτων τύπτοντος τὸ τύπτον, διδούς διδόντος τὸ διδόν· εἰ ἄρα οὖν ἡ μετοχὴ τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου οὐ κλίνεται διὰ τοῦ ˉνˉτ, οἷον τετυφώς τετυφότος, δηλονότι οὐ δύναται ποιῆσαι εἰς ˉν τὸ οὐδέτερον· πρόσκειται αἱ μὴ ἔχουσαι τὸ ˉμ κλιτικόν διὰ τὸ ὁ τυπτό μενος· ἰδοὺ γὰρ ἐνταῦθα εἰς ˉν ἐστὶ τὸ οὐδέτερον τὸ τυπτόμενον, καὶ οὐ κλίνεται ἡ γενικὴ διὰ τοῦ ˉνˉτ. Ἐμάθομεν, ὅτι οὐκ ἠδύνατο ἡ μετοχὴ τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου τρέψαι τὸ ˉς εἰς τὸ ˉν καὶ ποιῆσαι τὸ οὐδέτερον, οἷον ὁ τετυφώς τὸ τετυφών· ἀλλ' οὔτε δὲ τὸ ˉς τρέψαι εἰς τὸ ˉν ἠδύνατο καὶ συστεῖλαι τὴν λήγουσαν, ἵνα ᾖ ὁ τετυφώς τὸ τετυφόν διὰ τοῦ ˉο, ἐπειδή, ὡς ἐμάθομεν, ἡ γενικὴ οὐ κλίνεται διὰ τοῦ ˉνˉτ, τῆς δὲ γενικῆς κλινομένης διὰ τοῦ ˉνˉτ, οὐ δύναται τὸ οὐδέτερον καταλήγειν εἰς τὸ ˉν· ἐμάθομεν γὰρ ὅτι αἱ μετο χαὶ αἱ μὴ ἔχουσαι τὸ ˉμ κλιτικόν, ἔχουσαι εἰς ˉν τὸ οὐδέτερον, πάντως ἔχουσι τὴν γενικὴν διὰ τοῦ ˉνˉτ κλινομένην, οἷον τύπτων τύπτοντος τὸ τύπτον· ἀλλ' οὔτε δὲ κατὰ ἀποβολὴν τοῦ ˉς ἠδύνατο ποιῆσαι τὸ οὐδέ τερον, οἷον τετυφώς τὸ τετυφός διὰ τοῦ ˉο κατὰ συστολὴν τῆς ληγούσης. Ἰστέον δὲ ὅτι τὸ ἑστώς καὶ βεβώς καὶ τεθνώς καὶ γεγώς διὰ τοῦ ˉω γράφονται, δηλονότι κατὰ τὰ οὐδέτερα· δεῖ δὲ καὶ τοῦτο γινώσκειν, ὅτι εἰ καὶ ἡ ἑνικὴ εὐθεῖα κατὰ τὸ οὐδέτερον καὶ αἱ ὁμοφω νοῦσαι αὐτῇ, τουτέστιν ἡ αἰτιατικὴ καὶ ἡ κλητικὴ τῶν ἑνικῶν, διφοροῦνται, ἤγουν καὶ διὰ τοῦ ˉω γράφονται καὶ διὰ τοῦ ˉο, ἀλλ' οὖν αἱ λοιπαὶ πλάγιοι αἱ ὁμοφωνοῦσαι τῇ ἑνικῇ εὐθείᾳ, λέγω δὴ ἡ γενικὴ καὶ δοτικὴ τῶν ἑνικῶν καὶ τὰ δυϊκὰ καὶ τὰ πληθυντικά, μόνως διὰ τοῦ ˉω γράφονται· τούτου δὲ αἰτία ἐστὶν ἡ κρᾶσις. Μέσου παρακειμένου καὶ ὑπερσυντελίκου. Τετυπώς, τετυπυῖα, τετυπός· πρόδηλος ἡ τεχνολογία. Ἀορίστου πρώτου. Τύψας. Ἰστέον ὅτι ὁ εἰς ˉα λήγων ἀόριστος προσθέσει τοῦ ˉς καὶ συστολῇ τῆς κατ' ἀρχὴν κλιτικῆς ἐκτάσεως τὴν μετοχὴν ποιεῖ μετὰ τοῦ