Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Prolegomena et scholia in Theodosii Alexandrini canones
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-choeroboscus-constantinopolitanus" aria-label="More works by Georgius Choeroboscus Constantinopolitanus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
27.1.1
σξη> τὼς μὲν ὁ Μνησάρχειος ἔφη ξένος, καὶ παρὰ Κρατίνῳ ἀλλο τριογνώμοις ἐπιλήσμοσι μνημονικοῖσιν· εἰκότως οὖν καὶ τὸ μέμνημαι τῷ λόγῳ τῆς κοινῆς ἀνεδιπλασιάσθη. Περὶ δὲ τοῦ πέπτωκα καὶ κέκτηκα ἔστιν εἰπεῖν ταύτην τὴν ἀπολογίαν· τῶν στοιχείων τὰ μέν εἰσι σύμφωνα, τὰ δὲ φωνήεντα· τὰ σύμφωνα ἀσθενέστερά εἰσι τῶν φωνηέντων· καὶ γὰρ τὰ μὲν σύμφωνα χωρὶς τῶν φωνηέντων στῆναι οὐ δύνανται, οὐδὲ γὰρ ἀποτελοῦσι καθ' ἑαυτὰ φωνήν, τὰ δὲ φωνήεντα δύνανται καθ' ἑαυτὰ παραλαμβάνεσθαι, φωνὴν γὰρ ἀφ' ἑαυτῶν ἀπο τελοῦσιν. Τῶν συμφώνων τὰ μέν εἰσιν ἄφωνα, τὰ δὲ ἡμίφωνα· τὰ ἄφωνα ἀσθενέστερά εἰσι τῶν ἡμιφώνων, διὸ καὶ ἄφωνα λέγονται, οἱονεὶ μικρόφωναοὕτω γὰρ καὶ ἄποδα ἵππον λέγομεν τὸν μικρόποδα καὶ κατὰ μικρὸν τρέχοντα· τῶν ἀφώνων τὰ μέν εἰσι ψιλά, τὰ δὲ δασέα, τὰ δὲ μέσα· τὰ δασέα ἰσχυρότερά εἰσι τῶν ψιλῶν· καὶ γὰρ δασυνο μένου μὲν φωνήεντος ἐπιφερομένου τρέπεται τὸ προηγούμενον ψιλὸν εἰς τὸ ἀντίστοιχον τὸ δασύ, ὡς ἀσθενές, οἷον κατὰ ἡμῶν καθ' ἡμῶν, ἐπὶ ἡμᾶς ἐφ' ἡμᾶς, αὐτίχ' ὁ μὲν χλαῖναν, ψιλουμένου δὲ φωνήεντος ἐπιφερομένου οὐ τρέπεται τὸ προηγούμενον δασὺ σύμφωνον εἰς ψιλόν, ἀλλὰ φυλάττεται, ἅτε δὴ ἰσχυρότερον, οἷον ἀμφὶ αὐτός 79 ἀμφ' αὐτός, ἀμφὶ ἀγαθός ἀμφ' ἀγαθός, ἀμφ' ἀγαθὸν θερά ποντα, ἀμφὶ ἐμόν ἀμφ' ἐμόν· τὰ δὲ μέσα, ὡς καὶ τῶν δασέων μετέ χοντα, ἰσχυρότερά εἰσι τῶν ψιλῶν· ἐπειδὴ οὖν τὰ ψιλὰ πάντων τῶν συμφώνων ἀσθενέστερά εἰσιν, ἐν τῷ πέπτωκα καὶ κέκτηκα ˉπˉτ ἐστὶ καὶ ˉκˉτ, ταῦτα δὲ ψιλά εἰσιν, εἰκότως τῷ λόγῳ τῆς κοινῆς ἀνεδιπλα σιάσθησαν. Ἄλλως τε δὲ πολλάκις εὑρίσκονται καὶ ἐν τοῖς μέτροις ἀπο τελοῦντα κοινὴν συλλαβὴν τὸ ˉκˉτ καὶ ˉπˉτ, ὡς
27.2.1
Ὁμήρῳ, οἷον Αἰγυπτίη, τῇ πλεῖστα δόμοις ἔνι κτήματα κεῖται, τὸ δὲ ˉκˉτ, ὡς παρὰ τῷ Ῥίνθωνι Ἱππώνακτος τὸ μέτρον, οὐδέν μοι μέλει· εἰκότως οὖν καὶ τὸ πέπτωκα καὶ κέκτηκα τῷ λόγῳ τῆς κοινῆς ἀνε διπλασιάσθησαν. Περὶ δὲ τῆς κοινῆς συλλαβῆς κατ' ἀκρίβειαν ἐν τοῖς μέτροις Ἡφαιστίωνος μαθησόμεθα. Ταῦτα μὲν ἐν τούτοις. Γέγονε δὲ τὸ πέπτωκα τοῦτον τὸν τρόπον· ἔστι πετῶ πετήσω πεπέτηκα, καὶ κατὰ συγκοπὴν τοῦ ˉε πέπτηκα, καὶ τροπῇ τοῦ ˉη εἰς ˉω πέπτωκα, ὥσπερ καὶ ἀπὸ τοῦ οἰχῶ οἰχήσω γέγονεν ᾤχηκα, καὶ ᾤχωκα κατὰ τροπὴν τοῦ ˉη εἰς ˉω, ὡς παρ' Εὐριπίδῃ ᾤχωκ', ὄλωλα, διαπεπόρθημαι, φίλε· ἢ λέγομεν ὅτι ἀπὸ τοῦ πεδῶ πεδήσω γέγονε πεπέδηκα, καὶ κατὰ συγκοπὴν τοῦ ˉε πέπδηκα, καὶ κατὰ τροπὴν τοῦ ˉη εἰς ˉω πέπδωκα, καὶ ἐπειδὴ δασέα δασέων ἡγοῦνται καὶ ψιλὰ ψιλῶν καὶ μέσα μέσων κατὰ σύλληψιν, οἷον πτῶσις κτῆμα φθόνος χθών ἑβδομάς ἐρίγδουπος, τούτου χάριν ἐτράπη τὸ ˉδ εἰς τὸ ˉτ, καὶ γέγονε πέπτωκα. Ταῦτα μὲν ἐν τούτοις. Ἐπειδὴ δὲ ἀνωτέρω ἐλέγομεν, ὅτι δυνατόν ἐστιν ἐκ τοῦ μέλλον τος κανονίσαι τὴν ἄρχουσαν τοῦ παρακειμένου, ἔλθωμεν καὶ κανονίσω μεν αὐτὴν ἐκ τοῦ μέλλοντος. Ἰστέον δὲ ὅτι ὅταν ὁ μέλλων ἄρχηται ἀπὸ ἑνὸς ἁπλοῦ συμφώνου, μὴ τοῦ ˉρ, ἀναδιπλασιάζεται ὁ παρακεί μενος, οἷον τύψω τέτυφα, λέξω λέλεχα, ποιήσω πεποίηκα, νοήσω νενόηκα, καλέσω κεκάλεκα, φιλήσω πεφίληκα, τῶν δασέων τραπέντων εἰς τὰ ἀντίστοιχα τὰ ψιλὰ διὰ τὴν κακοφωνίαν· πρόσκειται μὴ τοῦ ˉρ, ἐπειδὴ ἐὰν ἄρχηται ὁ μέλλων ἀπὸ τοῦ ˉρ, οὐκ ἀναδιπλασιάζεται ὁ παρακείμενος, ἀλλὰ προσόδῳ τοῦ ˉε αὔξεται ἡ ἄρχουσα τοῦ παρακει μένου καὶ ἕτερον ˉρ προσλαμβάνει, οἷον ῥυπώσω ἐρρύπωκα, ῥεύσω ἔρρευκα, ῥαπίσω ἐρράπικα, ῥάψω ἔρραφα. 80 Ἄξιον δέ ἐστι ζητῆσαι, διατί ὅταν ὁ μέλλων ἀπὸ τοῦ ˉρ ἄρχηται, οὐκ ἀναδιπλασιάζεται ὁ παρακείμενος. Καὶ ἔστιν εἰπεῖν ταύτας τὰς ἀπολογίας· οὐδέποτε ὁ παρακείμενος ἀναδιπλασιάζεται διὰ δασέος· ἀμέ λει ὅταν ὁ μέλλων ἀπὸ δασέος ἄρχηται, ὁ παρακείμενος τρέπει τὸ δασὺ εἰς τὸ ἀντίστοιχον αὐτοῦ τὸ ψιλόν, οἷον θύσω τέθυκα, φιλήσω πεφί ληκα, χειροτονήσω κεχειροτόνηκα· ἐπειδὴ οὖν ὁ παρακείμενος οὐ θέλει διὰ δασέος ἀναδιπλασιάζεσθαι, τὸ δὲ ˉρ ἄρχον λέξεως δασύνεσθαι θέλει, οἷον ῥώμη ῥήτωρ ῥάπτω ῥαπίζω, εἰκότως ὅταν ὁ μέλλων ἀπὸ τοῦ ˉρ ἄρχηται, οὐκ ἀναδιπλασιάζεται ὁ παρακείμενος, ἵνα μὴ εὑρεθῇ διὰ δασέος ἀναδιπλασιαζόμενος. Καὶ ἔστιν εἰπεῖν καὶ ἄλλην ἀπολογίαν τοιαύτην· κανών ἐστιν ὁ λέγων, ὅτι ἡνίκα ὁ παρατατικὸς ἀπὸ μακρᾶς ἄρχεται φύσει ἢ θέσει, συνάρχεται αὐτῷ ὁ παρακείμενος, οἷον ἠλέουν ἠλέηκα, ἠγόραζον ἠγόρακα, ᾔτουν ᾔτηκα, ἠρώτων ἠρώτηκα, ὤρθουν ὤρθωκα, ἔφθειρον ἔφθαρκα, ἐστεφάνουν ἐστεφάνωκα, ἐφθόνουν ἐφθό νηκα, ἐζωγράφουν ἐζωγράφηκα· τὸ γὰρ ἔγραφον γέγραφα καὶ ἔκλαιον κέκλαυκα καὶ τὰ τοιαῦτα τῷ λόγῳ τῆς κοινῆς, ἤγουν τῆς βραχείας, ἀνεδιπλασιάσθησαν, ἄφωνον γὰρ ἔχουσι πρὸ ἀμεταβόλου· ἐπειδὴ οὖν ὅταν ὁ μέλλων ἀπὸ τοῦ ˉρ ἄρχηται, ὁ παρατατικὸς μακρὰν ἔχει τὴν ἄρχουσαν θέσειδιὰ γὰρ τῶν δύο ˉρˉρ γράφεται, οἷον ἔρραπτον ἐρρά πιζον ἐρρύπουνἀναγκάζεται ὁ παρακείμενος συνάρχεσθαι τῷ παρα τατικῷ καὶ γενέσθαι ἐρρύπωκα καὶ ἔρραφα καὶ ἐρράπικα, καὶ τούτου χάριν οὐκ ἀναδιπλασιάζεται· εἰ γὰρ ἀνεδιπλασιάζετο, οὐκέτι συνήρχετο τῷ παρατατικῷ, ὅπερ ἐστὶν ἄτοπον. Σημειούμεθα παρὰ τῷ ποιητῇ τὸ τά μοι ῥερυπωμένα κεῖται, καὶ τὸ ῥερῖφθαι ἔπος παρὰ τῷ Πινδάρῳ καὶ τὸ ῥεραπισμένῳ νώτῳ παρὰ τῷ Ἀνακρέοντι, ὅτι ταῦτα διὰ τοῦ ˉρ ἀνεδιπλασιάσθησαν· περὶ ὧν ἔστιν εἰπεῖν, ὅτι κατὰ τὴν ποιητικὴν ἐξουσίαν οὕτω γεγόνασιν· πρὸς οἷς εἰ ἐγένετο παρὰ τῷ ποιητῇ τά μοι ἐρρυπωμένα κεῖται, χωλὸς ηὑρίσκετο ὁ στίχος· ἤμελλε γὰρ εἶναι παλιμβάκχειος ἀκάθαρτος· ἡ γὰρ δευτέρα μακρὰ οὔτε εἰς μέρος λόγου ἀπαρτίζει, οὔτε εἰς φωνῆεν λήγει, οὔτε τὴν ἑξῆς ἔχει ἀπὸ φωνήεντος ἀρχομένην, ὡς τὸ πλάγχθη ἐπεὶ Τροίης. Ὅταν δὲ ὁ μέλλων ἄρχηται ἀπὸ διπλοῦ ἢ ἀπὸ δύο συμφώνων, μὴ ὄντος ἀφώνου πρὸ ἀμεταβόλου, οὐκ ἀναδι πλασιάζεται ὁ παρακείμενος, ἀλλὰ προσόδῳ τοῦ ˉε αὔξεται ἡ ἄρχουσα αὐτοῦ, οἷον ζητήσω ἐζήτηκα, ζωγραφήσω ἐζωγράφηκα, ξέσω ἔξεκα, ξηρανῶ ἐξήραγκα, ψηλαφήσω ἐψηλάφηκα, ψηφώσω ἐψήφωκα, στεφα 81 νώσω ἐστεφάνωκα, στελῶ ἔσταλκα, φθονήσω ἐφθόνηκα, φθερῶ ἔφθαρκα, κτυπήσω ἐκτύπηκα, κτίσω ἔκτικα, σπερῶ ἔσπαρκα. Πρόσκειται μὴ ὄντος ἀφώνου πρὸ ἀμεταβόλου, ἐπειδὴ τὰ ἔχοντα ἄφωνον πρὸ ἀμε ταβόλου ἀναδιπλασιάζουσι τὴν ἄρχουσαν τοῦ παρακειμένου τῷ λόγῳ τῆς βραχείας, ἤγουν τῆς κοινῆς, οἷον γράψω γέγραφα, γλύψω γέγλυφα, πλυνῶ πέπλυκα, κρινῶ κέκρικα, κρούσω κέκρουκα, κλαύσω κέκλαυκα, κλείσω κέκλεικα, χωρὶς τῶν ἐχόντων τὸ ˉγˉν· τὰ γὰρ ἀπὸ τοῦ ˉγˉν ἀρχό μενα οὐκ ἀναδιπλασιάζουσι τὸν παρακείμενον, ἀλλὰ προσόδῳ τοῦ ˉε αὔξεται ἡ ἄρχουσα αὐτοῦ, οἷον γνώσω ἔγνωκα, γνωρίσω ἐγνώρικα, γνωσιμαχήσω ἐγνωσιμάχηκα. Ὅταν δὲ ἀπὸ φωνήεντος ὁ μέλλων ἄρχη ται, χρονικῶς μεγεθύνεται ὁ παρακείμενος, ἐλεήσω ἠλέηκα, ἑρμη νεύσω ἡρμήνευκα, ἐρωτήσω ἠρώτηκα, ἀριστήσω ἠρίστηκα, ὀμόσω ὤμοκα, ὀρθώσω ὤρθωκα, ὁπλίσω ὥπλικα, ἀρτύσω ἤρτυκα, ἀκούσω ἤκουκα, ἀγο ράσω ἠγόρακα, αἰτήσω ᾔτηκα, αἰσχυνῶ ᾔσχυγκα. Πῶς δὲ τρέπονται τὰ φωνήεντα ἐν τοῖς παρῳχημένοις κατὰ τὴν ἄρχουσαν, καὶ ποῖα τρέ πονται καὶ ποῖα οὐ τρέπονται, ἐν τῇ διδασκαλίᾳ τοῦ παρατατικοῦ μεμαθήκαμεν. Ταῦτα μὲν ἐν τούτοις. Ἀποροῦσι δέ τινες λέγοντες, εἰ ἄρα οἱ Ἴωνες ἔθος ἔχουσιν ἀπο βάλλειν τὰς ἐν ἀρχῇ κλιτικὰς ἐκτάσεις τῶν παρῳχημένων, οἷον ἔτυπτε τύπτε, τύπτε δ' ἐπιστροφάδην, ἦγεν ἄγεν, ἄγεν δέ ἑ μοῖρα βαρεῖα, ἥψατο ἅψατο, ἅψατο δ' ἡμιόνων ταλα εργῶν, διατί ἐπὶ τοῦ παρακειμένου οὐκ ἀποβάλλουσι τὴν τῆς ἀρχῆς κλιτικὴν ἔκτασιν. Καὶ ἔστιν εἰπεῖν τὴν αἰτίαν ταύτην· οἱ Ἴωνες συναρχο μένους ποιοῦσι τοὺς παρῳχημένους ταῖς ἰδίαις μετοχαῖς, οἷον ἔτυπτε τύπτε, πρὸς τὴν τύπτων μετοχήν, ἦγεν ἄγεν, πρὸς τὴν ἄγων μετοχήν, ἥψατο ἅψατο, πρὸς τὴν ἁψάμενος μετοχήν· ἐπειδὴ οὖν ὁ παρακεί μενος οὐκ ἀποβάλλει τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν ἐν ταῖς μετοχαῖς, οἷον τετυφώς πεποιηκώς ἑστηκώς ἐφθαρκώς, τούτου χάριν οὔτε παρὰ τοῖς Ἴωσιν ἀποβάλλει τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν, ἐπειδή, ὡς εἴρηται, οἱ Ἴωνες συναρχομένους ποιοῦσι τοὺς παρῳχημένους ταῖς ἰδίαις μετοχαῖς· εἰ γὰρ ἀπέβαλλε παρ' αὐτοῖς ὁ παρακείμενος τὴν τῆς ἀρχούσης κλιτικὴν ἔκτασιν, οὐκέτι συνήρχετο τῇ μετοχῇ, ὅπερ ἄτοπον. Τοσαῦτα ἔχομεν καὶ περὶ τῆς ἀρχούσης τοῦ παρακειμένου. Ἰστέον δὲ ὡς πᾶς μέλλων ἀπὸ φωνήεντος ἀρχόμενος. Ἐνταῦθα περὶ τῆς ποσότητος τῶν συλλαβῶν τοῦ παρακειμένου διαλαμ 82 βάνει, καὶ λέγει ὅτι ἐὰν ὁ μέλλων ἀπὸ φωνήεντος ἄρχηται, ἰσοσυλλαβεῖ αὐτῷ ὁ παρακείμενος, ἀγοράσω ἠγόρακα, ἑτοιμάσω ἡτοίμακα, ἀριστήσω ἠρίστηκα, ὀρθώσω ὤρθωκα, ἀλείψω ἤλειφα, ἀρτύσω ἤρτυκα· ἐὰν δὲ ὁ μέλλων ἀπὸ συμφώνου ἄρχηται, μιᾷ συλλαβῇ πλεονάζει αὐτοῦ ὁ παρακείμενος, οἷον τύψω τέτυφα, λέξω λέλεχα, ποιήσω πεποίηκα, λαλήσω λελάληκα, πατήσω πεπάτηκα· ὅθεν τὸ νενέμηκα καὶ δεδέμηκα καὶ τετέμηκα καὶ βεβρέμηκα ὡς ἀπὸ τοῦ νεμῶ νεμήσω καὶ μενῶ μενήσω καὶ δεμῶ δεμήσω καὶ τεμῶ τεμήσω καὶ βρεμῶ βρε μήσω λέγομεν εἶναι, ὥσπερ καὶ ἀπὸ τοῦ γραφῶ γραφήσω τὸ γεγρά φηκα· ἐὰν γὰρ εἴπωμεν αὐτὰ ὡς ἀπὸ τοῦ νέμω νεμῶ εἶναι καὶ μένω μενῶ καὶ δέμω δεμῶ καὶ τέμω τεμῶ καὶ βρέμω βρεμῶ, μέλλει ὁ παρα κείμενος δύο συλλαβαῖς πλεονάζειν τοῦ μέλλοντος, ὅπερ ἐστὶν ἄτοπον. Τέτυφας. Ἐνταῦθα τὸ δεύτερον πρόσωπον κανονίζει, καὶ λέγει ὅτι τὰ εἰς ˉα λήγοντα πρῶτα πρόσωπα προσθέσει τοῦ ˉς τὸ δεύτερον πρόσωπον ποιοῦσιν, οἷον τέτυφα τέτυφας, πεποίηκα πεποίηκας, νενόηκα νενόηκας, ἔγραψα ἔγραψας, ἔλεξα ἔλεξας. Εἰ δέ τις εἴποι, διατί γὰρ μὴ τροπῇ τοῦ ˉα εἰς ˉε καὶ προσθέσει τοῦ ˉς τὸ δεύ τερον πρόσωπον ἐγένετο, οἷον τέτυφα τέτυφες, ἔτυψα ἔτυψες, ἵνα τῇ ἀποβολῇ τοῦ ˉς τὸ τρίτον γένηται, τέτυφε γὰρ καὶ ἔτυψε διὰ τοῦ ˉε ἐστὶ τὸ τρίτον, λέγομεν ὅτι καθόλου ἐπὶ τῶν παρῳχημένων, τῶν ἐχόν των δηλονότι εἰς ˉτˉε τὸ δεύτερον πρόσωπον τῶν πληθυντικῶν, ἡ παρα λήγουσα τοῦ δευτέρου προσώπου τῶν πληθυντικῶν λήγουσα γίνεται τοῦ δευτέρου προσώπου τῶν ἑνικῶν· ὁ δὲ λόγος ἐπὶ τῶν φωνηέντων, οἷον ἐτύπτετε ἔτυπτες, ἐλάβετε ἔλαβες, ἐτετύφειτε ἐτετύφεις, ἐποιεῖτε ἐποίεις, ἐβοᾶτε ἐβόας, ἐχρυσοῦτε ἐχρύσους· δηλονότι χωρὶς τῶν εἰς ˉμˉι, ἐτίθετε γὰρ διὰ τοῦ ˉε καὶ ἐτίθης διὰ τοῦ ˉη, καὶ ἵστατε διὰ τοῦ ˉα καὶ ἵστης διὰ τοῦ ˉη, καὶ ἐδίδοτε διὰ τοῦ ˉο καὶ ἐδίδως διὰ τοῦ ˉω, καὶ ἐζεύγνυτε διὰ συνεσταλμένου τοῦ ˉυ καὶ ἐζεύγνυς διὰ ἐκτεταμένου τοῦ ˉυ. Πρόσκειται ἐπὶ τῶν παρῳχημένων διὰ τὸ τύπτετε τύπτεις· ἐνταῦθα γὰρ οὐκ ἔστι τὸ φωνῆεν τὸ ὂν ἐν τῇ παραληγούσῃ τοῦ δευτέρου προσώ που τῶν πληθυντικῶν ἐν τῇ ληγούσῃ τοῦ δευτέρου τῶν ἑνικῶν· ἐν μὲν γὰρ τῇ παραληγούσῃ τοῦ δευτέρου προσώπου τῶν πληθυντικῶν τὸ ˉε ἐστίν, ἐν δὲ τῇ ληγούσῃ τοῦ δευτέρου προσώπου τῶν ἑνικῶν ἡ ˉεˉι δί φθογγος· ἀλλ' οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔστι παρῳχημένου χρό νου, ἀλλ' ἐνεστῶτος. Πρόσκειται ἐπὶ τῶν ἐχόντων δηλονότι εἰς ˉτˉε τὸ δεύτερον πρόσωπον τῶν πληθυντικῶν διὰ τὸ ἐτύπτεσθε ἐτύπτεσο· ἐνταῦθα γὰρ οὐκ ἔστι τὸ φωνῆεν τὸ ὂν ἐν τῇ παραληγούσῃ τοῦ δευ τέρου προσώπου τῶν πληθυντικῶν ἐν τῇ ληγούσῃ τοῦ δευτέρου προσ 83 ώπου τῶν ἑνικῶν· ἐν μὲν γὰρ τῇ παραληγούσῃ τοῦ δευτέρου προσώπου τῶν πληθυντικῶν τὸ ˉε ἐστίν, ἐν δὲ τῇ ληγούσῃ τοῦ δευτέρου τῶν ἑνι κῶν τὸ ˉο· ἀλλ' οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔστιν εἰς ˉτˉε τὸ δεύτε ρον τῶν πληθυντικῶν. Εἰ ἄρα οὖν τετύφατε καὶ ἐτύψατε διὰ τοῦ ˉα φαμέν, δηλονότι καὶ τέτυφας καὶ ἔτυψας διὰ τοῦ ˉα δεῖ λέγειν. Εἰ δέ τις εἴποι, διατί γὰρ τετύφατε καὶ ἐτύψατε διὰ τοῦ ˉα φαμέν, καὶ μὴ τετύφετε καὶ ἐτύψετε διὰ τοῦ ˉε, λέγομεν ὅτι οὐ δύναται εἶναι τετύφετε καὶ ἐτύψετε διὰ τοῦ ˉε, ἐπειδὴ τετύφαμεν καὶ ἐτύψαμεν διὰ τοῦ ˉα ἐστὶ τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν· καθόλου δὲ τὰ εἰς ˉμˉεˉν πλη θυντικὰ τροπῇ τοῦ ˉμˉεˉν εἰς ˉτˉε τὸ δεύτερον ποιοῦσι, καὶ φυλάττουσι τὴν παραλήγουσαν ὅσα ἔχουσι τὴν μετοχὴν εἰς ˉς, οἷον ἐτίθεμεν ἐτίθετε, τιθείς γάρ, ἐδίδομεν ἐδίδοτε, διδούς γάρ, ἐτύφθημεν ἐτύφθητε, τυφθείς γάρ, ἐτετύφειμεν ἐτετύφειτε, τετυφώς γάρ, ἐτύψαμεν ἐτύψατε, τύψας γάρ. Ταῦτα μὲν ἐν τούτοις. Λέγει δὲ ὁ Ἡρωδιανός, ὅτι εὑρίσκεται χρῆσις τῆς διὰ τοῦ ˉε γραφῆς, ὡς παρὰ Ἀριστοφάνει ἐν Ὄρνισιν, ὑμεῖς δὲ πρεσβεύεσθε καὶ κεχήνετε, ἀντὶ τοῦ κεχήνατε. Τέτυφε. Ἐνταῦθα τὸ τρίτον πρόσωπον τοῦ παρακειμένου κανο νίζει, καὶ λέγει ὅτι ἔδει τῷ κοινῷ λόγῳ τὸ δεύτερον πρόσωπον κατὰ ἀποβολὴν τοῦ ˉς τὸ τρίτον ποιεῖν· ἐμάθομεν γάρ, ὅτι πᾶν δεύτερον πρόσωπον εἰς ˉς λῆγον ἀποβολῇ τοῦ ˉς τὸ τρίτον ποιεῖ, οἷον τύπτεις τύπτει, ἔτυπτες ἔτυπτε, ἐβόας ἐβόα, ἐποίεις ἐποίει, ἐχρύσους ἐχρύσου, ἔλεγες ἔλεγε· οὕτως οὖν καὶ ἀπὸ τοῦ τέτυφας καὶ ἔτυψας ἔδει τὸ τρίτον πρόσωπον κατὰ ἀποβολὴν τοῦ ˉς γενέσθαι τέτυφα ἐκεῖνος καὶ ἔτυψα ἐκεῖνος διὰ τοῦ ˉα· ἀλλ' ἐπειδὴ οὐδέποτε τρίτον πρόσωπον τῷ πρώτῳ ὁμοφωνεῖ κατὰ τὸν αὐτὸν ἀριθμὸν καὶ κατὰ τὴν αὐτὴν διά λεκτον, οἷον ἔτυπτον ἔτυπτεν, ἐποίουν ἐποίει, ἐβόων ἐβόα, ἐχρύσουν ἐχρύσου, τούτου χάριν καὶ τροπὴ παρηκολούθησε τοῦ ˉα εἰς τὸ ˉε, καὶ γέγονε τέτυφε καὶ ἔτυψε τὸ τρίτον διὰ τοῦ ˉε· εἰ γὰρ ἐγένετο τέτυφα ἐκεῖνος καὶ ἔτυψα ἐκεῖνος διὰ τοῦ ˉα, ἤμελλε τῷ πρώτῳ προσώπῳ ὁμο φωνεῖν, φημὶ δὴ τῷ τέτυφα ἐγώ καὶ ἔτυψα ἐγώ, κατὰ τὸν αὐτὸν ἀριθμόν, ἀμφότερα γὰρ ἑνικά εἰσιν, καὶ κατὰ τὴν αὐτὴν διάλεκτον, ἀμφότερα γάρ εἰσι μιᾶς διαλέκτου, ὅπερ ἐστὶν ἀδύνατον· τούτου οὖν χάριν, ὡς εἴρηται, καὶ τροπὴ παρηκολούθησε τοῦ ˉα εἰς τὸ ˉε κατὰ τὸ τρίτον πρόσωπον. Πρόσκειται κατὰ τὸν αὐτὸν ἀριθμόν διὰ τὸ ἔλα βον ἐγώ καὶ ἔλαβον ἐκεῖνοι· ἐνταῦθα γὰρ τὸ τρίτον πρόσωπον τῷ πρώτῳ ὁμοφωνεῖ, ἀλλ' οὐ κατὰ τὸν αὐτὸν ἀριθμόν· τὸ μὲν γὰρ ἔλα βον ἐγώ πρῶτον ἑνικόν ἐστιν, τὸ δὲ ἔλαβον ἐκεῖνοι τρίτον πληθυντι 84 κόν ἐστιν· κατὰ τὴν αὐτὴν δὲ διάλεκτον πρόσκειται διὰ τὸ ἐτετύφειν ἐγώ καὶ ἐτετύφειν ἐκεῖνος· ἐνταῦθα γὰρ τὸ τρίτον τῷ πρώτῳ ὁμο φωνεῖ κατὰ τὸν αὐτὸν ἀριθμόν, ἀμφότερα γὰρ ἑνικά εἰσιν, ἀλλ' οὐ κατὰ τὴν αὐτὴν διάλεκτον· τὸ μὲν γὰρ ἐτετύφειν ἐγώ κοινόν, τὸ δὲ ἐτετύφειν ἐκεῖνος Ἰωνικόν. Γέγονε δὲ τὸ ἐτετύφειν ἐκεῖνος τοῦτον τὸν τρόπον· ἔστιν ἐτετύφει τρίτον πρόσωπον· τοῦτο κατὰ διάλυσιν τῆς ˉεˉι διφθόγγου εἰς δύο ˉεˉε λέγουσιν οἱ Ἴωνες ἐτετύφεε, καὶ ἐπειδὴ τὸ ˉε ἐφελκυστικόν ἐστι τοῦ ˉν, οἷον ἔτυπτε ἔτυπτεν, ἔλεγε ἔλεγεν, γίνε ται ἐτετύφεεν, καὶ κατὰ κρᾶσιν τῶν δύο ˉεˉε εἰς τὴν ˉεˉι δίφθογγον ἐτε τύφειν ἐκεῖνος· τοιοῦτόν ἐστι καὶ τὸ ἥ οἱ Λακεδαίμονι ναιεταώσῃ Ἤσκειν εἴρια καλά, ἀντὶ γὰρ τοῦ ἤσκει, καὶ τὸ οὐδ' ἄρ' ἔτι δὴν Εἱστήκειν, αὐτοῦ γὰρ ὑπήριπε φαίδιμα γυῖα, ἀντὶ γὰρ τοῦ εἱστήκει. Ταῦτα μὲν ἐν τούτοις. Προστιθέασι δέ τινες καὶ κατὰ τὸν αὐτὸν χρόνον καὶ ἀπὸ τοῦ αὐτοῦ θέματος διὰ τὸ ἦν ἐγώ καὶ ἦν ἐκεῖνος· ἰδοὺ γὰρ ἐνταῦθά φασι τὸ τρίτον τῷ πρώτῳ ὁμοφωνεῖν κατὰ τὴν αὐτὴν διάλεκτον καὶ τὸν αὐτὸν ἀριθμόν, ἀμφότερα γὰρ ἑνικά εἰσιν, ἀλλ' οὐκ ἀπὸ τοῦ αὐτοῦ θέματος οὐδὲ κατὰ τὸν αὐτὸν χρόνον· τὸ μὲν γὰρ ἦν ἐγώ παρατατι κοῦ ἐστιν ἀπὸ τῶν εἰς ˉμˉι· ἀπὸ γὰρ τοῦ εἰμί τροπῇ τῆς ˉμˉι εἰς ˉν γέγονεν ὁ παρατατικὸς εἶν, ὥσπερ τίθημι ἐτίθην, καὶ κατ' ἔκτασιν Ἀττικὴν τοῦ ˉε εἰς ˉη, ὥσπερ ἔμελλον ἤμελλον, ἐβουλόμην ἠβουλόμην, ἐδυνά μην ἠδυνάμην, καὶ κατὰ ἀποβολὴν τοῦ ˉι γέγονεν ἦν· τὸ δὲ ˉι ἀπεβλήθη, ἐπειδὴ τὰ εἰς ˉηˉν λήγοντα ῥήματα οὐ θέλουσιν ἔχειν τί ποτε πρὸ τοῦ ˉν ἀνεκφώνητον, οἷον ἐτύφθην ἐνύγην ἐδάρην ἐστάλην· καὶ καθόλου δὲ τὰ εἰς ˉν λήγοντα ῥήματα οὐ θέλουσιν ἔχειν τί ποτε πρὸ τοῦ ˉν ἀνεκφώνητον, οἷον ἐβόων ἐγέλων ἐπέρων βοᾶν γελᾶν περᾶν. Τὸ δὲ ἦν ἐκεῖνος δευτέρου ἀορίστου ἐστὶν ἀπὸ τῶν εἰς ˉω· ἀπὸ γὰρ τοῦ ἔω (τοῦ σημαίνοντος τὸ ὑπάρχω) γέγονεν ὁ δεύτερος ἀόριστος ἦον ἦες ἦε, καὶ κατὰ προσθήκην τοῦ ˉν ἦεντὸ γὰρ ˉε ἐφελκυστικόν ἐστι τοῦ ˉν, οἷον ἔτυπτε ἔτυπτεν, ἔλεγε ἔλεγενκαὶ κατὰ κρᾶσιν τοῦ ˉη καὶ ˉε εἰς ˉη γέγονεν ἦν· ὅτι γὰρ δεύτερος ἀόριστός ἐστιν, δηλοῖ ἡ μετοχὴ ἐών οὖσα ὀξύτονος· αἱ γὰρ εἰς ˉωˉν ὀξύτονοι μετοχαὶ δευτέρου ἀορίστου εἰσίν, οἷον τυπών λαβών φαγών δραμών λαθών δακών πιών. Ἰστέον δὲ ὅτι καλῶς προστιθέασιν κατὰ τὸν αὐτὸν χρόνον καὶ ἀπὸ τοῦ αὐτοῦ θέματος· τὸ γὰρ ἦν ἐγώ καὶ ἦν ἐκεῖνος οὐκ εἰσὶ κατὰ τὴν

Intertext edge

Open linked passage

Note