Prolegomena et scholia in Theodosii Alexandrini canones
Georgius Choeroboscus ConstantinopolitanusCano 314 · pg-scrape-grcMore by Georgius Choeroboscus Constantinopolitanus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-choeroboscus-constantinopolitanus" aria-label="More works by Georgius Choeroboscus Constantinopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
314.1.1
ἐκτείνειν καὶ τὸ ˉα, οἷον ἔτυψα τύψας· αἱ γὰρ εἰς ˉαˉς μετοχαὶ μακρὸν ἔχουσι τὸ ˉα, στάς κιχράς φάς. Ἰστέον ὅτι οὐκ ἔστι συνε ζευγμένη ἡ τοῦ ἀορίστου μετοχὴ καὶ τοῦ μέλλοντος, ἐπειδὴ οὔτε τὸ ἀπαρέμφατον τοῦ ἀορίστου καὶ τοῦ μέλλοντος συνεζευγμένον ἐστὶν ἀλλὰ διακεχωρισμένον. Τύψασα, τύψαν· εἴρηται. Ἀορίστου δευτέρου. Τυπών. Ἰστέον ὅτι ὁ εἰς ˉοˉν δεύτερος ἀόριστος τρέπων τὸ ˉο εἰς ˉω καὶ τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν ἀποβάλλων τὴν μετοχὴν ποιεῖ ἐν ὀξείᾳ τάσει, οἷον ἔτυπον τυπών· καθόλου γὰρ αἱ εἰς ˉωˉν μετοχαὶ τοῦ δευτέρου ἀορίστου ὀξύνονται, οἷον λαχών, χωρὶς τοῦ πέφνων, τοῦτο γὰρ βαρύνεται ὁμοίως τῷ τέμνων καὶ κάμνων. Ἰστέον δὲ ὅτι ἡ μετοχὴ τοῦ δευτέρου ἀορίστου διὰ τοῦτο τρέπει τὸ ˉο εἰς τὸ ˉω, ἐπειδὴ τὰ εἰς ˉν λήγοντα, εἴτε ἀρσενικὰ εἴτε θηλυκά, οὐ θέλουσιν ἔχειν πρὸ τοῦ ˉν τὸ ˉο, οἷον ὁ Πλάτων, ἡ εἰκών· πρόσκειται εἴτε ἀρσενικὰ εἴτε θηλυκά διὰ τὰ οὐδέτερα, οἷον τὸ ξύλον. Τυποῦσα, τυπόν· εἴρηται. Μέλλοντος πρώτου. Τύψων. Ἰστέον ὅτι ἀπὸ τοῦ τύψω μέλλοντος γέγονε προσθέσει τοῦ ˉν ἡ τύψων μετοχή. Τύψουσα, τύψον· εἴρηται. Μέλλοντος δευτέρου. Τυπῶν. Ἰστέον ὅτι ἀπὸ τοῦ τυπῶ δευτέρου μέλλοντος γέγονεν ἡ μετοχὴ προσθέσει τοῦ ˉν τυπῶν. Δεῖ δὲ γινώσκειν, ὅτι ἡ μετοχὴ τοῦ δευτέρου μέλλοντος ὁμοφωνεῖ μὲν τῇ μετοχῇ τοῦ δευτέρου ἀορίστου, οὐ μὴν δὲ ὁμοτονεῖ· ἡ μὲν γὰρ τοῦ δευτέρου ἀορίστου μετοχὴ ὀξύνεται, οἷον τυπών, ἡ δὲ τοῦ δευτέρου μέλλοντος περισπᾶται, οἷον τυπῶν· καὶ πάλιν ἡ μὲν τοῦ δευτέρου ἀορίστου διὰ τοῦ ˉο κλίνεται, οἷον τυπόντος, ἡ δὲ τοῦ δευτέρου μέλλοντος διὰ τῆς ˉοˉυ διφθόγγου, οἷον τυποῦντος, ὡς ποιοῦντος· καὶ πάλιν ἡ μὲν τοῦ δευτέρου ἀορίστου ἔχει τὸ οὐδέτερον εἰς ˉοˉν, οἷον τυπόν, ὥσπερ τὸ λαβόν, ἡ δὲ τοῦ δευ τέρου μέλλοντος εἰς ˉοˉυˉν, τυποῦν, ὥσπερ τὸ. Ἰστέον δὲ ὅτι αἱ εἰς ˉωˉν μετοχαὶ περισπώμεναι μέλλοντος μὲν οὖσαι τῇ ˉοˉυ διφθόγγῳ παραλήγονται κατὰ τὴν γενικήν, οἷον εὐφρανῶν εὐφρανοῦν τος· ἐνεστῶτος δὲ οὖσαι πρὸς τὴν συναίρεσιν ποιοῦνται τὴν παρα λήγουσαν, οἷον ποιέων ποιέοντος καὶ κατὰ κρᾶσιν τοῦ ˉε καὶ ˉο εἰς τὴν ˉοˉυ δίφθογγον ποιοῦντος, ὥσπερ χάλκεος χαλκοῦς, βοάων βοάοντος καὶ κατὰ κρᾶσιν τοῦ ˉα καὶ ˉο εἰς ˉω βοῶντος, ὥσπερ ἐλούσαο ἐλούσω, χρυ 315 σόων χρυσόοντος καὶ κατὰ κρᾶσιν τῶν δύο ˉοˉο εἰς τὴν ˉοˉυ δίφθογγον χρυσοῦντος, ὥσπερ νόος νοῦς. Τυποῦσα, τυποῦν· εἴρηται. Μετοχαὶ παθητικαί χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ. Τυπτόμενος. Ἰστέον ὅτι πᾶν ῥῆμα ὁριστικόν, εἴτε παθητικὸν εἴτε μέσον, ἔχον τὸ ˉμ κλιτικόν, τροπῇ τῆς ἐσχάτης εἰς ˉμˉεˉνˉοˉς ποιεῖ τὴν μετοχήν, μετὰ τοῦ ἀποβάλλειν τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν, οἷον τύπτομαι τυπτόμενος, ἐτυψάμην τυψάμενος, ἐτυπόμην τυπόμενος, τυφθή σομαι τυφθησόμενος, τυπήσομαι τυπησόμενος, χωρὶς τοῦ παρακειμένου δηλονότι· οὗτος γὰρ οὐδαμῶς ἀποβάλλει τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν, οἷον ἔσταλμαι ἐσταλμένος· πρόσκειται ἐν τῷ κανόνι ὁριστι κόν διὰ τὸ τυπτοίμην εὐκτικόν· πρόσκειται ἔχον τὸ ˉμ κλιτικόν διὰ τὸ ἐδάμην. Ἰστέον δὲ ὅτι διὰ τοῦτο τὰ ἔχοντα τὸ ˉμ κλιτικὸν τροπῇ τῆς ˉμˉαˉι συλλαβῆς εἰς δύο συλλαβάς, ἤγουν τῆς ἐσχάτης εἰς ˉμˉεˉνˉοˉς, ἐποίησαν τὴν μετοχήν, ἐπειδή, ὡς ἐν τοῖς προλαβοῦσιν ἐμάθομεν, πᾶσα μετοχὴ ἀρσενικὴ μακροκαταληκτεῖν θέλει, χωρὶς τῶν εἰς ˉμˉεˉνˉοˉς, οἷον τύπτων τύψας ἐπειδὴ οὖν αὗται βραχυκαταληκτοῦσιν, φημὶ δὴ αἱ εἰς ˉμˉεˉνˉοˉς μετοχαί, εἰκότως ἔτρεψαν τὴν μίαν συλλαβὴν εἰς δύο συλλαβάς, ἵνα τὸν κεχρεωστημένον χρόνον διὰ τῆς ἑτέρας συλλαβῆς ἀναδέξωνται. Ἰστέον δὲ ὅτι πᾶσαι αἱ εἰς ˉμˉεˉνˉοˉς μετοχαὶ προπαροξύνονται, χωρὶς τοῦ παρακειμένου· καὶ ἄξιόν ἐστι ζητῆσαι, διατί, πασῶν τῶν εἰς ˉμˉεˉνˉοˉς μετοχῶν προπαροξυνομένων, μόνη ἡ τοῦ παρακειμένου μετοχὴ ἀεὶ παροξύνεται. Ἔστιν οὖν εἰπεῖν τὴν ἀπολογίαν ταύτην· ὁ παρακείμενος οὐκ ἠδύνατο ἔχειν τὴν ἰδίαν μετοχὴν προπαροξυνομένην, ἐπειδὴ πᾶν παθητικὸν ἢ μέσον ἔχον τὸ ˉμ κλιτικὸν πάντως περιττοσυλλαβεῖ τοῦ ἰδίου ἐνεργητικοῦ, οἷον τύπτομαι τύπτω, ἐτυπτόμην ἔτυπτον, ἐτυπό μην ἔτυπον, χωρὶς τῶν εἰς ˉμˉι δηλονότι· τὰ γὰρ εἰς ˉμˉι, ὡς τῇ ˉμˉι συλ λαβῇ περιττεύοντα, ἰσοσυλλαβοῦσι τῷ ἐνεστῶτι τῶν παθητικῶν, οἷον τίθημι τίθεμαι· ἐπειδὴ οὖν ὁ παρακείμενος ὁ παθητικὸς συγκοπὴν ἔπα θεν ἐν τῷ ῥήματι καὶ οὐ περιττοσυλλαβεῖ τοῦ ἰδίου ἐνεργητικοῦδι' ὃν δὲ λόγον, εἰρήκαμεν ἐν τῇ περὶ τοῦ ὁριστικοῦ παθητικοῦ παρακει μένου διδασκαλίᾳτούτου χάριν οὐκ ἠδύνατο ἔχειν τὴν ἰδίαν μετοχὴν προπαροξυνομένην, ἵνα μὴ παράσχῃ ἔμφασιν, ὅτι ἐν τῇ μετοχῇ ἐγένετο 316 ἡ συγκοπή, καὶ οὐκ ἐν τῷ ῥήματι. Αἱ γὰρ συγκοπαὶ ἀναβιβάζουσι τοὺς τόνους, οἷον ὀπίσωθεν ὄπισθεν, ἐξαίρετος ἔξαιτος, ὁμόπατρος ὄπατρος· δεῖ προσθεῖναι εἰ μὴ χαρακτὴρ δισυλλαβίας κωλύσει· τοῦτο δὲ εἴρηται διὰ τὸ πατέρος πατρός καὶ ἀνέρος ἀνδρός· ἐνταῦθα γὰρ κατεβίβασε τὸν τόνον ἡ συγκοπή, ἐπειδὴ κανών ἐστιν ὁ λέγων, ὅτι πᾶσα γενικὴ εἰς ˉοˉς λήγουσα δισύλλαβος ἐπὶ ὀνομάτων ὀξύνεσθαι θέλει, οἷον μηνός χηνός γραός· πρόσκειται δισύλλαβος διὰ τὸ Αἴαντος καὶ τὰ ὅμοια· πρόσ κειται ἐπὶ ὀνομάτων διὰ τὴν στάντος καὶ θέντος μετοχήν, αὗται γὰρ βαρύνονται. Τούτου οὖν χάριν αἱ εἰς ˉμˉεˉνˉοˉς μετοχαὶ τοῦ παρακειμένου παροξύνονται· δεῖ προσθεῖναι χωρὶς εἰ μὴ πάθωσιν· ἂν γὰρ πάθωσιν αἱ εἰς ˉμˉεˉνˉοˉς μετοχαὶ τοῦ παρακειμένου, μὴ οὖσαι ὑπὲρ τρεῖς συλλαβάς, ἀναβιβάζουσι τὸν τόνον, τουτέστι προπαροξύνονται, οἷον ὄρω (τὸ διεγείρω) ὄρσω ὦρκα ὦρμαι ὠρμένος διὰ τοῦ ˉω καὶ ὄρμενος διὰ τοῦ ˉο· καὶ πάλιν ἐστὶν ἥδω (τὸ εὐφραίνω, ἐξ οὗ τὸ ἥδομαι) ἥσω ἧκα ἧσμαι ἡσμένος καὶ ἄσμενος, καὶ πάλιν δεδεγμένος καὶ δέγμενος· πρόσκει ται μὴ οὖσαι ὑπὲρ τρεῖς συλλαβάς, ἐπειδὴ ἐὰν ὦσιν ὑπὲρ τρεῖς συλ λαβὰς καὶ πάθωσιν, τὸν αὐτὸν τόνον φυλάττουσιν, οἷον ἀκαχῶ ἀκα χήσω ἠκάχηκα ἠκάχημαι ἠκαχημένος και ἀκαχμένον ὀξέϊ χαλκῷ· τὸ οὐτάμενος καὶ ἐληλάμενος ὁ Ἡρωδιανὸς ἐν τῇ Καθόλου οὐ δοξάζει κατὰ πάθος ἀπὸ τοῦ οὐτασμένος καὶ ἐληλασμένος, ἐπειδὴ ὡς ὄντα ὑπὲρ τρεῖς συλλαβὰς ὤφειλον τὸν αὐτὸν τόνον φυλά ξαι, ἀλλ' ἀπὸ τῶν εἰς ˉμˉι λέγει αὐτὰ εἶναι, ὡς ἀπὸ τοῦ οὔτημι καὶ ἐλήλημι, ἵνα ὦσιν ἐνεστῶτος καὶ παρατατικοῦ, ὥσπερ ἵστημι ἵσταμαι ἱστάμενος. Τυπτομένη. Ἰστέον ὅτι ὁμοίως τοῖς εἰς ˉνˉοˉς ὀνόμασι ποιοῦνται τὸν παρασχηματισμὸν τῶν γενῶν καὶ τὴν κλίσιν· ὡς γὰρ δερμάτινος δερματίνη δερμάτινον, οὕτω καὶ τυπτόμενος τυπτομένη τυπτόμενον. Αὕτη οὖν ἡ θηλυκὴ μετοχὴ ἀπὸ τοῦ ἀρσενικοῦ σχηματίζεται, ἤγουν γίνεται τροπῇ τοῦ ἐν τῷ τέλει ˉοˉς εἰς ˉη, οἷον τυπτόμενος τυπτομένη· πᾶν γὰρ εἰς ˉοˉς λῆγον ποιοῦν κατ' ἰδίαν θηλυκόν, ἤγουν μὴ ὂν κοινὸν τῷ γένει, τὸ ὁ ἀθάνατος καὶ ἡ ἀθάνατος, εἰ μὲν ἔχει τὸ ˉρ πρὸ τοῦ ˉοˉς, εἰς ˉα ποιεῖ τὸ θηλυκόν, οἷον φοβερός φοβερά, χλιαρός χλιαρά, εἰ δὲ ἕτερον σύμφωνον ἔχει πρὸ τοῦ ˉοˉς, εἰς ˉη ποιεῖ τὸ θηλυκόν, οἷον σοφός σοφή· ἔστιν οὖν τυπτόμενος ἡ ἀρσενικὴ μετοχὴ εἰς ˉοˉς, μὴ ἔχουσα πρὸ τοῦ ˉοˉς τὸ ˉρ ἀλλὰ τὸ ˉν, καὶ λοιπὸν εἰς ˉη ποιεῖ τὸ θηλυ κόν, τυπτομένη. Τυπτόμενον. Ἰστέον ὅτι πᾶν ἀρσενικὸν ἰσοσυλλάβως κλινόμενον, 317 ἡνίκα ποιεῖ οὐδετέρου παρασχηματισμόν, ὁμόφωνον αὐτὸ ποιεῖ τῇ ἰδίᾳ αἰτιατικῇ, ὁ εὔγηρως τοῦ εὔγηρω τὸν εὔγηρων καὶ τὸ εὔγηρων· οὕτως οὖν καὶ τὸ τυπτόμενον ὁμοφώνως τῇ αἰτιατικῇ τοῦ ἀρσενικοῦ. Σεσημείωται ἐν τῷ κανόνι τούτῳ τὸ ἄλλο οὐδέτερον, ὅτι ἀπὸ τοῦ ὁ ἄλλος ἀρσενικοῦ ὀνόματος ἰσοσυλλάβως κλινομένου ἐστὶ καὶ οὐχ ὁμοφωνεῖ τῇ αἰτιατικῇ τοῦ ἀρσενικοῦ τῇ τὸν ἄλλον· ἀλλ' ἐν τῇ συνθέσει μετὰ τοῦ ˉν γίνεται, οἷον ἔξαλλον ἀλλοπρόσαλλον ἄνταλλον. Ἔτι σεσημείωται καὶ τὸ τοιοῦτο καὶ τοσοῦτο καὶ τὸ τηλικοῦτο, ἡ γὰρ αἰτιατικὴ ἐστι μετὰ τοῦ ˉν· περὶ ὧν ἔστιν εἰπεῖν, ὅτι ταῦτα οὐ μόνον εἰς ˉο λήγουσιν, ἀλλὰ καὶ εἰς ˉν, οἷον τὸ τηλι κοῦτον καὶ τὸ τοιοῦτον καὶ τὸ τοσοῦτον ἄλλως τε δὲ καὶ ταῦτα καὶ τὸ ἄλλος ἐνομίσθησαν ἀντωνυμίαι εἶναι, καὶ ἐπειδὴ ἔχομεν ἐν ταῖς ἀντωνυμίαις τὸ ˉο τελικὸν τῶν οὐδετέρων, ὡς ἐν τῷ ἐκεῖνο καὶ τοῦτο καὶ αὐτό, τούτου χάριν καὶ τὰ οὐδέτερα τούτων ἐγένοντο εἰς τὸ ˉο, οἷον ἄλλο τηλικοῦτο τοιοῦτο τοσοῦτο. Ἔτι σεσημείωται καὶ ἡ ἐκεῖνο ἀντωνυμία καὶ ἡ τοῦτο, ὅτι ἀπὸ ἀρσενικοῦ ἰσοσυλλάβως κλινομένου εἰσίν, οἷον ἐκεῖνος ἐκείνου, οὗτος τούτου, καὶ οὐχ ὁμοφωνοῦσι τῇ αἰτιατικῇ τοῦ ἀρσενικοῦ, αἱ γὰρ αἰτιατικαὶ τοῦ ἀρσενικοῦ ἐκεῖνον καὶ τοῦτον εἰσὶ μετὰ τοῦ ˉν. Ἔχουσι δὲ ἀπολογίαν χωρὶς τοῦ ˉν λέγε σθαι τὰ οὐδέτερα ταῦτα, φημὶ δὴ τὸ ἐκεῖνο καὶ τοῦτο· ἐπὶ τῶν οὐδετέρων τῶν παρασχηματιζομένων ἀρσενικῶν καὶ ὁμοφωνούντων τῇ αἰτιατικῇ τοῦ ἀρσενικοῦ τὸ ἄρθρον ἐστὶ τὸ διακρῖνον τὴν αἰτιατικὴν τοῦ ἀρσενικοῦ καὶ τὴν εὐθεῖαν τοῦ οὐδετέρου, οἷόν ἐστι σοφόν· τοῦτο ἄδηλόν ἐστιν, εἴτε αἰτιατικὴ τοῦ ἀρσενικοῦ ἐστιν, εἴτε εὐθεῖα οὐδετέρου, προσερχόμενον δὲ τὸ ἄρθρον τὴν διάκρισιν ποιεῖται ἐὰν μὲν γὰρ εἴπω τὸν σοφόν, αἰτιατικὴ τοῦ ἀρσενικοῦ ἐστιν, ἐὰν δὲ εἴπω τὸ σοφόν, εὐθεῖα τοῦ οὐδετέρου ἐστίν· ἐπειδὴ οὖν ἡ ἐκεῖνος καὶ οὗτος οὐ δέχονται ἄρθρα ὀφείλοντα τὴν διάκρισιν ποιήσασθαι τῆς αἰτιατικῆς τοῦ ἀρσενικοῦ καὶ τῆς εὐθείας τοῦ οὐδετέρουαἱ γὰρ ἀντωνυμίαι οὐ δέχονται ἄρθρα, ὑπεσταλμένης τῆς αὐτόςτούτου χάριν, ὡς μὴ δεχόμεναι ἄρθρα ἡ ἐκεῖνος καὶ οὗτος ὀφείλοντα τὴν διάκρισιν ποιήσα σθαι τῆς αἰτιατικῆς τοῦ ἀρσενικοῦ καὶ τῆς εὐθείας τοῦ οὐδετέρου, ἀπο βάλλουσι τὸ ˉν κατὰ τὸ οὐδέτερον, ἵνα διὰ τῆς ἀποβολῆς τοῦ ˉν διάκρισις γένηται τῆς αἰτιατικῆς τοῦ ἀρσενικοῦ καὶ τῆς εὐθείας τοῦ οὐδετέρου. 318 Διὰ τοῦτο γὰρ καὶ τὸ τό οὐδέτερον ἄρθρον ὀφεῖλον μετὰ τοῦ ˉν λέγε σθαι ὁμοίως τῇ αἰτιατικῇ τοῦ ἀρσενικοῦτόν γάρ ἐστιν ἡ αἰτιατικὴ τοῦ ἀρσενικοῦἐπειδὴ οὐκ ἦν τι τὸ ὀφεῖλον τὴν αἰτιατικὴν τοῦ ἀρσενικοῦ καὶ τὴν εὐθεῖαν τοῦ οὐδετέρου διαστεῖλαι, χωρὶς τοῦ ˉν λέγε ται, ἵνα διὰ τῆς ἀποβολῆς τοῦ ˉν γνῶμεν ποίου γένους ἐστὶ καὶ ποίας πτώσεως. Ἡ αὐτό οὐδετέρα ἀντωνυμία ἀπὸ τῆς αὐτός ἀρσενικῆς γενομένη κατὰ παρασχηματισμὸν καὶ ὀφείλουσα μετὰ τοῦ ˉν λέγεσθαι, ἵνα ὁμοφωνήσῃ τῇ αἰτιατικῇ τοῦ ἀρσενικοῦαὐτόν γάρ ἐστιν ἡ αἰτιατικὴ τοῦ ἀρσενικοῦκαὶ ἐπιδεχομένη ἄρθρον τὸ ὀφεῖλον τὴν διάκρισιν ποιήσασθαι τῆς αἰτιατικῆς τοῦ ἀρσενικοῦ καὶ τῆς εὐθείας τοῦ οὐδετέρουἡ γὰρ αὐτός, ὡς ἐν τῷ περὶ ἀντωνυμιῶν, εἰ θεῷ φίλον, μαθησόμεθα, ἄρθρον ἐπιδέχεταιὁμοίως ἀποβολὴν ἐποιή σατο τοῦ ˉν κατὰ τὸ οὐδέτερον κατὰ συνεκδρομὴν τοῦ ἐκεῖνο καὶ τοῦτο· ἄλλως τε δὲ καὶ οἱ Ἀττικοὶ τὸ ὀφειλόμενον ἀνεπλήρωσαν, ταὐτόν μετὰ τοῦ ˉν λέγοντες καὶ κρᾶσιν ποιούμενοι τοῦ ἄρθρου μετὰ τῆς ἀντωνυ μίας. Ἰστέον δὲ ὅτι οὐκ ἀεὶ μετὰ τοῦ ˉν οἱ Ἀττικοί φασι ταὐτόν, ἀλλ' ἔστιν ὅτε καὶ χωρὶς τοῦ ˉν ταὐτό λέγουσιν, τὸ δὲ μετὰ τοῦ ˉν μᾶλλον ἀνάλογον· τὸ δὲ ἐντελῶς λεγόμενον, ἤγουν ἄνευ κράσεως, οὐδέποτε μετὰ τοῦ ˉν λέγουσιν, ἀλλ' ἀεὶ χωρὶς τοῦ ˉν, οἷον τὸ αὐτό, κατὰ συνεκδρο μήν, ὡς εἴρηται, τοῦ ἐκεῖνο καὶ τοῦτο. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι αἱ εἰς ˉμˉεˉνˉοˉς μετοχαὶ οὐκ ἔχουσι τὴν αὐτὴν ὀρθὴν καὶ κλητικήν, ἀλλ' εἰς ˉε· τὰ γὰρ εἰς ˉοˉς ἀρσενικὰ καὶ θηλυκὰ εἰς ˉε ἔχουσι τὴν κλητικήν. Παρακειμένου καὶ ὑπερσυντελίκου. Τετυμμένος, τετυμμένη, τετυμμένον· εἴρηται. Ἀορίστου πρώτου. Τυφθείς. Ἰστέον ὅτι οἱ δύο ἀόριστοι οἱ παθητικοί, φημὶ δὴ ὁ πρῶτος καὶ ὁ δεύτερος, ἑτέρῳ κανόνι ὑποπίπτουσιν, οὐδὲ γὰρ ἔχουσι τὸ ˉμ κλιτικόν· κανονίζονται δὲ οὕτως· πᾶν ῥῆμα ὁριστικὸν εἰς ˉν λῆγον μετὰ φυσικῆς μακρᾶς, μὴ ἔχον τὸ ˉμ κλιτικόν, εἰς ˉς μετ' ὀξείας τάσεως ἔχει τὴν μετοχήν, ἀποβάλλει δὲ καὶ τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν, οἷον ἐτετύφειν τετυφώς, ἐτίθην τιθείς, ἐδίδων διδούς, ἐζεύγνυν ζευγνύς, ἐδάρην δαρείς, ἵστην ἱστάς· πρόσκειται μετὰ φυσικῆς μακρᾶς διὰ τοὺς ἀπὸ περισπωμένων παρατατικούς, οἷον διὰ τὸ ἐποίουν καὶ ἐβόων καὶ ἐχρύσουν· οὗτοι γὰρ εἰς ˉν λήγουσι μετὰ μακρᾶς, καὶ οὐκ ἔχουσι τὸ ˉμ κλιτικόν, καὶ ὅμως οὐ ποιοῦσι τὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως· ἀλλ' οὐκ ἔστιν ἐπὶ τούτων φυσικὴ μακρά, ἀπὸ γὰρ συναιρέσεώς ἐστιν 319 ἐπ' αὐτῶν ἡ μακρά· ἀπὸ γὰρ τοῦ ἐποίεον γέγονε τὸ ἐποίουν κατὰ κρᾶσιν τοῦ ˉε καὶ ˉο εἰς τὴν ˉοˉυ δίφθογγον, ὥσπερ χάλκεος χαλκοῦς, καὶ ἀπὸ τοῦ ἐβόαον τὸ ἐβόων, καὶ ἀπὸ τοῦ ἐχρύσοον τὸ ἐχρύσουν· πρόσκειται ἔχον τὸ ˉμ κλιτικόν διὰ τὸ ἐτυπτόμην, τοῦτο γὰρ εἰς ˉν λῆγον μετὰ φυσικῆς μακρᾶς ὅμως οὐκ ἔχει τὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως, τυπτόμενος γάρ ἐστιν ἡ μετοχή. Ἰστέον δὲ ὅτι ἡ μετοχὴ τοῦ πρώτου ἀορίστου τοῦ παθητικοῦ καὶ τοῦ δευτέρου ἀορίστου ὁμοίως τοῦ παθητικοῦ διὰ τῆς ˉεˉι διφθόγγου ἐκφέρεται, οἷον τυφθείς τυπείς δαρείς· οὐδὲ γὰρ ἠδύνατο φυλάξαι τὸ ˉη τοῦ ῥήματος, φημὶ δὴ τοῦ ἐτύφθην ἐτύπην, καὶ γενέσθαι εἰς ˉηˉς διὰ τοῦ ˉη, ἐπειδὴ αἱ μετοχαὶ θέλουσιν ἔχειν κατάληξιν ἁρμόζουσαν τρι γενέσι καὶ κλίσιν τὴν διὰ τοῦ ˉνˉτ· εἰς ˉηˉς δὲ οὐκ ἔχομεν ὀνόματα, φημὶ δὴ διὰ τοῦ ˉη, κλινόμενα διὰ τοῦ ˉνˉτ καὶ ποιοῦντα τριγένειαν, ἀλλὰ καὶ αὐτὰ τὰ διὰ τοῦ ˉτˉοˉς κλινόμενα οὐκ ἔχουσι τριγένειαν, οἷον τάπης τά πητος· τὰ γὰρ εἰς ˉηˉς διὰ τοῦ ˉεˉοˉς κλινόμενα ἔχουσι τριγένειαν, οἷον ὁ εὐσεβής ἡ εὐσεβής τὸ εὐσεβές, οὐκ ἔχουσι δὲ κλίσιν ἁρμόζουσαν μετοχαῖς, φημὶ δὴ τὴν διὰ τοῦ ˉνˉτ· τὸ φθογγῆς φθογγῆντος καὶ τιμῆς τιμῆντος οὐκ ἀντίκεινται ἡμῖν κλινόμενα διὰ τοῦ ˉνˉτ, ἐπειδὴ πεπονθότα εἰσίν, ἀπὸ γὰρ τοῦ φθογγήεις φθογγήεντος καὶ τιμήεις τιμήεντος γεγό νασιν· εἰκότως οὖν οὐκ ἔχουσι διὰ τοῦ ˉη τὴν μετοχὴν οἱ ἀόριστοι, ἀλλὰ διὰ τῆς ˉεˉι διφθόγγου· καὶ γὰρ εἰς ˉεˉιˉς διὰ τῆς ˉεˉι διφθόγγου ἔχομεν ὀνόματα ποιοῦντα τριγένειαν, οἷον χαρίεις χαρίεντος χαρίεσσα. Ἔλθωμεν δὲ καὶ εἴπωμεν, ποῖα φωνήεντα ἔχουσι πρὸ τοῦ ˉς αἱ εἰς ˉς ὀξύτονοι μετοχαί. Ἰστέον αἱ εἰς ˉς ὀξύτονοι μετοχαὶ παρακειμένου καὶ ὑπερσυντελίκου οὖσαι πρὸ τοῦ ˉς τὸ ˉω ἔχουσιν, οἷον τετυφώς πεποιθώς· ἀορίστου δὲ παθητικοῦ οὖσαι πρώτου ἢ δευτέρου, εἴτε ἀπὸ τῶν εἰς ˉω εἰσὶν εἴτε ἀπὸ τῶν εἰς ˉμˉι, τὴν ˉεˉι δίφθογγον ἔχουσι πρὸ τοῦ ˉς, ἀπὸ μὲν τῶν εἰς ˉω, τυφθείς νυγείς, ἀπὸ δὲ τῶν εἰς ˉμˉι, τεθείς σταθείς δοθείς· ἐνεστῶτος δὲ καὶ παρατατι κοῦ οὖσαι ἐνεργητικοῦ, ἐνεργητικοῦ τε ὁμοίως δευτέρου ἀορίστοῦ, εἰ μὲν πρώτης ὦσι συζυγίας τῶν εἰς ˉμˉι, τὴν ˉεˉι δίφθογγον ἔχουσι πρὸ τοῦ ˉς, οἷον ἐτίθην τιθείς, ἔθην θείς, ἵην (τὸ ἔπεμπον) ἱείς καὶ ἀφιείς, ἧν (ἐπὶ τοῦ αὐτοῦ σημαινομένου) εἵς καὶ ἀφείς· εἰ δὲ δευτέρας ὦσι συζυγίας τῶν εἰς ˉμˉι, τὸ ˉα ἐκτεταμένον ἔχουσι πρὸ τοῦ ˉς, οἷον ἵστην ἱστάς, ἐκίχρην κιχράς, ἔστην στάς, ἔπτην πτάς καὶ ἀποπτάς, ἔβην βάς·