Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Prolegomena et scholia in Theodosii Alexandrini canones
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-choeroboscus-constantinopolitanus" aria-label="More works by Georgius Choeroboscus Constantinopolitanus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
332.1.1
τρίτῳ προσώπῳ, ἀλλὰ τοὐναντίον καὶ τὸ ˉι προσλαμβάνουσιν. Καὶ ἔστιν εἰπεῖν, ὅτι πρῶτον μὲν ἀναλογώτεροί εἰσιν οἱ Αἰολεῖς, ἀποβολῇ τοῦ ˉς τὰ τρίτα ἐπὶ τούτων ποιοῦντες, οἷον τίθημι τίθης τίθη, ζεύγνυμι ζεύγνυς ζεύγνυ, δίδωμι δίδως δίδω. Δεύτερον δὲ λέγει ὁ Ἀπολλώνιος ταύτην τὴν ἀπολογίαν· τὰ παράγωγα ῥήματα τὰ ὁμοιοκαταληκτοῦντα τοῖς ἰδίοις πρωτοτύποις ὁμοίως καὶ τοῖς πρωτοτύποις αὐτῶν ἀποβολῇ τοῦ ˉς ποιοῦσι τὸ τρίτον πρόσωπον, καὶ δίφθογγον ἔχουσιν ἐν τῇ ληγούσῃ τὴν μετὰ τοῦ ˉι, δηλονότι καὶ ἐν τῷ δευτέρῳ καὶ τρίτῳ προσώπῳ, οἷον ἄρδω ἀρδεύω, ἄρχω ἀρχεύω· ἰδοὺ ταῦτα ὁμοιοκατα ληκτοῦντα τοῖς ἰδίοις πρωτοτύποις εἰς ˉω λήγουσιν ὁμοίως ἐκείνοις, ἀποβολῇ τοῦ ˉς τὸ τρίτον πρόσωπον ποιοῦσιν, καὶ δίφθογγον ἔχουσιν ἐν τῇ ληγούσῃ τὴν μετὰ τοῦ ˉι· διὰ τοῦτο δὲ εἶπεν ἀποβολῇ τοῦ ˉς ποιοῦσι τὸ τρίτον πρόσωπον ὁμοίως τοῖς ἰδίοις πρωτοτύποις, καὶ οὐκ εἶπεν τὴν αὐτὴν κλίσιν ἐπιδέχονται, ἐπειδή εἰσί τινα ἀπὸ πρωτοτύπων παραγόμενα, καὶ φυλάττουσι τὴν αὐτὴν συζυγίαν, οἷον τὸ νέμω νέμεις νέμει πέμπτης ἐστὶ συζυγίας τῶν βαρυτόνων, τὸ δὲ ἐκ τούτου παραγόμενον τὸ νωμῶ νωμᾷς νωμᾷ δευτέρας ἐστὶ συζυγίας τῶν περι σπωμένων· τὰ οὖν εἰς ˉμˉι μὴ ὁμοιοκαταληκτοῦντα τοῖς ἰδίοις πρωτο τύποιςἐκεῖνα μὲν γὰρ εἰς ˉω λήγουσιν, ταῦτα δὲ εἰς ˉμˉιεἰκότως οὐδὲ ἀποβολῇ τοῦ ˉς ποιοῦσι τὸ τρίτον πρόσωπον ὁμοίως τοῖς ἰδίοις πρωτοτύποις, οὔτε ἔχουσι κατὰ τὴν λήγουσαν δίφθογγον τὴν μετὰ τοῦ ˉι ἐν τῷ δευτέρῳ καὶ τρίτῳ προσώπῳ· τὸ γὰρ εἴς τὸ σημαῖνον τὸ ὑπάρχεις, οἷον αἵματός εἰς ἀγαθοῖο, φίλον τέκος, ἀντὶ τοῦ ὑπάρχεις, καὶ τὸ εἶς τὸ σημαῖνον τὸ πορεύῃ, ὡς παρ' Ἡσιόδῳ Opp. 8> τῇδ' εἶς, ᾗ σ' ἂν ἐγώ περ ἄγω καὶ ἀοιδὸν ἐοῦσαν, ἀντὶ τοῦ ἐκεῖ πορεύῃ, ἀπὸ τῶν ἰδίων πρωτοτύπων ἔχουσι τὴν ˉεˉι δίφθογγον· τὸ μὲν γὰρ εἴς τὸ ἐπὶ τοῦ ὑπάρχεις ἀπὸ τοῦ εἰμί γέγονεν, τὸ δὲ εἶς τὸ ἐπὶ τοῦ πορεύῃ ἀπὸ τοῦ εἶμι ἐστίν. Τὸ φῄς οὐκ οἶδεν ὁ Ἀπολλώνιος σὺν τῷ ˉι γεγραμμένον, ἡ μέντοι παράδοσις καὶ ὁ Ἡρωδιανὸς σὺν τῷ ˉι οἶδεν αὐτὸ γεγραμμένον, ὡς ἐν τῇ Ὀρθογραφίᾳ, εἰ θεῷ φίλον, μαθησόμεθα. Τίθετον, τίθετον. Ἰστέον ὅτι τὸ μὲν πρῶτον τῶν δυϊκῶν ἐπι λιμπάνει ἐνταῦθα, ἐπειδὴ τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν τὸ ˉμ ἐπὶ τῆς τελευταίας ἔχει συλλαβῆς· τὸ δεύτερον τῶν δυϊκῶν ἀπὸ τοῦ δευτέρου τῶν πληθυντικῶν γέγονε τροπῇ τοῦ ˉε εἰς ˉοˉν, οἷον τίθετε τίθετον· τὸ δὲ τρίτον τῶν δυϊκῶν ὁμοφωνεῖ τῷ ἰδίῳ δευτέρῳ, ἐπειδὴ τὸ τρίτον τῶν πληθυντικῶν εἰς ˉσˉι λήγει, οἷον τιθεῖσι. 333 Τίθεμεν. Ἰστέον ὅτι τὰ εἰς ˉμˉι ὁριστικὰ τροπῇ τῆς ˉμˉι εἰς ˉμˉεˉν ποιοῦσι τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν, μετὰ τοῦ συστέλλειν τὴν παραλήγουσαν εἰς τὴν παραλήγουσαν τὴν ἐν τῇ ἐντελείᾳ τοῦ πρω τοτύπου· καὶ ἡ μὲν πρώτη συζυγία εἰς τὸ ˉε συστέλλει τὴν παραλήγου σαν, οἷον τίθημι τίθεμεν, ἵημι (τὸ πέμπω) ἵεμεν καὶ ἀφίεμεν, ἐπειδὴ ἡ ἐντέλεια τοῦ πρωτοτύπου ἔχει τὸ ˉε, οἷον τιθέω ἱέω· ἡ δὲ δευτέρα εἰς τὸ ˉα συνεσταλμένον συστέλλει τὴν παραλήγουσαν, οἷον ἵστημι ἵσταμεν, κίχρημι κίχραμεν, φημί φαμέν, ἐπειδὴ καὶ ἡ ἐντέλεια τοῦ πρωτοτύπου τὸ ˉα συνεσταλμένον ἔχει, οἷον ἱστάω κιχράω φάω· ἡ δὲ τρίτη εἰς τὸ ˉο συστέλλει τὴν παραλήγουσαν, οἷον δίδωμι δίδομεν, ἐπειδὴ ἡ ἐντέλεια τοῦ πρωτοτύπου τὸ ˉο ἔχει, οἷον διδόω· ἡ δὲ τετάρτη τὸ δίχρονον συστέλλει, οἷον ζεύγνυμι ζεύγνυμεν, ἐπειδὴ καὶ τὸ πρωτότυπον συνε σταλμένῳ τῷ ˉυ παραλήγεται, οἷον ζευγνύω. Τούτων οὕτως ἐχόντων καὶ ἀπὸ τοῦ εἰμί τοῦ σημαίνοντος τὸ ὑπάρχω γίνεται τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν ἐμέν, ἐπειδὴ τὸ πρωτότυπον τῷ ˉε παρα λήγεται, ἔω γάρ, ὅπερ ἐμέν κατὰ πλεονασμὸν τοῦ ˉς γίνεται ἐσμέν· δύναται δὲ καὶ τὸ ἐσμέν ἀπὸ τοῦ ἐσμί εἶναι. Ταῦτα μὲν οὕτως. Τοῦ δὲ εἶμι τοῦ σημαίνοντος τὸ πορεύομαι τὸ πρῶτον πρόσωπον τῶν πλη θυντικῶν ἴμεν ἐστὶ διὰ συνεσταλμένου τοῦ ˉι, περὶ οὗ ἐν τοῖς προλα βοῦσιν ἐμάθομεν, ὅτι τοῦτο ἐν μὲν τοῖς ἑνικοῖς διὰ τῆς ˉεˉι διφθόγγου γράφεται ἀπὸ τοῦ εἴω τοῦ διὰ τῆς ˉεˉι διφθόγγου γραφομένου καὶ σημαίνοντος τὸ πορεύομαι, ἐν δὲ τοῖς δυϊκοῖς καὶ πληθυντικοῖς διὰ συνεσταλμένου τοῦ ˉι, ὡς ἀπὸ τοῦ ἴω τοῦ διὰ τοῦ ˉι γραφομένου καὶ σημαίνοντος τὸ πορεύομαι. Πρόσκειται ἐν τῷ κανόνι ὁριστικά, οἷον τὰ εἰς ˉμˉι ὁριστικὰ τροπῇ τῆς ˉμˉι εἰς ˉμˉεˉν ποιοῦσι τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν μετὰ τοῦ συστέλλειν τὴν παραλήγουσαν, διὰ τὰ εἰς ˉμˉι εὐκτικά· ταῦτα γὰρ τροπῇ τῆς ˉμˉι εἰς ˉμˉεˉν ποιοῦσι τὸ πρῶτον πρόσ ωπον τῶν πληθυντικῶν, οὐ συστέλλουσι δὲ τὴν παραλήγουσαν, οἷον τύπτοιμι τύπτοιμεν. Ταῦτα μὲν ἐν τούτοις. Ὁ δὲ τεχνικὸς ἐκ τῆς γενικῆς τῆς μετοχῆς κανονίζει τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν, τῷ κανόνι τῷ ῥηθέντι ἐν τοῖς εἰς ˉω τῷ λέγοντι, τῶν ἐνεστώτων καὶ μελλόντων ἡ γενικὴ τῆς μετοχῆς ἀποβάλλουσα τὴν ἐσχάτην συλλαβήν, φημὶ δὴ τὴν ˉτˉοˉς, καὶ πρὸ τοῦ ˉν λαμβάνουσα τὸ ˉμˉε, τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν ποιεῖ, οἷον ἱστάντος ἵσταμεν, διδόντος δίδομεν· καὶ λοιπὸν τούτου χάριν τῶν εἰς ˉμˉι συστέλλεται ἡ παραλήγουσα τοῦ πρώτου προσώπου τῶν πληθυντικῶν κατὰ τὸν ἐνεστῶτα, ἐπειδὴ ἐκ τῆς γενικῆς τῆς μετοχῆς 334 κανονίζεται, ἡ δὲ γενικὴ τῆς μετοχῆς συνεσταλμένην ἔχει τὴν παρα λήγουσαν. Τίθετε. Εἴρηται ὅτι τὰ εἰς ˉμˉεˉν πληθυντικὰ τροπῇ τῆς ˉμˉεˉν εἰς ˉτˉε τὸ δεύτερον πρόσωπον ποιοῦσιν, καὶ φυλάττουσι τὴν παραλήγουσαν, ἡνίκα ἐστὶν ἡ μετοχὴ εἰς ˉς, οἷον τετύφαμεν τετύφατε, τετυφώς γάρ ἐστιν ἡ μετοχή· οὕτως οὖν καὶ τὰ εἰς ˉμˉι, τίθεμεν τίθετε, τιθείς γάρ, ἵσταμεν ἵστατε, ἱστάς γάρ, δίδομεν δίδοτε, διδούς γάρ, ζεύγνυμεν ζεύγνυτε, ζευγνύς γάρ. Τιθεῖσιν. Εἴρηται ὅτι ἐπὶ ἐνεστώτων καὶ μελλόντων τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν ὁμόφωνον γίνεται τῇ δοτικῇ τῶν πλη θυντικῶν τῆς ἰδίας μετοχῆς, οἷον οἱ τύπτοντες τῶν τυπτόντων τοῖς τύπτουσι καὶ τύπτουσιν ἐκεῖνοι· οὕτως οὖν καὶ τοῖς τιθεῖσι καὶ τιθεῖσιν ἐκεῖνοι, καὶ τοῖς ἱστᾶσι καὶ ἱστᾶσιν ἐκεῖνοι, καὶ τοῖς διδοῦσι καὶ διδοῦσιν ἐκεῖνοι, καὶ τοῖς ζευγνῦσι καὶ ζευγνῦσιν ἐκεῖνοι. Σεσημείωται τὸ φασί καὶ εἰσίν, ὅτι τῆς μετοχῆς βαρυνομένης τὸ ῥῆμα ὠξυτονήθη· ἔστι γὰρ ἡ μετοχὴ τῶν φάντων τοῖς φᾶσι βαρυτόνως, καὶ τὸ ῥῆμα φαμέν φατέ φασίν ὀξυτόνως· καὶ πάλιν ὁ εἴς τοῦ ἔντος τῷ ἔντι τὸν ἔντα, ἀντὶ τοῦ ὑπάρχοντα, ὡς καὶ ἡ χρῆσις δηλοῖ οὕτως ἔχουσα παῖδα ἔντα, ἀντὶ τοῦ παῖδα ὑπάρχοντα, καὶ λοιπὸν τὰ πληθυντικὰ οἱ ἔντες τῶν ἔντων τοῖς εἶσι βαρυτόνως, καὶ τὸ ῥῆμα ἐσμέν ἐστέ εἰσίν ὀξυτόνως· περὶ δὲ τούτων ἐν τοῖς εἰς ˉω μεμαθήκαμεν. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι ταῦτα, φημὶ δὴ τὰ τρίτα πρόσωπα τῶν πληθυντικῶν τοῦ ἐνεστῶτος τῶν εἰς ˉμˉι, οἱ Ἀττικοίοὐδὲ γὰρ οἱ Ἴωνες, ὡς ὁ τεχνικὸς λέγειπροσόδῳ τοῦ ˉα καὶ συστολῇ τῆς παραληγούσης προ φέρονται, οἷον τιθεῖσι τιθέασι, διδοῦσι διδόασι, ζευγνῦσι ζευγνύασι· ἐπὶ δὲ τῆς δευτέρας συζυγίας οὐδὲν τοιοῦτον ποιοῦσι διὰ τὴν κακο φωνίαν· ἀπὸ τοῦ ἱστᾶσι γὰρ εἰ ἐποίησαν προσόδῳ τοῦ ˉα ἱστάασιν, ἀλλε παλληλία τοῦ ˉα εὑρίσκετο, καὶ ἐκ τούτου κακοφωνία ἐγίνετο. Ἰστέον δὲ ὅτι τὸ τιθέασι καὶ διδόασι καὶ ζευγνύασι μακρὸν ἔχουσι τὸ ˉα, ἐπειδὴ τὰ εἰς ˉσˉι λήγοντα ῥήματα μακρᾷ θέλουσι παραλήγεσθαι, οἷον τετύφασι· τούτων οὕτως ἐχόντων τὸ ἱεῖσιν (ὃ σημαίνει τὸ πέμπουσι) γίνεται ἱέασι προσόδῳ τοῦ ˉα καὶ συστολῇ τῆς παραληγούσης, καὶ κατὰ κρᾶσιν Ἀττικὴν τοῦ ˉε καὶ ˉα εἰς ˉα μακρὸν ἱᾶσι προπερισπω μένως, καὶ ἐν συνθέσει ἀφιᾶσιν. Τὸ τιθέασιν ἐπειδὴ οὐκ ἔχει καθαρὸν τὸ ˉε, ὥσπερ τὸ ἱέασιν, ἀλλ' ἔχει πρὸ τοῦ ˉε σύμφωνον, τούτου χάριν 335 οὐ κιρνᾶται καὶ γίνεται τιθᾶσιν, ὥσπερ ἱᾶσι καὶ ἀφιᾶσιν· οὐδέποτε γὰρ τὸ ˉε καὶ ˉα κιρνᾶται εἰς ˉα συμφώνου προηγουμένου τοῦ ˉε, οἷον Δημο σθένεα Δημοσθένη, τείχεα τείχη· ἐπὶ δὲ τῶν ἐχόντων καθαρὸν τὸ ˉε, τουτέστιν ἐπὶ τῶν μὴ ἐχόντων πρὸ τοῦ ˉε σύμφωνον, γίνεται τοῦτο, τουτέστιν κιρνᾶται τὸ ˉε καὶ ˉα εἰς ˉα μακρόν, οἷον εὐφυέα εὐφυᾶ, ὑγιέα ὑγιᾶ. Ἐν δὲ τῷ ἔασιν (ὃ σημαίνει τὸ ὑπάρχουσιν) διὰ τοῦτο οὐ γίνεται κρᾶσις τοῦ ˉε καὶ ˉα εἰς ˉα μακρόν, ὥσπερ ἐπὶ τοῦ ἱέασιν ἱᾶσιν καὶ ἀφιᾶσιν, καὶ ταῦτα μὴ προηγουμένου συμφώνου τοῦ ˉε ἐν τῷ ἔασιν, ἐπειδὴ οὐ κέχρηνται οἱ Ἀττικοὶ τῷ ἔασι καίπερ Ἀττικῷ ὄντι, ὥσπερ τῷ τιθέασιν, ἀλλ' οἱ Ἴωνες· ὅθεν ὁ τεχνικός φησι πλανηθεὶς τὰ τοιαῦτα Ἰωνικὰ εἶναι· ἐπειδὴ οὖν οὐ κέχρηνται οἱ Ἀττικοὶ τῷ ἔασιν, ἀλλ' οἱ Ἴωνες, τούτου χάριν οὐ γίνεται κατὰ κρᾶσιν· οἱ γὰρ Ἀττικοί εἰσιν οἱ κεχρημένοι ταῖς συναιρέσεσιν, οὐ μὴν οἱ Ἴωνες, ἀλλὰ μᾶλλον διαλύου σιν, Ξέρξεα γὰρ καὶ Πολυδεύκεα λέγουσι καὶ ἐτετύφεα καὶ ἐπεποιήκεα. Τούτων οὕτως ἐχόντων τοῦ εἶμι τοῦ σημαίνοντος τὸ πορεύομαι τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν ἶσι διὰ τοῦ ˉι, ἀντὶ τοῦ πορεύονται· ἐμάθομεν γὰρ ἐν τοῖς προλαβοῦσιν, ὅτι τοῦτο ἐν μὲν τοῖς ἑνικοῖς διὰ τῆς ˉεˉι διφθόγγου γράφεται, ἐν δὲ τοῖς πληθυντικοῖς διὰ συνεσταλμένου τοῦ ˉι· τὸ δὲ ἶσι τὸ τρίτον τῶν πληθυντικῶν μακρὸν ἔχει τὸ ˉι, τῶν δυϊκῶν καὶ τῶν πληθυντικῶν συστελλόντων αὐτό, οἷον ἴτον ἴτον, ἴμεν ἴτε, καὶ ἐν συνθέσει ἔξιμεν ἔξιτε, ἐπειδὴ τὰ εἰς ˉσˉι λήγοντα ῥήματα μακρᾷ θέλουσι παραλήγεσθαι· ἔστιν οὖν ἶσι τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν διὰ μακροῦ τοῦ ˉι, καὶ λοιπὸν προσόδῳ τοῦ ˉα καὶ συστολῇ τῆς παραληγούσης, τουτέστι τοῦ μακροῦ ˉι εἰς βραχύ, γίνεται ἴασιν, οἷον καί τ' ἀγεληδὸν ἴασιν, ἀντὶ τοῦ πορεύονται· διὰ τοῦτο δὲ τὸ ἴασι τὸ ἐπὶ τοῦ πορεύονται προπαροξύνεται καὶ οὐ προπερι σπᾶται, ὥσπερ τὸ ἱᾶσι καὶ ἀφιᾶσι τὸ ἐπὶ τοῦ πέμπουσιν, ἔστι κατὰ κρᾶσιν· διὰ τοῦτο δὲ τὸ ἴασι τὸ ἐπὶ τοῦ πορεύονται οὐκ ἀναδέχεται κρᾶσιν, ὥσπερ τὸ ἱέασι (τὸ πέμπουσιν) ἐν τῷ ἱᾶσι καὶ ἀφιᾶσιν, ἐπειδὴ οὐδέποτε τὸ ˉι καὶ ˉα κιρνᾶται, ὥσπερ τὸ ˉε καὶ ˉα· τὸ γὰρ τοὺς μάντις καὶ τοὺς ὄφις τὰ Ἰωνικὰ οὐ γεγόνασι κατὰ κρᾶσιν ἀπὸ τοῦ μάντιας καὶ ὄφιας, ἀλλ' ὁμοφωνία ἐστὶ τῆς αἰτιατικῆς τῶν πληθυντικῶν πρὸς τὴν ἰδίαν εὐθεῖαν, φημὶ δὴ πρὸς τὴν οἱ μάντιες οἱ μάντις,. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι ὁ μὲν Ἡρωδιανός φησιν, ὅτι κυρίως διαίρεσίς ἐστιν αὕτη ἡ ἐν τῷ τιθεῖσι τιθέασι καὶ διδοῦσι διδόασι καὶ ζευγνῦσι ζευγνύασι, καὶ πιστοῦται τοῦτο ἐκ τῶν πληθυντικῶν αἰτιατικῶν· ἰδοὺ 336 γάρ, φησίν, ἐν τῷ Δημοσθένεας Δημοσθένεις τὸ ˉε καὶ ˉα εἰς τὴν ˉεˉι δίφθογγον συναιρεῖται, καὶ πάλιν ἐν τῷ ἰχθύας ἰχθῦς τὸ ˉυ καὶ ˉα εἰς τὸ ˉυ συναιρεῖται, καὶ πάλιν ἐν τῷ βόας βοῦς τὸ ˉο καὶ ˉα εἰς τὴν ˉοˉυ δίφθογγον συναιρεῖται· οὐκοῦν καὶ ἐν τῷ τιθεῖσι τιθέασιν ἡ ˉεˉι δίφθογ γος εἰς τὸ ˉε καὶ ˉα διῃρέθη, καὶ ἐν τῷ ζευγνῦσι ζευγνύασι τὸ ˉυ εἰς τὸ ˉυ καὶ ˉα διῃρέθη, καὶ ἐν τῷ διδοῦσι διδόασιν ἡ ˉοˉυ δίφθογγος εἰς τὸ ˉο καὶ ˉα διῃρέθη. Καὶ ἔστιν εἰπεῖν πρὸς αὐτόν, ὅτι ἐν ταῖς αἰτιατικαῖς ταύταις οὐκ ἐγένετο συναίρεσις, ἀλλ' ὁμοφωνία ἐστὶ τῆς αἰτιατικῆς τῶν πληθυντικῶν πρὸς τὴν ἰδίαν εὐθεῖαν· καθόλου γάρ, ὡς ἐν τῷ Ὀνό ματι μεμαθήκαμεν, πᾶσα εὐθεῖα πληθυντικῶν εἰς ˉς λήγουσα καὶ συνῃρη μένη κατὰ τὴν τελευταίαν συλλαβὴν ἔχει τὴν ἰδίαν αἰτιατικὴν ὁμόφωνον αὐτῇ δηλονότι καὶ τὴν κλητικήν, οἷον οἱ εὐσεβεῖς τοὺς εὐσεβεῖς ὦ εὐσεβεῖς, οἱ ἰχθῦς τοὺς ἰχθῦς ὦ ἰχθῦς, οἱ βοῦς τοὺς βοῦς ὦ βοῦς. Ὁ δὲ Ἀπολλώνιος λέγει, ὅτι οὐκ ἐγένοντο ταῦτα κατὰ διαίρεσιν, φημὶ δὴ τὸ τιθεῖσι τιθέασι καὶ διδοῦσι διδόασι καὶ ζευγνῦσι ζευγνύασιν, ἀλλὰ κατὰ τὴν δοκοῦσαν διαίρεσιν, τουτέστιν, ὡς εἴρηται, κατὰ συστολὴν τῆς παραληγούσης καὶ προσόδῳ τοῦ ˉα· τὰ γὰρ διαιρούμενα εἰς αὐτὰ διαι ροῦνται, ἐξ ὧν καὶ συνίστανται, οἷον τὸ ˉη ἐκ τοῦ ˉε καὶ ˉα συνίσταται, ὡς ἐν τῷ βέλεα βέλη, ἀλλὰ διαλυόμενον εἰς τὸ ˉε καὶ ˉα διαλύεται, οἷον Ξέρξην Ξέρξεα, ἦν ἔα, ἀντὶ τοῦ ὑπῆρχον, ἤ κεν ζὼς ἀμενηνὸς ἔα χαλκοῖο τυπῇσιν· πάλιν ἡ ˉεˉι δίφθογγος ἐκ τῶν δύο ˉεˉε συνίσταται, οἷον Δημοσθένεες Δημοσθένεις, ἀλλὰ διαλυομένη εἰς τὰ δύο ˉεˉε διαλύεται, οἷον ἐτετύφει ἐτετύφεεἐν γὰρ τῷ ἐτετύ φειν ἐτετύφεα διὰ τοῦ ˉα εἰς τὸ ˉε καὶ ˉα ἡ ˉεˉι δίφθογγος διελύθη καὶ οὐκ εἰς δύο ˉεˉε, ἐπειδὴ τὸ ˉε οὐκ ἔστι χαρακτηριστικὸν πρώτου προσώπου ἑνικοῦ, τὸ δὲ ˉα ναί, οἷον ἔτυψα· εἰ ἄρα οὖν τὸ ˉε καὶ ˉα οὐ συναιρεῖται εἰς τὴν ˉεˉι δίφθογγον, οἷον τείχεα τείχη, ἄρα οὔτε ἡ ˉεˉι δίφθογγος διαιρεθήσεται εἰς τὸ ˉε καὶ ˉα· οὐκοῦν τὸ τιθεῖσι γεγονὸς τιθέασι κατὰ τὴν δοκοῦσαν διαίρεσιν γέγονεν, καὶ οὐ κυρίως διῃρέθη· καὶ πάλιν τὸ ˉυ καὶ ˉα οὐ συναιρεῖται εἰς τὸ ˉυ, ἄρα οὖν οὔτε τὸ ˉυ ἐν τῷ ζευγνῦσι ζευγνύασι διαιρεθήσεται κυρίως εἰς τὸ ˉυ καὶ ˉα· καὶ πάλιν τὸ ˉο καὶ ˉα οὐ συναιρεῖται εἰς τὴν ˉοˉυ δίφθογγον, ἄρα οὖν οὔτε ἡ ˉοˉυ δίφθογγος ἐν τῷ διδοῦσι διδόασι διαλυθήσεται κυρίως εἰς τὸ ˉο καὶ ˉα· περὶ γὰρ τῆς αἰτιατικῆς τῶν πληθυντικῶν, ἣν παρέθετο ὁ Ἡρωδιανός, εἰρή καμεν, ὡς οὐκ ἐγένετο κατὰ συναίρεσιν, ἀλλ' ὁμοφωνία ἐστὶ τῆς εὐθείας 337 τῶν πληθυντικῶν. Λέγουσι δέ τινες, ὅτι ἐπειδὴ μακροῖς παραλήγονται ταῦτα, τούτου χάριν κατὰ τὴν δοκοῦσαν διαίρεσιν γεγόνασιν· κακῶς δὲ λέγουσιν, τούτου γὰρ χάριν ὤφειλον καὶ τὰ ἀπὸ τῶν εἰς ˉω διαιρεῖσθαι, καὶ αὐτὰ γὰρ μακρᾷ παραλήγονται, οἷον τύπτουσιν· καθόλου γὰρ τὰ εἰς ˉσˉι λήγοντα ῥήματα μακρᾷ θέλουσι παραλήγεσθαι, οἷον πεποίθασιν· ὤφειλεν οὖν καὶ ἐν τῷ τύπτουσι γενέσθαι διαίρεσις· ὥστε οὖν κακῶς λέγουσιν. Μήποτε οὖν ἔστιν εἰπεῖν, ὅτι διὰ τοῦτο γίνεται αὕτη ἡ δοκοῦσα διαίρεσις, ἵνα τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν ὁμοτονήσῃ τῷ ἰδίῳ πρώτῳ πληθυντικῷ· καθόλου γὰρ τὰ τρίτα πρόσωπα τῶν πληθυντικῶν θέλουσιν ὁμοτονεῖν τοῖς ἰδίοις πρώτοις πληθυντικοῖς, οἷον τύπτομεν τύπτουσι, τετύφαμεν τετύφασιν, ἐλέξαμεν ἔλεξαν· ταῦτα εἰ καὶ μὴ ἐν τῇ αὐτῇ συλλαβῇ τὸν τόνον ἐφύλαξαν, ἀλλ' οὖν τὸν αὐτὸν τόνον ἔχουσιν, ἀμφότερα γὰρ προπαροξύνονται· ἐνταῦθα οὖν ἐν τοῖς εἰς ˉμˉι, ἐπειδὴ οὐχ ὁμοτονοῦσι τὰ τρίτα πρόσωπα τῶν πληθυντικῶν τοῦ ἐνεστῶτος τοῖς ἰδίοις πρώτοις πληθυντικοῖςτὰ μὲν γὰρ τρίτα πρόσωπα προπερισπῶνται, τὰ δὲ πρῶτα προπαροξύνον ται, οἷον τίθεμεν τιθεῖσι, δίδομεν διδοῦσι, ζεύγνυμεν ζευγνῦσιτούτου χάριν γίνεται αὕτη ἡ δοκοῦσα διαίρεσις, οἷον τιθέασι διδόασι ζευγνύα σιν, ἵνα ὁμοτονήσωσι τοῖς ἰδίοις πρώτοις πληθυντικοῖς καὶ προπαρο ξυνθῶσιν ὁμοίως αὐτοῖς, οἷον τίθεμεν [τιθέαμεν] τιθέασι, δίδομεν [διδόαμεν] διδόασι, ζεύγνυμεν [ζευγνύαμεν] ζευγνύασι· ταῦτα γὰρ εἰ καὶ μὴ τῇ αὐτῇ συλλαβῇ τὸν τόνον ἐφύλαξαν, ἀλλ' οὖν τὸν αὐτὸν τόνον ἔχουσιν, πάντα γὰρ προπαροξύνονται. Αἴτιον δέ ἐστι τοῦ μὴ φυλαχθῆναι ἐν τῇ αὐτῇ συλλαβῇ τὸν τόνον ἐπὶ τούτων τὸ μὴ ἰσοσυλ λαβεῖν αὐτὰ ἀλλήλοις. Ἰστέον δὲ ὅτι ὁ Ἡρωδιανὸς ἄλλην ἀπολογίαν ἔχει· ἔχει δὲ οὕτως· καθόλου τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν τοῦ ἐνεστῶτος πρὸς τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν τοῦ παρατατικοῦ ἢ ἰσο συλλαβεῖν θέλει ἢ περιττοσυλλαβεῖν· καὶ ἰσοσυλλαβεῖ μέν, ὅταν ἄρχηται ἀπὸ συμφώνου, οἷον τύπτουσιν ἔτυπτον, βοῶσιν ἐβόων, δηλονότι χωρὶς τῶν ἀπὸ προθέσεως ἀρχομένων, καταγράφουσι γὰρ πεντασυλλάβως καὶ κατέγραφον τετρασυλλάβως· περιττοσυλλαβεῖ δέ, ὅταν ἀπὸ φωνήεντος ἄρχηται δηλονότι τὸ τρίτον τῶν πληθυντικῶν τοῦ ἐνεστῶτος, οἷον ἄγουσιν ἦγον, ἑρμηνεύουσιν ἡρμήνευον· ἐνταῦθα οὖν ἐν τοῖς εἰς ˉμˉι, εἰ μὴ ἐγένετο αὕτη ἡ δοκοῦσα διαίρεσις κατὰ τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν τοῦ ἐνεστῶτος, τὸ ἐναντίον συνέβαινεν, ὅπερ ἐστὶν ἄτο

Intertext edge

Open linked passage

Note