Prolegomena et scholia in Theodosii Alexandrini canones
Georgius Choeroboscus ConstantinopolitanusCano 338 · pg-scrape-grcMore by Georgius Choeroboscus Constantinopolitanus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-choeroboscus-constantinopolitanus" aria-label="More works by Georgius Choeroboscus Constantinopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
338.1.1
πον· ἤμελλον γὰρ ἀπὸ συμφώνου ἄρχεσθαι τὰ τρίτα πρόσωπα τῶν πληθυντικῶν τοῦ ἐνεστῶτος, καὶ μὴ ἰσοσυλλαβεῖν τοῖς τρίτοις προσώποις τῶν πληθυντικῶν τοῦ παρατατικοῦ, ὅπερ ἐστὶν ἄτοπον, οἷον τιθεῖσιν ἐτίθεσαν, διδοῦσιν ἐδίδοσαν, ζευγνῦσιν ἐζεύγνυσαν· καὶ πάλιν ἤμελλον ἀπὸ φωνήεντος ἄρχεσθαι τὰ τρίτα πρόσωπα τῶν πληθυντικῶν τοῦ ἐνεστῶτος, καὶ ἰσοσυλλαβεῖν τοῖς τρίτοις προσώποις τῶν πληθυντικῶν τοῦ παρατατικοῦ, ὅπερ ἐστὶν ἄτοπον, οἷον ἱεῖσι (τὸ πέμπουσιν) ἵεσαν καὶ ἀφίεσαν ἐν συνθέσει. Τούτου οὖν χάριν γίνεται αὕτη ἡ δοκοῦσα διαίρεσις, ἵνα φυλαχθῇ ἡ ἀκολουθία, οἷον τιθέασιν ἐτίθεσαν, διδόασιν ἐδίδοσαν, ζευγνύασιν ἐζεύγνυσαν, ὀλλύασιν ὤλλυσαν· ἰδοὺ γὰρ εὑρί σκονται ἀπὸ συμφώνου ἀρχόμενα τὰ τρίτα πρόσωπα τῶν πληθυντικῶν τοῦ ἐνεστῶτος, ἰσοσυλλαβοῦντα τοῖς τρίτοις προσώποις τῶν πληθυντι κῶν τοῦ παρατατικοῦ, ἀπὸ φωνήεντος ἀρχομένων δηλονότι τῶν τρίτων προσώπων τῶν πληθυντικῶν τοῦ παρατατικοῦ, ὡς ἡ ἀκολου θία ἀπαιτεῖ. Τούτων οὕτως ἐχόντων ἄξιόν ἐστι ζητῆσαι τοῦτο, ὥσπερ ἐστὶ περιπατοῖμι περιπατοῖς περιπατοῖ, ἀττικῶς πλεονάζει τὸ ˉη καὶ γίνεται περιπατοίη, πρὸς ἀναλογίαν τοῦ τρίτου προσώπου γίνεται τὸ δεύτερον περιπατοίης καὶ τὸ πρῶτον περιπατοίηνκανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι πᾶν τρίτον πρόσωπον εἰς ˉη καταλῆγον προσθέσει τοῦ ˉς ποιεῖ τὸ δεύτερον καὶ τροπῇ τοῦ ˉς εἰς ˉν ποιεῖ τὸ πρῶτον, οἷον ἐτύφθη ἐτύφθης ἐτύφθηνκαὶ πάλιν ὥσπερ ἀπὸ τοῦ ἔζαον γίνεται ἔζων, καὶ ἀπὸ τοῦ ἔζαες ἔζης δωρικῶς κατὰ κρᾶσιν Δωρικὴν τοῦ ˉα καὶ ˉε εἰς ˉη, ὥσπερ τὰ ἐμά τἠμά, καὶ ἀπὸ τοῦ ἔζαε ἔζη, καὶ πρὸς ἀνα λογίαν τοῦ τρίτου προσώπου τοῦ ἔζη γίνεται ἔζης τὸ δεύτερον καὶ τὸ πρῶτον ἔζην ἐγώ διὰ τὸν προειρημένον κανόναδιὰ ποίαν αἰτίαν μὴ καὶ ἐνταῦθα ἐν τῷ ἐνεστῶτι τῶν εἰς ˉμˉι, πρὸς ἀναλογίαν τοῦ τρίτου προσώπου τῶν πληθυντικῶν τοῦ τιθέασι καὶ διδόασι καὶ ζευγνύασιν, ἐγένετο τὸ πρῶτον καὶ δεύτερον πρόσωπον τῶν πληθυντικῶν τιθέαμεν καὶ τιθέατε, διδόαμεν καὶ διδόατε, ζευγνύαμεν καὶ ζευγνύατε. Καὶ ἔστιν εἰπεῖν ταύτην τὴν ἀπολογίαν· τὰ πρῶτα καὶ δεύτερα πρόσωπα τῶν πληθυντικῶν τοῦ παρατατικοῦ πρὸς τὰ πρῶτα καὶ δεύτερα πρόσωπα τῶν πληθυντικῶν τοῦ ἐνεστῶτος ἢ ἰσοσυλλαβοῦσιν ἢ περιττοσυλλα βοῦσιν· καὶ ἰσοσυλλαβοῦσι μέν, ὅταν ὁ ἐνεστὼς ἀπὸ φωνήεντος ἄρχη ται, οἷον ἄγομεν ἄγετε ἤγομεν ἤγετε, ἐλεοῦμεν ἐλεεῖτε ἠλεοῦμεν ἠλε εῖτε, περιττοσυλλαβοῦσι δέ, ὅταν ὁ ἐνεστὼς ἀπὸ συμφώνου ἄρχηται, οἷον τύπτομεν τύπτετε ἐτύπτομεν ἐτύπτετε, δηλονότι χωρὶς τῶν ἀπὸ προθέσεως ἀρχομένων, καταγράφομεν γὰρ καταγράφετε πεντασυλλάβως 339 καὶ κατεγράφομεν κατεγράφετε πεντασυλλάβως ὁμοίως· ἐνταῦθα οὖν ἐν τῷ ἐνεστῶτι τῶν εἰς ˉμˉι, εἰ πρὸς ἀναλογίαν τοῦ τρίτου προσώπου τῶν πληθυντικῶν τοῦ τιθέασι καὶ διδόασι καὶ ζευγνύασιν ἐγένετο τὸ πρῶτον καὶ δεύτερον τῶν πληθυντικῶν τιθέαμεν τιθέατε, διδόαμεν διδόατε,, τὸ ἐναντίον συνέβαινεν· ἤμελλον γὰρ τὰ πρῶτα καὶ δεύτερα πρόσωπα τῶν πληθυντικῶν τοῦ ἐνεστῶτος ἰσοσυλ λαβεῖν, ἀπὸ συμφώνου ἀρχομένου τοῦ ἐνεστῶτος, ὅπερ ἐστὶν ἄτοπον, οἷον τιθέαμεν τιθέατε ἐτίθεμεν ἐτίθετε, καὶ πάλιν μὴ ἰσοσυλλαβεῖν, ἀπὸ φωνήεντος ἀρχομένου τοῦ ἐνεστῶτος, ὅπερ ἐστὶν ἄτοπον, οἷον ὀλλύα μεν ὀλλύατε ὤλλυμεν ὤλλυτε· τούτου οὖν χάριν οὐ γίνονται πρὸς ἀναλογίαν τοῦ τρίτου προσώπου τῶν πληθυντικῶν τοῦ ἐνεστῶτος τὰ πρῶτα καὶ δευτέρα πρόσωπα τῶν πληθυντικῶν. Ἰστέον δὲ ὅτι, ὡς εἴρηται ἀνωτέρω, ἡ δευτέρα συζυγία τῶν εἰς ˉμˉι κατὰ τὸ τρίτον πρόσ ωπον τῶν πληθυντικῶν τοῦ ἐνεστῶτος οὐ γίνεται κατὰ τὴν δοκοῦσαν διαίρεσιν, οἷον τὸ ἱστᾶσιν οὐ λέγομεν ἱστάασιν, διὰ τὴν ἐπαλληλίαν τοῦ ˉα· ἐκ τούτου γὰρ κακοφωνία ἐγένετο. Παρατατικοῦ. Ἐτίθην. Ἰστέον ὅτι τὰ εἰς ˉμˉι ἐκεῖνο τὸ φωνῆεν ἔχουσι κατὰ τὸν παρατατικὸν τὸ ὑπάρχον ἐν τῇ παραληγούσῃ τοῦ ἐνεστῶτος, οἷον τίθημι ἐτίθην· κανονίζεται δὲ ὁ παρατατικὸς ἐπὶ τῶν εἰς ˉμˉι οὕτως· πᾶς ἐνεστὼς ὁριστικὸς εἰς ˉμˉι λήγων, τρέπων τὴν ˉμˉι εἰς ˉν καὶ τὴν ἄρχουσαν ἐκτείνων χρονικῶς ἢ συλλαβικῶς, τὸν παρατατικὸν ποιεῖ, ἵημι (τὸ πέμπω) ἵην, δίδωμι ἐδίδων, ὄλλυμι ὤλλυν, ὀμόργνυμι ὠμόργνυν. Ἰστέον δὲ ὅτι ὁ Ἡρωδιανὸς λέγει, ὅτι τὸ ἐδίδων ἡ παράδοσις διὰ τῆς ˉοˉυ διφθόγγου οἶδεν, οἷον ἐδίδουν, ὡς ἀπὸ τοῦ διδῶ διδοῖς, ὥσπερ χρυσῶ χρυσοῖς ἐχρύσουν, τὸ δὲ ἐτίθην καὶ ἵην (σημαίνει δὲ τὸ ἔπεμπον) διὰ τῆς ˉεˉι διφθόγγου, οἷον ἐτίθειν καὶ ἵειν, ἐξ οὗ τὸ ἐτίθει καὶ ἵει, ὡς παρὰ τῷ ποιητῇ ἀλλὰ κακῶς ἀφίει. Τὸ δὲ ἦν ἐγώ, ὃ σημαίνει τὸ ὑπῆρχον, γέγονεν οὕτως· ἔστιν εἰμί, ὃ σημαίνει τὸ ὑπάρχω· τούτου ὁ παρατατικὸς εἶν διὰ τῆς ˉεˉι διφθόγγου τροπῇ τῆς ˉμˉι εἰς ˉν, καὶ λοιπὸν ἀττικῶς ἐκτείνεται τὸ ˉε εἰς τὸ ˉη, ὥσπερ ἔμελλον ἤμελλον, ἐβουλόμην ἠβουλόμην, ἐδυνάμην ἠδυνάμην· τὸ δὲ ˉι ἀπεβλήθη, ἐπειδὴ τὰ εἰς ˉηˉν ῥήματα οὐ θέλουσιν ἔχειν πρὸ τοῦ ˉν τί ποτε ἀνεκφώνητον, οἷον ἐτύφθην, καὶ καθόλου τὰ εἰς ˉν λήγοντα ῥήματα οὐ θέλουσιν ἔχειν πρὸ τοῦ ˉν τί ποτε ἀνεκφώνητον, οἷον βοῶν γελῶν περῶν· ἔχομεν δὲ τὴν χρῆσιν τοῦ ἦ ἐγώ παρὰ Ἀριστοφάνει ἐν Πλούτῳ ἐγὼ θεοσεβὴς καὶ δίκαιος ὢν ἀνὴρ Κακῶς ἔπραττον καὶ πένης 340 ἦν, καὶ παρὰ Μενάνδρῳ ἐν τῷ Γεωργῷ< φραγμ.