Prolegomena et scholia in Theodosii Alexandrini canones
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-choeroboscus-constantinopolitanus" aria-label="More works by Georgius Choeroboscus Constantinopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
3.1.1
τοῦτον τὸν τρόπον· ὁ εἰς ˉοˉν δεύτερος ἀόριστος ἐνεργητικός, εἰ ἐπι δεκτικός ἐστι πάθους, τροπῇ τοῦ ˉο εἰς ˉη δεύτερος ἀόριστος παθητικὸς γίνεται, οἷον ἔνυγον ἐνύγην, ἔτυπον ἐτύπην, ἔχαρον ἐχάρην, ἔκαον ἐκάην, ἔσπαρον ἐσπάρην, ἔφθαρον ἐφθάρην, ἔσταλον ἐστάλην· καὶ ὁ ἐγράφην δεύτερος ἀόριστος παθητικὸς ἀπὸ τοῦ ἔγραφον δευτέρου ἀορίστου ἐνεργητικοῦ γέγονεν· οὐδέποτε γὰρ ἀπὸ τοῦ παρατατικοῦ κανονίζεται ὁ δεύτερος ἀόριστος ὁ παθητικὸς τροπῇ τοῦ ˉο εἰς ˉη, ἐπεὶ εἴ γε ἀπὸ τοῦ παρατατικοῦ ἐκανονίζετο, ἀπὸ τοῦ ἔτυπτον καὶ ἔκραζον ἐτύπτην καὶ ἐκράζην εἶχεν εἶναι· νυνὶ δὲ ἐτύπην καὶ ἐκράγην λέγομεν ἀπὸ τοῦ ἔτυπον καὶ ἔκραγον δευτέρου ἀορίστου ἐνεργητικοῦ. Πρόσ κειται εἰ ἐπιδεκτικός ἐστι πάθους, διὰ τὸ ἔλαβον καὶ ἔμαθον καὶ ἔφαγον· ταῦτα γὰρ οὐ ποιοῦσι τροπῇ τοῦ ˉο εἰς ˉη τὸν παθητικὸν δεύ τερον ἀόριστον, οὐδὲ γὰρ λέγομεν ἐφάγην καὶ ἐλάβην καὶ ἐμάθην, ἐπειδὴ οὔτε ὅλως ἔχουσι παθητικὸν δεύτερον ἀόριστον, ἐπεὶ εἰ εἶχον, οὕτως ἤμελλον λέγεσθαι. Ἐτύπης, ἐτύπη. Δυϊκά. Ἐτύπητον, ἐτυπήτην. Πληθυντικά. Ἐτύπημεν, ἐτύπητε, ἐτύπησαν. Μέσος ἀόριστος πρῶτος· ἐτυψάμην. Μέσος ἀόριστος δεύτερος· ἐτυπόμην. Ἰστέον ὅτι οἱ μέσοι ἀόριστοι ἀπὸ τῶν ἐνεργητικῶν ἀορίστων κανονί ζονται, ὁ πρῶτος ἀπὸ τοῦ πρώτου καὶ ὁ δεύτερος ἀπὸ τοῦ δευτέρου· τοὺς δὲ δύο ὁ τεχνικὸς ἐπενθέσει τῆς ˉμˉηˉν ἀπὸ τοῦ ἐνεργητικοῦ λέγει κανονίζεσθαι· οὐκ ἔρρωται δὲ τοῦτο, εἰ μὴ ἐπὶ τοῦ πρώτου μέσου ἀορίστου, οἷον ἔτυψα ἐτυψάμην, ἐποίησα ἐποιησάμην· ὁ γὰρ δεύτερος μέσος ἀόριστος οὐ γίνεται ἐπενθέσει τῆς ˉμˉηˉν, ἀλλ' ἐπενθέσει τῆς ˉμˉη, οἷον ἔτυπον ἐτυπόμην, ἔλαβον ἐλαβόμην. Ταῦτα μὲν ἐν τούτοις Ἰστέον δὲ ὅτι κανονίζεται ὁ πρῶτος μέσος ἀόριστος ἀπὸ τοῦ πρώτου ἀορίστου τοῦ ἐνεργητικοῦ τοῦτον τὸν τρόπον· πᾶς πρῶτος ἀόριστος ἐνεργητικὸς προσθήκῃ τῆς ˉμˉηˉν πρῶτος μέσος ἀόριστος γίνεται, οἷον ἔτυψα ἐτυψάμην, ἐποίησα ἐποιησάμην, ἔγραψα ἐγραψάμην, ἔλουσα ἐλου σάμην, ἔφανα καὶ ἰωνικῶς ἔφηνα καὶ ἐφηνάμην καὶ ἀπεφηνάμην, ἐσήμανα καὶ ἰωνικῶς ἐσήμηνα καὶ ἐσημηνάμην. Ὁ δὲ δεύτερος μέσος ἀόριστος ἀπὸ τοῦ δευτέρου ἀορίστου τοῦ ἐνεργητικοῦ κανονίζεται τοῦτον τὸν τρόπον· πᾶς δεύτερος ἀόριστος εἰς ˉοˉν λήγων πρὸ τοῦ ˉν λαμβάνων τὸ ˉμ καὶ ˉη μέσος δεύτερος ἀόριστος γίνεται, οἷον ἔπιθον ἐπιθόμην, ἔνυγον ἐνυγόμην, ἔλαβον ἐλαβόμην, ἔπραθον ἐπραθόμην, ἔτυπον ἐτυ πόμην· ἐπὶ δὲ τῶν εἰς ˉμˉι καὶ συστέλλεται ἡ παραλήγουσα, οἷον ἔθην 4 ἐθέμην, ἔδων ἐδόμην, ἔφην ἐφάμην. Δυνατὸν δέ ἐστι καὶ ἐκ τοῦ παθητικοῦ δευτέρου ἀορίστου κανονίσαι τὸν δεύτερον μέσον ἀόριστον τοῦτον τὸν τρόπον· πᾶς δεύτερος ἀόριστος παθητικὸς πρὸ τοῦ ˉη λαμ βάνων τὸ ˉο καὶ ˉμ δεύτερον μέσον ἀόριστον ποιεῖ, οἷον ἐνύγην ἐνυγό μην, ἐτύπην ἐτυπόμην. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον ὅτι ὡς οἱ δύο ἀόριστοι ἐνεργητικοὶ φωνῇ μόνῃ δια φέρουσιν, τῷ δὲ σημαινομένῳ οἱ αὐτοί εἰσιντὸ γὰρ ἔτυψα καὶ ἔτυπον τῇ φωνῇ μόνῃ διαφέρουσιν, τὸ δὲ σημαινόμενον τὸ αὐτὸ ἔχουσιντὸν αὐτὸν τρόπον καὶ οἱ δύο παθητικοὶ ἀόριστοι τῇ φωνῇ μόνῃ διαφέρουσιν, τῷ δὲ σημαινομένῳ οἱ αὐτοί εἰσιν, τὸ γὰρ ἐτύφθην καὶ ἐτύπην τὸ αὐτὸ σημαίνουσιν, εἰ καὶ τῇ φωνῇ διαφέρουσιν· ὡσαύτως δὲ καὶ οἱ δύο μέσοι ἀόριστοι τῇ φωνῇ μόνῃ διαφέρουσιν, τῷ δὲ σημαινομένῳ οἱ αὐτοί εἰσιν, τὸ γὰρ ἐτυψάμην καὶ ἐτυπόμην τὸ αὐτὸ σημαίνουσιν, εἰ καὶ τῇ φωνῇ διαφέρουσιν· ὅθεν καὶ ἓξ χρόνους λέγομεν καὶ οὐ πλείονας, ὡς ἐν τῇ περὶ τοῦ δευτέρου ἀορίστου ἐνεργητικοῦ διδασκαλίᾳ μεμαθήκαμεν, ἡνίκα καὶ ἐζητοῦμεν, διατί τοῦ ἀορίστου τοῦ αὐτοῦ ὄντος κατὰ τὴν σημασίαν τῷ παρακειμένῳ καὶ ὑπερσυντελίκῳ, κατ' ἰδίαν χρόνον λέγομεν τὸν ἀόριστον, καὶ μὴ συναριθμοῦμεν αὐτὸν τῷ παρακειμένῳ καὶ ὑπερσυντελίκῳ. Ἐτυψάμην, ἐτύψω, ἐτύψατο. Δυϊκά. Ἐτυψάμεθον, ἐτύψασθον, ἐτυψάσθην. Πληθυντικά. Ἐτυψάμεθα, ἐτύψασθε, ἐτύ ψαντο· εἴρηται. Μέσος ἀόριστος δεύτερος. Ἐτυπόμην, ἐτύπου. Ἰστέον ὅτι ἐπὶ μὲν τοῦ πρώτου μέσου ἀορίστου τὸ δεύτερον τῶν ἑνικῶν ἐτύψω διὰ τοῦ ˉω λέγομεν, ἐπὶ δὲ τοῦ δευτέρου μέσου ἀορίστου ἐτύπου διὰ τῆς ˉοˉυ διφθόγγου καὶ τούτου ἐστὶν αἰτία ἡ κρᾶσις· ἐπειδὴ γὰρ ἐπὶ μὲν τοῦ πρώτου μέσου ἀορίστου τὸ ˉα καὶ ˉο ἐστίν, οἷον ἐτύψατο ἐτύψαο, ἐλούσαο, ἐποιήσατο ἐποιήσαο, τούτου χάριν διὰ τοῦ ˉω λέγομεν ἐτύψω ἐποιήσω· τὸ γὰρ ˉα καὶ ˉο εἰς ˉω κιρνῶνται, οἷον βοάομεν βοῶμεν, γελάομεν γελῶμεν, τοῦ γήραος τοῦ γήρως, τοῦ κρέαος τοῦ κρέως· ἐπειδὴ δὲ ἐπὶ τοῦ δευτέρου μέσου ἀορίστου τὸ ˉε καὶ ˉο ἐστίν, οἷον ἐτύπετο ἐτύπεο, ἐλάβετο ἐλάβεο, ἐνύγετο ἐνύγεο, τούτου χάριν διὰ τῆς ˉοˉυ διφθόγγου λέγομεν ἐτύπου ἐνύγου ἐλάβου· τὸ γὰρ ˉε καὶ ˉο εἰς τὴν ˉοˉυ δίφθογγον κιρνῶνται, οἷον 5 χάλκεος χαλκοῦς, Δημοσθένεος Δημοσθένους. Οὐδὲ γὰρ ἔχουσι ταῦτα τὴν ἐνεργητικὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως, ἵνα τροπῇ τοῦ ˉτ τοῦ κατὰ τὸ τρίτον πρόσωπον εἰς ˉς ποιήσωσι τὸ δεύτερον πρόσωπον· τοῦ μὲν γὰρ ἐτυψάμην πρώτου μέσου ἀορίστου τύψας ἐστὶν ἡ ἐνεργη τικὴ μετοχή, εἰς ˉς μὲν ἀλλ' οὐκ ὀξύτονος, τοῦ δὲ ἐτυπόμην δευτέρου μέσου ἀορίστου τυπών ἐστὶν ἡ ἐνεργητικὴ μετοχή, ὀξύτονος μὲν ἀλλ' οὐκ εἰς ˉς. Ἐτύπετο. Δυϊκά. Ἐτυπόμεθον, ἐτύπεσθον, ἐτυπέσθην. Πληθυντικά. Ἐτυπόμεθα, ἐτύπεσθε, ἐτύποντο· εἴρηται. Μέλλων πρῶτος· τυφθήσομαι. Μέλλων δεύτερος· τυπήσομαι. Ἰστέον ὅτι ὁμοίως τοῖς ἀορίστοις καὶ τοὺς μέλλοντας τέτταρας ἔστιν εὑρεῖν ἐν τοῖς παθητικοῖς, δύο παθητικοὺς καὶ δύο μέσους· κανονί ζονται δὲ οἱ δύο παθητικοὶ μέλλοντες ἀπὸ τῶν παθητικῶν ἀορίστων, ὁ πρῶτος ἀπὸ τοῦ πρώτου καὶ ὁ δεύτερος ἀπὸ τοῦ δευτέρου· ὁ μὲν γὰρ ἀόριστος κατὰ τὸ τρίτον αὐτοῦ πρόσωπον προσλαμβάνων τὴν ˉσˉοˉμˉαˉι καὶ τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν ἀποβαλὼν μέλλοντα παθητικὸν ποιεῖ, ὁ πρῶτος παθητικὸς ἀόριστος πρῶτον μέλλοντα παθητικόν, καὶ ὁ δεύτερος παθητικὸς ἀόριστος δεύτερον μέλλοντα παθητικόν, οἷον ἐτύφθη τυφθήσομαι, ἐνύχθη νυχθήσομαι, ἐλέχθη λεχθήσομαι, ἐκάρη καρή σομαι, ἐκάρθη καρθήσομαι, ἠγοράσθη ἀγορασθήσομαι, ἐνύγη νυγήσομαι, ἐστάλη σταλήσομαι, ἐδάρη δαρήσομαι, ἐφθάρη φθαρήσομαι· εὐλόγως δὲ ἡ ἐν ἀρχῇ κλιτικὴ ἔκτασις ἀποβάλλεται, ἐπειδὴ παρῳχημένων ἴδιόν ἐστι τὸ μεγεθύνεσθαι κατὰ τὴν ἄρχουσαν, οὐ μὴν μελλόντων. Ταῦτα μὲν ἐν τούτοις. Φασὶ δέ τινες, ὅτι ἡ παραλήγουσα ἡ ἐν τῷ μέλλοντι τῷ ἐνεργη τικῷ τετάρτη θέλει εἶναι ἀπὸ τέλους ἐν τοῖς παθητικοῖς μέλλουσιν, οἷόν εἰσιν ἐνεργητικοὶ μέλλοντες τύψω καὶ νύξω παραληγόμενοι τῷ ˉυ, καὶ εἰσὶ τούτων οἱ παθητικοὶ μέλλοντες τυφθήσομαι καὶ νυχθήσομαι ἔχοντες τὸ ˉυ ἐν τῇ τετάρτῃ ἀπὸ τέλους συλλαβῇ. Ἰστέον δὲ ὅτι οὐκ ἔρρωται ὁ κανὼν αὐτῶν· ἰδοὺ γάρ εἰσιν ἐνεργητικοὶ μέλλοντες κερῶ καὶ σπερῶ τῷ ˉε παραληγόμενοι, καὶ ὅμως οἱ παθητικοὶ μέλλοντες καρθήσομαι καὶ σπαρθήσομαι οὐκ ἔχουσιν ἐν τῇ τετάρτῃ ἀπὸ τέλους συλλαβῇ τὸ ˉε, ἀλλὰ τὸ ˉα· καὶ πάλιν ὁ εὑρήσω ἐνεργητικὸς μέλλων τῷ ˉη παραληγόμενος, καὶ ὅμως ὁ εὑρεθήσομαι παθητικὸς οὐκ ἔχει 6 ἀπὸ τέλους ἐν τῇ τετάρτῃ συλλαβῇ τὸ ˉη, ἀλλὰ τὸ ˉε· κρεῖττον οὖν ἐστι κανονίσαι αὐτοὺς ἐκ τῶν παθητικῶν ἀορίστων. Τυφθήσομαι, τυφθήσῃ, τυφθήσεται. Δυϊκά. Τυφθησόμε θον, τυφθήσεσθον, τυφθήσεσθον. Πληθυντικά. Τυφθησόμεθα, τυφθήσεσθε, τυφθήσονται. Μέλλων δεύτερος. Τυπήσομαι, τυπήσῃ, τυπήσεται. Δυϊκά. Τυπησόμεθον, τυπήσεσθον, τυπήσεσθον. Πληθυντικά. Τυπη σόμεθα, τυπήσεσθε, τυπήσονται. Μέσος μέλλων πρῶτος· τύψομαι. Μέσος μέλλων δεύτερος· τυποῦμαι. Ἰστέον ὅτι οἱ μέσοι μέλλοντες ἐκ τῶν ἐνεργητικῶν μελλόντων γίνονται, ὁ πρῶτος ἀπὸ τοῦ πρώτου καὶ ὁ δεύτερος ἀπὸ τοῦ δευ τέρου, τοῦτον τὸν τρόπον· πᾶς μέλλων ἐνεργητικὸς προσλαβὼν τὴν ˉμˉαˉι μέσος μέλλων γίνεται, ὁ μὲν πρῶτος μέλλων ἐνεργητικὸς πρῶτος μέσος μέλλων γίνεται, ὁ δὲ δεύτερος μέλλων ἐνεργητικὸς δεύτερος μέσος μέλλων γίνεται· καὶ εἰ μὲν βαρύνεται ὁ ἐνεργητικὸς μέλλων, τρέπει τὸ ˉω εἰς τὸ ˉο ἐν τῷ μέσῳ μέλλοντι, οἷον τύψω τύψομαι, γράψω γράψομαι, λέξω λέξομαι, ποιήσω ποιήσομαι, ἀκούσω ἀκούσομαι, εἰ δὲ περισπᾶται ὁ μέλλων ὁ ἐνεργητικός, τρέπει τὸ ˉω εἰς τὴν ˉοˉυ δίφθογγον ἐν τῷ μέσῳ μέλλοντι, οἷον κερῶ κεροῦμαι, φθερῶ φθεροῦμαι, εὐφρανῶ εὐφρανοῦμαι, τυπῶ τυποῦμαι, νυγῶ νυγοῦμαι, δραμῶ δραμοῦμαι, πεσῶ πεσοῦμαι. Ἀμέλει οἱ Ἀθηναῖοι λακτιῶ καὶ κουφιῶ καὶ βαδιῶ λέγοντες περισπωμένως τοὺς μέσους τούτων μέλλοντας διὰ τῆς ˉοˉυ διφθόγγου προφέρονται, οἷον λακτιοῦμαι βαδιοῦμαι κουφιοῦμαι, καὶ οἱ Δωριεῖς δὲ πάντας τοὺς ἐνεργητικοὺς μέλλοντας περισπῶντες καὶ λέγοντες τυψῶ γραψῶ ποιησῶ κλαυσῶ φευξῶ καὶ τοὺς μέσους αὐτῶν διὰ τῆς ˉοˉυ διφθόγγου προφέρονται, οἷον ποιησοῦμαι τυψοῦμαι γρα ψοῦμαι κλαυσοῦμαι πλευσοῦμαι· ταῦτα δὲ οὐ μόνον παρὰ τοῖς Δωριεῦσιν ἀλλὰ καὶ παρὰ τοῖς Ἀττικοῖς οὕτως ἐπεκράτησαν λέγε σθαι. Ἰστέον δὲ ὅτι οἱ μὲν ἀπὸ περισπωμένων μελλόντων μέσοι μέλλοντες κλίσιν ἀναδέχονται ὁμοίαν τοῖς ἐνεστῶσι τοῖς παθητικοῖς τῆς πρώτης συζυγίας τῶν περισπωμένων· ὥσπερ γὰρ ποιοῦμαι ποιῇ ποιεῖται, ποιούμεθον ποιεῖσθον ποιεῖσθον, ποιούμεθα ποιεῖσθε ποιοῦνται, οὕτω 7 καὶ τυποῦμαι τυπῇ τυπεῖται, τυπούμεθον τυπεῖσθον τυπεῖσθον, τυπού μεθα τυπεῖσθε τυποῦνται· πλὴν εἰ καὶ τὴν αὐτὴν ἔχουσι κλίσιν οἱ παθη τικοὶ ἐνεστῶτες τῆς πρώτης συζυγίας τῶν περισπωμένων καὶ οἱ ἀπὸ περισπωμένων μέσοι μέλλοντες· ἀλλ' οὖν χρὴ γινώσκειν, ὅτι οἱ μὲν παθητικοὶ ἐνεστῶτες τῆς πρώτης συζυγίας τῶν περισπωμένων, λέγω δὴ ὁ ποιοῦμαι καὶ ὁ νοοῦμαι καὶ οἱ ὅμοιοι, ἀπὸ τῶν ἐντελεστέρων συναιρε θέντες, λέγω δὴ τοῦ ποιέομαι καὶ τοῦ νοέομαι, πρὸς τὴν συναίρεσιν ποιοῦνται τὴν κλίσιν, οἱ δὲ ἀπὸ περισπωμένων μελλόντων μέσοι μέλ λοντες, λέγω δὴ ὁ τυποῦμαι καὶ ὁ κεροῦμαι καὶ οἱ ὅμοιοι, οὐκ ἀπὸ συναιρέσεως ποιοῦνται τὴν κλίσιν, οὐδὲ γάρ εἰσιν ἀπὸ ἐντελῶν συνῃρη μένοι. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι ὁ μὲν πρῶτος μέλλων ὁ ἐνεργητικὸς πῇμὲν τὸ ˉω εἰς τὸ ˉο τρέπει ἐν τῷ πρώτῳ μέσῳ μέλλοντι, οἷον τύψω τύψομαι, πῇ δὲ εἰς τὴν ˉοˉυ δίφθογγον, οἷον κερῶ κεροῦμαι· ὁ δὲ δεύτερος μέλλων ὁ ἐνεργητικὸς ἀεὶ τὸ ˉω εἰς τὴν ˉοˉυ δίφθογγον τρέπει ἐν τῷ δευτέρῳ μέσῳ μέλλοντι· καὶ ὁ μὲν πρῶτος μέλλων ὁ ἐνεργητικὸς ἐπειδὴ πῇ μὲν βαρύνεται, πῇ δὲ περισπᾶται, οἷον τύψω εὐφρανῶ, τούτου χάριν ἡνίκα μὲν βαρύνεται, τρέπει τὸ ˉω εἰς τὸ ˉο, ἡνίκα δὲ περισπᾶται, τρέπει τὸ ˉω εἰς τὴν ˉοˉυ δίφθογγον· ὁ δεύτερος μέλλων ὁ ἐνεργητικὸς ἐπειδὴ ἀεὶ περισπᾶται, τούτου χάριν ἀεὶ εἰς τὴν ˉοˉυ δίφθογγον τρέπει τὸ ˉω ἐν τῷ δευτέρῳ μέσῳ μέλλοντι. Δεῖ δὲ καὶ τοῦτο γινώσκειν, ὅτι εἰ καὶ λέγομεν ἐν τῇ διδασκαλίᾳ τοῦ δευτέρου μέλλοντος τοῦ ἐνεργη τικοῦ ὁριστικοῦ, ὥς φησιν Ἡρωδιανὸς μηδέποτε εὑρίσκεσθαι ἐν χρήσει δεύτερον μέλλοντα ἐνεργητικὸν ὁριστικόν, ἀλλ' οὖν ἀπὸ τούτου δεύ τερος μέσος μέλλων εὑρίσκεται ἐν χρήσει, ὥσπερ ὁ δραμοῦμαι ἀπὸ τοῦ δραμῶ καὶ ὁ κατθανοῦμαι ἀπὸ τοῦ κατθανῶ. Τύψομαι, τύψῃ, τύψεται. Δυϊκά. Τυψόμεθον, τύψεσθον, τύψεσθον. Πληθυντικά. Τυψόμεθα, τύψεσθε, τύψονται. Τυποῦμαι, τυπῇ, τυπεῖται· τυπούμεθον, τυπεῖσθον, τυ πεῖσθον· τυπούμεθα, τυπεῖσθε, τυποῦνται. Μετ' ὀλίγον μέλλων. Τετύψομαι. Ἰστέον ὅτι οἱ Ἀθηναῖοι ἴδιον μέλλοντα ποιοῦσι τὸν μετ' ὀλίγον λεγόμενον, ὅστις καὶ μέλλων ὡρισμένος λέγεται, ὅτι τὸ μετ' ὀλίγον ὡρισμένον ἐστίν· ἐπειδὴ γὰρ οἱ Ἀθηναῖοι εὗρον τὸν παρῳχη μένον εἰς πολλὰ καταμεμερισμένον, οἷον εἰς παρατατικὸν παρακείμενον ὑπερσυντέλικον καὶ ἀόριστον, κατεμέρισαν καὶ αὐτοὶ τὸν μέλλοντα χρόνον 8 καὶ ἐποίησαν μετ' ὀλίγον μέλλοντα· οὗτος δὲ σημαίνει οὐ τὸ ὀφειλό μενον γενέσθαι μετὰ μίαν ἡμέραν ἢ μετὰ δύο, ἀλλὰ τὸ εὐθέως ὀφεῖλον γενέσθαι, μετὰ μικρὸν τυχόν· Ἰστέον δὲ ὅτι ὁ μετ' ὀλίγον μέλλων τῆς μέσης διαθέσεώς ἐστιν· ὥσπερ γὰρ ἡ μέση διάθεσις πῇ μὲν ἐνέργειαν σημαίνει, ὡς τὸ τέτυπα καὶ ἐγραψάμην, ἀντὶ τοῦ τέτυφα καὶ ἔγραψα ἐστίν, πῇ δὲ πάθος παρίστησιν, ὡς τὸ τέτηκα καὶ ἐλουσάμην, ἀντὶ γὰρ τοῦ ἐτάκην καὶ ἐλούσθην ἐστίν, τὸν αὐτὸν τρόπον καὶ ὁ μετ' ὀλίγον μέλλων πῇ μὲν ἐνέργειαν σημαίνει, οἷον κεκράξεται ἀντὶ τοῦ κράξει, πῇ δὲ πάθος παρίστησιν, οἷον βεβρώσεται ἀντὶ τοῦ βεβρωμένα εἰσίν, ὡς παρὰ τῷ ποιητῇ χρήματα δ' αὖτε κακῶς βεβρώ σεται· καὶ ἐπειδὴ μέσης ἐστὶ διαθέσεως ὁ μετ' ὀλίγον μέλλων, τούτου χάριν ἐν τοῖς παθητικοῖς ἐτάγη· οἱ γὰρ ἀόριστοι καὶ οἱ μέλλοντες τῆς μέσης διαθέσεως ἐν τοῖς παθητικοῖς εἰσι τεταγμένοι. Ταῦτα μὲν ἐν τούτοις. Ἄξιον δέ ἐστι ζητῆσαι, διατί ἐπενοήθη ὁ μετ' ὀλίγον μέλλων. Καὶ ἔστιν εἰπεῖν ταύτην τὴν αἰτίαν· ὡς ἐν τῷ παθητικῷ παρακειμένῳ μεμα θήκαμεν, ὁ παθητικὸς παρακείμενος συγκοπήν τε πέπονθε καὶ ἔνδειαν συλλαβῆς· τούτου οὖν χάριν ἐπενοήθη ὁ μετ' ὀλίγον μέλλων μιᾷ συλ λαβῇ περιττεύων τοῦ παθητικοῦ παρακειμένου, οἷον τέτυμμαι τετύψο μαι, ἵνα τὴν συλλαβὴν τὴν κεχρεωστημένην τῷ παθητικῷ παρακειμένῳ ἀναπληρώσῃ. Κανονίζεται δὲ ὁ μετ' ὀλίγον μέλλων τοῦτον τὸν τρόπον· ὁ παθητικὸς παρακείμενος κατὰ τὸ δεύτερον ἑαυτοῦ πρόσωπον πρὸ τῆς ˉαˉι διφθόγγου προσλαμβάνων τὸ ˉο καὶ ˉμ τὸν μετ' ὀλίγον μέλλοντα ποιεῖ, οἷον τέτυψαι τετύψομαι, βέβρωσαι βεβρώσομαι. Ἰστέον δὲ ὅτι πολλάκις ὁ μετ' ὀλίγον μέλλων καὶ ὁ μέσος μέλλων συνεμπίπτουσιν ἀλλήλοις, οἷον ὡς [ἐπὶ τούτου] ἐστὶν ὠθῶ ὠθήσω, καὶ ὁ μέσος μέλλων ὠθήσομαι, εἶτα ὁ παθητικὸς παρακείμενος ὤθημαι ὤθησαι, καὶ ὁ μετ' ὀλίγον μέλλων ὠθήσομαι· πάλιν ἐστὶν ἡβῶ ἡβήσω, καὶ ὁ μέσος μέλλων ἡβήσομαι, εἶτα ὁ παθητικὸς παρακείμενος ἥβημαι ἥβησαι, καὶ ὁ μετ' ὀλίγον μέλλων ἡβήσομαι· πάλιν ἐστὶν ἰξεύω ἰξεύσω, καὶ ὁ μέσος μέλλων ἰξεύσομαι, εἶτα ὁ παθητικὸς παρακείμενος ἴξευμαι ἴξευσαι, καὶ ὁ μετ' ὀλίγον μέλλων ἰξεύσομαι· πάλιν ἐστὶν ὑδρεύω ὑδρεύσω, καὶ ὁ μέσος μέλλων ὑδρεύσομαι, εἶτα ὁ παθητικὸς παρακείμενος ὕδρευμαι ὕδρευσαι, καὶ ὁ μετ' ὀλίγον μέλλων ὑδρεύσομαι· καὶ ἔστιν εἰπεῖν, ὅτι τότε ὁ μέσος μέλλων καὶ ὁ μετ' ὀλίγον μέλλων συνεμπίπτουσιν ἀλλήλοις, ἡνίκα ἡ αὐτὴ ἄρχουσα φυλάττεται ἐπὶ τοῦ ἐνεργητικοῦ μέλλοντος καὶ ἐπὶ τοῦ παθητικοῦ παρακειμένου· τοῦτο δὲ γίνεται ἐπὶ τῶν ἀρχομένων ἀπὸ 9 τοῦ ˉη ἢ ˉω ἢ ˉι ἢ ˉυ, ὡς τὰ προλεχθέντα παραδείγματα δεδηλώκασιν. Δεῖ δὲ καὶ τοῦτο γινώσκειν, ὅτι ἐπὶ τῶν ἀπὸ τοῦ ˉι ἢ ˉυ ἀρχομένων ὁ μὲν μέσος μέλλων συνεσταλμένα αὐτὰ ἔχει, ὁ δὲ μετ' ὀλίγον μέλλων ἐκτεταμένα, ἐπειδὴ καὶ ὁ παθητικὸς παρακείμενος ἐκτείνει αὐτά. Τετύψῃ, τετύψεται. Δυϊκά. Τετυψόμεθον, τετύψεσθον, τετύψεσθον. Πληθυντικά. Τετυψόμεθα, τετύψεσθε, τετύ ψονται. Πεπλήρωται σὺν θεῷ ἡ ὁριστικὴ ἔγκλισις. Περὶ ἀπαρεμφάτων. Ἐδόκει τισὶ τὰ ἀπαρέμφατα μηδὲ ῥήματα εἶναι. Ἰστέον ὅτι τὰ ἀπαρέμφατα δευτέραν ἔχουσι τάξιν, καὶ τοῦτο εὐλόγως, εἴ γε καὶ πρώτην ὤφειλον ἐπέχειν τάξιν, ὡς ὄντα ἀρχαὶ καὶ οἱονεὶ ῥίζαι τῶν ῥημάτων· ἐξ αὐτῆς γὰρ τῆς ἀπαρεμφάτου γίνονται πᾶσαι αἱ ἐγκλίσεις καὶ εἰς αὐτὴν ἀναλύονται· ὥσπερ γὰρ ἐκ τῶν τεττάρων στοιχείων τὰ ἡμέτερα συνίστανται σώματα καὶ εἰς αὐτὰ πάλιν ἀναλύονται, ὡς καὶ ὁ ποιητὴς δηλοῖ λέγων ὕδωρ καὶ γαῖα γένοισθε, οὕτω καὶ ἐκ τῆς ἀπαρεμφάτου ἐγκλίσεως συνίστανται αἱ ἄλλαι ἐγκλίσεις καὶ εἰς αὐτὴν ἀναλύονται· ἐκ γὰρ τοῦ τύπτειν μεταλαμβάνω καὶ λέγω τύπτω καὶ τύπτε καὶ τύπτοιμι καὶ ἐὰν τύπτω, καὶ ἰδοὺ ἐξ αὐτῆς συνίστανται· ἀλλὰ καὶ εἰς αὐτὴν ἀναλύονται· ἐὰν γὰρ λέγω τύπτω καὶ ἐρωτηθῶ τί ὡρισάμην, λέγω τὸ τύπτειν, καὶ πάλιν ἐὰν λέγω τύπτοιμι καὶ ἐρωτηθῶ τί ηὐξάμην, λέγω τὸ τύπτειν, καὶ πάλιν ἐὰν εἴπω τύπτε καὶ ἐρωτηθῶ τί προσέταξα, λέγω τὸ τύπτειν, καὶ πάλιν ἐὰν εἴπω ἐὰν τύπτω καὶ ἐρωτηθῶ τί ἐδίστασα, λέγω ὅτι τὸ τύπτειν. Ἀλλ' ἐπειδή, ὡς δειχθή σεται, ἀμφιβάλλονται τὰ ἀπαρέμφατα, εἰ ἄρα εἰσὶ ῥήματα, εἰ ἄρα οὐκ εἰσὶ ῥήματα, οὐ δεῖ δὲ τὰς ἀρχὰς ἀπὸ τῶν ἀμφιβαλλομένων ποιεῖσθαι, διὰ τοῦτο οὐ προετάγησαν τῶν ἄλλων ἐγκλίσεων· μὴ προταγέντα οὖν τὰ ἀπαρέμφατα εἰκότως τὴν δευτέραν εἰλήφασι τάξιν, εἴ γε, ὡς εἴρηται, καὶ πρώτην ὤφειλον ἐπέχειν τάξιν. Ἰστέον δὲ ὅτι τινὲς τὴν ἀπαρέμφα τον τελευταίαν ἔταττον διὰ τὸ μὴ ἔχειν μήτε πρόσωπα μήτε ἀριθμοὺς μήτε θέλημα ψυχῆς, ὅθεν καὶ ἀπαρέμφατος λέγεται, παρὰ τὸ μὴ παρεμφαίνειν ἤγουν μὴ δηλοῦν μήτε πρόσωπα μήτε ἀριθμοὺς μήτε θέλημα ψυχῆς. Ταῦτα μὲν ἐν τούτοις. Ἔλθωμεν δὲ καὶ εἴπωμεν, πῶς ἀμφιβάλλονται τὰ ἀπαρέμφατα, εἰ ἄρα εἰσὶ ῥήματα, εἰ ἄρα οὐκ εἰσὶ ῥήματα. Καὶ δεῖ γινώσκειν, ὅτι πᾶν
3.1.2
εἰ δὲ τρίτης ὦσι συζυγίας τῶν εἰς ˉμˉι, τὴν ˉοˉυ δίφθογγον ἔχουσι πρὸ τοῦ ˉς, ἐδίδων διδούς, ἐβίων βιούς, ἥλων ἁλούς, ἔγνων γνούς· εἰ δὲ τετάρτης συζυγίας τῶν εἰς ˉμˉι, ἐκεῖνο τὸ φωνῆεν ἔχουσι πρὸ τοῦ ˉς, ὅπερ ἔχει πρὸ τοῦ ˉν τὸ ὁριστικόν, ἤγουν τὸ ˉυ ἐκτεταμένον, οἷον ἐζεύγνυν ζευγνύς, ἐπήγνυν πηγνύς, ὤμνυν ὀμνύς, ἔφυν φύς, ἔδυν δύς καὶ ἀποδύς. Τυφθεῖσα, τυφθέν· εἴρηται. Ἀορίστου δευτέρου· τυπείς, τυπεῖσα, τυπέν· εἴρηται. Μέσου ἀορίστου πρώτου· τυψάμενος, τυψαμένη, τυψάμενον· εἴρηται. Μέσου ἀορίστου δευτέρου· τυπόμενος, τυπομένη, τυπόμενον· εἴρηται. Μέλλοντος πρώτου· τυφθησόμενος, τυφθησομένη, τυφθη σόμενον·. Μέλλοντος δευτέρου· τυπησόμενος, τυπησομένη, τυπησό μενον· εἴρηται. Μέσου μέλλοντος πρώτου· τυψόμενος, τυψομένη, τυψόμενον· εἴρηται. Μέσου μέλλοντος δευτέρου· τυπούμενος, τυπουμένη, τυπού μενον· εἴρηται. Μετ' ὀλίγον μέλλοντος τοῦ καὶ Ἀττικοῦ· τετυψόμενος, τετυ ψομένη, τετυψόμενον· εἴρηται. Πρόδηλός ἐστι πάντων ἡ κλίσις καὶ ὁ κανών· πάντες γὰρ ἑνὶ κανόνι ὑποπίπτουσι τῷ ῥηθέντι ἐν τῇ μετοχῇ τοῦ παθητικοῦ ἐνεστῶτος καὶ παρατατικοῦ. Ἰστέον δὲ ὅτι οὐκ ἀποβάλλει ὁ μετ' ὀλίγον μέλλων τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν, ἐπειδὴ τὴν ἄρχουσαν τοῦ παρακει μένου ἔχει, οἷον τέτυψαι τετύψομαι, ὁ δὲ παρακείμενος, ὡς εἴρηται, οὐδαμοῦ ἀποβάλλει τὴν ἐν ἀρχαῖς αὐτοῦ κλιτικὴν ἔκτασιν· εἰ οὖν ἀπεβάλλετο ἡ ἄρχουσα τοῦ μετ' ὀλίγον μέλλοντος, εὑρίσκετο ἡ ἄρχουσα τοῦ παρακειμένου ἀποβαλλομένη, ὅπερ ἀδύνατον. Περὶ τῶν εἰς ˉμˉι. Χρόνου ἐνεστῶτος. Τίθημι. Πληρώσας ὁ τεχνικὸς τὴν τῶν εἰς ˉω ῥημάτων διδασκα λίαν, ἔτι δὲ καὶ περὶ τῶν μετοχῶν αὐτῶν διαλαβών, ἔρχεται νῦν ἀκο λούθως καὶ διαλαμβάνει περὶ τῶν εἰς ˉμˉι. Καὶ ἰστέον ὅτι τὰ εἰς ˉμˉι 321 ὑπέλαβόν τινες Αἰολικὰ εἶναι, ἐπειδὴ πολλὰ παρ' αὐτοῖς εὑρίσκονται εἰς ˉμˉι, τὸ γὰρ γελῶ γέλαιμι λέγουσι καὶ τὸ δοκιμῶ δοκίμωμι· ἐπειδὴ γὰρ οἱ Αἰολεῖς βαρυντικοί εἰσιντὸ γὰρ Ἀτρεύς Ἄτρευς λέγουσιν τὰ δὲ εἰς ˉμˉι ἀποστρέφονται τὴν ὀξεῖαν τάσιν, εἶμι (ὃ σημαίνει τὸ πορεύομαι), χωρὶς τοῦ εἰμί (τοῦ σημαίνοντος τὸ ὑπάρχω) καὶ τοῦ φημί καὶ τοῦ ἠμί (τοῦ σημαίνοντος τὸ λέγω), ὅπερ ἀπὸ τοῦ φημί γέγονε κατὰ ἀποβολὴν τοῦ ˉφ, τούτου χάριν οἱ Αἰολεῖς τὰ εἰς ˉω περι σπώμενα μεταποιοῦσιν εἰς ˉμˉι, ἵνα μεταδιώξωσι χαρακτῆρα ἀποστρεφό μενον τὴν ὀξεῖαν τάσιν. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι ἐλέγχονται ἀπὸ πλείστων μὴ ὄντα Αἰολικά· καὶ γὰρ ἀπὸ τόνου, καὶ ἀπὸ κλίσεως, καὶ ἀπὸ γραφῆς, καὶ ἀπὸ πνεύματος, καὶ ἀπὸ ποσότητος συλλαβῶν, καὶ ἀπὸ τῶν πρωτοτύπων. Καὶ ἀπὸ μὲν τοῦ τόνου, ὅτι πᾶσαν λέξιν ὑπὲρ μίαν συλλαβὴν παρ' ἡμῖν ὀξύτονον βαρύνουσιν, χωρὶς τῶν προθέσεων καὶ τῶν συνδέσμων, οἷον Ἀχίλλευς σόφος, τὸ δὲ ἠμί καὶ τὸ φημί ὀξύνονται· δῆλον οὖν ὅτι οὐκ εἰσὶν Αἰολικά· πρόσκειται χωρὶς τῶν προθέσεων καὶ τῶν συνδέσμων, ἐπειδὴ ἐπὶ τούτων οἱ Αἰολεῖς φυλάττουσι τὴν ὀξεῖαν τάσιν, οἷον ἀνά κατά ἀτάρ αὐτάρ. Ἀπὸ δὲ κλίσεως δείκνυνται μὴ ὄντα Αἰολικὰ τὰ εἰς ˉμˉι, ὅτι τὰ εἰς ˉμˉι ἐν τῷ δευτέρῳ προσώπῳ παρ' ἡμῖν προσλαμβάνοντα τὸ ˉι τὸ τρίτον ποιοῦσιν, οἷον τίθημι τίθης τίθησι, τὰ δὲ Αἰολικὰ ἀποβολῇ τοῦ ˉς ποιοῦσι τὰ τρίτα, οἷον γέλαιμι γέλαις γέλαι· δῆλον οὖν ὅτι οὐκ εἰσὶν Αἰολικά. Ἀπὸ γραφῆς δέ, ὅτι τὰ εἰς ˉμˉι οὐ θέλουσι παρ' ἡμῖν διφθόγγῳ παραλήγεσθαι, οἷον τίθημι δίδωμι, σεση μειωμένου τοῦ εἰμί τοῦ σημαίνοντος τὸ ὑπάρχω καὶ τοῦ εἶμι τοῦ σημαί νοντος τὸ πορεύομαι, παρὰ δὲ τοῖς Αἰολεῦσι πολλὰ εὑρίσκονται διφθόγγῳ παραληγόμενα, οἷον ἵσταιμι κίχραιμι γέλαιμι διὰ τῆς ˉαˉι διφθόγγου· δῆλον οὖν ὅτι οὐκ εἰσὶν Αἰολικά. Ἀπὸ πνεύματος δέ, ὅτι οἱ Αἰολεῖς ψιλωτικοί εἰσιν, οἷον ὔμμες ἄμμιν, τὸ δὲ ἵημι καὶ ἵστημι δασύνονται· ἄρα οὐκ εἰσὶ τὰ εἰς ˉμˉι Αἰολικά. Ἀπὸ ποσότητος δὲ συλλαβῶν, ὅτι οὐδέποτε παρ' ἡμῖν τὰ εἰς ˉμˉι ἁπλᾶ ὄντα ὑπερβαίνουσι τὰς τρεῖς συλ λαβάς, οἷον τίθημι δίδωμι ὄμνυμι, χωρὶς τοῦ ὀρέγνυμι καὶ κορέννυμι καὶ πετάννυμι καὶ ὀμόργνυμι καὶ ὀνίνημι (ὃ σημαίνει τὸ ὠφελῶ), παρὰ δὲ τοῖς Αἰολεῦσι πολλάκις εὑρίσκονται εἰς ˉμˉι ὑπερβαίνοντα τὰς τρεῖς συλλαβάς, οἷον ἐλευθέρωμι δοκίμωμι· δῆλον οὖν ὅτι οὐκ εἰσὶν Αἰολικὰ τὰ εἰς ˉμˉι· πρόσκειται ἁπλᾶ ὄντα διὰ τὸ ἀποδίδωμι καὶ συνίστημι καὶ ἀποτίθημι, ταῦτα γὰρ ὑπερβαίνουσι τὰς τρεῖς συλλαβάς, ἀλλ' οὐκ εἰσὶν ἁπλᾶ. Ἀπὸ τῶν πρωτοτύπων δὲ δείκνυνται, ὅτι οὐδέποτε παρὰ 322 τοῖς Αἰολεῦσιν ἀπὸ βαρυτόνων γίνονται εἰς ˉμˉι, ἀλλ' ἀπὸ μόνων περι σπωμένων, οἷον ἐλευθερῶ ἐλευθέρωμι, δοκιμῶ δοκίμωμι, γελῶ γέλαιμι· καὶ ἡ αἰτία δήλη ἐστίν· ἐπειδὴ γάρ, ὡς προείρηται, οἱ Αἰολεῖς βαρυντι κοί εἰσιν, τὰ δὲ εἰς ˉμˉι ἀποστρέφονται τὴν ὀξεῖαν τάσιν, χωρὶς τοῦ φημί καὶ ἠμί καὶ εἰμί (τὸ ὑπάρχω), τούτου χάριν τὰ εἰς ˉω περισπώ μενα μεταποιοῦσιν εἰς ˉμˉι, ἵνα μεταδιώξωσι χαρακτῆρα ἀποστρεφόμενον τὴν ὀξεῖαν τάσιν· ἐπὶ γὰρ τῶν βαρυτόνων οὐδὲν τοιοῦτον ποιοῦσιν, ἐπειδὴ καὶ χωρὶς τοῦ ποιῆσαι ταῦτα εἰς ˉμˉι τὸ σπουδαζόμενον ἔχουσιν, φημὶ δὴ τὴν βαρεῖαν τάσιν· παρ' ἡμῖν δὲ καὶ ἀπὸ βαρυτόνων γίνονται εἰς ˉμˉι, ὡς ἀπὸ τῆς ἕκτης συζυγίας, οἷον ζευγνύω ζεύγνυμι· ἄρα οὖν οὐκ εἰσὶν Αἰολικά. Δέδεικται οὖν διὰ πάντων, ὅτι τὰ εἰς ˉμˉι οὐκ εἰσὶν Αἰολικά. Ἰστέον δὲ ὅτι τὰ εἰς ˉμˉι παράγωγά εἰσιν. Δεῖ δὲ γινώσκειν, ὅτι τὸ δίδωμι ἐπὶ τοῦ παρέχω τρίτης ἐστὶ συζυγίας τῶν εἰς ˉμˉι, ἐπὶ γὰρ τοῦ δεσμεύω πρώτης ἐστὶ συζυγίας, οἷον δίδημι (ἀντὶ τοῦ δεσμεύω), ὅθεν δήσω ὁ μέλλων, ὡς θήσω, καὶ ἔδησα ὁ ἀόριστος, καὶ δέδηκα ὁ ἐνεργητικὸς παρακείμενος, καὶ δέδεμαι ὁ παθητικός, καὶ ἐδέθην ὁ πρῶτος ἀόριστος. Ἰστέον ὅτι τῆς τρίτης ἔστι συζυγίας οὐδαμοῦ ὁ ἐνεστώς, πλὴν τοῦ δίδωμι· πρόσκειται ἐνεστώς διὰ τὸ ἐβίων καὶ ἥλων δευ τέρου ἀορίστου, ταῦτα γὰρ τρίτης συζυγίας εἰσὶ τῶν εἰς ˉμˉι, ὡς ἀπὸ τοῦ βίωμι καὶ ἅλωμι, ἀλλ' οἱ ἐνεστῶτες οὗτοι, φημὶ δὴ ὁ βίωμι καὶ ἅλωμι, οὐχ εὕρηνται ἐν χρήσει· ὡσαύτως δὲ καὶ τοῦ ἔγνων δευτέρου ἀορίστου οὐχ εὕρηται ἐν χρήσει ὁ ἐνεστὼς ὁ γνῶμι. Ἡ δὲ τετάρτη συζυγία τῶν εἰς ˉμˉι μὴ ἔχουσα τετάρτην συζυγίαν τῶν περισπωμένων, ἐξ ἧς ὤφειλε παραχθῆναι, ἀπὸ τῆς ἕκτης τῶν βαρυτόνων παράγεται, οἷον ἀπὸ τοῦ πηγνύω πήγνυμι· καὶ εὐλόγως ἀπὸ τῆς ἕκτης συζυγίας τῶν βαρυτόνων ἡ τετάρτη συζυγία τῶν εἰς ˉμˉι, ἐπειδὴ καὶ αἱ τρεῖς συζυγίαι τῶν περισπωμένων, ὅσον κατὰ τὴν ἐντέλειαν, τῆς ἕκτης συζυγίας τῶν βαρυτόνων εἰσίν· τὸ γὰρ τιθῶ ἀπὸ τοῦ τιθέω ἐστίν, καὶ τὸ ἱστῶ ἀπὸ τοῦ ἱστάω, καὶ τὸ διδῶ ἀπὸ τοῦ διδόω, τὸ δὲ τιθέω καὶ ἱστάω καὶ διδόω ἕκτης συζυγίας τῶν βαρυτόνων εἰσίν. Παράγονται δὲ ἐκ τῶν τριῶν συζυγιῶν τῶν περισπωμένων εἰς ˉμˉι, καὶ τούτου χάριν καὶ ἀπὸ τῆς ἕκτης συζυγίας τῶν βαρυτόνων ἡ τετάρτη συζυγία τῶν εἰς ˉμˉι, ἐπειδὴ τὰ εἰς ˉμˉι οὐ θέλουσι συμφώνῳ παραλήγεσθαι, οἷον τίθημι, πλὴν τοῦ ἐσμί τοῦ σημαίνοντος τὸ ὑπάρχω, ὅπερ οὐδὲ εὑρίσκεται ἐν 323 χρήσει, ἀλλ' ὑπόμνησιν αὐτοῦ ἔχομεν τὸ ἐσσί· ἐπειδὴ οὖν ἡ μὲν ἕκτη συζυγία τῶν βαρυτόνων διὰ καθαροῦ τοῦ ˉω ἐκφέρεται, αἱ δὲ ἄλλαι συζυγίαι τῶν βαρυτόνων διὰ συμφώνων, εἰκότως ἀπὸ τῆς ἕκτης συζυ γίας τῶν βαρυτόνων παράγονται εἰς ˉμˉι, οἷον ὀλλύω ὄλλυμι, καὶ οὐκ ἀπὸ τῶν λοιπῶν συζυγιῶν τῶν βαρυτόνων, οἷον ἀπὸ τοῦ λέγω καὶ φέρω τροπῇ τοῦ ˉω εἰς ˉμˉι λέγμι καὶ φέρμι· ἤμελλον γὰρ συμφώνῳ παρα λήγεσθαι, ὅπερ ἐστὶν ἀδύνατον. Εἰ δέ τις εἴποι, διατί γὰρ μὴ ὡς ἐκ τοῦ τιθῶ καὶ διδῶ καὶ ἱστῶ γέγονε τίθημι καὶ δίδωμι καὶ ἵστημι, οὕτω καὶ ἀπὸ τοῦ λέγω λέγημι καὶ φέρω φέρημι· οὕτω γὰρ ἐὰν γένωνται, οὐκέτι εὑρίσκονται συμφώνῳ παραληγόμενα· λέγομεν, ὅτι οὐ δύναται οὕτω γενέσθαι, ἐπειδὴ τὰ εἰς ˉμˉι ἐὰν μὲν ἀπὸ βαρυτόνων παραχθῶσιν, ἰσοσυλλαβεῖν θέλουσι τοῖς ἰδίοις πρωτοτύποις, οἷον ζευγνύω ζεύγνυμι, εἰ δὲ ἀπὸ περισπωμένων, μιᾷ συλλαβῇ περιττεύουσι τῶν ἰδίων πρωτοτύπων, οἷον τιθῶ τίθημι, ἱστῶ ἵστημι· ἐὰν οὖν ταῦτα γένωνται λέγημι καὶ φέρημι, μέλλουσι περιττο συλλαβεῖν τῶν ἰδίων πρωτοτύπων τοῦ λέγω καὶ φέρω, ἀπὸ βαρυτόνων παραχθέντα. Ἄξιον δέ ἐστι ζητῆσαι, τί δήποτε τριῶν οὐσῶν συζυγιῶν τῶν εἰς ˉω περισπωμένων τέτταρές εἰσι τῶν εἰς ˉμˉι. Καὶ ἔστιν εἰπεῖν τὴν ἀπο λογίαν ταύτην· ἀναλογοῦσιν αἱ τρεῖς συζυγίαι τῶν περισπω μένων καὶ αἱ τέτταρες τῶν εἰς ˉμˉι τοῖς εἴδεσι τῆς συναλοιφῆς· ὥσπερ γὰρ ἐκ τῶν τριῶν εἰδῶν τῶν ἁπλῶν τῆς συναλοιφῆς γίνονται τέτταρα εἴδη τὰ σύνθετα τῆς συναλοιφῆς, οὕτω καὶ ἐκ τῶν εἰς ˉω περισπωμένων γίνονται τὰ εἰς ˉμˉι· εἰ δὲ καὶ ἐκ τῆς ἕκτης συζυγίας τῶν βαρυτόνων γίνονται τὰ εἰς ˉμˉι, ξένον οὐδέν, ἐπειδὴ συγγένειαν ἔχει ἡ ἕκτη συζυγία τῶν βαρυτόνων πρὸς τὰς συζυγίας τῶν περισπωμένων· καὶ γὰρ αἱ συζυγίαι τῶν περισπωμένων ἀπὸ τῆς ἕκτης τῶν βαρυτόνων γίνονται· ἐπειδὴ οὖν ἀναλογοῦσι τὰ εἰς ˉω περισπώμενα καὶ τὰ εἰς ˉμˉι τοῖς εἴδεσι τῆς συναλοιφῆςἑπτὰ δέ εἰσιν, τρία μὲν ἁπλᾶ, τέτταρα δὲ σύνθετα εἰκότως τρεῖς μέν εἰσι συζυγίαι τῶν περισπωμένων, τέτταρες δὲ τῶν εἰς ˉμˉι. Εἰσὶ δὲ τὰ τρία μὲν εἴδη τῆς συναλοιφῆς τὰ ἁπλᾶ ταῦτα, ἔκ θλιψις κρᾶσις συναίρεσις· ἔκθλιψις μέν, οἷον κατὰ ἐμοῦ κατ' ἐμοῦ, ἐξεθλίβη γὰρ τὸ ˉα τῆς κατά προθέσεως· κρᾶσις δέ, οἷον τὸ ἐμόν τοὐμόν· συναίρεσις δέ, οἷον πάϊς παῖς· πῇ δὲ διαφέρει κρᾶσις συναιρέσεως, ἐμά θομεν ἐν τοῖς Ὀνόμασιν ἐν τῇ περὶ τοῦ Δημοσθένους διδασκαλίᾳ. Τὰ δὲ τέτταρα εἴδη τὰ σύνθετα τῆς συναλοιφῆς εἰσι ταῦτα, ἔκθλιψις καὶ κρᾶσις, ἔκθλιψις καὶ συναίρεσις, κρᾶσις καὶ συναίρεσις, ἔκθλιψις καὶ κρᾶσις καὶ συναίρεσις· ἔκθλιψις μὲν καὶ κρᾶσις, οἷον καὶ ἐγώ κἀγώ, ἐκ 324 θλίβεται γὰρ τὸ ˉι τοῦ καί συνδέσμου, καὶ κιρνᾶται τὸ ˉα καὶ ˉε εἰς ˉα δηλονότι μακρόν· ἔκθλιψις δὲ καὶ συναίρεσις, οἷον ἐμοὶ ὑποδύνει ἐμοὐπο δύνει, ἐκθλίβεται γὰρ τὸ ˉι τῆς ˉοˉι διφθόγγου τῆς οὔσης ἐν τῇ ἐμοί ἀντωνυμίᾳ, καὶ συναιρεῖται τὸ ˉο καὶ ˉυ εἰς τὴν ˉοˉυ δίφθογγον· κρᾶσις δὲ καὶ συναίρεσις, οἷον ὁ αἰπόλος ᾡπόλος, κιρνᾶται γὰρ τὸ ˉο καὶ ˉα εἰς ˉω, καὶ συναιρεῖται τὸ ˉω καὶ ˉι εἰς τὴν ˉῳ δίφθογγον· ἔκθλιψις δὲ καὶ κρᾶσις καὶ συναίρεσις, οἷον οἱ αἰπόλοι ᾡπόλοι, ἐκθλίβεται γὰρ τὸ ˉι τῆς ˉοˉι διφθόγγου, καὶ κιρνᾶται τὸ ˉο καὶ ˉα εἰς ˉω, καὶ συναιρεῖται τὸ ˉω καὶ ˉι εἰς τὴν ˉῳ δίφθογγον. Ταῦτα μὲν ἐν τούτοις. Θέλουσι δὲ τὰ εἰς ˉμˉι φύσει μακρᾷ παραλήγεσθαι· καὶ παραλήγεται ἡ μὲν πρώτη καὶ δευτέρα συζυγία τῶν εἰς ˉμˉι τῷ ˉη, οἷον τιθῶ τιθεῖς τίθημι, ἱστῶ ἱστᾷς ἵστημι, ἀλλ' ἐν τῇ συστολῇ διαφέρουσιν· ἡ μὲν γὰρ πρώτη συζυγία τῶν εἰς ˉμˉι διὰ τοῦ ˉε συστέλλεται ἐν τοῖς πληθυντικοῖς, οἷον τίθεμεν ἀφίεμεν, ἡ δὲ δευτέρα διὰ τοῦ ˉα συνεσταλμένου, οἷον ἵσταμεν κίχραμεν· ἡ δὲ τρίτη παραλήγεται τῷ ˉω, οἷον δίδωμι, ὅπερ συστελλόμενον διὰ τοῦ ˉο συστέλλεται ἐν τοῖς πληθυντικοῖς, οἷον δίδο μεν· ἡ δὲ τετάρτη διχρόνῳ ἐκτεταμένῳ παραλήγεται, οἷον ζεύγνυμι ὄλλυμι· συστελλομένη δὲ τὸ δίχρονον μόνον συστέλλει, οἷον ζεύγνυμεν πήγνυμεν διὰ συνεσταλμένου τοῦ ˉυ. Εὐλόγως δὲ ἡ μὲν πρώτη συζυγία τῶν εἰς ˉμˉι τῷ ˉη παραλήγεται, οἷον τίθημι, ἐπειδὴ ἡ ἐντέλεια τοῦ πρω τοτύπου τὸ ˉε ἔχει, οἷον τιθέω τιθῶ, τὸ δὲ ˉε μεγεθυνόμενον ἐν τοῖς ῥήμασι διχῶς μεγεθύνεται· ἢ γὰρ διὰ τῆς προσθήκης τοῦ ˉι μεγεθύνεται, οἷον ἔχω εἶχον, ἢ διὰ τοῦ τρέπεσθαι εἰς τὸ ˉη, ἐλέγχω ἤλεγχον· καὶ ἐπειδὴ ἐπὶ τῶν εἰς ˉμˉι οὐ δύναται τὸ ˉε διὰ τῆς προσθήκης τοῦ ˉι μεγεθύνεσθαιὡς γὰρ μετ' ὀλίγον μαθησόμεθα, οὐ θέλουσι τὰ εἰς ˉμˉι ὁριστικὰ διφθόγγῳ παραλήγεσθαιεὐλόγως διὰ τοῦ τρέπεσθαι εἰς ˉη μεγεθύνεται· ὡσαύτως δὲ καὶ ἡ δευτέρα συζυγία τῶν εἰς ˉμˉι εὐλόγως τῷ ˉη παραλήγεται, οἷον ἵστημι, ἐπειδὴ τὸ ἐντελὲς τοῦ πρωτοτύπου τὸ ˉα ἔχει, οἷον ἱστάω ἱστῶ, τὸ δὲ ˉα μεγεθυνόμενον ἐν τοῖς ῥήμασιν εἰς ˉη τρέπεται, οἷον ἀκούω ἤκουον. Ἡ δὲ τρίτη τῷ ˉω παραλήγεται, οἷον δίδωμι, ἐπειδὴ ἡ ἐντέλεια τοῦ πρωτοτύπου τὸ ˉο ἔχει, οἷον διδόω διδῶ, τὸ δὲ ˉο μεγεθυνόμενον εἰς ˉω τρέπεται, οἷον ὀμνύω ὤμνυον· ἡ δὲ τετάρτη συζυγία τῶν εἰς ˉμˉι διχρόνῳ ἐκτεταμένῳ παραλήγεται, οἷον ζεύγνυμι, ἐπειδὴ καὶ τὸ πρωτότυπον τὸ ˉυ ἔχει, οἷον ζευγνύω, τὸ δὲ ˉυ μεγεθυνόμενον ἐν τοῖς ῥήμασιν εἰς ἑαυτὸ μεγεθύνεται, τουτέστι φύσει μακρὸν γίνεται, καὶ οὐ τρέπεται εἰς ἄλλο φωνῆεν, οἷον ὑδρεύω ὕδρευον, ὑφαίνω ὕφαινον. Ἄξιον δέ ἐστι ζητῆσαι, διατί τὰ εἰς ˉμˉι ἀεὶ φύσει μακρᾷ παρα 325 λήγονται, οἷον τίθημι. Λέγει δὲ ὁ Ἡρωδιανὸς ταύτην τὴν ἀπο λογίαν· ἐπειδὴ ἡ τελευταία συλλαβὴ τὸν μακρὸν χρόνον ἔτρεψεν εἰς βραχύν, τροπῇ γὰρ τοῦ ˉω εἰς ˉμˉι γίνονται, τούτου χάριν ὑπερβιβασμὸν ἀνεδέξαντο τοῦ χρόνου καὶ ἐποίησαν τὴν παραλήγουσαν φύσει μακράν, ἵνα τὸν μακρὸν χρόνον τὸν κεχρεωστημένον τῇ ληγούσῃ ἀναδέξηται ἡ παραλήγουσα. Ἰστέον δὲ ὅτι οὐ θέλουσι τὰ εἰς ˉμˉι ὁριστικὰ διφθόγγῳ παραλήγε σθαι, οἷον τίθημι ὄλλυμι· ὅθεν σεσημείωται τὸ εἰμί τὸ σημαῖνον τὸ ὑπάρχω καὶ τὸ εἶμι τὸ σημαῖνον τὸ πορεύομαι διφθόγγῳ παραληγό μενα· πρόσκειται ὁριστικά διὰ τὰ εὐκτικά, οἷον τύπτοιμι λέγοιμι. Καὶ περὶ τοῦ εἰμί τοῦ σημαίνοντος τὸ ὑπάρχω ἀπολογούμεθα οὕτως· ἔστιν ἔω τὸ σημαῖνον τὸ ὑπάρχω· τοῦτο τροπῇ τοῦ ˉω εἰς ˉμˉι γέγονεν ἐμί, ὥσπερ ζευγνύω ζεύγνυμι, καὶ ἐπειδὴ τὰ εἰς ˉμˉι φύσει μακρᾷ παρα λήγεσθαι θέλουσιν, οἷον τίθημι, ἠναγκάζετο τοῦτο φύσει μακρᾷ παρα λήγεσθαι, καὶ λοιπὸν ἠναγκάζετο ἢ τρέψαι τὸ ˉε εἰς ˉη ἢ προσλαβεῖν τὸ ˉι· καὶ μᾶλλον ὤφειλε τρέψαι τὸ ˉε εἰς ˉη ἤπερ προσλαμβάνειν τὸ ˉι, ἐπειδή, ὡς εἴρηται, τὰ εἰς ˉμˉι ὁριστικὰ οὐ θέλουσι διφθόγγῳ παραλήγε σθαι, οἷον τίθημι ἵστημι· ἀλλ' ἐπειδὴ αἱ παράγωγοι λέξεις θέλουσι φυλάτ τειν λείψανόν τι τῆς φωνῆς τοῦ πρωτοτύπου, οἷον τιθῶ τίθημι, ἄρδω ἀρδεύω, τούτου χάριν ἵνα καὶ αὐτὴ ἡ λέξις ἡ εἰς ˉμˉι φυλάξῃ λείψανόν τι τῆς φωνῆς τοῦ πρωτοτύπου, προσέλαβε τὸ ˉι καὶ γέγονεν εἰμί διὰ τῆς ˉεˉι διφθόγγου, καὶ ἐφύλαξε τὸ ˉε τοῦ πρωτοτύπου, φημὶ δὴ τοῦ ἔω· εἰ γὰρ ἔτρεψε τὸ ˉε εἰς ˉη, οὐδὲν ἐφυλάττετο τῆς φωνῆς τοῦ πρωτο τύπου· τὸ δὲ εἶμι τὸ σημαῖνον τὸ πορεύομαι διὰ τοῦτο τῇ ˉεˉι διφθόγγῳ παραλήγεται, ἐπειδὴ ἀπὸ τοῦ εἴω ἐστίν· ἔστι γὰρ εἴω διὰ τῆς ˉεˉι δι φθόγγου, ὃ σημαίνει τὸ πορεύομαι· ἐκ τούτου οὖν τοῦ εἴω γέγονε τὸ εἶμι τροπῇ τοῦ ˉω εἰς ˉμˉι, ὥσπερ τὸ ζευγνύω ζεύγνυμι, καὶ λοιπὸν ἐκ τοῦ πρωτοτύπου ἔχει τὴν ˉεˉι δίφθογγον. Δεῖ δὲ γινώσκειν, ὅτι ὁ Ἀπολλώνιος τὸ εἶμι διὰ μακροῦ τοῦ ˉι γράφει, ἐκ τοῦ καὶ τὰ δυϊκὰ καὶ τὰ πληθυντικὰ διὰ συνεσταλμένου τοῦ ˉι εἶναι, οἷον ἴτον ἴτον ἴμεν ἴτε, καὶ ἐν συνθέσει ἔξιτε, καὶ τὸ τρίτον τῶν πληθυντικῶν ἶσι καὶ ἴασι, οἷον καί τ' ἀγεληδὸν ἴασι· οὐ συνᾴδει δὲ αὐτῷ ἡ παράδοσις· φησὶ γὰρ ὁ Ἡρωδιανός, ἀεὶ τὴν παράδοσιν Γινώσκειν τὸ εἶμι ἐν τοῖς ἑνικοῖς διὰ τῆς ˉεˉι διφθόγγου, οἷον εἶμι μέν, οὐδ' ἁλίη ὁδὸς ἔσσεται,, καὶ 326 τὸ δεύτερον εἶς, οἷον Hes. Opp. 8> τῇδ' εἶς, ᾗ σ' ἂν ἐγώ περ ἄγω καὶ ἀοιδὸν ἐοῦσαν, ἀντὶ τοῦ ἐκεῖ πορεύῃ· καὶ τὸ τρίτον τῶν ἑνικῶν εἶσι, οἷον εἶσι περὶ πτόλιος [μαχεσόμενος], ἀντὶ τοῦ πορεύεται· τὰ μέντοι δυϊκὰ καὶ τὰ πληθυντικά, ὡς εἴρηται, διὰ συνε σταλμένου τοῦ ˉι εἰσίν. Καὶ ἔστιν εἰπεῖν, ὅτι τὸ εἴω διὰ τῆς ˉεˉι διφθόγγου σημαίνει τὸ πορεύομαι καὶ ἴω διὰ τοῦ ˉι· καὶ τὰ μὲν ἑνικὰ διὰ τῆς ˉεˉι διφθόγγου εἰσίν, τὰ δὲ δυϊκὰ καὶ τὰ πλη θυντικὰ ἀπὸ τοῦ ἴω διὰ τοῦ ˉι. Δεῖ δὲ γινώσκειν, ὅτι τὸ ἶσι τρίτον πληθυντικὸν διὰ τοῦτο ἐκτεταμένον ἔχει τὸ ˉι, τῶν δυϊκῶν καὶ τῶν πλη θυντικῶν συστελλόντων αὐτό, ἐπειδὴ τὰ εἰς ˉσˉι λήγοντα ῥήματα μακρᾷ θέλουσι παραλήγεσθαι, οἷον τετύφασιν ἱστᾶσι διδοῦσιν· ἀμέλει ἐν τῷ ἴασιν, οἷον καί τ' ἀγεληδὸν ἴασιν, ἐπειδὴ τὸ ˉι οὐκ ἔστι κατὰ τὴν παραλήγουσαν, συστέλλεται. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι τὰ εἰς ˉμˉι ἀποστρέφονται τὴν ὀξεῖαν τάσιν, οἷον τίθημι εἶμι (ὃ σημαίνει τὸ πορεύομαι), χωρὶς τοῦ εἰμί τοῦ σημαίνοντος τὸ ὑπάρχω καὶ τοῦ φημί καὶ τοῦ ἠμί τοῦ σημαίνοντος τὸ λέγω. Ἔστι δὲ ἀπολογήσασθαι περὶ τοῦ εἰμί καὶ τοῦ φημί, ὅτι διὰ τοῦτο ταῦτα ὀξύνονται, ἐπειδὴ ἐγκλιτικά εἰσιν, οἷον ἄνθρωπός εἰμι, αἰδεῖσθαί φημι, τὰ δὲ ἐγκλιτικὰ αὐτὰ καθ' ἑαυτὰ ὄντα ἐν τῇ τελευταίᾳ συλλαβῇ θέλου σιν ἔχειν τὸν τόνον, οἷον ἐστί τινῶν πώς τέ· πρόσκειται αὐτὰ καθ' ἑαυτὰ ὄντα, ἐπειδὴ ἐν τῇ συντάξει ἀναπέμπουσι τὸν ἴδιον τόνον ἢ τῇ προηγουμένῃ λέξει, οἷον ἄνθρωπός ἐστιν, ὑπέρ τινων, καί πως, Ἀρκεσίλαός τε, ἢ τῇ προηγουμένῃ συλλαβῇ, οἷον ἤκουσαν ἥμων, δέδωκεν ἥμιν· οὕτως οὖν καὶ τὸ εἰμί καὶ τὸ φημί ἐγκλιτικὰ ὄντα, οἷον ἄνθρωπός εἰμι, ἐγώ φημι, εἰκότως ἐν τῇ τελευταίᾳ συλλαβῇ ἔχουσι τὸν τόνον αὐτὰ καθ' ἑαυτὰ ὄντα, ἐν δὲ τῇ τελευταίᾳ ἔχοντα τὸν τόνον εὐλόγως ὀξύνονται καὶ οὐ περισπῶνται, ἐπειδὴ βραχυκαταληκτοῦσιν· περισπωμένη γὰρ οὔτε ἐπάνω βραχείας τίθεται οὔτε ἐπάνω θέσει μακρᾶς· τὸ δὲ εἶμι τὸ σημαῖνον τὸ πορεύομαι οὐκ ἔστιν ἐγκλιτικόν, ὡς δηλοῖ ὁ τόνος· βαρύνεται γάρ. Τούτων οὕτως ἐχόντων ἰστέον, ὅτι τὰ εἰς ˉμˉι οὐ θέλουσι συμφώνῳ παραλήγεσθαι, οἷον τίθημι ἵστημι· ὅθεν ἡμάρτηται συμφώνῳ παραληγό μενον τὸ ἐσμί (σημαίνει δὲ τὸ ὑπάρχω)· τούτου οὖν χάριν, ὡς ἀνω τέρω εἴρηται, τὰ παραγόμενα εἰς ˉμˉι ἀπὸ βαρυτόνων ἀπὸ τῆς ἕκτης 327 συζυγίας παράγονται, οἷον ζευγνύω ζεύγνυμι, καὶ οὐκ ἀπὸ τῶν ἄλλων συζυγιῶν τῶν βαρυτόνων· εἰ γὰρ ἐγένοντο ἀπὸ τῶν ἄλλων συζυγιῶν τῶν βαρυτόνων, ἔμελλον παραλήγεσθαι συμφώνῳ, ἅτε δὴ τῶν ἄλλων συζυγιῶν τῶν βαρυτόνων διὰ συμφώνου ἐκφερομένων, ὅπερ ἐστὶν ἀδύνατον. Ἰστέον δὲ ὅτι οὐ μόνον κατὰ τοῦτο ἡμάρτηται τὸ ἐσμί, φημὶ δὴ καθότι παραλήγεται συμφώνῳ, ἀλλὰ καὶ ὅτι θέσει μακρᾷ παραλήγεται, τῶν εἰς ˉμˉι, ὥσπερ εἴρηται, φύσει μακρᾷ παραλήγεσθαι θελόντων, οἷον τίθημι δίδωμι ζεύγνυμι· τοῦτο δὲ τὸ ἐσμί οὔτε ἔστιν ἐν χρήσει, ἀλλ' ἐν ὑπομνήσει ἔχομεν ἐξ αὐτοῦ τὸ ἐσσί καὶ τὸ ἐστί, περὶ ὧν, εἰ θεῷ φίλον, ἐν τοῖς ἐφεξῆς μαθησόμεθα. Ἰστέον δὲ ὅτι τὰ εἰς ˉμˉι ἀναδιπλασιαζόμενα κατὰ τὸν ἐνεστῶτα τούτῳ τῷ τρόπῳ ἀναδιπλασιάζονται· εἰ μὲν τὸ πρωτότυπον ἀπὸ φω νήεντος ἄρχεται, διὰ τοῦ ˉι γίνεται μόνου ὁ ἀναδιπλασιασμός, ὧ ἱῶ ἵημι (τὸ πέμπω)· εἰ δὲ τὸ πρωτότυπον ἀπὸ συμφώνου ἄρχεται ἑνός, τότε δι' αὐτοῦ τοῦ συμφώνου καὶ τοῦ ˉι γίνεται ὁ ἀναδιπλασιασμός, οἷον δῶ διδῶ δίδωμι, βῶ βιβῶ βίβημι, θῶ τιθῶ τίθημι, τοῦ δασέος ˉθ διὰ τὴν κακοφωνίαν τραπέντος εἰς τὸ ἀντίστοιχον τὸ ψιλόν, φημὶ δὴ εἰς τὸ ˉτ· εἰ δὲ τὸ πρωτότυπον διὰ συμφώνων ἄρχεται, εἰ μὲν μὴ ἔστιν ἄφωνον πρὸ ἀμεταβόλου, διὰ τοῦ ˉι μόνου γίνεται ὁ ἀναδιπλα σιασμός, οἷον στῶ ἱστῶ ἵστημι, εἰ δέ ἐστιν ἄφωνον πρὸ ἀμεταβόλου, τότε δι' αὐτοῦ τοῦ συμφώνου, φημὶ δὴ τοῦ ἀφώνου, γίνεται ὁ ἀνα διπλασιασμὸς καὶ τοῦ ˉι, οἷον πρῶ πιπρῶ πίπρημι καὶ πίμπρημι κατὰ πλεονασμὸν τοῦ ˉμ, πλῶ πιπλῶ πίπλημι καὶ κατὰ πλεονασμὸν τοῦ ˉμ πίμπλημι, χρῶ κιχρῶ κίχρημι, τοῦ δασέος ˉχ διὰ τὴν κακοφωνίαν τρα πέντος εἰς τὸ ἀντίστοιχον τὸ ψιλόν, φημὶ δὴ εἰς τὸ ˉκ. Τούτων οὕτως ἐχόντων ἀποροῦσί τινες λέγοντες, διὰ ποίαν αἰτίαν, ὥσπερ ἀπὸ τοῦ θῶ γίνεται κατὰ πλεονασμὸν τιθῶ τίθημι καὶ ἀπὸ τοῦ δῶ διδῶ δίδωμι, μὴ τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ φῶ γίνεται μετὰ ἀναδιπλασιασμοῦ πιφῶ καὶ πίφημι, ἀλλὰ φημί λέγεται ἄνευ διπλασιασμοῦ. Ἔστιν οὖν εἰπεῖν, ὅτι οὐ δύναται τὸ φημί ἀναδιπλασιασθῆναι, ἐπειδὴ ἐγκλιτικόν ἐστιν, οἷον αἰδεῖσθαί φημι· κανὼν δέ ἐστιν ὁ λέγων, ὅτι τὰ ἐγκλιτικὰ οὐ θέλουσιν ὑπερβαίνειν τὴν δισυλλαβίαν, οἷον εἰμί τίς πώς τέ ὑμῶν [εἰμί] ἡμῖν ἐστίν· εἰ οὖν ἀνεδιπλασιάσθη τὸ φημί, ἤμελλε τρισυλλαβεῖν ἐγκλιτικὸν ὄν, ὅπερ ἀδύνατον. Τίθης. Ἰστέον ὅτι τὰ εἰς ˉμˉι λήγοντα τροπῇ τῆς ˉμˉι εἰς ˉς τὸ δεύ 328 τερον πρόσωπον ποιοῦσιν, οἷον τίθημι τίθης, ἵημι (τὸ πέμπω) ἵης, κίχρημι κίχρης, δίδωμι δίδως, ζεύγνυμι ζεύγνυς, πήγνυμι πήγνυς, ὄμνυμι ὄμνυς, δείκνυμι δείκνυς, εἰμί εἴς ὀξυτόνως, οἷον αἵματός εἰς ἀγαθοῖο, φίλον τέκος, ἀντὶ τοῦ ὑπάρχεις, εἶμι εἶς περισπωμένως, ὡς παρ' Ἡσιόδῳ τῇδ' εἶς, ᾗ σ' ἂν ἐγώ περ ἄγω καὶ ἀοιδὸν ἐοῦσαν, ἀντὶ τοῦ ἐκεῖ πορεύῃ· καὶ ἀπὸ τοῦ φημί δὲ τὸ δεύ τερον πρόσωπον φής ὤφειλεν εἶναι χωρὶς τοῦ ˉι, τροπῇ τῆς ˉμˉι εἰς ˉς, ἀλλ' ἡ παράδοσις σὺν τῷ ˉι οἶδεν αὐτὸ γεγραμμένον, οἷον φῄς, ὡς ἐν τῇ Ὀρθογραφίᾳ, εἰ θεῷ φίλον, μαθησόμεθα. Τούτων οὕτως ἐχόν των καὶ τοῦ ἐσμί τοῦ σημαίνοντος τὸ ὑπάρχω τροπῇ τῆς ˉμˉι εἰς ˉς γίνεται τὸ δεύτερον πρόσωπον ἔσς, καὶ ἐπειδὴ οὐδέποτε οὔτε συλλαβὴ οὔτε λέξις εἰς δύο σύμφωνα τὰ αὐτὰ καταλήγει, προσῆλθε τὸ ˉι καὶ ἐγένετο ἐσσί. Λέγει δὲ ὁ Φιλόπονος, ὅτι οὐκ ἔστιν ἀπὸ τοῦ ἐσμί τὸ ἐσσί, ἀλλ' ἀπὸ τοῦ εἰμί· ἀπὸ γὰρ τοῦ εἰμί τροπῇ τῆς ˉμˉι εἰς ˉς γέγονεν εἴς, ἀντὶ τοῦ ὑπάρχεις, καὶ καθ' ὑπερβιβασμὸν τοῦ ˉι ἐσί, καὶ ἐπειδὴ τὰ εἰς ˉσˉι λήγοντα ῥήματα μακρᾷ θέλουσι παραλήγεσθαι, οἷον τύπτουσι λέγουσι τετύφασι πεποιήκασι πεποίθασι, τούτου χάριν ἀνεδιπλασιάσθη τὸ ˉς, καὶ ἐγένετο ἐσσί· ἀπὸ τοῦ ἐσμί γάρ, φησίν, οὐκ ἠδύνατο εἶναι, ἐπειδὴ τὸ ἐσμί ἡμάρτηται· οὐδέποτε γὰρ τὰ εἰς ˉμˉι θέλουσι συμφώνῳ παραλήγεσθαι, οἷον τίθημι ἵστημι δίδωμι ζεύγνυμι ὄμνυμι ὄλλυμι δείκνυμι. Πρὸς ὃν ἔσιν εἰπεῖν, ὅτι πρῶτον μὲν καὶ τὸ εἰμί ἡμάρτηται· τὰ γὰρ εἰς ˉμˉι οὐ θέλουσι διφθόγγῳ παραλήγεσθαι, οἷον τίθημι ἵστημι δίδωμι ζεύγνυμι ὄμνυμι ὄλλυμι δείκνυμι, πλὴν τοῦ εἶμι τοῦ σημαίνοντος τὸ πορεύομαι καὶ τοῦ εἰμί δηλονότι τοῦ σημαίνοντος τὸ ὑπάρχω· δεύτερον δέ, εἰ τὸ ἐσσί δῶμεν εἶναι ἀπὸ τοῦ εἰμί, ἀναγκαζόμεθα τὸ τρίτον πρόσωπον τῶν ἑνικῶν εἰσί εἰπεῖν· τὰ γὰρ εἰς ˉμˉι ὁριστικὰ τροπῇ τοῦ ˉμ εἰς ˉς ποιοῦσι τὰ τρίτα πρόσωπα, οἷον τίθημι τίθησι, ἵστημι ἵστησι, δίδωμι δίδωσι, ζεύγνυμι ζεύγνυσι· οὕτως οὖν καὶ ἀπὸ τοῦ εἰμί τὸ τρίτον τῶν ἑνικῶν εἰσί ὤφειλεν εἶναι, ἀλλὰ μὴν τὸ εἰσί τρίτον ἑνικὸν οὐκ ἔστιν, ἀλλὰ τρίτον πληθυντικόν· δῆλον οὖν ὅτι οὐδὲ τὸ ἐσσί ἀπὸ τοῦ εἰμί ἐστίν· τοῦ γὰρ τρίτου προσώπου μὴ δυναμένου εἶναι ἀπὸ τοῦ εἰμί, κωλύεται καὶ τὸ δεύτερον εἶναι ἀπὸ τούτου. Ταῦτα μὲν ἐν τούτοις. Ἄξιον δέ ἐστι ζητῆσαι, εἰ ἄρα τὸ ˉι εἴωθε γίνεσθαι ἐφελκυστικὸν τοῦ ˉν, ἡνίκα ἔχει προηγούμενον τὸ ˉς ἢ δυνάμει ἢ ἐνεργείᾳδυνάμει μέν, οἷον Φοίνιξι Φοίνιξιν, Πέλοψι Πέλοψιν, τὸ γὰρ ˉξ ἐκ τοῦ ˉκ καὶ ˉς δοκεῖ συγκεῖσθαι, καὶ τὸ ˉψ ἐκ τοῦ ˉπ καὶ ˉς, ἐνεργείᾳ δέ, οἷον λέβησι 329 λέβησιν, Αἴασι Αἴασινδιὰ ποίαν αἰτίαν τὸ ἐσσί οὐ γίνεται ἐφελκυ στικὸν τοῦ ˉν, ἔχον προηγούμενον τοῦ ˉι τὸ ˉς, οἷον ἔχθιστος δέ μοί ἐσσι διοτρεφέων βασιλήων. Ἔστιν οὖν εἰπεῖν, ὅτι διὰ τοῦτο τὸ ἐσσί οὐ γίνεται ἐφελκυστικὸν τοῦ ˉν, ἐπειδὴ ἀπὸ πάθους ἔχει τὸ ˉι· ἢ γάρ, ὡς εἴρηται, ἀπὸ πλεονασμοῦ ἔχει αὐτό, ἢ κατὰ τὸν Φιλόπονον ἀπὸ ὑπερβιβασμοῦ· ἐπειδὴ οὖν ἀπὸ πάθους ἔχει τὸ ˉι, τούτου χάριν οὐκ ἐγένετο ἐφελκυστικὸν τοῦ ˉν. Δεῖ δὲ ζητῆσαι, πόθεν ἐγένετο τὸ εἶ τὸ σημαῖνον τὸ ὑπάρχεις., οἷον αἵματός εἰς ἀγα θοῖο, φίλον τέκος, ἀντὶ τοῦ ὑπάρχεις, κατὰ ἀποβολὴν τοῦ ˉς ἐγένετο εἶ. Πρὸς οὓς λέγει ὁ Ἀπολλώνιος, ὅτι πρῶτον μέν, εἰ ἐγένετο ἐκ τοῦ εἴς κατὰ ἀποβολὴν τοῦ ˉς, ὤφειλε τρίτον πρόσωπον εἶναι τὸ εἶ· τὰ γὰρ δεύτερα πρόσωπα ἀποβάλλοντα τὸ ˉς τρίτα γίνονται· πῶς οὖν τὸ εἴς ἀποβάλλον τὸ ˉς καὶ γινόμενον εἶ δεύτερον ἔμεινεν; δεύτερον δέ, εἰ ἐγένετο τὸ εἶ ἐκ τοῦ εἴς, ὤφειλε φυλάξαι τὸν αὐτὸν τόνον, τουτέστιν ὁμοίως τῷ εἴς· τὰ γὰρ ἀποβάλλοντα τὸ ˉς, ἐὰν φυλάξωσι τὸ αὐτὸ σημαινόμενον, τὸν αὐτὸν τόνον φυλάττουσιν, οἷον πολλάκις πολλάκι, μέχρις μέχρι· δεῖ προσθεῖναι εἰ μὴ χαρακτὴρ κωλύσῃ, διὰ τὸ χωρίς χῶρι, τὸ γὰρ χῶρι βαρύνεται πρὸς τὸν χαρακτῆρα τοῦ νόσφι αὖθι ἶφι ἄρτι ἄγχι ᾗχι· πρόσκειται ἐὰν φυλάξωσι τὸ αὐτὸ σημαινόμενον, φυλάττουσι καὶ τὸν αὐτὸν τόνον, διὰ τὸ ἄντικρυς ἀντι κρύ· ἐνταῦθα ἐπειδὴ οὐκ ἐφυλάχθη τὸ αὐτὸ σημαινόμενοντὸ μὲν γὰρ ἄντικρυς τὸ φανερῶς σημαίνει, τὸ δὲ ἀντικρύ τὸ ἐξ ἐναντίας τούτου χάριν οὔτε ὁ αὐτὸς τόνος ἐφυλάχθη· καὶ πάλιν βασιλεύς βασι λεῦ· ἰδοὺ γὰρ οὔτε ἐνταῦθα ἐφυλάχθη ὁ αὐτὸς τόνοςτὸ μὲν γὰρ βασιλεύς ὀξύνεται, τὸ δὲ βασιλεῦ περισπᾶταιἀλλ' οὐκ ἐφυλάχθη τὸ αὐτὸ σημαινόμενον, τὸ μὲν γὰρ εὐθείας ἐστίν, τὸ δὲ κλητικῆς· ἀλλ' οὐκ ἀντιστρέφοντος τοῦ λόγου· οὐδὲ γὰρ ἐὰν τοῦ σημαινομένου γένη ται ἐναλλαγὴ μετὰ τὴν ἀποβολὴν τοῦ ˉς, πάντως καὶ ὁ τόνος ἐναλλάτ τεται· ἰδοὺ γὰρ λέγεις λέγει, ὁ Χρύσης τῷ Χρύσῃ, ὁ Φιλητᾶς τοῦ Φιλητᾶ· ἰδοὺ ταῦτα μὴ φυλάξαντα τὸ αὐτὸ σημαινόμενοντὸ μὲν γὰρ δευτέρου προσώπου ἐστίν, τὸ δὲ τρίτου, καὶ τὰ μὲν εὐθείας, τὰ δὲ γενικῆς καὶ δοτικῆςὅμως τὸν αὐτὸν τόνον ἐφύλαξαν· τοῦτο οὖν τὸ εἶ φυλάξαν τὸ σημαινόμενον τοῦ εἴςἀμφότερα γὰρ τὸ ὑπάρχεις δηλοῦσιν, καὶ ἀμφότερα δευτέρου προσώπου εἰσίνκαὶ μὴ φυλάξαν τὸν αὐτὸν τόνοντὸ μὲν γὰρ εἶ περισπᾶται, τὸ δὲ εἴς ὀξύνεται δηλονότι οὐ γέγονεν ἀπὸ τοῦ εἴς κατὰ ἀποβολὴν τοῦ ˉς. 330 Σχηματίζει οὖν ὁ Ἀπολλώνιος τὸ εἶ τοῦτον τὸν τρόπον· ἔστιν ἔω τὸ σημαῖνον τὸ ὑπάρχω· ἐκ τούτου γίνεται παθητικὸν ἢ μέσον ἔομαι, δηλονότι κατὰ φωνήν· πρόσκειται δηλονότι κατὰ φωνήν, ἐπειδὴ κατὰ σημασίαν οὐ δύναται συστῆναι τὸ ἔομαι, οὐδεὶς γὰρ λέγει ὑπάρχομαι· ἐκ τούτου λοιπὸν τοῦ ἔομαι τὸ δεύτερον πρόσωπον γίνεται κοινῶς μὲν ἔῃ διὰ τοῦ ˉη καὶ ˉι, ὥσπερ βούλῃ, ἀττικῶς δὲ ἔει διὰ τῆς ˉεˉι διφθόγγου, ὥσπερ βούλει, ὡς παρὰ Μενάνδρῳ βούλει τι, Κνήμων; εἰπέ μοι, καὶ λοιπὸν τοῦτο τὸ ἔει τὸ Ἀττικὸν τὸ διὰ τῆς ˉεˉι διφθόγγου γίνεται κατὰ κρᾶσιν τοῦ ˉε καὶ τῆς ˉεˉι διφθόγγου εἰς τὴν ˉεˉι δίφθογγον εἶ, ὥσπερ ποιέεις ποιεῖς, καὶ εὐλόγως περισπᾶται, ἐπειδὴ ἡ ὀξεῖα καὶ ἡ βαρεῖα εἰς περισπωμένην συνέρχονται, οἷον ποιέεις ποιεῖς, πάϊς παῖς, Πηλέϊ Πηλεῖ, Ἡρακλέα Ἡρακλῆ. Εἶτα μετὰ τὸ οὕτω σχηματίσαι τὸν Ἀπολλώνιον, λέγει πάλιν ὁ αὐτός, ὅτι ἄμεινον λέγειν τὴν φωνὴν παρεφθάρθαι, τουτέστι παράλογον, ἢ μείζονι ἐγκλή ματι περιπεσεῖν, φημὶ δὴ τῷ λέγειν, ὅτι ἀπὸ τοῦ ἔω ὑπαρκτικοῦ γίνε ται τὸ παθητικὸν ἔομαι· οὐδέποτε γάρ, φησίν, τὰ ὑπαρκτικὰ εἰς πάθος λαμβάνονται, ἤγουν οὐκ ἔχουσι παθητικά, οὐδὲ γὰρ τὸ ὑπάρχω γίνεται ὑπάρχομαι· πῶς γὰρ δύνανται ἔχειν παθητικά, ὅπου οὔτε ἐνέργειαν σημαίνουσιν; τὸ γὰρ ζῶ πλουτῶ ὑπάρχω ὑγιαίνω οὐδέτερα καλοῦσι διὰ τὸ μήτε ἐνέργειαν σημαίνειν μήτε πάθος. Λέγει οὖν ὁ Χάραξ, ὅτι κατὰ πάθος γέγονε τὸ εἶ ἀπὸ τοῦ εἴς ἀποβολῇ τοῦ ˉς, καὶ περιεσπάσθη τὸ εἶ, τοῦ εἴς ὀξυνομένου, ἐπειδὴ εἰς χαρακτῆρα ἐνέπεσεν ἀπαιτοῦντα τὴν περισπωμένην τάσιν· τὰ γὰρ εἰς τὴν ˉεˉι δίφθογγον λήγοντα ῥήματα, ἐπὶ τέλους ἔχοντα τὸν τόνον, περισπῶνται, οἷον ποιεῖ τελεῖ νοεῖ· πρόσκειται ἐπὶ τέλους ἔχοντα τὸν τόνον, διὰ τὸ ἐποίει καὶ ἐνόει· ταῦτα γὰρ οὐ περισπῶνται, ἀλλ' οὐκ ἔχουσιν ἐπὶ τέλους τὸν τόνον. Τίθησιν. Ἰστέον ὅτι κανονίζει ὁ τεχνικὸς τὸ τρίτον πρόσωπον τῶν ἑνικῶν οὕτως· πᾶν δεύτερον πρόσωπον τῶν εἰς ˉμˉι, ἐπὶ ἐνεστῶτος δηλονότι χρόνου, προσθέσει τοῦ ˉι τὸ τρίτον ποιεῖ, οἷον τίθης τίθησι· πρόσκειται ἐπὶ ἐνεστῶτος δηλονότι χρόνου, ἐπειδὴ ἐν παρατατικῷ τὸ δεύτερον ἀποβολῇ τοῦ ˉς τὸ τρίτον ποιεῖ, οἷον ἐτίθης ἐτίθη, ἐζεύγνυς ἐζεύγνυ· δεῖ προσθεῖναι τῷ εἰρημένῳ κανόνι τῷ λέγοντι, ὅτι πᾶν δεύτερον πρόσωπον τῶν εἰς ˉμˉι, ἐνεστῶτος δηλονότι χρόνου, προσθέσει τοῦ ˉι τὸ τρίτον ποιεῖ τὸ κατὰ κοινὴν διάλεκτον, ἐπειδὴ οἱ Αἰολεῖς ἀποβολῇ τοῦ ˉς ἐπὶ τούτων τὰ τρίτα ποιοῦσιν, οἷον τίθης τίθη, ἵστης ἵστη, δίδως δίδω, ζεύγνυς ζεύγνυ. Δυνατὸν δὲ καὶ ἐκ τοῦ πρώτου προσώπου τῶν ἑνικῶν κανονίσαι οὕτως· τὰ εἰς ˉμˉι 331 λήγοντα ὁριστικὰ τροπῇ τοῦ ˉμ εἰς ˉς ποιοῦσι τὸ τρίτον πρόσωπον, οἷον ζεύγνυμι ζεύγνυσι, φημί φησί, εἶμι (τὸ πορεύομαι) εἶσι (τὸ πορεύεται), οἷον εἶσι περὶ πτόλιος [μαχεσόμενος]· ἀπὸ τοῦ εἰμί οὖν τοῦ σημαίνοντος τὸ ὑπάρχω τὸ τρίτον τῶν ἑνικῶν ὤφειλε γενέσθαι εἰσίν· ἵνα δὲ μὴ συνεμπέσῃ τῷ τρίτῳ τῶν πληθυντικῶν, λέγω δὴ τῷ εἰσὶν ἐκεῖνοι, καὶ κατὰ τὴν γραφὴν καὶ κατὰ τὸν τόνον, τούτου χάριν ἐπι λέλοιπεν· πρόσκειται ὁριστικά, οἷον τὰ εἰς ˉμˉι λήγοντα ὁριστικὰ τροπῇ τοῦ ˉμ εἰς ˉς ποιοῦσι τὸ τρίτον πρόσωπον, διὰ τὰ εὐκτικά, οἷον τύπτοιμι τύπτοις τύπτοι· ἐκεῖνα γὰρ οὐ ποιοῦσι τροπῇ τὸ τρίτον, ἀλλ' ἀποβολῇ τοῦ ˉς τοῦ κατὰ τὸ δεύτερον πρόσωπον. Τούτων οὕτως ἐχόν των καὶ ἀπὸ τοῦ ἐσμί τροπῇ τοῦ ˉμ εἰς ˉς ὤφειλε γενέσθαι τὸ τρίτον τῶν ἑνικῶν ἐσσί, ἀλλ' ἐπειδὴ προελήφθη ἡ φωνὴ ἐπὶ τοῦ ἰδίου δευτέρου προσώπουκαὶ γὰρ τὸ δεύτερον πρόσωπον ἐσσίτούτου χάριν τροπὴ Δωρικὴ παρηκολούθησε τοῦ ˉς εἰς τὸ ˉτ, καὶ ἐγένετο ἐστί, ὥσπερ σύ τύ, εἴκοσι εἴκοτι. Ἰστέον ὅτι ἔνθεν ἀνατρέπεται ὁ Φιλό πονος, λέγων οὐκ ἔστι τὸ ἐσσί ἀπὸ τοῦ ἐσμί· ἐκ τούτου γὰρ τοῦ εἰμί οὐδέποτε ἠδύνατο γενέσθαι τὸ ἐστί. Δεῖ δὲ γινώσκειν, ὅτι οὐκ ἔστιν αὕτη ἡ τροπὴ ἡ ἐν τῷ ἐστί κυρίως Δωρική· οἱ γὰρ Δωριεῖς τὸ τρίτον πρόσωπον τῶν ἑνικῶν εἰς ˉτˉι ποιοῦσι μὴ προηγουμένου συμφώνου, οἷον φησί φατί, δίδωσι δίδωτι· εἰ οὖν ἐν τῷ ἐσσί προηγεῖται σύμφωνον, οὐκ ἐτράπη τοῦτο τὸ ˉς δωρικῶς εἰς τὸ ˉτ, ἀλλὰ κατὰ μίμησιν Δωρικήν· τὸ δὲ τρίτον τῶν πληθυντικῶν εἰς ˉτˉι ποιοῦσιν οἱ Δωριεῖς προηγουμένου συμφώνου τοῦ ˉν, οἷον δίδοντι φάντι. Ὅτι δὲ δυνάμει ἐν τῷ ἐστί ὑπάρχει τὸ ˉς, δηλοῖ τὸ ˉν προσερχόμενον αὐτῷ, οἷον ἐστίν· ὅτε γάρ ἐστι τὸ ˉς πρὸ τοῦ ˉι ἢ δυνάμει ἢ ἐνεργείᾳ, τότε τοῦ ˉν ἐφελκυ στικὸν γίνεται τὸ ˉι· οὕτως οὖν καὶ ἐστίν, ἐνταῦθα γὰρ δυνάμει τὸ ˉς ἐστίν· πολλάκις δὲ καὶ τοῦ ˉφ προηγουμένου γίνεται τὸ ˉι ἐφελκυστικὸν τοῦ ˉν, οἷον ναῦφιν, ναῦφιν ἀμυνόμενοι, τουτέστιν ἐκ τῶν νεῶν ἀποσοβοῦντες. Ταῦτα μὲν ἐν τούτοις. Ἄξιον δέ ἐστι ζητῆσαι τοῦτο, πάντων τῶν δευτέρων προσώπων τῶν εἰς ˉς ληγόντων ἀποβαλλόντων τὸ ˉς καὶ ποιούντων τὸ τρίτον πρόσωπον, οἷον τύπτεις τύπτει, ἐτύφθης ἐτύφθηπερὶ γὰρ τοῦ παρα κειμένου καὶ ἀορίστου πρώτου ἐμάθομεν, ὅτι καὶ τροπὴ παρηκολούθησε τοῦ ˉα εἰς ˉε διὰ τὴν ὁμοφωνίαν τὴν πρὸς τὸ πρῶτον πρόσωπον διατί μόνα τὰ εἰς ˉμˉι κατὰ τὸν ἐνεστῶτα οὐκ ἀποβάλλουσι τὸ ˉς ἐν τῷ