Prolegomena et scholia in Theodosii Alexandrini canones
Georgius Choeroboscus ConstantinopolitanusCano 64 · pg-scrape-grcMore by Georgius Choeroboscus Constantinopolitanus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-choeroboscus-constantinopolitanus" aria-label="More works by Georgius Choeroboscus Constantinopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
64.1.1
καὶ οὐ γέγονε πρὸς τὴν παραλήγουσαν τῆς γενικῆς τῆς μετοχῆς· ἔστι γὰρ εἴς ἔντος ἡ μετοχή, καὶ ὀφείλει τὸ τρίτον τῶν πληθυντικῶν γενέ σθαι ἔν διὰ τοῦ ˉε, ἀλλ' ἐπειδὴ μονοσύλλαβός ἐστιν ἡ λέξις καὶ τὴν αὐτὴν ἔχει ἄρχουσαν καὶ λήγουσαν καὶ παραλήγουσαν, τῷ λόγῳ τῆς ἀρχούσης ἐφυλάχθη τὸ ˉη, καὶ οὐκ ἐγένετο τῷ λόγῳ τῆς παραληγούσης διὰ τοῦ ˉε. Ἔστι καὶ ἄλλως τοιαύτη ἀπολογία, ἣν λέγει ὁ Ἡρωδιανὸς ἐν τῷ περὶ αὐτοῦ μονοβίβλῳ, ὅτι τὸ ἦν εὑρίσκεται καὶ πρώτου προσώ που ἑνικοῦ, οἷον ἦν ἐγώ, ὡς
64.2.1
Ἀριστοφάνει ἐν Πλούτῳ ἐγὼ θεοσεβὴς καὶ δίκαιος ὢν ἀνὴρ Κακῶς ἔπραττον καὶ πένης ἦν, ἀντὶ τοῦ ὑπῆρχον· εὑρίσκεται καὶ τρίτου προσώπου ἑνικοῦ, ἦν ἐκεῖνος, εὑρέθη δὲ καὶ πρώτου προσώπου πληθυντικοῦ, οἷον ἦν ἡμεῖς, ἀντὶ τοῦ ἦμεν· εἰκότως οὖν καὶ τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν οὐκ ἐνήλλαξε πρὸς τὸ ἴδιον πρῶτον πρόσωπον, ἀλλ' ἐγένετο καὶ αὐτὸ ἦν διὰ τοῦ ˉη, τῆς δ' ἦν τρεῖς κεφαλαί, ἀντὶ τοῦ ἦσαν, ἵνα, ὥσπερ ἐν τοῖς ἑνικοῖς τὸ πρῶτον καὶ τρίτον ὁμοφωνοῦσι, τὸν αὐτὸν τρόπον καὶ ἐν τοῖς πληθυντικοῖς τὸ πρῶτον καὶ τρίτον ὁμοφωνῶσιν. Πάλιν δὲ ἐκ τοῦ ἐναντίου εὑρίσκομεν παρῳχημένων τινῶν τρίτα πρόσωπα τῶν πληθυντικῶν ἰσοσυλλαβοῦντα τοῖς ἰδίοις πρώτοις πληθυντικοῖς, τῆς μετοχῆς αὐτῶν μὴ οὔσης εἰς ˉς μετ' ὀξείας τάσεως, οἷόν ἐστιν ὁ πληρῶν τοῦ πληροῦντος ἡ μετοχή, καὶ δέον ἐστὶν εἰπεῖν τὰ πληθυντικὰ ἐπλη ροῦμεν ἐπληροῦτε καὶ τὸ τρίτον ἐπλήρουν, ἐνδέον μιᾷ συλλαβῇ τοῦ ἰδίου πρώτου πληθυντικοῦ, καὶ λῆγον εἰς τὴν παραλήγουσαν τῆς γενι κῆς τῆς μετοχῆς, καὶ ὅμως εὕρηται παρὰ τῷ Εὐριπίδῃ ἐν τῇ Ἑκάβῃ τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν ἰσοσύλλαβον τῷ ἰδίῳ πρώτῳ προσώπῳ πληθυντικῷ, οἷον ἐπληροῦσαν, ἔνθα φησὶν οἱ δ' ἐπληροῦσαν πυρὰν Κορμοὺς φέροντες πευκίνους. Καὶ πάλιν ἐστὶν ὁ σχάζων τοῦ σχάζοντος ἡ μετοχή, καὶ δέον ἐστὶν εἶναι τὰ πληθυντικὰ ἐσχάζο μεν ἐσχάζετε ἔσχαζον, καὶ ὅμως εὑρίσκεται παρὰ Λυκόφρονι τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν ἰσοσύλλαβον τῷ ἰδίῳ πρώτῳ πληθυντικῷ ἐσχάζοσαν, ἔνθα φησὶν κἀπὸ γῆς ἐσχάζοσαν, ἀντὶ τοῦ ἀπέ λυον· ταῦτα δὲ Καλχηδονίων ἰδιώματά εἰσιν. 65 Παρακείμενος. Τέτυφα. Δύο χρόνοι κατασκευάζουσι τὸν παρακείμενον, ὁ παρατατικὸς τὴν ἄρχουσαν, ὁ δὲ μέλλων τὴν λήγουσαν καὶ τὴν παραλήγουσαν καὶ τὴν ποσότητα τῶν συλλαβῶν. Μετὰ τὸν παρατατικὸν κανονίζει τὸν παρακείμενον, καὶ λέγει ὅτι δύο χρόνοι κατασκευάζουσι τὸν παρακείμενον, ὁ παρατατικὸς καὶ ὁ μέλλων, ὁ μὲν τὴν ἄρχουσαν, ὁ δὲ τὴν λήγουσαν καὶ τὴν παραλήγουσαν καὶ τὴν ποσό τητα τῶν συλλαβῶν· ἡμεῖς δέ, εἰ θεῷ φίλον, προϊόντες ἔχομεν δεῖξαι, ὅτι καὶ ἡ ἄρχουσα δύναται ἐκ τοῦ μέλλοντος κανονισθῆναι. Πᾶς τοίνυν παρακείμενος εἰς ˉα λήγει, καὶ πρὸ τοῦ ˉα ἔχει ἢ τὸ ˉφ ἢ τὸ ˉχ ἢ τὸ ˉκ, οἷον τέτυφα νένυχα πεποίηκα. Ἰστέον ὅτι πᾶς παρακείμενος ὁριστικὸς ἐνεργητικὸς πρώτου προσώπου ἑνικοῦ εἰς ˉα λήγει. Ταῦτα δὲ πεποίηται πρὸς τὴν τοῦ μέλλοντος ἀκολου θίαν· ὅτε μὲν γὰρ ὁ μέλλων διὰ τοῦ ˉψ, ὁ παρακείμενος διὰ τοῦ ˉφ ἐκφέρεται, οἷον τύψω τέτυφα, γράψω γέγραφα, κόψω κέκοφα· ὅτε δὲ ὁ μέλλων διὰ τοῦ ˉξ, ὁ παρακείμενος διὰ τοῦ ˉχ ἐκφέρεται, οἷον λέγω λέξω λέλεχα, πλέκω πλέξω πέπλεχα, νύσσω νύξω νένυχα· ὅτε δὲ ὁ μέλλων διὰ τοῦ ˉς ἐστίν, ὁ παρακείμενος διὰ τοῦ ˉκ ἐκφέρεται, οἷον πείθω πείσω πέπεικα, νήθω νήσω νένηκα, λακτίζω λακτίσω λελάκτικα, βασιλεύω βασιλεύσω βεβασίλευκα, συρίζω συρίσω σεσύρικα, ἱππεύω ἱπ πεύσω ἵππευκα· ὅτε δὲ ὁ μέλλων δι' ἀμεταβόλου ἐκφέρεται, τότε ὁ παρακείμενος διά τε αὐτοῦ τοῦ ἀμεταβόλου καὶ τοῦ ˉκ ἐκφέρεται, οἷον κείρω κερῶ κέκαρκα, φθείρω φθερῶ ἔφθαρκα, κτείνω κτενῶ ἔκταγκα, τοῦ ˉν εἰς τὸ ˉγ τραπέντος διὰ τὴν ἐπιφορὰν τοῦ ˉκ. Ἔστι δὲ καὶ οὕτως εἰπεῖν, ὅτι ἐπὶ μὲν τῆς πρώτης συζυγίας τῶν βαρυτόνων διὰ τοῦ ˉφ ἐκφέρεται ὁ παρακείμενος, οἷον τύπτω τύψω τέτυφα, λείβω λείψω λέλειφα, γράφω γράψω γέγραφα, ἐπὶ δὲ τῆς δευτέρας συζυγίας τῶν βαρυτόνων καὶ ἐνίων τῆς τετάρτης, ὧν ὁ μέλλων διὰ τοῦ ˉξ ἐστίν, διὰ τοῦ ˉχ ἐκφέρεται ὁ παρακείμενος, οἷον λέγω λέξω λέλεχα, πλέκω πλέξω πέπλεχα, πλήσσω πλήξω πέπληχα, πήσσω πήξω πέπηχα, νύσσω νύξω νένυχα· ἐπὶ δὲ τῶν λοιπῶν πασῶν συζυγιῶν διὰ τοῦ κ ἐκφέρεται ὁ παρακείμενος, τουτέστιν ἐπὶ τῆς τρίτης συζυγίας τῶν βαρυτόνων καὶ ἐπὶ ἐνίων τῆς τετάρτης, ὧν ὁ μέλλων οὐκ ἔστι διὰ τοῦ ˉξ ἀλλὰ διὰ τοῦ ˉς, καὶ ἐπὶ τῆς πέμπτης καὶ ἐπὶ τῆς ἕκτης καὶ ἐπὶ τῶν τριῶν συζυ γιῶν τῶν περισπωμένων, καὶ ἐπὶ τῶν εἰς ˉμˉι, οἷον πείθω πείσω πέπεικα, 66 νήθω νήσω νένηκα, συρίζω συρίσω σεσύρικα, λεπίζω λεπίσω λελέπικα, ἁρπάζω ἁρπάσω ἥρπακα, κείρω κερῶ κέκαρκα, τίλλω τιλῶ τέτιλκα, κρούω κρούσω κέκρουκα, τοξεύω τοξεύσω τετόξευκα, ποιῶ ποιήσω πεποίηκα, βοῶ βοήσω βεβόηκα, χρυσῶ χρυσώσω κεχρύσωκα, τίθημι θήσω τέθηκα καὶ κατὰ τροπὴν Βοιωτικὴν τοῦ ˉη εἰς τὴν ˉεˉι δίφθογγον τέθεικα διὰ τῆς ˉεˉι διφθόγγου, δίδωμι δώσω δέδωκα, βίωμι βιώσω βεβίωκα. Ταῦτα μὲν ἐν τούτοις. Ἄξιον δέ ἐστι ζητῆσαι τοῦτο, εἰ ἄρα ἡ πρώτη συζυγία τῶν βαρυ τόνων ἔχουσα δασὺ ψιλὸν μέσον, λέγω δὴ τὸ ˉβ ἢ ˉπ ἢ ˉφ, οἷον λείβω τέρπω γράφω, διὰ τοῦ ἰδίου δασέος ἐκφέρεται κατὰ τὸν παρακείμενον, λέγω δὴ διὰ τοῦ ˉφ, οἷον λείβω λείψω λέλειφα, γράφω γράψω γέγραφα, καὶ πάλιν ἡ δευτέρα συζυγία τῶν βαρυτόνων ἔχουσα δασὺ ψιλὸν μέσον, λέγω δὴ τὸ ˉγ ˉκ ˉχ, οἷον λέγω πλέκω τρέχω, διὰ τοῦ ἰδίου δασέος ἐκ φέρεται κατὰ τὸν παρακείμενον, λέγω δὴ διὰ τοῦ ˉχ, οἷον λέγω λέξω λέλεχα, πλέκω πλέξω πέπλεχα, διατί ἡ τρίτη συζυγία τῶν βαρυτόνων ἔχουσα δασὺ ψιλὸν καὶ μέσον, λέγω δὴ τὸ ˉδ ˉθ ˉτ, οἷον ᾄδω πλήθω ἀνύτω, οὐκ ἐκφέρεται κατὰ τὸν παρακείμενον διὰ τοῦ ἰδίου δασέος. λέγω δὴ διὰ τοῦ ˉθ, ἀλλὰ διὰ τοῦ ˉκ, οἷον πείθω πείσω πέπεικα, νήθω νήσω νένηκα· οὐ γὰρ ἔστιν εἰπεῖν, ὅτι διὰ τοῦτο οὐκ ἐκφέρεται ὁ παρακείμενος τῆς τρίτης συζυγίας τῶν βαρυτόνων διὰ τοῦ ˉθ, ἐπειδὴ οὐδέποτε τὸ ˉθ εὑρίσκεται ἐν παρακειμένῳ, εἴγε ἐν τῷ μέσῳ παρακει μένῳ εὑρίσκεται, ὡς ἐν τῷ νένηθα καὶ πέποιθα καὶ εἴωθα. Λέγει οὖν ὁ τεχνικὸς Ἀπολλώνιος ταύτην τὴν ἀπολογίαν, ὅτι αἴτιός ἐστιν ὁ μέλλων τοῦ μὴ ἐκφέρεσθαι τὸν παρακείμενον τῆς τρίτης συζυγίας τῶν βαρυτόνων διὰ τοῦ ˉθ· ἐφ' ὧν γὰρ ὁ μέλλων διὰ διπλοῦ ἐκφέρεται, τούτων ὁ παρακείμενος διὰ δασέος ἐκφέρεται, οἷον ὁ μέλλων διὰ διπλοῦ ἐκφέρεται ἐν τῷ τύψω, ἀλλὰ καὶ ὁ παρακείμενος διὰ δασέος τοῦ ˉφ ἐκφέρεται ἐν τῷ τέτυφα· πάλιν ἐν τῷ λέξω ὁ μέλλων διὰ διπλοῦ ἐκφέρεται, ἀλλὰ καὶ ὁ παρακείμενος διὰ τοῦ ˉχ ἐκφέρεται, ὡς ἐν τῷ λέλεχα· ἐπειδὴ οὖν ἡ πρώτη καὶ ἡ δευτέρα συζυγία τῶν βαρυτόνων διὰ διπλοῦ ἔχουσι τὸν μέλλοντα ἐκφερόμενον, ἡ μὲν γὰρ πρώτη διὰ τοῦ ˉψ, ἡ δὲ δευτέρα διὰ τοῦ ˉξ, οἷον τύπτω τύψω, γράφω γράψω, λέγω λέξω, πλέκω πλέξω, εἰκότως διὰ δασέος ἔχουσι τὸν παρακείμενον ἐκφερόμενον, οἷον τέτυφα γέγραφα λέλεχα πέπλεχα· ἡ δὲ τρίτη συζυ γία τῶν βαρυτόνων, ἐπειδὴ οὐκ ἔχει τὸν μέλλοντα διὰ διπλοῦ ἐκφερό μενον, οἷον πείθω πείσω πέπεικα, νήθω νήσω νένηκα, εἰκότως οὐκ ἔχει τὸν παρακείμενον διὰ δασέος ἐκφερόμενον. 67 Καὶ ἄξιόν ἐστι ζητῆσαι, διατί γὰρ ὥσπερ ἡ πρώτη συζυγία τῶν βαρυτόνων ἔχει τὸν μέλλοντα διὰ διπλοῦ τοῦ ˉψ ἐκφερόμενον, οἷον τύπτω τύψω, γράφω γράψω, λείβω λείψω, καὶ ἡ δευτέρα διὰ τοῦ ˉξ, οἷον λέγω λέξω, πλέκω πλέξω, μὴ τὸν αὐτὸν τρόπον καὶ ἡ τρίτη συζυγία τῶν βαρυτόνων ἔχει τὸν μέλλοντα διὰ διπλοῦ τοῦ ˉζ ἐκφερόμενον· οὐδὲ γὰρ ἔχει αὐτὸν διὰ διπλοῦ τοῦ ˉζ ἐκφερόμενον, ἀλλὰ διὰ τοῦ ˉς, οἷον πείθω πείσω, νήθω νήσω, ᾄδω ᾄσω. Καὶ λέγει ὁ Ἀπολλώνιος δύο ἀπολογίας, μίαν μὲν πιθανήν, δευτέραν δὲ καταναγκαστικήν· καὶ ἡ μὲν πιθανὴ ἔχει οὕτως· πᾶς μέλλων εἰς ˉω λήγων βαρύτονος πρὸ τοῦ ˉω θέλει ἔχειν τὸ ˉς ἢ δυνάμει ἢ ἐνεργείᾳ, ἐνεργείᾳ μέν, οἷον βασιλεύσω ἱππεύσω νοήσω, δυνάμει δέ, οἷον λέξω πλέξω τύψω· τὸ γὰρ ˉξ ἐκ τοῦ ˉκ καὶ ˉς σύγκειται καὶ τὸ ˉψ ἐκ τοῦ ˉπ καὶ ˉς· πρόσκειται βαρύτονος διὰ τὸ κερῶ τιλῶ ῥανῶ· ταῦτα γὰρ οὐκ ἔχουσι πρὸ τοῦ ˉω τὸ ˉς οὔτε δυνάμει οὔτε ἐνεργείᾳ, ἀλλ' οὐ βαρύ νονται ἀλλὰ περισπῶνται· εἰ ἐξεφέρετο οὖν ὁ μέλλων τῆς τρίτης συζυγίας τῶν βαρυτόνων διὰ τοῦ ˉζ, οὐκ ἤμελλεν ἔχειν πρὸ τοῦ ˉω τὸ ˉς, οὔτε δυνάμει οὔτε ἐνεργείᾳ· τὸ γὰρ ˉζ οὐ σύγκειται ἐκ τοῦ ˉδ καὶ ˉς, ἀλλ' ἐκ τοῦ ˉς καὶ ˉδ· τούτου χάριν οὐκ ἐκφέρεται ὁ μέλλων τῆς τρίτης συζυγίας τῶν βαρυτόνων διὰ τοῦ ˉζ. Ταῦτα μὲν ὁ τεχνικὸς Ἀπολ λώνιος. Ἀνατρέπεται δὲ οὗτος ὁ κανών· εὐχερῶς γὰρ ἔστιν εἰπεῖν, ὅτι οὐ λέγονται διπλᾶ, καθότι ἐκ δύο συμφώνων σύγκεινται, ἀλλὰ καθὸ δύο συμφώνων ἔχουσι δύναμιν καὶ ἐκφώνησιν· διπλοῦν γὰρ λέγεται τὸ δυνάμενον εἰς ἑαυτὸ διπλωθῆναι, ὡς ἐπὶ ἱματίου διπλουμένου εἰς ἑαυτό· τὰ γὰρ ἐκ διαφόρων συγκείμενα οὐ λέγονται διπλᾶ, ἀλλὰ σύν θετα· σύνθετα δὲ τὰ στοιχεῖα οὐ δυνάμεθα λέγειν, στοιχεῖον γάρ ἐστιν ἡ πρώτη καὶ ἀμερὴς τοῦ ἀνθρώπου φωνή· ὥστε οὖν οὐδὲ τὸ ˉζ ἐκ τοῦ ˉς καὶ ˉδ σύγκειται, οὐδὲ τὸ ˉξ ἐκ τοῦ ˉκ καὶ ˉς, οὐδὲ τὸ ˉψ ἐκ τοῦ ˉπ καὶ ˉς. Ἡ δὲ καταναγκαστικὴ ἀπολογία ἐστὶ τοιαύτη· τὰ χαρακτηρι στικὰ τοῦ βαρυτόνου ἐνεστῶτος οὐ δύνανται εἶναι καὶ χαρακτηριστικὰ βαρυτόνου μέλλοντος, οἷον τὸ ˉρ χαρακτηριστικόν ἐστι βαρυτόνου ἐν εστῶτος, ὡς ἐπὶ τοῦ κείρω, καὶ οὐκ ἔστι χαρακτηριστικὸν βαρυτόνου μέλλοντος ἀλλὰ περισπωμένου, οἷον κερῶ· εἰ ἄρα οὖν τὸ ˉζ χαρακτηρι στικόν ἐστι βαρυτόνου ἐνεστῶτος, ὡς ἐπὶ τοῦ ἁρπάζω στηρίζω, δηλον ότι οὐ δύναται εἶναι χαρακτηριστικὸν βαρυτόνου μέλλοντος· ἀλλ' οὔτε δὲ περισπωμένου, ἐπειδὴ ὁ περισπώμενος μέλλων βραχείᾳ θέλει παρα λήγεσθαι, χωρὶς τῶν Δωρικῶν, οἷον κερῶ φθερῶ τιλῶ ῥανῶ· πρόσκει 68 ται χωρὶς τῶν Δωρικῶν, ἐπειδὴ οἱ Δωριεῖς τὸν ποιήσω μέλλοντα παραληγόμενον μακρᾷ περισπῶσι ποιησῶ λέγοντες· πάντας γὰρ τοὺς ὁριστικοὺς μέλλοντας περισπῶσιν οἱ Δωριεῖς, οἷον γραψῶ τυψῶ. Τού του οὖν χάριν ἡ τρίτη συζυγία τῶν βαρυτόνων οὐκ ἔχει τὸν μέλλοντα διὰ τοῦ ˉζ ἐκφερόμενον. Ὅτε δὲ δι' ἀμεταβόλου ὁ μέλλων, ὁ παρακείμενος δι' αὐτοῦ καὶ τοῦ ˉκ, κερῶ κέκαρκα, τιλῶ τέτιλκα, πλὴν τῶν ἡμαρτημένων, τοῦ νενέμηκα καὶ τῶν ὁμοίων. Λέγει ἡνίκα ὁ μέλλων δι' ἀμεταβόλου ἐκφέρεται, τότε καὶ ὁ παρακείμενος διὰ τοῦ αὐτοῦ ἀμεταβόλου ἐκφέρεται καὶ τοῦ ˉκ, οἷον κερῶ κέκαρκα, σπερῶ ἔσπαρκα, φθερῶ ἔφθαρκα, τιλῶ τέτιλκα, στελῶ ἔσταλκα, χωρὶς τῶν ἐχόντων τὸ ˉν δηλονότι τρεπόντων αὐτὸ εἰς τὸ ˉγ διὰ τὴν ἐπιφορὰν τοῦ ˉκ, οἷον ῥανῶ ἔρραγκα, κτενῶ ἔκταγκα, μιανῶ μεμίαγκα, μολυνῶ μεμόλυγκα· τὸ γὰρ ˉν ἐπιφερομένου τοῦ ˉκ ἢ ˉχ ἢ ˉξ ἐν μιᾷ λέξει τρέπεται εἰς τὸ ˉγ, οἷον συγκληρονόμος ἐγκέφαλος συγγενής σύγγονος σύγχυσις συγξηρᾶναι συγξῦσαι· πρόσκειται ἐν μιᾷ λέξει διὰ τὸ σὺν Γεωργίῳ, ἐν χειρί· ἐπὶ τούτων γὰρ οὐκ ἐτράπη τὸ ˉν εἰς ˉγ ἐπιφερο μένου τοῦ ˉγ καὶ τοῦ ˉχ· ἀλλ' οὐκ ἀντίκεινται ἡμῖν, ἐπειδὴ οὐκ εἰσὶν ἐν μιᾷ λέξει, δύο γὰρ λέξεις εἰσίν. Πρόσκειται δέ χωρὶς τῶν ἡμαρτη μένων, τοῦ νενέμηκα καὶ τῶν ὁμοίων, ἐπειδή ἐστι τέμω τεμῶ, νέμω νεμῶ, δέμω δεμῶ (ὅπερ σημαίνει τὸ οἰκοδομῶ), βρέμω βρεμῶ (ὃ ση μαίνει τὸ κτυπῶ)· καὶ ὀφείλοντα ταῦτα κατὰ τὸν παρακείμενον φυ λάξαι αὐτό τε τὸ ἀμετάβολον καὶ γενέσθαι τέταμκα νέναμκα δέδαμκα βέβραμκα, ὥσπερ κερῶ κέκαρκα, φθερῶ ἔφθαρκα, οὐκ ἐγένοντο οὕτως, ἀλλὰ τέτμηκα νενέμηκα δεδέμηκα βεβρέμηκα, τοῦ ˉη πλεονάσαντος διὰ τὸ μηδέποτε εὑρίσκεσθαι τὸ ˉμ πρὸ τοῦ ˉκ, μήτε κατὰ σύλληψιν μήτε κατὰ διάστασιν· κατὰ σύλληψιν μέν, ἐπειδὴ τὰ ὑποταττόμενά τινι ἐν συλλήψει, ἐὰν ἀντιπροηγῶνται, ἐν διαστάσει ἀντιπροηγοῦνται, οἷον τὸ ˉρ ὑποτέτακται τῷ ˉπ κατὰ σύλληψιν ἐν τῷ πρῶτος, ἀντιπροηγούμενον δὲ αὐτοῦ ἐν τῷ ἕρπω κατὰ διάστασιν αὐτοῦ ἀντιπροηγεῖται· πάλιν τὸ ˉν ὑποτέτακται τῷ ˉθ κατὰ σύλληψιν ἐν τῷ θνῄσκω, ἀντιπροηγησάμενον δὲ αὐτοῦ ἐν τῷ ἄνθος κατὰ διάστασιν ἀντιπροηγεῖται αὐτοῦ· πάλιν τὸ ˉλ ὑποτέτακται τῷ ˉκ κατὰ σύλληψιν ἐν τῷ κλέος, ἀντιπροηγούμενον δὲ αὐτοῦ ἐν τῷ ἕλκω κατὰ διάστασιν ἀντιπροηγεῖται αὐτοῦ· πάλιν τὸ ˉρ ὑποτέτακται τῷ ˉγ κατὰ σύλληψιν ἐν τῷ γραῦς, ἀντιπροηγησάμενον δὲ 69 αὐτοῦ ἐν τῷ ἔργον κατὰ διάστασιν ἀντιπροηγεῖται αὐτοῦ· εἰ ἄρα οὖν τὸ ˉμ ὑποτέτακται τῷ ˉκ κατὰ σύλληψιν, ὡς ἐν τῷ ἀκμή καὶ ἄκμων, δηλονότι ἀντιπροηγούμενον αὐτοῦ κατὰ διάστασιν θέλει ἀντιπροηγήσα σθαι αὐτοῦ. Ἀλλ' οὔτε δὲ ἐν διαστάσει δύναται προηγεῖσθαι αὐτοῦ, φημὶ δὴ τὸ ˉμ τοῦ ˉκ, ἐπειδὴ πᾶσα συλλαβὴ καταλήγουσα εἰς τὸ ˉμ θέλει ἔχειν τὴν ἑξῆς ἀρχομένην ἢ ἀπὸ τοῦ ˉβ ἢ ἀπὸ τοῦ ˉπ ἢ ἀπὸ τοῦ ˉφ ἢ ἀπὸ τοῦ ˉψ ἢ ἀπὸ τοῦ ˉμ, οἷον σύμβουλος σύμπονος σύμφωνος σύμ ψηφος συμμέτοχος. Τούτοις οὖν ἐξηκολούθησε καὶ τὸ μεμένηκα· ἔστι γὰρ μένω μενῶ, ὁ παρακείμενος ὤφειλεν εἶναι μέμαγκα, ὥσπερ κτενῶ ἔκταγκα, γέγονε δὲ μεμένηκα κατὰ συνεκδρομὴν τούτων· οὐδὲ γὰρ δυνάμεθα λέγειν, ὅτι ἦν μέμαγκα, ἀσυνταξία ἤμελλεν εἶναι· δυνατὸν γὰρ τὸ ˉγ πρὸ τοῦ ˉκ εἶναι, ὡς ἐπὶ τοῦ ἔκταγκα μεμίαγκα με μόλυγκα. Ταῦτα δὲ δύνανται ὡς ἀπὸ τῶν περισπωμένων ποιεῖσθαι τὴν κλίσιν, οἷον ὡς ἀπὸ τοῦ τεμῶ τεμήσω, νεμῶ νεμήσω, δεμῶ δεμήσω, βρεμῶ βρεμήσω, ὥσπερ νοῶ νοήσω νενόηκα, ποιῶ ποιήσω πεποίηκα. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι σεσημείωται τὸ κρίνω κρινῶ κέκρικα, κλίνω κλινῶ κέκλικα, πλύνω πλυνῶ πέπλυκα, τείνω τενῶ τέτακα· ταῦτα γὰρ ἀπέβα λον τελείως τὸ ἀμετάβολον κατὰ τὸν παρακείμενον· καὶ τὸ κερδανῶ δὲ εὑρίσκεται καὶ χωρὶς τοῦ ἀμεταβόλου κατὰ τὸν παρακείμενον, οἷον κεκέρδαγκα κεκέρδακα. Θέλουσι δέ τινες λέγειν, ὅτι ὑπάγονται τῷ κανόνι ταῦτα τῷ λέγοντι, ὅτι τὰ εἰς ˉνˉω δισύλλαβα ἑνὶ φωνήεντι παρα ληγόμενα ἀποβάλλουσι τὸ ἀμετάβολον κατὰ τὸν παρακείμενον, οἷον πλύνω πέπλυκα, κρίνω κέκρικα, κλίνω κέκλικα, τὰ δὲ μὴ οὕτως ἔχοντα φυλάττουσι τὸ ἀμετάβολον τρεπόμενον εἰς τὸ ˉγ, οἷον φαίνω πέφαγκα, χαίνω κέχαγκα, ῥαίνω ἔρραγκα. Καὶ λέγει ὁ τεχνικὸς Ἀπολλώνιος, ὅτι κακῶς λέγουσιν, πρῶτον μὲν ὅτι αὐτὰ τὰ σεσημειωμένα ἐκανόνισαν, δεύτερον δὲ ὅτι ἀντίκειται αὐτοῖς τὸ τείνω δύο φωνήεσι παραληγό μενον καὶ μὴ φυλάττον τὸ ἀμετάβολον κατὰ τὸν παρακείμενον, οἷον τέτακα. Καὶ λέγουσιν, μήποτε τὸ τέτακα ὡς ἀπὸ τοῦ τάζω ἐστὶ τάσω τέτακα, ὡς φράζω φράσω πέφρακα· πρὸς οὓς πάλιν ὑπαντᾷ ὁ τεχνι κὸς Ἀπολλώνιος λέγων, ὅτι εἰ ἦν ἀπὸ τοῦ τάζω, ἤμελλεν εἶναι ὁ ἐνεργητικὸς παρακείμενος τέταχα διὰ τοῦ ˉχ, καὶ ὁ μέσος παρακείμενος τέταγα διὰ τοῦ ˉγ· τάξω γάρ ἐστιν ὁ μέλλων, ἐξ οὗ καὶ τὸ τόξον, 70 οἱονεὶ τὸ τεινόμενον· ὥσπερ γὰρ ἀπὸ τοῦ κράζω κράξω γίνεται κέ κραχα ὁ ἐνεργητικὸς παρακείμενος, καὶ ὁ μέσος κέκραγα, τὸν αὐτὸν τρόπον καὶ ἀπὸ τοῦ τάζω τάξω γίνεται τέταχα ὁ ἐνεργητικὸς παρα κείμενος, καὶ τέταγα ὁ μέσος παρακείμενος. Ὅτι γὰρ ὁ μέσος παρα κείμενος τέταγα ἐστίν, δηλοῖ ὁ δεύτερος ἀόριστος εὑρισκόμενος τέταγον, οἷον ῥῖψε ποδὸς τεταγὼν ἀπὸ βηλοῦ θεσπεσίοιο· καὶ γὰρ ὁ δεύτερος ἀόριστος διὰ τοῦ συμφώνου τοῦ ὄντος πρὸ τοῦ ˉα ἐν τῷ μέσῳ παρακειμένῳ χαρακτηρίζεται, οἷον λείπω λέλοιπα ἔλιπον, κείρω κέκορα ἔκαρον, νύσσω νύξω νένυγα ἔνυγον, τύπτω τέτυπα ἔτυ πον. Κάλλιον οὖν ἐστι δοῦναι αὐτὰ σεσημειωμένα, φημὶ δὴ τὸ κέκρικα πέπλυκα κέκλικα τέτακα, καὶ μὴ κλινόμενα κατὰ κανόνα· ἐλέγχονται γὰρ ὅτι ὤφειλον ἔχειν τὸ ἀμετάβολον ἐκ τῶν ποιητικῶν χρήσεων· εὑρίσκονται γὰρ ἐν ταῖς χρήσεσι κλινθῆναι καὶ κρινθῆναι, οἷον ὁ δ' ἐκλίνθη καὶ ἀλεύατο κῆρα μέλαιναν ἐκλίνθη δὲ μάχη, διακρινθεῖτε τάχιστα. Ταῦτα μὲν ἐν τούτοις. Ἄξιον δέ ἐστι ζητῆσαι, διατί ἡνίκα ὁ μέλλων δι' ἀμεταβόλου ἐκ φέρεται, τότε ὁ παρακείμενος δι' αὐτοῦ, τουτέστι τοῦ ἀμεταβόλου, ἐκ φέρεται καὶ τοῦ ˉκ, καὶ μὴ διὰ τοῦ ἀμεταβόλου μόνου ἢ διὰ τοῦ ˉκ μόνου. Καὶ ἔστιν εἰπεῖν, ὅτι δι' ἀμεταβόλου μόνου οὐκ ἠδύνατο ἐξ ενεχθῆναι, ἐπειδὴ ὁ παρακείμενος ὁ ἐνεργητικὸς οὐδέποτε διὰ ἡμιφώ νου ἐκφέρεται, οἷον τέτυφα νένυχα πεποίηκα· τὸ γὰρ ˉφ καὶ τὸ ˉχ καὶ τὸ ˉκ ἄφωνά εἰσιν· εἰ ἄρα οὖν τὰ ἀμετάβολα ἡμίφωνά εἰσινἡμίφωνα γὰρ ˉζ ˉλ ˉμ ˉν ˉρ ˉξ ˉψ ˉςδηλονότι οὐ δύναται δι' αὐτῶν μόνων ἐξ ενεχθῆναι ὁ παρακείμενος ὁ ἐνεργητικός. Ἄλλως τε δὲ ὁ παρακεί μενος ὁ ἐνεργητικὸς οὐδέποτε διὰ τῶν συμφώνων χαρακτηρίζεται, δι' ὧν χαρακτηρίζεται ὁ πρῶτος ἀόριστος ὁ ἐνεργητικός· οἷον ὁ πρῶτος ἀόριστος ὁ ἐνεργητικὸς ἐκφέρεται διὰ τοῦ ˉς καὶ ˉξ καὶ ˉψ, οἷον ἐποίησα ἔνυξα ἔγραψα, ὁ δὲ παρακείμενος ὁ ἐνεργητικὸς οὐδέποτε ἐκφέρεται διὰ τοῦ ˉς οὔτε διὰ τοῦ ˉξ οὔτε διὰ τοῦ ˉψ· τὸ γὰρ ἔθηκα ἔδωκα ἧκα ἀορίστου ὄντα καὶ διὰ τοῦ ˉκ ἐξενεχθέντα τοῦ ἐνεργητικοῦ παρακειμένου πολλάκις πεφυκότος διὰ τοῦ ˉκ ἐκφέρεσθαι, οἷον πεποίηκα νενόηκα, παράλογά εἰσιν, ὡς ἐν τῷ πρώτῳ ἀορίστῳ μαθησόμεθα, ἡνίκα καὶ περὶ τοῦ εἶπα καὶ ἤνεγκα διαλαμβάνομεν. Ἐπειδὴ οὖν ἔθος ἔχει ὁ πρῶτος ἀόριστος ὁ ἐνεργητικὸς διὰ τῶν ἀμεταβόλων χαρακτηρίζεσθαι, οἷον 71 ἔκειρα ἔτιλα ἔρρανα ἔνειμα, τούτου χάριν ὁ παρακείμενος ὁ ἐνεργητικὸς οὐ χαρακτηρίζεται διὰ τοῦ ἀμεταβόλου μόνου, ἵνα μὴ εὑρεθῇ χαρακτη ριζόμενος διὰ τῶν χαρακτηριστικῶν τοῦ πρώτου ἀορίστου τοῦ ἐνεργητι κοῦ· τούτου οὖν χάριν οὐκ ἠδύνατο ὁ παρακείμενος ὁ ἐνεργητικὸς δι' ἀμεταβόλου μόνου ἐξενεχθῆναι. Ἀλλ' οὔτε δὲ πάλιν τὸ ἀμετάβολον ἀποβάλλειν ἠδύνατο ὁ παρακείμενος ὁ ἐνεργητικός, ἵνα διὰ τοῦ ˉκ μόνου ἐξενεχθῇ, ἐπειδὴ τὰ ἀμετάβολα οὔτε ἐν ταῖς τῶν ὀνομάτων κλίσεσιν οὔτε ἐν ταῖς τῶν ῥημάτων θέλουσι μεταβάλλεσθαι, ὅθεν καὶ ἀμετάβολα λέγονται, οἷον Πλάτων Πλάτωνος, Ἕκτωρ Ἕκτορος, κείρω κερῶ, νέμω νεμῶ, τίλλω τιλῶ, μένω μενῶ· ἡ γὰρ φρέατος γενικὴ καὶ δελέατος καὶ στέατος οὐκ ἀπὸ τῆς φρέαρ καὶ στέαρ καὶ δέλεαρ εὐθείας εἰσίν, ἀλλ' ἀπὸ τῆς εἰς ˉς καταλήξεως, φημὶ δὴ ὡς ἀπὸ τῆς φρέας καὶ στέας καὶ δέλεας· ἐξ ἀνάγκης οὖν, διὰ τὸ μήτε δι' ἀμεταβόλων μόνων δύνασθαι ἐκφέρεσθαι τὸν ἐνεργητικὸν παρακείμενον μήτε διὰ τοῦ ˉκ μό νου, ἐκφέρεται διά τε τοῦ ἰδίου ἀμεταβόλου καὶ τοῦ ˉκ. Ἀποροῦσι δέ τινες λέγοντες, τίνος χάριν τριῶν ὄντων συμφώνων χαρακτηριστικῶν τοῦ ἐνεργητικοῦ παρακειμένου, φημὶ δὴ τοῦ ˉκ καὶ ˉφ καὶ ˉχ, οἷον πεποίηκα τέτυφα νένυχα, τὸ ˉκ ἔλαβε μετὰ τοῦ ἀμεταβόλου ὁ ἐνεργητικὸς παρακείμενος, καὶ οὐ τὸ ˉφ ἢ τὸ ˉχ. Πρὸς οὓς ἔστιν εἰπεῖν, ὅτι εἰ καὶ ἔλαβε τὸ ˉφ ἢ τὸ ˉχ ὁ ἐνεργητικὸς παρακείμενος μετὰ τῶν ἀμεταβόλων, ἡ αὐτὴ ἔτι ἔμενεν ἀπορία· ἔτι γὰρ ζητεῖν εἴχομεν, διατί τὸ ˉφ ἢ τὸ ˉχ ἔλαβε μετὰ τῶν ἀμεταβόλων, καὶ μὴ τὸ ˉκ. Μήποτε δὲ κατὰ τὴν ἀλήθειαν ἔστιν ἀποδοῦναι καὶ αἰτίας, διατί τριῶν ὄντων τῶν χαρακτηριστικῶν συμφώνων τοῦ ἐνεργητικοῦ παρακειμένου, τοῦ ˉκ φημὶ καὶ τοῦ ˉφ καὶ τοῦ ˉχ, τὸ ˉκ ἔλαβε, καὶ οὐ τὸ ˉφ ἢ τὸ ˉχ, ὧν ἡ πρώτη ἐστὶν αὕτη. Ἰστέον ὅτι τὸ ˉφ ἢ τὸ ˉχ λαβεῖν οὐκ ἠδύνατο ὁ ἐνερ γητικὸς παρακείμενος μεθ' ἑνὸς τῶν ἀμεταβόλων, ἐπειδὴ ἡνίκα ὁ παρα κείμενος διὰ δασέος ἐκφέρεται, πάντως καὶ ὁ μέλλων διὰ διπλοῦ ἐκ φέρεται, οἷον ἡνίκα μὲν ὁ παρακείμενος διὰ τοῦ ˉφ ἐκφέρεται, τότε ὁ μέλλων διὰ τοῦ ˉψ ἐκφέρεται, τύψω τέτυφα, γράψω γέγραφα, ἡνίκα δὲ ὁ παρακείμενος διὰ τοῦ ˉχ ἐκφέρεται, ὁ μέλλων διὰ τοῦ ˉξ ἐκφέρεται, οἷον λέξω λέλεχα, πλέξω πέπλεχα· ἐπειδὴ οὖν ἐπὶ τούτων, φημὶ δὴ ἐπὶ τῶν δι' ἀμεταβόλων, οὐκ ἔστιν ὁ μέλλων διὰ διπλοῦ, τούτου οὖν χάριν οὔτε ὁ παρακείμενος διὰ δασέος δύναται εἶναι, φημὶ δὴ διὰ τοῦ ˉχ ἢ τοῦ ˉφ, καὶ τούτου χάριν οὐκ ἔλαβεν ὁ παρακείμενος μεθ' ἑνὸς τῶν ἀμεταβόλων τὸ ˉφ ἢ τὸ ˉχ, καὶ λοιπὸν ἐξ ἀνάγκης τὸ ˉκ 72 ἔλαβεν. Ἡ δευτέρα δὲ λύσις αὕτη· ἡνίκα ὁ μέλλων διὰ τοῦ ˉς ἐκφέ ρεται, πάντως ὁ παρακείμενος ὁ ἐνεργητικὸς διὰ τοῦ ˉκ ἐκφέρεται, οἷον πείσω πέπεικα, νήσω νένηκα, ἱππεύσω ἵππευκα· ἐπειδὴ οὖν ὁ μέλλων δι' ἀμεταβόλων χαρακτηρίζεται κατὰ τὴν διάλεκτον τῶν Αἰολέων καὶ διὰ τοῦ ˉς ἐκφερόμενοςτὸ γὰρ φθερῶ οἱ Αἰολεῖς θέλοντες βαρύνειν, ἅτε δὴ βαρυντικοὶ ὄντες, φθέρσω λέγουσι τὸ ˉς προστιθέντες· τὸ γὰρ ˉς χαρακτηριστικόν ἐστι βαρυτόνου μέλλοντος, οἷον ποιήσω, νοήσω· καὶ πάλιν τὸ κερῶ κέρσω λέγουσιν, ἐξ οὗ τὸ ἀπέκερσε τένον ταςτούτου χάριν ἐπειδὴ εὑρέθη ὁ μέλλων δι' ἀμεταβόλου χαρακτη ριζόμενος καὶ διὰ τοῦ ˉς ἐκφερόμενος, ὁ παρακείμενος μεθ' ἑνὸς τῶν ἀμεταβόλων τὸ ˉκ ἔλαβεν· ἐμάθομεν γὰρ ὅτι ἡνίκα ὁ μέλλων διὰ τοῦ ˉς ἐκφέρεται, ὁ παρακείμενος ὁ ἐνεργητικὸς διὰ τοῦ ˉκ ἐκφέρεται, οἷον ποιήσω πεποίηκα, νοήσω νενόηκα. Παραλήγουσαν δὲ τὴν αὐτὴν ἔχει τῷ μέλλοντι ὁ παρα κείμενος. Ἐνταῦθα περὶ τῆς παραληγούσης τοῦ ἐνεργητικοῦ παρα κειμένου διαλαμβάνει. Ἰστέον δὲ ὅτι ὁ ἐνεργητικὸς παρακείμενος τὴν αὐτὴν ἔχει παραλήγουσαν τῷ μέλλοντι, οἷον πείσω πέπεικα, νοήσω νενόηκα, βασιλεύσω βεβασίλευκα, κρούσω κέκρουκα, ποιήσω πεποίηκα, στεφανώσω ἐστεφάνωκα, λούσω λέλουκα· καὶ πάλιν ἐστὶ περάσω καὶ φυράσω, καὶ ἐπειδὴ ὁ μέλλων ἐκτεταμένον ἔχει τὸ ˉα, τούτου χάριν καὶ ὁ παρακείμενος ὁ πεπέρακα καὶ ὁ πεφύρακα ἐκτεταμένον αὐτὸ ἔχει· καὶ πάλιν ἐστὶ γελάσω καὶ ἐλάσω, καὶ ἐπειδὴ ὁ μέλλων συν εσταλμένον ἔχει τὸ ˉα, τούτου χάριν καὶ ὁ παρακείμενος ὁ γεγέλακα καὶ ὁ ἤλακα συνεσταλμένον ἔχει τὸ ˉα· καὶ πάλιν ἐστὶ πλέω χέω πνέω ῥέω δι' ἑνὸς φωνήεντος, καὶ πλεονάζει ὁ μέλλων τὸ ˉυ καὶ γίνεται πλεύσω χεύσω πνεύσω ῥεύσω, ἀλλὰ καὶ ὁ παρακεί μενος ὁμοίως τῷ μέλλοντι γίνεται διὰ τῆς ˉεˉυ διφθόγγου, οἷον πέ πλευκα κέχευκα πέπνευκα ἔρρευκα· τινὲς δὲ θέλουσι λέγειν ταῦτα ὡς ἀπὸ τοῦ πνεύω καὶ πλεύω καὶ χεύω καὶ ῥεύω εἶναι· πάλιν ἐστὶ παίω καὶ παλαίω καὶ πταίω, καὶ ἐπειδὴ ταῦτα φυλάττουσι τὴν ˉαˉι δίφθογγον κατὰ τὸν μέλλοντα, οἷον παίσω παλαίσω καὶ πταίσω, τούτου χάριν καὶ κατὰ τὸν παρακείμενον φυλάττουσιν αὐτήν, οἷον πεπάλαικα πέπαικα 73 καὶ πέπταικα· καὶ πάλιν ἐστὶ κλαίω κλαύσω καὶ καίω καύσω, καὶ ἐπειδὴ ταῦτα κατὰ τὸν μέλλοντα ἔτρεψαν τὸ ˉι εἰς τὸ ˉυ, τούτου χάριν καὶ ὁ παρακείμενος διὰ τῆς ˉαˉυ διφθόγγου ἐγένετο, οἷον κέκλαυκα. Καὶ λέγει ὁ Φιλόπονος καὶ ὁ Ὦρος, ὅτι ἐφ' ὧν οἱ Ἀθηναῖοι τὸ ˉι ἀποβάλλουσι κατὰ τὸν ἐνεστῶτα, ἐπὶ τούτων ὁ μέλλων πλεονάζει τὸ ˉυ, οἷον ἐπειδὴ τοῦ κλαίω καὶ καίω τὸ ˉι ἀποβάλλουσιν οἱ Ἀθηναῖοι κατὰ τὸν ἐνεστῶτα καὶ λέγουσι κλάω καὶ κάω, τούτου χάριν πλεονάζει ὁ μέλλων τὸ ˉυ καὶ γίνεται κλαύσω καὶ καύσω ἐφ' ὧν δὲ οὐκ ἀποβάλλουσιν οἱ Ἀθηναῖοι τῆς ˉαˉι διφθόγγου τὸ ˉι κατὰ τὸν ἐν εστῶτα, ἐπὶ τούτων ὁ μέλλων οὐ πλεονάζει τὸ ˉυ, οἷον ἐπειδὴ τοῦ παλαίω καὶ τοῦ πταίω καὶ παίω οὐκ ἀποβάλλουσιν οἱ Ἀθηναῖοι τὸ ˉι κατὰ τὸν ἐνεστῶταοὐδὲ γὰρ λέγουσι παλάω καὶ πάω καὶ πτάω τούτου χάριν ὁ μέλλων οὐ πλεονάζει τὸ ˉυ, παλαίσω γὰρ καὶ πταίσω καὶ παίσω. Ταῦτα μὲν ὁ Φιλόπονος καὶ ὁ Ὦρος. Ὁ δὲ γραμματικὸς Σέργιος ἐκ τοῦ ἐναντίου ἀπορεῖ λέγων· διατί γὰρ ἐπὶ τούτων οἱ Ἀθηναῖοι ἀποβάλλουσι τὸ ˉι κατὰ τὸν ἐνεστῶτα, ἐφ' ὧν τὸ ˉι εἰς ˉυ τρέπεται κατὰ τὸν μέλλοντα, οἷον κλαίω κλαύσω κλάω, καίω καύσω κάω; οὐδὲ γὰρ δυνάμεθα λέγειν, ὅτι ὁ κλάω καὶ ὁ κάω ἐστὶν ὁ ἐνεστὼς καὶ ἐν τῷ μέλλοντι ἐπλεόνασε τὸ ˉυ· τότε γὰρ πλεονάζει τὸ ˉυ ἐν τῷ μέλλοντι, ἡνίκα βραχεῖά ἐστιν ἡ συλλαβή, οἷον ῥέω ῥεύσω, πνέω πνεύσω, χέω χεύσω· τὸ δὲ ˉα τοῦ κλάω καὶ κάω ἐκτεταμένον ἐστίν, καὶ δηλονότι οὐ δύναται πλεονάσαι τὸ ˉυ ὁ μέλλων, ἀλλ', ὡς εἴρηται, τροπῇ ἐγένετο τοῦ ˉι εἰς τὸ ˉυ. Ἐπιλύεται οὖν ὁ λέγων, ὅτι διὰ τοῦτο ἀποβάλλουσιν οἱ Ἀθηναῖοι κατὰ τὸν ἐνεστῶτα τὸ ˉι τῆς ˉαˉι διφθόγγου ἐφ' ὧν τρέπεται τὸ ˉι εἰς τὸ ˉυ κατὰ τὸν μέλλοντα, ἵνα μὴ εὑρεθῇ διάφορος δίφθογγος ἐν τῷ ἐνεστῶτι καὶ ἐν τῷ μέλλοντι· ἤμελλε γὰρ εἶναι ὁ ἐνεστὼς διὰ τῆς ˉαˉι διφθόγγου, τοῦ μέλλοντος ὄντος διὰ τῆς ˉαˉυ διφθόγγου, ὅπερ ἐστὶν ἄτοπον· οὐδέποτε γὰρ διά φορος δίφθογγος εὑρίσκεται ἐν τῷ ἐνεστῶτι καὶ ἐν τῷ μέλλοντι, οἷον παλαίω παλαίσω, κρούω κρούσω, παίω παίσω, τοξεύω τοξεύσω. Πάλιν ἐστὶν πνίγω πνίξω, ἐρύκω ἐρύξω, ψύχω ψύξω, καὶ ταῦτα κατὰ μὲν τὸν ἐνεστῶτα φύσει μακρὸν ἔχουσι τὸ δίχρονον, κατὰ δὲ τὸν μέλλοντα συστέλλουσι τὰ δίχρονα, ἤγουν θέσει μακρὰ ἔχουσιν αὐτά· ἀλλὰ καὶ ὁ παρακείμενος ὁ πέπνιχα καὶ ἤρυχα καὶ ἔψυχα συνεσταλμένα ἔχουσι τὰ δίχρονα. Ἰστέον δὲ ὅτι ἐν τῷ μέλλοντι συστέλλονται τὰ δίχρονα διὰ 74 τὴν ἐπιφορὰν τοῦ ˉξ· κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι τὸ ˉι καὶ τὸ ˉυ πρὸ τοῦ ˉξ φύσει μακρὰ οὐκ εἰσίν, χωρὶς εἰ μὴ λόγῳ ἀρχούσης παρῳχη μένων, οἷον Φοῖνιξ κῆρυξ τέττιξ πέρδιξ ὄνυξ Βέβρυξ. Πρόσκειται εἰ μὴ λόγῳ ἀρχούσης παρῳχημένων διὰ τὸ ἰξεύω ἴξευον· τὸ μὲν γὰρ ἰξεύω θέσει μακρὸν ἔχει τὸ ˉι, τὸ δὲ ἴξευον φύσει μακρὸν τῷ λόγῳ τῆς ἀρχούσης τῶν παρῳχημένων· οἱ γὰρ παρῳχημένοι ἢ χρονικῶς θέλουσι μεγεθύνεσθαι ἢ συλλαβικῶς, συλλαβικῶς μέν, οἷον τύπτω ἔτυπτον, γράφω ἔγραφον, χρονικῶς δέ, οἷον ἄγω ἦγον, ἔχω εἶχον, ὀμνύω ὤμνυον· ἐν οἷς οὖν τὸ ἰξεύω ἴξευον οὐκ ἡδύνατο συλλαβικῶς μεγεθυν θῆναι, οὐδὲ γὰρ ἄρχεται ὁ ἐνεστὼς ἀπὸ συμφώνου, δηλονότι ἀνάγκην ἔχει χρονικῶς μεγεθυνθῆναι, καὶ τούτου χάριν ἐξέτεινε τὸ ˉι. Ταῦτα μὲν ἐν τούτοις. Δεῖ προσθεῖναι ἐν τῷ λόγῳ τῷ λέγοντι, ὅτι παραλήγουσαν δὲ τὴν αὐτὴν ἔχει τῷ μέλλοντι ὁ παρακείμενος, χωρὶς τῶν δισυλλάβων τῆς πέμπτης συζυγίας τῶν βαρυτόνων τῶν παραληγομένων τῷ ˉε· ἐπὶ τούτων γὰρ τρέπεται τὸ ˉε εἰς τὸ ˉα κατὰ τὸν ἐνεργητικὸν παρακείμενον, οἷον κερῶ κέκαρκα, δερῶ δέδαρκα, σπερῶ ἔσπαρκα, κτενῶ ἔκταγκα, στελῶ ἔσταλκα· πρόσκειται δισυλλάβων διὰ τὸ ἐγερῶ ἤγερκα, τοῦτο γὰρ οὐκ ἔτρεψε τὸ ˉε εἰς τὸ ˉα κατὰ τὸν ἐνεργητικὸν παρακεί μενον, ἀλλ' οὐκ ἔστι δισύλλαβον. Ἔτι δεῖ προσθεῖναι καὶ χωρὶς τῶν δισυλλάβων τῆς πρώτης καὶ δευτέρας συζυγίας τῶν βαρυτόνων τῶν παραληγομένων τῷ ˉε· ταῦτα γὰρ τρέπουσι τὸ ˉε εἰς ˉο κατὰ τὸν ἐνεργητικὸν παρακείμενον παρὰ τοῖς Ἀθηναίοις, οἷον λέγω λέξω λέλεχα κοινῶς καὶ λέλοχα ἀττικῶς, πλέκω πλέξω πέπλεχα κοινῶς καὶ πέπλοχα ἀττικῶς, στέφω στέψω ἔστεφα κοινῶς καὶ ἔστοφα ἀττικῶς, κλέπτω κλέψω κέκλεφα κοινῶς καὶ κέκλοφα ἀττικῶς, πέμπω πέμψω πέπεμφα κοινῶς καὶ πέπομφα ἀττικῶς, στρέφω στρέψω ἔστρεφα κοινῶς καὶ ἔστροφα ἀττικῶς, τρέφω θρέψω τέτρεφα κοινῶς καὶ τέτροφα ἀττικῶς, βρέχω βρέξω βέβρεχα κοινῶς καὶ βέβροχα ἀττικῶς. Πρόσκειται δισυλλά βων διὰ τὸ ἐλέγχω ἐλέγξω, τούτου γὰρ ὁ παρακείμενος ἤλεγχα διὰ τοῦ ˉε, καὶ οὐ τρέπει ἀττικῶς ὁ παρακείμενος τὸ ˉε εἰς ˉο,· πρόσκειται πρώτης καὶ δευτέρας συζυγίας τῶν βαρυτόνων διὰ τὸ ῥέζω ῥέξω ἔρρεχα, τοῦτο γὰρ ἐπειδὴ οὐκ ἔστι πρώτης καὶ δευτέρας συζυγίας τῶν βαρυτόνων ἀλλὰ τῆς τετάρτης, οὐ τρέπει παρ' Ἀττικοῖς τὸ ˉε εἰς ˉο κατὰ τὸν ἐνεργητικὸν παρακείμενον. Ταῦτα μὲν ἐν τούτοις. Δεῖ δὲ σημειώσασθαι καὶ τὸ τέθυκα καὶ τὸ λέλυκα, ὅτι ταῦτα ἐν τῷ θύσω καὶ λύσω μέλλοντι φύσει μακρὸν ἔχοντα τὸ δίχρονον, ἐν τῷ 75 παρακειμένῳ συνεσταλμένον αὐτὸ ἔχουσιν. Ἰστέον δὲ ὅτι ταῦτα ἐν τῷ ἐνεστῶτι τῷ θύω καὶ λύω καὶ ἐκτείνουσι καὶ συστέλλουσι τὸ δίχρονον, ἐν δὲ τῷ μέλλοντι τῷ θύσω καὶ λύσω μόνως ἐκτείνουσι τὸ δίχρονον, ἐν δὲ τῷ παρακειμένῳ τῷ λέλυκα καὶ τέθυκα μόνως συστέλλουσι τὸ δίχρονον. Τὸ ἧφα καὶ ἦχα καὶ ἦρκα μὴ φυλάξαντα τὴν παραλήγουσαν τοῦ ἅψω καὶ ἄξω καὶ ἀρῶ μέλλοντος οὐκ ἀντίκεινται ἡμῖν, ἐπειδὴ ταῦτα δισύλλαβά εἰσιν καὶ τὴν αὐτὴν ἔχουσιν ἄρχουσαν καὶ παραλήγουσαν, καὶ λοιπὸν οὐ τῷ λόγῳ τῆς παραληγούσης ἐγένοντο, ἀλλὰ τῷ λόγῳ τῆς ἀρχούσης ἔτρεψαν τὸ ˉα εἰς τὸ ˉη· ὡς γὰρ ἐν τοῖς προλαβοῦσιν ἐμάθομεν, τὸ ˉα εἰς τὸ ˉη τρέπεται κατὰ τὴν ἄρχουσαν τῶν παρῳχημέ νων, οἷον ἄγω ἦγον. Ἡ δὲ ἄρχουσα, ὡς ἔφαμεν, ἐκ τοῦ παρατατικοῦ γίνεται. Ἐνταῦθα περὶ τῆς ἀρχούσης τοῦ παρακειμένου διαλαμβάνει, καὶ κανο νίζει αὐτὴν ἀπὸ τοῦ παρατατικοῦ λέγων, ὅτι ἡνίκα ὁ παρατατικὸς ἀπὸ μακρᾶς φύσει ἢ θέσει ἄρχεται, συνάρχεται ὁ παρακείμενος, οἷον ἠγόρα ζον ἠγόρακα, ἠλέουν ἠλέηκα, ἠρεύνων ἠρεύνηκα, ἡτοίμαζον ἡτοίμακα, ἠρώτων ἠρώτηκα, ἔφθειρον ἔφθαρκα, ἡρμήνευον ἡρμήνευκα, ἔκτεινον ἔκταγκα, ἔκτιζον ἔκτικα, ἐψηλάφων ἐψηλάφηκα, ἐξήραινον ἐξήραγκα· ὅθεν καὶ τὰ ἀπὸ τοῦ ˉρ ἀρχόμενα ἔχουσι τὸν παρακείμενον συναρχό μενον τῷ παρατατικῷ, ἐπειδὴ καὶ ὁ παρατατικὸς ἐπὶ τούτων ἀπὸ μα κρᾶς θέσει ἄρχεται· διὰ γὰρ τῶν δύο ˉρˉρ γράφεται, οἷον ἔρραπτον ἔρραφα, ἐρρύπουν ἐρρύπωκα, ἐρράπιζον ἐρράπικα, ἔρρεον ἔρρευκα, ἔρριπτον ἔρριφα· περὶ γὰρ τοῦ τά μοι ῥερυπωμένα κεῖται καὶ τῶν λοιπῶν ἐφεξῆς, εἰ θεῷ φίλον, μαθησόμεθα. Ἐὰν δὲ ἀπὸ βραχείας ἄρχηται ὁ παρατατικός, ἀναδιπλασιάζεται ὁ παρα κείμενος. Ἀναδιπλασιασμὸς δὲ λέγεται, ὅτε τὸ ἑξῆς τῆς λέξεως σύμ φωνον δὶς παραλαμβάνεται, οἷον ἔτυπτον τέτυφα, ἐπάτουν πεπάτηκα, ἐνόουν νενόηκα, ἐλάλουν λελάληκα, ἔσειον σέσεικα, ἔθυον τέθυκα, ἐφί λουν πεφίληκα, ἐχειροτόνουν κεχειροτόνηκα, τῶν δασέων εἰς τὰ ἀντί στοιχα ψιλὰ τραπέντων διὰ τὴν κακοφωνίαν· καὶ ἐὰν δὲ εὑρεθῇ ἐν τῷ παρατατικῷ ἄφωνον πρὸ ἀμεταβόλου, τῷ λόγῳ τῆς κοινῆς, ἤγουν τῆς βραχείας, ἀναδιπλασιάζεται ὁ παρακείμενος, οἷον ἔγραφον γέγραφα, ἔγλυφον γέγλυφα, ἔκλαιον κέκλαυκα, ἐκράτουν κεκράτηκα, ἔπλυνον πέπλυκα, ἔκρινον κέκρικα, ἔκλινον κέκλικα. Δεῖ προσθεῖναι χωρὶς τῶν ἐχόντων τὸ ˉγ καὶ τὸ ˉν· ταῦτα γὰρ οὐκ ἀναδιπλασιάζονται κατὰ τὸν παρακείμενον, ἔγνωκα καὶ οὐ γέγνωκα, ἐγνώρικα καὶ οὐ γεγνώρικα, 76 ἐγνωσιμάχηκα καὶ οὐ γεγνωσιμάχηκα (γνωσιμαχεῖν δέ ἐστι τὸ γινώσκειν ὅτι πρὸς κρείττονας μάχεται)· τὸ ἐγλυμμένοι καὶ ἐβλαστηκότες παρ' Εὐπόλιδι παράλογά εἰσιν, γεγλυμμένοι γὰρ δεῖ λέγειν καὶ βεβλαστηκότες· οὐ γὰρ ἄρχονται ταῦτα ἀπὸ τοῦ ˉγˉν, ἵνα μὴ ἀναδιπλασιασθῶσιν. Ταῦτα μὲν ἐν τούτοις. Λέγει δὲ ὁ Φιλόπονος, ὅτι ἐν μὲν τῷ παρακειμένῳ τὰ ἔχοντα ἄφωνον πρὸ ἀμεταβόλου τῷ λόγῳ τῆς κοινῆς, ἤγουν τῆς βραχείας, παραλαμβάνονται καὶ διπλασιάζουσι τὸν παρακείμενον, ὡς δέδεικται· ἐν τοῖς εἰς ˉοˉς συγκριτικοῖς καὶ ὑπερθετικοῖς τὰ ἔχοντα ἄφωνον πρὸ ἀμεταβόλου οὐ παραλαμβάνονται τῷ λόγῳ τῆς βραχείας ἀλλὰ τῷ τῆς μακρᾶς, οἷον τί ἐστι τὸ λεγόμενον; Κανών ἐστιν ὁ λέγων, ὅτι τὰ εἰς ος ποιοῦντα συγκριτικὰ ἢ ὑπερθετικά, ἐὰν μὲν βραχείᾳ παραλήγωνται, τρέπουσι τὸ ˉο εἰς ω ἐν τοῖς συγκριτικοῖς καὶ ὑπερθετικοῖς, οἷον σοφός σοφώτερος σοφώτατος, κακός κακώτερος κακώτατος, λόγιος λογιώτερος λογιώτατος, τίμιος τιμιώτερος τιμιώτατος, ὅσιος ὁσιώτερος ὁσιώτατος, χωρὶς τοῦ κενός κενότερος καὶ στενός στενότερος· ταῦτα γὰρ βραχείᾳ παραληγόμενα οὐ τρέπουσι τὸ ˉο εἰς ˉω. Καὶ ἀπολογοῦνταί τινες περὶ αὐτῶν λέγοντες, ὅτι μακροπαράληκτα ἦσαν τὰ πρωτότυπα αὐτῶν, στει νός γὰρ καὶ κεινός διὰ τῆς ˉεˉι διφθόγγου, ἐξ οὗ τὸ κεινὴ δὲ τρυφάλεια ἅμ' ἕσπετο χειρὶ παχείῃ, καὶ ἀποβολῇ τοῦ ˉι γέγονε κενός καὶ στενός διὰ τοῦ ˉε βραχυπαράληκτα, καὶ ἔμειναν τὰ συγκριτικὰ ὡς ἀπὸ μακροπαραλήκτων πρωτοτύπων διὰ τοῦ ˉο γραφόμενα. Εἰ δὲ μακρᾷ παραλήγονται, φυλάττουσι τὸ ˉο καὶ ἐν τοῖς συγκριτικοῖς καὶ ὑπερθετικοῖς, οἷον ἀναγκαῖος ἀναγκαιότερος ἀναγκαιότατος, παλαιός παλαιότερος παλαιότατος, δίκαιος δικαιότερος δικαιότατος, μάταιος ματαιότερος ματαιότατος, φαιδρός φαιδρότερος φαιδρότατος, ἀνδρεῖος ἀνδρειότερος ἀνδρειότατος, ἔντιμος ἐντιμότερος ἐντιμότατος, ἔνδοξος ἐνδοξότερος ἐνδοξότατος, λεπτός λεπτότερος λεπτότατος, χονδρός χον δρότερος χονδρότατος· εἰ δὲ ἔχουσιν ἄφωνον [ὁμοίως] πρὸ ἀμεταβόλου, ὁμοίως τοῖς μακρᾷ παραληγομένοις φυλάττουσι τὸ ˉο καὶ ἐν τοῖς συγ κριτικοῖς καὶ ἐν τοῖς ὑπερθετικοῖς, οἷον λάγνος λαγνότερος λαγνό τατος, ἄκρος ἀκρότερος ἀκρότατος, ἐρυθρός ἐρυθρότερος ἐρυθρότατος, ἐλαφρός ἐλαφρότερος ἐλαφρότατος. Ἰστέον δὲ ὅτι ταῦτα, φημὶ δὴ τὸ ἐρυθρότερος καὶ ἐλαφρότερος καὶ εὔτεκνος εὐτεκνότερος καὶ δύσποτμος δυσποτμότερος, παρὰ τοῖς Ἀθηναίοις καὶ διὰ τοῦ ω, ὡς παρὰ τῷ Εὐριπίδῃ ἐν Ἑκάβῃ παιδὸς θανούσης· εὐτεκνωτά 77 την δέ σε Πασῶν γυναικῶν δυστυχεστάτην θ' ὁρῶ. Δεῖ δὲ γινώσκειν, ὅτι ἐπὶ τῶν μακρᾷ παραληγομένων οἱ ποιηταὶ πολλάκις τρέπουσι τὸ ˉο εἰς τὸ ˉω ἐν τοῖς συγκριτικοῖς καὶ ὑπερθετικοῖς, οἷον ὀιζυρός ὀιζυρώτερος, φιλόξεινος φιλοξεινώτερος. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι ἐπὶ τῶν εἰς ˉω κανονίζεται ἡ ἄρχουσα τοῦ παρακειμένου ἐκ τοῦ παρατατικοῦ· ἐπὶ γὰρ τῶν εἰς ˉμˉι οὐ δύναται κανο νισθῆναι ἐκ τοῦ παρατατικοῦ· ἐὰν γὰρ ἀπὸ τοῦ ἐτίθην καὶ ἐδίδων θελή σωμεν κανονίσαι τὴν ἄρχουσαν τοῦ παρακειμένου, εὑρεθήσεται τετίθηκα καὶ δεδίδωκα, ὅπερ οὐκ ἔστιν· τέθεικα γὰρ καὶ δέδωκα ἐστὶν ὁ παρα κείμενος ἀπὸ τοῦ δώσω καὶ θήσω μέλλοντος, τοῦ ˉη τραπέντος εἰς τὴν ˉεˉι δίφθογγον βοιωτικῶς. Πῶς δὲ κανονίζεται ἡ ἄρχουσα τοῦ παρακει μένου ἐκ τοῦ μέλλοντος, μετ' ὀλίγον μαθησόμεθα. Δεῖ δὲ γινώσκειν, ὅτι οἱ διπλασιασμοὶ ἢ διὰ τῶν αὐτῶν συμφώνων γίνονται, οἷον τέτυφα πεποίηκα νενόηκα πεπάτηκα λελάληκα, ἢ διὰ τῶν ἀντιστοίχων τῶν ψιλῶν, οἷον τέθυκα πεφίληκα κεχειροτόνηκα· διὰ γὰρ δασέος οὐ γίνεται διπλασιασμὸς διὰ τὴν κακοφωνίαν. Δεῖ δὲ καὶ τοῦτο γινώσκειν, ὅτι ἐκ δύο μεμέρισται ἡ ἄρχουσα τοῦ παρακειμένου· καὶ ὅτε μὲν ἄρχεται ὁ παρακείμενος ἀπὸ συμφώνου, βραχεῖαν ἔχει τὴν ἄρχουσαν, οἷον τέτυφα νένυχα πεποίηκα πεπάτηκα κέκρικα γέγραφα πέπλευκα κέκλαυκα κέκλικα κέκρουκα· ταῦτα γὰρ ἄφωνον ἔχουσι πρὸ ἀμεταβόλου καὶ τῷ λόγῳ τῆς κοινῆς ἀντὶ βραχείας παραλαμβάνονται· ὅτε δὲ ἀπὸ φωνήεντος ἄρχεται ὁ παρακείμενος, μακρὰν ἔχει τὴν ἄρχουσαν, ἠλέηκα ἠρεύνηκα ἡτοίμακα ἥρπακα ἔφθαρκα ἔσταλκα ἔκταγκα ἔσπαρκα ἐστεφάνωκα ἐφθόνηκα ἐζωγράφηκα. δηλονότι χωρὶς τῶν Ἀττικῶν παρακειμένων· ὀμώμοκα γὰρ καὶ ἀλήλιφα καὶ ἀγήοχα καὶ ἐλήλυθα διὰ βραχείας κατὰ τὴν ἄρχουσαν· ὅθεν ἀπὸ τοῦ λήβω (τοῦ σημαίνοντος τὸ λαμβάνω) γίνεται λήψω λέληφα, καὶ ἀπὸ τοῦ λήχω (τοῦ σημαίνοντος τὸ λαγχάνω καὶ κληροῦμαι) λήξω λέ ληχα, καὶ ἀπὸ τοῦ μείρω (τοῦ σημαίνοντος τὸ μερίζω) μερῶ μέμαρκα μέμαρμαι μέμαρται. Καὶ ἐπειδὴ τούτων τῶν παρακειμένων οἱ Ἀθη ναῖοι ἀποβάλλουσι τὸ ἐν τῇ ἀρχούσῃ σύμφωνον, καὶ προστιθέασι τὸ ˉι μετὰ τοῦ ˉε καὶ λέγουσιν εἴληφα καὶ εἴληχα καὶ εἵμαρμαι καὶ εἵμαρται ἐξ οὗ τὸ εἱμαρμένη, οἱονεὶ ἡ πᾶσι μεμερισμένηἵνα μὴ εὑρεθῇ ἀπὸ φωνήεντος ἀρχόμενος ὁ παρακείμενος καὶ ἀπὸ βραχείας. Καὶ πάλιν ἐστὶ κτείνω, καὶ γίνεται ὁ μέσος παρακείμενος ἔκτονα, καὶ ἐπειδὴ ἀπο βάλλουσι τὸ ˉτ τὸ ἐν τῇ παραληγούσῃ καὶ μέλλει ἀπὸ φωνήεντος ἄρ 78 χεσθαι καὶ ἀπὸ βραχείας, οἷον ἔκονα, προστιθέασι τὸ ˉκ καὶ φασὶ κέκονα· εἰρήκαμεν γὰρ ὅτι ἡνίκα ὁ παρακείμενος ἀπὸ συμφώνου ἄρχεται τοὐ ναντίον βραχεῖαν ἔχει τὴν ἄρχουσαν. Σεσημείωται ἐν τοῖς ἀπὸ συμ φώνου ἀρχομένοις τὸ πέπτωκα καὶ κέκτηκα καὶ μέμνημαι, ἐπειδὴ ταῦτα ἀπὸ συμφώνου ἀρχόμενα μακρὰν ἔχουσι τὴν ἄρχουσαν· οὐδὲ γὰρ ἄφω νον πρὸ ἀμεταβόλου ταῦτα ἔχουσιν, ἵνα εἴπωμεν, ὅτι τῷ λόγῳ τῆς κοινῆς ἀνεδιπλασιάσθησαν· τὸ μὲν γὰρ πέπτωκα καὶ κέκτηκα δύο ἄφωνα ἔχουσιν, τὸ δὲ μέμνημαι δύο ἀμετάβολα. Ἔστι δὲ ἀπολογήσασθαι περὶ αὐτῶν οὕτως· καὶ περὶ μὲν τοῦ μέμνημαι ἔστιν εἰπεῖν ταύτην τὴν ἀπολογίαν· οὐδέποτε ἀμετάβολον ἀμεταβόλου προηγεῖται κατὰ σύλ ληψιν, οἷον ἀρνός ἅρμα ἔρνος ἅλμη, εἰ μὴ μόνον τὸ ˉμ τοῦ ˉν, ὡς μνήμη μνημεῖον μνῆμα μνᾶ· τὸ γὰρ προηγεῖσθαι τῶν ἀμεταβόλων κατὰ σύλληψιν ἴδιον τῶν ἀφώνων ἐστίν, οἷον κλέος ἀγρός ἀκμή πνεῦσαι θνῄσκω πρῶτος· ἐπειδὴ οὖν τὸ ˉμ σύνταξιν ἀφώνου ἀνεδέξατο καὶ προηγήσατο τοῦ ˉν τοῦ ἀμεταβόλου, ἀνεδιπλασιάσθη τὸ μέμνημαι· ἄλλως τε δὲ καὶ πολλάκις εὑρίσκεται καὶ ἐν μέτρῳ τὸ ˉμˉν ἀποτελοῦν κοινὴν συλλαβήν, οἷον ὡς παρὰ Καλλιμάχῳ< φραγμ.