Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Prolegomena et scholia in Theodosii Alexandrini canones
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-choeroboscus-constantinopolitanus" aria-label="More works by Georgius Choeroboscus Constantinopolitanus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
85.1.1
αὐτὴν διάλεκτον· τὸ μὲν γὰρ ἦν ἐγώ Ἀττικόν ἐστιν, τὸ δὲ ἦν ἐκεῖνος κοινόν. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι εἴ τις ἀκριβῶς σκοπήσει, εὑρήσει τὸ τρίτον τῷ πρώτῳ ὁμοφωνοῦν κατὰ τὸν αὐτὸν ἀριθμὸν καὶ κατὰ τὴν αὐτὴν διά λεκτον καὶ κατὰ τὸν αὐτὸν χρόνον καὶ ἀπὸ τοῦ αὐτοῦ θέματος· οἷον τὸ ᾔδειν ὑπερσυντελίκου διαλύεται ἰωνικῶς εἰς ˉε καὶ ˉα καὶ γίνε ται ᾔδεα τοῦ ˉν ἀποβληθέντος, διότι τὸ ˉα ἀποβλητικόν ἐστι τοῦ ˉν, οἷον ἦν ἔα, ἤ κεν ζὼς ἀμενηνὸς ἔα χαλκοῖο τυπῇσι, Ξέρξην Ξέρξεα, Πολυδεύκην Πολυδεύκεα· τὸ γὰρ Μοῦσα Μοῦσαν ἀπὸ κλίσεως ἔχει τὸ ˉν, καὶ οὐκ ἔστι κατὰ πάθος, ὥσπερ τὰ ἄλλα· ἐκ τοῦ ἐναντίου δὲ τὸ ˉε ἐφελκυστικὸν γίνεται τοῦ ˉν, οἷον ἔτυπτε ἔτυπτεν. Καὶ τὸ δεύ τερον δὲ πρόσωπον τὸ ᾔδεις καὶ τὸ τρίτον τὸ ᾔδει διαλύεται εἰς δύο ˉεˉε καὶ γίνεται ᾔδεες καὶ ᾔδεε· ὤφειλε δὲ καὶ ἐν τῷ πρώτῳ προσώπῳ εἰς δύο ˉεˉε διαλυθῆναι ἡ ˉεˉι δίφθογγος, ἐπειδὴ οἱ Ἴωνες τὴν ˉεˉι δίφθογ γον εἰς δύο ˉεˉε διαλύουσιν, ὡς ἐν τῷ εἴργω ἐέργω· ἀλλὰ διὰ τοῦτο οἱ Ἴωνες ἐν τῷ πρώτῳ προσώπῳ τὴν ˉεˉι δίφθογγον εἰς ˉε καὶ ˉα διαλύου σιν, οἷον ᾔδειν ᾔδεα, ἐπειδὴ τὸ ˉε οὐκ ἔστι χαρακτηριστικὸν τοῦ πρώ του προσώπου τῶν ἑνικῶν, τὸ δὲ ˉα ναί, οἷον τέτυφα ἔτυψα· τούτου χάριν ἐν τῷ πρώτῳ προσώπῳ τὴν ˉεˉι δίφθογγον εἰς τὸ ˉε καὶ ˉα δια λύουσιν· ἐν δὲ τῷ δευτέρῳ καὶ τρίτῳ εἰς δύο ˉεˉε, ἐπειδὴ τὸ ˉε χαρακτη ριστικὸν εὑρίσκεται καὶ δευτέρου καὶ τρίτου προσώπου τῶν ἑνικῶν, οἷον ἔτυπτες ἔτυπτε, ἔλεγες ἔλεγε. Εἶτα οἱ Ἀθηναῖοι ἐν τῷ πρώτῳ προσώπῳ τῷ ᾔδεα τὸ ˉε καὶ ˉα εἰς ˉη συναιροῦσιν, καὶ γίνεται ᾔδη ἐγώ, ὡς παρ' Εὐριπίδῃ ἐν Ἱππολύτῳ τὸ δ' ἔργον ᾔδη τὴν νόσον τε δυσκλεᾶ, ἀντὶ τοῦ τὸ δὲ ἔργον ἠπιστάμην· καὶ πάλιν ἐν τῷ τρίτῳ προσώπῳ τῷ ᾔδεε τὰ δύο ˉεˉε εἰς τὸ ˉη συναιροῦσιν, καὶ γίνεται ᾔδη ἐκεῖνος, οἷον ὡς παρὰ τῷ ποιητῇ ὃς ᾔδη τά τ' ἐόντα τά τ' ἐσσόμενα πρό τ' ἐόντα· καὶ ἰδοὺ εὑρίσκεται τὸ τρίτον τῷ πρώτῳ ὁμοφωνοῦν κατὰ τὸν αὐτὸν ἀριθμόν, ἀμφότερα γὰρ ἑνικά εἰσιν, καὶ κατὰ τὴν αὐτὴν διάλεκτον, ἀμφότερα γὰρ Ἀττικά εἰσιν, καὶ κατὰ τὸν αὐτὸν χρόνον, ἀμφότερα γὰρ ἀπὸ τοῦ εἴδω γεγόνασι τοῦτον τὸν τρόπον· ἔστιν εἴδω· τούτου ὁ μέσος παρακείμενος εἶδα ὤφειλεν εἶναι, τῆς ˉεˉι διφθόγγου φυλαττομένου, ὥσπερ εἰκονίζω εἰκόνικα, ἀλλ' ἐτράπη τὸ ˉε εἰς τὸ ˉο αἰολικῶς καὶ γέγονεν οἶδα, ὥσπερ ὄνειρος ὄνοιρος· τούτου τοῦ οἶδα ὁ ὑπερσυντέλικός ἐστιν εἴδειν διὰ τῆς ˉεˉι διφθόγγου καὶ οὐ διὰ τῆς ˉοˉι διφθόγγου· ἐν δὲ τῷ παρακειμένῳ οἱ Αἰολεῖς ἐποιήσαντο 86 τὴν τροπήν· τούτου τοῦ εἴδειν τὸ ˉε τὸ ἐν τῇ ἀρχούσῃ ἀττικῶς ἐξετάθη εἰς τὸ ˉη, ὡς ἐν τῷ ἔμελλον ἤμελλον, ἐβουλόμην ἠβουλόμην, ἐδυνάμην ἠδυνάμην, εἴκαζον ᾔκαζον, καὶ ἔμεινε τὸ ˉι προσγεγραμμένον τῷ ˉη, καὶ ἐγένετο ᾔδειν διὰ τοῦ ˉη καὶ ˉι· τούτου τὸ δεύτερον ᾔδεις, τὸ τρίτον ᾔδει· ταῦτα ἰωνικῶς διαλύονται, ὡς ἐμάθομεν ἀνωτέρω, καὶ ἀττικῶς κιρνῶνται, καὶ ἀποτελεῖται τὸ ᾔδη ἐγώ καὶ ᾔδη ἐκεῖνος. Τί οὖν ἔχο μεν εἰπεῖν περὶ τούτων; Ἔστιν εἰπεῖν, ὅτι τῇ ἀληθείᾳ τὸ ᾔδη ἐγώ καὶ ᾔδη ἐκεῖνος οὐκ εἰσὶ κατὰ τὴν αὐτὴν διάλεκτον· ἡ γὰρ τοιαύτη κρᾶσις, ἡ διὰ τοῦ ˉη ἡ κατὰ τὸ πρῶτον πρόσωπον γινομένη, τῆς παλαιᾶς μόνης Ἀτθίδος ἐστὶν ἰδίωμα, οἷον εἱστήκη ἐγώ, ἐπεποίθη ἐγώ, ἐγεγράφη ἐγώ, ἡ δὲ κατὰ τὸ τρίτον πρόσωπον τῆς νέας Ἀτθίδος ἐστὶν ἰδίωμα, οἷον εἱστήκη ἐκεῖνος, ἐπεποιήκη ἐκεῖνος· καὶ τῷ μὲν πρώτῳ προσώπῳ μόνοι οἱ τῆς παλαιᾶς Ἀτθίδος κέχρηνται, τῷ δὲ τρίτῳ μόνοι οἱ τῆς νέας Ἀτθίδος· τὸ οὖν ᾔδη ἐγώ τῆς παλαιᾶς Ἀτθίδος ἐστίν, τὸ δὲ ᾔδη ἐκεῖνος τῆς νέας Ἀτθίδος ἐστίν, ὥστε οὖν οὐκ ἔστι κατὰ τὴν αὐτὴν διά λεκτον τὸ ᾔδη ἐγώ καὶ ᾔδη ἐκεῖνος. Ἐπειδὴ δὲ εὑρίσκομεν παρὰ τῷ ποιητῇ χρήσεις τοῦ τρίτου προσώπου, λέγω δὴ ᾔδη ἐκεῖνος, οἷον ὃς ᾔδη τά τ' ἐόντα τά τ' ἐσσόμενα πρό τ' ἐόντα, καὶ πάλιν νήπιος, οὐδὲ τὰ ᾔδη ἅ ῥα Ζεὺς μήδετο ἔργα, ὄντος δὲ τοῦ ποιητοῦ τῆς παλαιᾶς Ἀτθίδος, λέγομεν ὅτι Ἀριστάρχειόν ἐστι τὸ ἁμάρτημα· ὁ γὰρ Ἀρίσταρχος εἰδὼς τοῦτο τὸ ἰδίωμα τῆς νέας Ἀτθίδος ὑπάρχον, λέγω δὴ τὸ τρίτου προσώπου, οὐκ ὤφειλεν ἐᾶσαι αὐτὸ παρὰ τῷ ποιητῇ ὄντι τῆς παλαιᾶς Ἀτθίδος· ὡς εἴρηται γάρ, ἡ [μὲν] παλαιὰ Ἀτθὶς κέχρηται τῷ πρώτῳ μόνῳ. Ταῦτα μὲν ἐν τούτοις. Ἀποροῦσι δέ τινες λέγοντες, διατί ἐν τῷ τέτυφε καὶ ἔτυψε τρίτῳ προσώπῳ τὸ ˉα εἰς τὸ ˉε ἐτράπη, καὶ μὴ ἐγένετο τὸ τρίτον πρόσωπον διὰ τοῦ ˉα μακροῦ, ἵνα τὸ μὲν πρῶτον διὰ τοῦ ˉα βραχέος εὑρεθῇ ἐκφε ρόμενον, τὸ δὲ τρίτον διὰ τοῦ ˉα μακροῦ. Ἔστιν οὖν εἰπεῖν, ὅτι οὐκ ἠδύνατο ὅλως τὸ τρίτον διὰ τοῦ ˉα εἶναι, ἐπειδὴ οὐκ ἔστι τὸ ˉα χαρακτη ριστικὸν τῶν τρίτων προσώπων τῶν ἑνικῶν· τὸ δὲ ˉε ναί, οἷον ἔτυπτε ἔλεγε· τὸ γὰρ ἐβόα ἀπὸ τοῦ ἐβόαε γέγονε κατὰ κρᾶσιν τοῦ ˉα καὶ ˉε εἰς ˉα δηλονότι μακρόν, ὥσπερ τὰ ἐμά τἀμά· τὸ δὲ οὖτα, οἷον οὖτά με Τυδέος υἱὸς ὑπέρθυμος Διομήδης, ἀπὸ τοῦ οὔτασε γέγονε κατὰ ἀποκοπήν· ἐπειδὴ οὖν τὸ ˉα οὐκ ἔστι χαρακτηριστικὸν τῶν τρίτων προσώπων τῶν ἑνικῶν, τὸ δὲ ˉε ναί, εἰκότως ἡ τροπὴ γέγονε 87 τοῦ ˉα εἰς τὸ ε κατὰ τὸ τρίτον πρόσωπον. Εἰ δέ τις εἴποι, διατί γὰρ μὴ εἰς τὸ ˉη γέγονεν ἡ τροπὴ τοῦ ˉα κατὰ τὸ τρίτον πρόσωπον, εἴ γε εὑρίσκομεν τὸ ˉη χαρακτηριστικὸν τοῦ τρίτου προσώπου ἑνικοῦ, οἷον ἐτύφθη ἐνύγη ἐδάρη, λέγομεν ὅτι οὐκ ἠδύνατο εἰς τὸ ˉη γενέσθαι ἡ τροπὴ τοῦ ˉα κατὰ τὸ τρίτον πρόσωπον, ἐπειδὴ πᾶν τρίτον πρόσωπον εἰς ˉη λῆγον προσθέσει τοῦ ˉς τὸ δεύτερον ποιεῖ, καὶ τροπῇ τοῦ ˉς εἰς ˉν ποιεῖ τὸ πρῶτον, οἷον ἐτύφθη ἐτύφθης ἐτύφθην, ἐδάρη ἐδάρης ἐδάρην, ἐνύγη ἐνύγης ἐνύγην· εἰ οὖν ἦν τετύφη διὰ τοῦ ˉη τὸ τρίτον, ἠναγκά ζετο καὶ τὸ δεύτερον τετύφης εἶναι διὰ τοῦ ˉη· ἀλλ' ἐπειδὴ οὔτε τὸ πρῶτον οὔτε τὸ δεύτερόν ἐστι διὰ τοῦ ˉη, τέτυφα γὰρ καὶ τέτυφας ἐστίν, δηλονότι οὐ δύναται τὸ τρίτον εἰς ˉη καταλήγειν. Δυϊκά. Τετύφατον, τετύφατον. Ἰστέον ὅτι τὸ μὲν πρῶτον τῶν δυϊκῶν ἐπιλιμπάνει ἐνταῦθα, ἐπειδὴ τὸ πρῶτον τῶν πληθυντικῶν τὸ ˉμ ἔχει ἐπὶ τῆς τελευταίας συλλαβῆς, τετύφαμεν γάρ ἐστιν· τὸ δὲ δεύτερον τῶν δυϊκῶν γέγονεν ἀπὸ τοῦ δευτέρου τῶν πληθυντικῶν τροπῇ τοῦ ˉε εἰς ˉοˉν, οἷον τετύφατε τετύφατον· τὸ δὲ τρίτον τῶν δυϊκῶν ὁμοφωνεῖ τῷ ἰδίῳ δευτέρῳ, ἐπειδὴ τὸ τρίτον τῶν πληθυντικῶν εἰς ˉσˉι λήγει, τετύφασι γάρ. Πληθυντικά. Τετύφαμεν. Ἰστέον ὅτι τὰ εἰς ˉα λήγοντα ἑνικά, δηλονότι πρῶτα πρόσωπα, προσθέσει τῆς ˉμˉεˉν πληθυντικὰ γίνονται, οἷον τέτυφα τετύφαμεν, ἐποίησα ἐποιήσαμεν, πεποίηκα πεποιήκαμεν, ἔτυψα ἐτύψαμεν, ἔγραψα ἐγράψαμεν. Δεῖ προσθεῖναι χωρὶς τῶν ἰωνικῶς διαλυομένων· τοῦτο δὲ πρόσκειται, ἐπειδὴ τὸ εἱστήκειν οἱ Ἴωνες εἱστή κεα λέγουσι καὶ τὸ ἐτετύφειν ἐτετύφεα, καὶ οὐ ποιοῦσι τὸ πρῶτον τῶν πληθυντικῶν προσθέσει τῆς ˉμˉεˉν· οὐδὲ γὰρ λέγουσιν εἱστηκέαμεν καὶ ἐτετυφέαμεν, ἀλλ' εἱστήκειμεν καὶ ἐτετύφειμεν· μόνον τὸ ἦν ἐγώ δια λυθὲν ἰωνικῶς καὶ γενόμενον ἔα, ἤ κεν ζὼς ἀμενηνὸς ἔα, εὕρηται προσθέσει τῆς ˉμˉεˉν ποιῆσαν τὸ πρῶτον πρόσωπον τῶν πληθυν τικῶν, οἷον ἔαμεν. Δεῖ προσθεῖναι καὶ χωρὶς τῶν Αἰολικῶν εὐκτι κῶν· τοῦτο δὲ πρόσκειται, ἐπειδὴ οἱ Αἰολεῖς προσθέσει τῆς ˉμˉεˉν τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν· οὐδὲ γὰρ λέγουσι τυψείαμεν ἀλλὰ τύψαιμεν. Τετύφατε. Εἴρηται ὅτι τὰ εἰς ˉμˉεˉν πληθυντικὰ τροπῇ τῆς ˉμˉεˉν 88 εἰς ˉτˉε τὸ δεύτερον ποιοῦσι πρόσωπον· τὴν δὲ παραλήγουσαν οὐκ ἔτρε ψεν, ἐπειδὴ ἔχει τὴν μετοχὴν εἰς ˉς, τετυφώς γάρ ἐστιν ἡ μετοχή. Τετύφασι. Εἴρηται μέν, διατί ἰσοσυλλαβεῖ τῷ ἰδίῳ πρώτῳ, φημὶ δὴ τῷ τετύφαμεν πρώτῳ προσώπῳ πληθυντικῷ, ἐπειδὴ ἔχει τὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως, τετυφώς γάρ ἐστιν ἡ μετοχή· εἰς ˉσˉι δὲ λήγει μιμούμενος τὸν ἐνεστῶτα ὁ παρακείμενος· καὶ αὐτὸς γὰρ παρὰ πολλοῖς ἐνεστὼς συντελικὸς ὀνομάζεται, ἤγουν ἐνεστὼς πεπληρωμένος· ὁ μὲν γὰρ ἐνεστὼς γινόμενον ἄρτι τὸ πρᾶγμα δηλοῖ, οἷον τύπτω γράφω, ὁ δὲ παρα κείμενος τετελεσμένον ἄρτι τὸ πρᾶγμα δηλοῖ, οἱονεὶ ἄρτι πληρωθέν, τέτυφα γέγραφα· καὶ λοιπὸν ὥσπερ ὁ ἐνεστὼς εἰς ˉσˉι ἔχει τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν καταλῆγον, τύπτουσι γρά φουσικαὶ διατί, ἐν τῇ περὶ τούτων διδασκαλίᾳ μεμαθήκαμεν, ὅτι πρὸς τὴν δοτικὴν τῶν πληθυντικῶν τῆς ἰδίας μετοχῆςτὸν αὐτὸν τρόπον καὶ ὁ παρακείμενος, ἅτε δὴ παρὰ πολλοῖς ἐνεστὼς συντελικὸς ἤγουν πεπληρωμένος ὀνομαζόμενος, εἰς ˉσˉι ἔχει τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν καταλῆγον, οἷον τετύφασι γεγράφασι. Κανονίζεται δὲ ἐνταῦθα τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν ἀπὸ τοῦ πρώτου προσώπου τῶν πληθυντικῶν τροπῇ τῆς ˉμˉεˉν εἰς ˉσˉι, οἷον τετύφαμεν τετύφασι, πεποιήκαμεν πεποιήκασι, γεγράφαμεν γεγράφασι, τῆς παρα ληγούσης ἐν τῷ τρίτῳ προσώπῳ τῶν πληθυντικῶν ἐκταθείσης. Ἰστέον γὰρ ὅτι ὁ παρακείμενος πανταχοῦ συνεσταλμένον ἔχει τὸ ˉα, οἷον τέτυφα τέτυφας τετύφατον τετύφαμεν τετύφατε, ἐν δὲ τῷ τρίτῳ προσώπῳ τῶν πληθυντικῶν ἐκτεταμένον αὐτὸ ἔχει, οἷον τετύφασι, ἐπειδὴ καθόλου τὰ εἰς ˉσˉι λήγοντα ῥήματα μακρᾷ θέλουσι παραλήγε σθαι, οἷον δίδωσι ζεύγνυσι ἐσσί, οἷον ἔχθιστος δέ μοί ἐσσι· οὕτως οὖν καὶ τετύφασι καὶ πεποιήκασι καὶ γεγράφασι δι' ἐκτεταμένου τοῦ ˉα. Ἰστέον δὲ ὅτι πολλάκις ἐπὶ τούτων οἱ ποιηταὶ συστολὰς ἐποιή σαντο, αἷς οὐ δεῖ χρήσασθαι, ὡς Ὅμηρος τιμὴν δὲ λελόγχα σιν ἶσα θεοῖσιν, Ξενοφάνης ἐξ ἀρχῆς καθ' Ὅμηρον ἐπεὶ μεμαθήκασι πάντες, καὶ πάλιν ὁ αὐτός ὁππόσα δὴ θνητοῖσι πεφύκασιν εἰσοράασθαι, Ἀντίμαχος fragm. 51 οἱ δὲ πάροιθε πόνοιο νενεύκασιν ἄλλος ἐπ' ἄλλῳ· ταῦτα δὲ πάντα παραλόγως συνέστειλεν ἡ τῶν μέτρων ἀνάγκη. Ἐν οἷς ἡ πρᾶξις. 89 Περὶ Ἀττικοῦ παρακειμένου. Ὅτε τὸ ῥῆμα ἄρχεται ἀπὸ τοῦ ˉα ἢ ˉε ἢ ˉο, τότε ποιοῦσιν οἱ Ἀττικοὶ ἴδιον παρακείμενον. Ἰστέον ὅτι οὐ μόνον ἐνεργητικὸν ἴδιον παρακείμενον ποιοῦσιν οἱ Ἀττικοί, ἀλλὰ καὶ μέσον, ὡς ἐπὶ τοῦ ὀμώμοκα καὶ ἐγήγερκα ὄλωλα ὄπωπα ὄρωρα ὄδωδα· τούτων δὲ οἱ κοινοὶ μέσοι, φημὶ δὴ τοῦ ὄλωλα καὶ τῶν λοιπῶν, οὐχ εὑρίσκονται ἐν χρήσει, οἷον ὁ ὦλα ὁ ὦπα ὁ ὦδα· καὶ παθητικὸν δὲ ποιοῦσιν οἱ Ἀττικοὶ ἴδιον παρακείμενον, ὡς ἐπὶ τοῦ ἀλήλιμμαι καὶ ἐγήγερμαι. Ποιοῦσι δὲ αὐτὸν οἱ Ἀττικοὶ οὕτως· τὰ δύο γράμματα τὰ ἀρκτικὰ τοῦ ἐνεστῶτος προστιθέασι τῷ κοινῷ παρακειμένῳ, καὶ τὴν τρίτην ἀπ' ἀρχῆς συλλαβὴν συστέλλουσιν, καὶ ποιοῦσιν οἱ Ἀττικοὶ ἴδιον παρακείμενον, οἷόν ἐστιν ἀλείφω ἤλειφα ὁ κοινὸς καὶ ἀλήλιφα ὁ Ἀττικός, τῶν δύο γραμμάτων τῶν ἀρκτικῶν τοῦ ἐνεστῶτος προστιθεμένων τῷ κοινῷ παρα κειμένῳ, φημὶ δὴ τοῦ ˉα καὶ τοῦ ˉλ, καὶ τῆς τρίτης ἀπ' ἀρχῆς συλλαβῆς συστελλομένης· καὶ πάλιν ἐλεύθω ἤλευθα ὁ κοινὸς καὶ ἐλήλυθα ὁ Ἀττι κός, ἀκούω ἤκουα ὁ κοινὸς καὶ ἀκήκοα ὁ Ἀττικός, ἐρωτῶ ἠρώτηκα ὁ κοινὸς καὶ ἐρηρότηκα ὁ Ἀττικὸς διὰ τοῦ ˉο, τῆς τρίτης ἀπ' ἀρχῆς συλ λαβῆς συσταλείσης, ὀμῶ ὤμοκα ὁ κοινὸς καὶ ὀμώμοκα ὁ Ἀττικός· τὴν δὲ τρίτην συλλαβὴν ἐνταῦθα οὐ συστέλλουσιν, ἐπειδὴ βραχεῖά ἐστιν, βραχεῖα δὲ οὖσα βραχυτέρα οὐκ ἐδύνατο γενέσθαι· καὶ πάλιν ἀγοράζω ἠγόρακα ὁ κοινὸς καὶ ἀγηγόρακα ὁ Ἀττικός, ἐνέγκω ἤνεχα ὁ κοινὸς καὶ ἐνήνεχα ὁ Ἀττικὸς καὶ κατὰ τροπὴν τοῦ ˉε εἰς τὸ ˉο ἐνήνοχα, ὀλῶ ὀλέσω ὤλεκα καὶ ὀλώλεκα, ὀλῶ ὦλα καὶ ὄλωλα, ὀμῶ ὦμα καὶ ὄμωμα, ὀρῶ ὦρα καὶ ὄρωρα· τὸ γὰρ ὑπώρορε Μοῦσα λίγεια διὰ τὸ μέτρον ὑπερβιβασμὸν ἀνεδέξατο· ὄπτω ὦπα καὶ ὄπωπα, ὄδω (ἀντὶ τοῦ ὄζω) ὦδα καὶ ὄδωδα, ἢ ἀπὸ τοῦ ὄζω ὄσω γέγονεν ὦδα, ὥσπερ ἀπὸ τοῦ φράζω φράσω πέφραδα, χέζω χέσω κέχοδα, καὶ τῶν δύο γραμμάτων τῶν ἀρκτικῶν τοῦ ἐνεστῶτος προστιθεμένων, φημὶ δὴ τοῦ ˉο καὶ τοῦ ˉζ, ὄζωδα, καὶ ἐπειδὴ θέλει ὁ Ἀττικὸς παρακείμενος ἔχειν, ὡς ἐφεξῆς μαθησόμεθα, ἐν τῇ δευτέρᾳ καὶ τρίτῃ συλλαβῇ τὸ αὐτὸ σύμ φωνον, οἷον ἀλήλιφα ἐλήλυθα ἀκήκοα, τούτου χάριν τροπὴ παρηκολού θησε τοῦ ˉζ εἰς τὸ ˉδ καὶ γέγονεν ὄδωδα. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι ἡνίκα λέγομεν, ὅτι τὰ δύο γράμματα τὰ ἀρκτικὰ τοῦ ἐνεστῶτος προστιθέασι τῷ κοινῷ παρακειμένῳ, δεῖ τὸ μὲν πρῶτον 90 νοῆσαι φωνῆεν, τουτέστιν ἢ ˉα ἢ ˉε ἢ ˉο, τὸ δὲ δεύτερον σύμφωνον ἀρκτικὸν τῆς δευτέρας συλλαβῆς, οἷον ἀλείφω ἤλειφα ὁ κοινὸς καὶ ἀλή λιφα ὁ Ἀττικός, ἐλεύθω ἤλευθα καὶ ἐλήλυθα, ὀμῶ ὤμοκα καὶ ὀμώ μοκα· ἐὰν γὰρ μὴ ἔχῃ σύμφωνον ἐπιφερόμενον, οὐ ποιεῖ Ἀττικὸν παρακείμενον, ὡς ἐπὶ τοῦ ἀείρω καὶ τοῦ ἑορτάζω καὶ τοῦ ἀερτάζω (ὃ σημαίνει τὸ βαστάζω)· ταῦτα γὰρ ἐπειδὴ οὐκ ἔχουσι σύμφωνον ἐπι φερόμενον, οὐ ποιοῦσιν Ἀττικὸν παρακείμενον· κἂν ἔχῃ δὲ σύμφωνον ἐπιφερόμενον, μὴ εὑρεθῇ δὲ αὐτὸ τὸ σύμφωνον ἀρκτικὸν τῆς δευτέρας συλλαβῆς, οὐ ποιεῖ Ἀττικὸν παρακείμενον· ἰδοὺ γὰρ τὸ ἀρμενίζω, ἐπειδὴ οὐκ ἔχει τὸ σύμφωνον ἀρκτικὸν τῆς δευτέρας συλλαβῆς, οὐ ποιεῖ Ἀττικὸν παρακείμενον, τὸ γὰρ ˉρ ληκτικόν ἐστι τῆς προηγουμένης συλλαβῆς. Ἀποροῦσι δέ τινες λέγοντες, διὰ ποίαν αἰτίαν ὅτε μὲν ἄρχεται τὸ ῥῆμα ἀπὸ τοῦ ˉα ἢ ˉε ἢ ˉο, ποιοῦσιν οἱ Ἀττικοὶ ἴδιον παρακείμενον, ὅτε δὲ ἀπὸ τοῦ ˉη ἢ ˉω ἢ ˉι ἢ ˉυ ἄρχεται, οὐ ποιοῦσιν. Καὶ ἔστιν εἰπεῖν τὰς αἰτίας ταύτας, ὅτι οὐ θέλει ἀπὸ μακρᾶς ἄρχεσθαι ὁ Ἀττικὸς παρακεί μενος, οἷον ἐλήλυθα ἀλήλιφα ὀμώμοκα ἐγήγερκα ὀλώλεκα, ὅθεν ἀπὸ τοῦ ἀριστῶ οὐ γίνεται Ἀττικὸς παρακείμενος, ἐπειδὴ ἀπὸ μακρᾶς ἄρχε ται, μακρὸν γὰρ ἔχει τὸ ˉα· διὰ τοῦτο οὖν οὔτε τὰ ἀπὸ τοῦ ˉη οὔτε τὰ ἀπὸ τοῦ ˉω ἀρχόμενα ποιοῦσιν Ἀττικὸν παρακείμενον, ἵνα μὴ εὑρεθῇ ἀπὸ μακρᾶς ἀρχόμενος ὁ παρακείμενος. Καὶ αὕτη μὲν ἡ λύσις μόνοις ἁρμόζει τοῖς ἀπὸ τοῦ ˉη καὶ ˉω ἀρχομένοις· ἔστι δὲ εἰπεῖν καὶ ἑτέραν λύσιν ἁρμόζουσαν οὐ μόνον τοῖς ἀπὸ τοῦ ˉη καὶ ˉω ἀρχομένοις, ἀλλὰ καὶ τοῖς ἀπὸ τοῦ ˉι καὶ ˉυ ἀρχομένοις· ἔχει δὲ οὕτως· οὐ θέλει ὁ Ἀτ τικὸς παρακείμενος ἔχειν ἐν τῇ πρώτῃ καὶ δευτέρᾳ συλλαβῇ τὸ αὐτὸ στοιχεῖον, ἤγουν τὸ αὐτὸ φωνῆεν, οἷον ἀλήλιφα ἐλήλυθα ὀμώμοκα ὀλώλεκα· διὰ τοῦτο οὖν τὰ ἀπὸ τοῦ ˉι ˉη ˉυ ˉω ἀρχόμενα ῥήματα οὐ ποιοῦσιν Ἀττικὸν παρακείμενον, ἵνα μὴ εὑρεθῇ ἐν τῇ πρώτῃ καὶ δευ τέρᾳ συλλαβῇ τὸ αὐτὸ στοιχεῖον, οἷον ἱκετεύω ἱκέτευκα, ὑλακτῶ ὑλάκτηκα, ἡβῶ ἥβηκα, ὠθῶ ὤθηκα· ἐὰν οὖν γένηται ἐπὶ τούτων Ἀττι κὸς παρακείμενος, μέλλει εἶναι ἱκικέτευκα ὑλυλάκτηκα ἡβήβηκα ὠθώθηκα, καὶ λοιπὸν εὑρίσκεται ἐν τῇ πρώτῃ καὶ δευτέρᾳ συλλαβῇ τὸ αὐτὸ στοιχεῖον, ὅπερ ἐστὶν ἀδύνατον. Τὰ δὲ ἀπὸ τοῦ ˉα ἢ ˉε ἢ ˉο ἀρχόμενα ῥήματα εὐλόγως ποιοῦσιν Ἀττικὸν παρακείμενον, ἐπειδὴ ταῦτα τρέ πονται ἐν τοῖς παρῳχημένοις ὡς ἔχοντα ἀντίστοιχα, εἰς ἃ ὤφειλον τραπῆναι, καὶ οὐχ εὑρίσκεται λοιπὸν ἐν τῇ πρώτῃ καὶ δευτέρᾳ συλλαβῇ 91 τὸ αὐτὸ στοιχεῖον, οἷον ἀλείφω ἤλειφα καὶ ἀλήλιφα, ἐλεύθω ἤλευθα καὶ ἐλήλυθα, ὀμῶ ὤμοκα καὶ ὀμώμοκα· τὸ γὰρ ˉη καὶ ˉω καὶ ˉι καὶ ˉυ ἄτρεπτα φυλάττονται ἐν τοῖς παρῳχημένοις, ὡς ἐν τῷ παρατατικῷ μεμαθήκαμεν, ὡς μὴ ἔχοντα ἀντίστοιχα, εἰς ἃ ὤφειλον τραπῆναι. Σεσημείωται τὸ ὑφήφασται, ὅτι ἀπὸ τοῦ ˉυ ἀρχομένου τοῦ ἐνεστῶτος ἐγένετο Ἀττικὸς παρακείμενος· γέγονε δὲ τοῦτον τὸν τρόπον· ἔστιν ὑφάζω ὑφάσω ὕφακα ὕφα σμαι ὕφασται καὶ ὑφύφασται ἀττικῶς, ἢ ὑφαίνω ὑφανῶ ὕφαγκα ὕφαμμαι καὶ ὕφασμαι, ὥσπερ μεμόλυμμαι μεμό λυσμαι καὶ μεμίαμμαι μεμίασμαι, καὶ ἐκεῖθεν ὕφασται καὶ ὑφύφασται ὁ Ἀττικὸς παρακείμενος· καὶ ἐπειδή, ὥσπερ εἴρηται, οὐ θέλει ὁ Ἀττικὸς παρακείμενος ἔχειν ἐν τῇ πρώτῃ καὶ δευτέρᾳ συλλαβῇ τὸ αὐτὸ στοι χεῖον, οἷον ἀλήλιφα καὶ ἐλήλυθα καὶ ὀμώμοκα, τούτου χάριν καὶ τροπὴ παρηκολούθησε τοῦ ˉυ εἰς τὸ ˉη, καὶ γέγονεν ὑφήφασται· εὐλόγως δὲ τὸ ˉυ εἰς τὸ ˉη ἐτράπη ἐνταῦθα, ἐπειδὴ πολλάκις τὸ ˉη εἰς ˉυ τρέπεται, οἷον ἅλμη ἁλμηρός καὶ ἁλμυρός. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι σεσημείωται τὸ ἀλαλύκτημαι (σημαίνει δὲ τὸ ἐν ἄλῃ ἤγουν ἐν πλάνῃ ὑπάρχω) καὶ τὸ ἀλάλημαι (σημαίνει δὲ τὸ πεπλάνημαι) καὶ τὸ ἀράροται (σημαίνει δὲ τὸ ἠροτρίωται) καὶ τὸ ἄραρε (σημαίνει δὲ τὸ ἥρμοσται καὶ κέκριται), ὅτι ταῦτα ἔχουσιν ἐν τῇ πρώτῃ καὶ δευτέρᾳ συλλαβῇ τὸ αὐτὸ στοιχεῖον. Περὶ ὧν ἔστιν εἰπεῖν ὅτι πεπονθότα εἰσίν· ἔστι γὰρ ἀλυκτῶ ἀλυκτήσω ἠλύκτηκα ἠλύκτημαι καὶ ἀληλύκτημαι ὁ Ἀττικός, καὶ κατὰ συστολὴν τοῦ ˉη εἰς τὸ ˉα ἀλαλύκτημαι· καὶ πάλιν ἀλῶ ἀλήσω ἤληκα ἀλήληκα καὶ ἀλήλημαι ὁ Ἀττικός, καὶ κατὰ συστολὴν τοῦ ˉη εἰς τὸ ˉα ἀλάλημαι· παράλογος δέ ἐστιν ἡ τρίτη ἀπ' ἀρχῆς συλ λαβὴ μακρὰ οὖσα. Ταῦτα δέ τινες Αἰολικὰ ἀπὸ τῶν εἰς ˉμˉι θέλουσι λέγειν· λέγουσι γὰρ ὅτι ὥσπερ ἀπὸ τοῦ φιλῶ γέγονε φίλημι αἰολι κῶς καὶ φίλημαι τὸ παθητικόν, οὕτω καὶ ἀπὸ τοῦ ἀλυκτῶ καὶ ἀλῶ γίνεται ἀλύκτημι καὶ ἄλημι αἰολικῶς καὶ ἀλύκτημαι καὶ ἄλημαι τὰ πα θητικά, καὶ κατὰ ἀναδιπλασιασμὸν ἀλαλύκτημαι καὶ ἀλάλημαι. Τὸ δὲ ἀρά ροται γέγονε τοῦτον τὸν τρόπον· ἔστιν ἀρῶ ἀρόσω ἤροκα ἤρομαι ἤροται καὶ ἀττικῶς ἀρήροται, καὶ κατὰ τροπὴν Δωρικὴν τοῦ ˉη εἰς ˉα μακρὸν ἀρά ροται· καὶ πάλιν ἐστὶν ἄρω (τὸ σημαῖνον τὸ ἁρμόζω), ὁ μέσος παρα κείμενος ἦρα καὶ ὁ Ἀττικὸς ἄρηρα, καὶ κατὰ τροπὴν Δωρικὴν τοῦ ˉη εἰς ˉα μακρὸν ἄραρα καὶ ἄραρε. Ταῦτα μὲν ἐν τούτοις. 92 Ἐπειδὴ δὲ ἐν τοῖς προλαβοῦσιν ἐλέγομεν, ὅτι οὐ θέλει ἀπὸ μακρᾶς ἄρχεσθαι ὁ Ἀττικὸς παρακείμενος, οἷον ἐλήλυθα ἀλήλιφα ἀκήκοα, ἄξιόν ἐστι ζητῆσαι, διατί ἀπὸ μακρᾶς οὐκ ἄρχεται ὁ Ἀττικὸς παρακείμενος. Καὶ ἔστιν εἰπεῖν τὴν αἰτίαν ταύτην· ἡ ἄρχουσα τοῦ Ἀττικοῦ παρακειμένου οὐδὲν ἕτερόν ἐστιν εἰ μὴ ἀνεστραμμένος ἀναδιπλασιασμός· ὁ μὲν γὰρ φυσικὸς ἀναδιπλασιασμὸς πρῶτον ἔχει τὸ σύμφωνον, τὸ δὲ φωνῆεν δεύτερον, οἷον τέτυφα πεποίηκα· ἐν δὲ τῷ Ἀττικῷ παρακειμένῳ τὸ ἐναντίον ἐστίν, τὸ μὲν γὰρ φωνῆεν πρῶτόν ἐστιν, τὸ δὲ σύμφωνον δεύτερον, οἷον ἀλήλιφα ἐλήλυθα ὀμώμοκα· ἐπειδὴ οὖν ἡ ἄρχουσα τοῦ Ἀττικοῦ παρακειμένου οὐδὲν ἕτερόν ἐστιν εἰ μὴ ἀνεστραμμένος ἀναδι πλασιασμός, οὐδέποτε δὲ γίνεται διὰ μακρᾶς ἀναδιπλασιασμός, οἷον τέτυφα πεποίηκα γέγραφα πέπλεχαταῦτα γὰρ ἄφωνον πρὸ ἀμετα βόλου ἔχουσι καὶ τῷ λόγῳ τῆς κοινῆς ἀντὶ βραχείας παραλαμβάνονται τούτου χάριν οὔτε ἡ ἄρχουσα τοῦ Ἀττικοῦ παρακειμένου μακρά ἐστιν. Ἐθέλει ὁ Ἀττικὸς παρακείμενος ἔχειν ἐν τῇ δευτέρᾳ καὶ τρίτῃ συλ λαβῇ τὸ αὐτὸ σύμφωνον, οἷον ἀλήλιφα ἀκήκοα ἐλήλυθα ὀμώμοκα ὄπωπα ὄλωλα ὄρωρα ὄδωδα· ὅθεν καὶ τὸ ἀγήγοχα καὶ ἐδήδοκα συλλαβὴν ἐπλεόνασαν, ἵνα εὑρεθῶσιν ἔχοντα ἐν τῇ δευτέρᾳ καὶ τρίτῃ συλλαβῇ τὸ αὐτὸ σύμφωνον· ἔστι γὰρ ἄγω ἄξω ἦχα καὶ ἄγηχα ὁ Ἀττικός, τῶν δύο γραμμάτων τοῦ ἐνεστῶτος τῶν ἀρκτικῶν προστιθεμένων αὐτῷ, ἐπειδὴ οὐκ ἔμελλεν ἔχειν ἐν τῇ δευτέρᾳ καὶ τρίτῃ συλλαβῇ τὸ αὐτὸ σύμφωνον, τούτου χάριν ἐπλεόνασε τὴν ˉγˉο συλλαβὴν καὶ ἐγένετο ἀγήγοχα· διὰ τοῦτο δὲ τὸ ˉγ μόνον οὐκ ἐπλεόνασε καὶ γέγονεν ἄγηγχα, ἐπειδὴ εἰ ἐπλεόνασε τὸ ˉγ μόνον, οὐκέτι εὑρίσκετο ἐν τῇ δευτέρᾳ καὶ τρίτῃ συλλαβῇ τὸ αὐτὸ σύμφωνον· ἐν γὰρ τῇ δευτέρᾳ συλλαβῇ ἔμελλον εἶναι τὰ δύο ˉγˉγ. Πάλιν ἔδω (ὃ σημαίνει τὸ ἐσθίω), οὗ ὁ μέσος παρα κείμενος ἦδα καὶ ὁ Ἀττικὸς ἔδηδα, ἐξ οὗ τὸ λέων κατὰ ταῦρον ἐδηδώς· τούτου τοῦ ἔδω ὁ μέλλων ἐστὶν ἔσω καὶ ὁ ἐνεργη τικὸς παρακείμενος ἦκα καὶ ὁ Ἀττικὸς ἔδηκα, τῶν δύο γραμμάτων τῶν ἀρκτικῶν τοῦ ἐνεστῶτος προστιθεμένων αὐτῷ· καὶ ἐπειδὴ οὐκ ἔμελλεν ἔχειν ἐν τῇ δευτέρᾳ καὶ τρίτῃ συλλαβῇ τὸ αὐτὸ σύμφωνον, τούτου χάριν ἐπλεόνασε τὴν ˉδˉο συλλαβὴν καὶ γέγονεν ἐδήδοκα. Ἰστέον δὲ ὅτι τὸ ἐδήδοκα δύναται καὶ ἄλλως κανονισθῆναι· ἔστι γὰρ ἐδῶ ἐδήσω ἤδηκα καὶ ὁ Ἀττικὸς ἐδήδεκα, τῆς τρίτης ἀπ' ἀρχῆς συλλαβῆς συστα

Intertext edge

Open linked passage

Note