Prolegomena et scholia in Theodosii Alexandrini canones
Georgius Choeroboscus ConstantinopolitanusCano 93 · pg-scrape-grcMore by Georgius Choeroboscus Constantinopolitanus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-choeroboscus-constantinopolitanus" aria-label="More works by Georgius Choeroboscus Constantinopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
93.1.1
λείσης, καὶ κατὰ τροπὴν τοῦ ˉε εἰς τὸ ˉο ἐδήδοκα, ὥσπερ ἐνέγκω ἐνέγξω ἤνεχα καὶ ἐνήνεχα καὶ ἐνήνοχα κατὰ τροπὴν τοῦ ˉε εἰς τὸ ˉο. Οὐ θέλει ὁ Ἀττικὸς παρακείμενος ἔχειν τὴν τρίτην ἀπ' ἀρχῆς συλ λαβὴν φύσει μακρὰν παρ' αὐτοῖς τοῖς Ἀθηναίοις, ἀλλ' ἢ βραχεῖαν, ὡς τὸ ἀλήλιφα ἐλήλυθα ἀκήκοα ὀμώμοκα ὀλώλεκα ἀγήγοχα, ἢ θέσει μακράν, ὡς τὸ ἐγήγερκα ἀλήλιμμαι ἐρήρισται [σημαίνει δὲ τὸ ἐρίζειν]· ἐὰν δὲ εὑρεθῇ φύσει μακρὰ ἡ τρίτη ἀπ' ἀρχῆς συλλαβὴ ἡ τοῦ Ἀττικοῦ παρα κειμένου, ἢ πρὸς ἀντιδιαστολὴν ἑτέρου σημαινομένου ἐστίν, ἢ παρὰ ταῖς ἄλλαις διαλέκτοις. Εἴπομεν πρὸς ἀντιδιαστολὴν ἑτέρου σημαινο μένου. Ἔστιν ἐρίζω (τὸ σημαῖνον τὸ φιλονεικῶ), ὅπερ διὰ τοῦ ˉι γρά φεται, ἔστιν ἐρείδω (τὸ σημαῖνον τὸ ἐπερείδομαι), ὅπερ διὰ τῆς ˉεˉι διφθόγγου γράφεται· ἀπὸ οὖν τοῦ ἐρίζω ἐρίσω γίνεται ὁ παρακείμενος ἤρικα καὶ ὁ Ἀττικὸς ἐρήρικα, καὶ ὁ παθητικὸς ἤρισμαι ἤρισται καὶ ὁ Ἀττικὸς ἐρήρισται, διὰ τοῦ ˉι δηλονότι· τὸ γὰρ ἐρίζω διὰ τοῦ ˉι γρά φεται· ἀπὸ δὲ τοῦ ἐρείδω ἐρείσω γίνεται ἤρεικα ὁ παρακείμενος, καὶ ὁ παθητικὸς ἤρεισμαι ἤρεισται καὶ ὁ Ἀττικὸς ἐρήρεισται, καὶ φυλάττει τὴν ˉεˉι δίφθογγον πρὸς ἀντιδιαστολὴν τοῦ ἐρήρισται τοῦ ἐπὶ τοῦ φιλο νεικεῖν, εἰ καὶ λέγει ὁ Ἀπολλώνιος, ὅτι καὶ αὐτὸ διὰ τοῦ ˉι γράφεται τὸ ἐπερείδομαι· ἀλλ' οὖν ἡ παράδοσις διὰ τῆς ˉεˉι διφθόγγου οἶδεν αὐτὸ γεγραμμένον. Πρόσκειται ἢ παρὰ ταῖς ἄλλαις διαλέκτοις, ἐπειδὴ ὅτε οἱ Δωριεῖς φυλάττουσι τὴν τρίτην ἀπ' ἀρχῆς συλλα βὴν φύσει μακράν, οἷον τοῦ ὀρῶ παρ' αὐτοῖς ὁ μέλλων ἐστὶν ὀρήσω, ὁ παρακείμενος ὤρηκα καὶ ὁ Ἀττικὸς ὀρώρηκα, καὶ φυλάττεται παρὰ τοῖς Δωριεῦσιν ἡ φύσει μακρά· καὶ πάλιν ἀκούω ἀκούσω ἤκουκα, καὶ ὁ Ἀττικὸς ἀκήκουκα παρ' αὐτοῖς. Ἰστέον δὲ ὅτι ἐπὶ τοῦ ἀριστεύω ἠρίστευκα οὐ φαίνονται ποιήσαντες οἱ Ἀθηναῖοι Ἀττικὸν παρακείμενον, οἷον ἀρηρίστευκα. Καὶ ἀποροῦσί τινες λέγοντες, διὰ ποίαν αἰτίαν ἐπὶ τοῦ ἀριστεύω οὐ ποιοῦσιν οἱ Ἀθηναῖοι Ἀττικὸν παρακείμενον. Καὶ ἐπιλύονταί τινες λέγοντες, ὅτι εἰ ἐγένετο ἀρηρίστευκα, ἤμελλεν ἡ τρίτη ἀπ' ἀρχῆς συλλαβὴ μακρὰ εἶναι, ὅπερ ἐστὶν ἄτοπον· εἰ γὰρ ἠθελήσα μεν ποιῆσαι ἀποβολὴν συμφώνου, ἵνα ἦν ἀρηρίσευκα, παρεφθείρετο ἡ σημασία. Ταῦτα μὲν οὗτοι. Κακῶς δὲ λέγουσιν· ὡς γὰρ ἐμάθομεν, οὐ κωλύεται ἡ τρίτη ἀπ' ἀρχῆς συλλαβὴ τοῦ Ἀττικοῦ παρακειμένου θέσει μακρὰ εἶναι, οἷον ἐγήγερκα ἀλήλιμμαι ἐρήρισται· ὥστε οὖν οὐ κατὰ 94 κανόνα κωλύεται ποιῆσαι τὸ ἀριστεύω Ἀττικὸν παρακείμενον, ἀλλ' εἰ ἄρα ἐπιλέλοιπε, κατὰ τύχην ἐπιλέλοιπε. Ταῦτα μὲν περὶ τῆς τρίτης ἀπ' ἀρχῆς συλλαβῆς τοῦ Ἀττικοῦ παρακειμένου. ὅτι καὶ συστέλλεται· ἔλθωμεν δὲ καὶ μάθωμεν πῶς συστέλλεται. Ἰστέον ὅτι τὸ ˉη εἰς τὸ ˉε συστέλλεται κατὰ τὴν τρίτην ἀπ' ἀρχῆς συλλαβὴν τοῦ Ἀττικοῦ παρακειμένου, οἷον ἀλήθω ἀλήσω ἤληκα καὶ ἀλήλεκα ὁ Ἀττικός, καὶ πάλιν ἐδῶ ἐδήσω ἤδηκα καὶ ἐδή δεκα ὁ Ἀττικός, καὶ κατὰ τροπὴν τοῦ ˉε εἰς τὸ ˉο ἐδήδοκα· τινὲς δὲ τοῦτο τρίτης συζυγίας τῶν περισπωμένων βούλονται λέγειν, οἷον ἐδῶ ἐδώσω ἤδωκα καὶ ἐδήδοκα κατὰ συστολὴν τοῦ ˉω εἰς τὸ ˉο· τὸ δὲ ˉω εἰς τὸ ˉο συστέλλεται, οἷον ἐρωτῶ ἐρωτήσω ἠρώτηκα καὶ ἐρηρότηκα ὁ Ἀτ τικὸς διὰ τοῦ ˉο. Ἡ δὲ ˉεˉι δίφθογγος καὶ ἡ ˉεˉυ ἀποβάλλουσι τὸ προ τακτικὸν φωνῆεν, τουτέστι τὸ ˉε· καὶ φυλάττει ἡ μὲν ˉεˉι δίφθογγος τὸ ˉι, ἡ δὲ ˉεˉυ τὸ ˉυ, οἷον ἀλείφω ἤλειφα καὶ ἀλήλιφα, ἐλεύθω ἤλευθα καὶ ἐλήλυθα· ἡ δὲ ˉοˉυ δίφθογγος τὸ ὑποτακτικὸν ἀποβάλλει φωνῆεν, τουτ έστι τὸ ˉυ, καὶ φυλάττει τὸ ˉο, οἷον ἀκούω ἤκουα καὶ ἀκήκοα. Περὶ δὲ τῆς ˉοˉι διφθόγγου οὐδὲν εἶπεν ὁ Ἀπολλώνιος· λέγομεν δὲ ἡμεῖς, ὅτι τὸ ˉι ἀποβάλλει καὶ φυλάττει τὸ ˉο, οἷον ἑτοιμάζω ἡτοίμακα καὶ ἑτητόμακα· τοῦτο δὲ πιστούμεθα ἀπὸ διαιρέσεως τοιαύτης· ὥσπερ αἱ δίφθογγοι, αἱ μὲν ἔχουσαι τὸ ˉε, τὸ προτακτικὸν φωνῆεν ἀποβάλλου σιν, οἷον ἀλείφω ἀλήλιφα, ἐλεύθω ἤλευθα καὶ ἐλήλυθα, αἱ δὲ ἔχουσαι τὸ ˉο, τὸ ὑποτακτικὸν ἀποβάλλουσι καὶ φυλάττουσι τὸ ˉο, οἷον ἀκούω ἤκουα ἀκήκοα, τὸν αὐτὸν τρόπον καὶ ἡ δίφθογγος, ὡς ἔχουσα τὸ ˉο, τὸ ὑποτακτικὸν ἀποβάλλει καὶ φυλάττει τὸ ˉο, οἷον ἑτοιμάζω ἡτοίμακα καὶ ἑτητόμακα. Καὶ ἄξιόν ἐστι ζητῆσαι, διὰ ποίαν αἰτίαν αἱ δίφθογγοι αἱ μὲν ἔχου σαι τὸ ˉε αὐτὸ τὸ ˉε ἀποβάλλουσιν ἐν τῷ Ἀττικῷ παρακειμένῳ καὶ φυ λάττουσι τὸ δίχρονον, οἷον ἀλείφω ἀλήλιφα, ἐλεύθω ἐλήλυθα, αἱ δὲ ἔχουσαι τὸ ˉο τοὐναντίον τὸ ˉο φυλάττουσι καὶ τὸ δίχρονον ἀποβάλ λουσιν, οἷον ἀκούω ἀκήκοα. Καὶ ἔστιν εἰπεῖν τὴν αἰτίαν ταύτην· οἱ Ἀττικοὶ μᾶλλον τῷ ˉο χαίρουσιν ἤπερ τῷ ˉε, καὶ δῆλον εἴγε ἐν τῷ κέκλεφα καὶ λέλεχα καὶ πέπεμφα τὸ ˉε εἰς τὸ ˉο τρέπουσιν, κέκλοφα καὶ λέλοχα καὶ πέπομφα λέγοντες, καὶ πάλιν ἐπὶ τοῦ ἀγήγοχα καὶ ἐδή δοκα ἡ ˉγˉο συλλαβὴ καὶ ἡ ˉδˉο ἐπλεόνασεν, καὶ οὐχὶ ἡ ˉγˉε καὶ ἡ ˉδˉε· καὶ 95 πάλιν ἐστὶν ἐνέγκω ἐνέγξω ἤνεχα καὶ ἐνήνεχα, καὶ λέγουσιν ἐνήνοχα, τρέποντες τὸ ˉε εἰς τὸ ˉο· ἐπειδὴ οὖν οἱ Ἀττικοὶ μᾶλλον τῷ ˉο χαίρου σιν ἤπερ τῷ ˉε, τούτου χάριν ἐπὶ μὲν τῶν διφθόγγων τῶν ἐχουσῶν τὸ ˉε αὐτὸ ἀποβάλλουσιν, οἷον ἐλεύθω ἐλήλυθα καὶ ἀλείφω ἀλήλιφα, ἐπὶ δὲ τῶν ἐχουσῶν τὸ ˉο φυλάττουσιν αὐτό, οἷον ἀκούω ἀκήκοα. Ταῦτα μὲν ἐν τούτοις. Περὶ δὲ τῆς ποσότητος τῶν συλλαβῶν τοῦ Ἀττικοῦ παρακειμένου λέγομεν, ὅτι ὁ Ἀττικὸς παρακείμενος ὁ ἐνεργητικὸς καὶ ὁ παθητικὸς τὸ ἐλάχιστον τετρασυλλαβοῦσιν, οἷον ὀμώμοκα ἀγήγοχα ἀλήλιφα ἐδή δοκα ὀλώλεκα ἐγήγερκα ἀλήλιμμαι· θέλουσι γὰρ ἔχειν τὴν ἄρχουσαν τοῦ ἐνεστῶτος, καὶ τὴν δευτέραν καὶ τρίτην συλλαβὴν διὰ τοῦ αὐτοῦ συμφώνου, καὶ τὴν τετάρτην συλλαβὴν χαρακτηριστικὴν τοῦ παρακει μένου· θέλει γὰρ ὁ μὲν παρακείμενος ὁ ἐνεργητικὸς ἔχειν πρὸ τοῦ ˉα ἢ τὸ ˉφ ἢ τὸ ˉχ ἢ τὸ ˉκ, οἷον τέτυφα νένυχα πεποίηκα, ὁ δὲ παθητικὸς παρακείμενος θέλει τὸ ˉμ χαρακτηριστικὸν ἔχειν, οἷον πεποίημαι τέτυμ μαι. Ὁ δὲ μέσος παρακείμενος τὸ ἐλάχιστον τρισυλλαβεῖ, οἷον ὄλωλα ὄπωπα ὄρωρα ὄδωδα ὄμωμα· θέλει γὰρ ἔχειν τὴν ἄρχουσαν τοῦ ἐνε στῶτος, θέλει ἔχειν ἐν τῇ δευτέρᾳ καὶ τρίτῃ συλλαβῇ τὸ αὐτὸ σύμφω νον. Δύναται δὲ ἡ τρίτη συλλαβὴ δύο χρείας ποιεῖν· δύναται γὰρ ἔχειν τὸ σύμφωνον ὅπερ ἔχει ἡ δευτέρα συλλαβή, δύναται ἔχειν καὶ τὸ σύμφωνον τὸ χαρακτηριστικὸν τοῦ μέσου παρακειμένου· τὰ γὰρ σύμφωνα τοῦ μέσου παρακειμένου οὐκ εἰσὶν ὡρισμένα· δι' ὧν γὰρ ἐκφέρεται συμφώνων ὁ ἐνεστώς, διὰ τούτων καὶ ὁ μέσος παρακείμενος ἐκφέρεται, χωρὶς εἰ μὴ ἔχει ˉζ ἢ δύο ˉςˉσ ὁ ἐνεστώς· τότε γὰρ ἄλλως γίνεται ὁ μέσος παρακείμενος, ὡς ἐν τῇ διδασκαλίᾳ αὐτοῦ, εἰ θεῷ φίλον, μαθη σόμεθα. Τούτων οὕτως ἐχόντων ἄξιόν ἐστι ζητῆσαι, διατί ἡνίκα ἄρχεται ἀπὸ συμφώνου ὁ ἐνεστώς, οὐ ποιοῦσιν οἱ Ἀττικοὶ ἴδιον παρακείμενον· καὶ ἔστιν εἰπεῖν, ὅτι τῇ ἑξῆς ἀπορίᾳ τὴν αἰτίαν μανθάνοντες, δι' ἣν ἐπενοήθη ὁ Ἀττικὸς παρακείμενος, μαθησόμεθα, διατί ἡνίκα ἄρχεται ἀπὸ συμφώνου ὁ ἐνεστώς, οὐ ποιοῦσιν οἱ Ἀττικοὶ ἴδιον παρακείμενον. Ἰστέον δὲ ὅτι πολλάκις ἡνίκα ἀπὸ ἀμεταβόλου ἄρχεται ὁ ἐνεστώς, ποιοῦσιν οἱ Ἀττικοὶ ἴδιον παρακείμενον, ἀφαιρούμενοι τὸ ἀμετάβολον ἐκ τοῦ κοινοῦ παρακειμένου καὶ προστιθέντες τὸ ˉι, οἷον λήβω (τὸ 96 λαμβάνω) λέληφα καὶ εἴληφα, λήχω (τὸ λαγχάνω καὶ κληροῦμαι) λέληχα καὶ εἴληχα (τὸ ἐκληρωσάμην), μείρω (τὸ μερίζω) μέμαρκα καὶ μέμαρμαι καὶ εἵμαρμαι, ὅθεν καὶ εἱμαρμένη, οἱονεὶ ἡ πᾶσι μεριζομένη· καὶ πάλιν λέγω λέλεχα λέλεγμαι καὶ εἴλεγμαι. Διὰ τοῦτο δὲ ἀφαιρού μενοι τὸ σύμφωνον προστιθέασι τὸ ˉι, ἵνα μὴ εὑρεθῇ ὁ παρακείμενος ἀπὸ φωνήεντος ἀρχόμενος καὶ ἀπὸ βραχείας· ὡς γὰρ ἐμάθομεν ἐν τῇ περὶ τοῦ ἐνεργητικοῦ παρακειμένου διδασκαλίᾳ, ὅτε ἀπὸ φωνήεντος ἄρχεται ὁ παρακείμενος, μακρὰν ἔχει τὴν ἄρχουσαν, οἷον ἠλέηκα ἠρεύ νηκα ἡτοίμακα ἔφθαρκα ἔσταλκα ἔσπαρκα, δηλονότι χωρὶς τῶν Ἀττι κῶν παρακειμένων, ἡνίκα ὁ ἐνεστὼς ἄρχεται ἀπὸ τοῦ ˉα ἢ ˉε ἢ ˉο· ἐπὶ τούτων γὰρ ὁ παρακείμενος καὶ ἀπὸ φωνήεντος καὶ ἀπὸ βραχείας ἄρχεται, οἷον ἀκήκοα ἐλήλυθα ὀμώμοκα· ταῦτα γάρ, φημὶ δὴ τὸ εἴληφα καὶ εἴληχα καὶ τὰ ὅμοια, οὐ γίνονται ὁμοίως ἐκείνοις, ἵνα ἀναγκασθῶσιν ὁμοίως αὐτοῖς βραχεῖαν ἔχειν τὴν ἄρχουσαν· ἐκεῖνα μὲν γὰρ γίνονται τῶν δύο γραμμάτων τῶν ἀρκτικῶν τοῦ ἐνεστῶτος προστιθεμένων τῷ κοινῷ παρακειμένῳ, ταῦτα δὲ τοὐναντίον ἀποβαλλομένου τοῦ κατὰ τὴν ἄρχουσαν συμφώνου καὶ προστιθεμένου τοῦ ˉι. Ταῦτα μὲν ἐν τούτοις. Ἄξιον δέ ἐστι ζητῆσαι, διατί ὅλως ἐπενόησαν οἱ Ἀθηναῖοι τὸν Ἀττικὸν παρακείμενον. Καὶ ἔστιν εἰπεῖν, ὅτι εἰς πολλὰ μιμεῖται ὁ [̓ Αττικὸς] παρακείμενος τὸν ἐνεστῶτα· καὶ γὰρ ὥσπερ ὁ ἄν ὁ δυνητικὸς σύνδεσμος οὐ συντάττεται πρὸς ἐνεστῶτα, οὐδὲ γὰρ λέγομεν τύπτω ἄν, οὕτως οὐδὲ πρὸς παρακείμενον συντάττεται, οὐδὲ γὰρ λέγομεν τέτυφα ἄν, ἀλλ' ἔτυπτον ἄν· καὶ πάλιν ὥσπερ ὁ ἐνεστὼς ὁ ἐνεργητικὸς εἰς ˉσˉι λήγει κατὰ τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν, οἷον τύπτουσι, τὸν αὐτὸν τρόπον καὶ ὁ παρακείμενος ὁ ἐνεργητικὸς καὶ ὁ μέσος κατὰ τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν εἰς ˉσˉι λήγουσιν, οἷον τετύφασι τετύπασι· ἐπειδὴ οὖν εἰς πολλὰ μιμεῖται ὁ παρακείμενος τὸν ἐνεστῶτα, τούτου χάριν ἵνα κατὰ τὴν ἄρχουσαν μιμῆται αὐτὸν καὶ συνάρξη ται αὐτῷ, ποιοῦσιν οἱ Ἀττικοὶ ἴδιον παρακείμενον. Καὶ ἡνίκα ὁ ἐνε στὼς ἄρχεται ἀπὸ τοῦ ˉα ἢ ˉε ἢ ˉο, ποιοῦσιν οἱ Ἀττικοὶ ἴδιον παρακεί μενον, οἷον ἀλείφω ἀλήλιφα, ἐλεύθω ἐλήλυθα, ὀμῶ ὀμώμοκα· ἡνίκα γὰρ ἀπὸ τοῦ ˉω ἢ ἀπὸ τοῦ ˉη ἢ ἀπὸ τοῦ ˉι ἢ ἀπὸ τοῦ ˉυ ἄρχεται ὁ ἐνεστώς, οὐ ποιοῦσιν οἱ Ἀττικοὶ ἴδιον παρακείμενον, πρῶτον μὲν διὰ τὴν προ λεχθεῖσαν αἰτίαν, τουτέστιν ἵνα μὴ εὑρεθῇ ἐν τῇ πρώτῃ καὶ δευτέρᾳ συλλαβῇ τὸ αὐτὸ στοιχεῖον· δεύτερον δέ, ἐπειδὴ ἐπὶ τούτων εἰ καὶ μὴ 97 ποιοῦσιν οἱ Ἀττικοὶ ἴδιον παρακείμενον, τὸ ζητούμενον ἔχουσιν· καὶ γὰρ ἡνίκα ὁ ἐνεστὼς ἢ ἀπὸ τοῦ ˉη ἢ ἀπὸ τοῦ ˉω ἢ ἀπὸ τοῦ ˉι ἢ ἀπὸ τοῦ ˉυ ἄρχεται, πάντως καὶ ὁ παρακείμενος ἐκ τούτων τῶν φωνηέντων ἄρχεται, ὠθῶ ὤθηκα, ἡβῶ ἥβηκα, ἰξεύω ἴξευκα, ὑδρεύω ὕδρευκα, καὶ λοιπὸν ἐφ' ὅσων εὗρον ὅτι τὰ ἀρκτικὰ τοῦ ἐνεστῶτος ἔχει καὶ ὁ παρα κείμενος, ἐπὶ τούτων περιττὸν ἡγήσαντο οἱ Ἀττικοὶ ποιῆσαι παρα κείμενον. Διὰ τοῦτο γὰρ οὔτε ἡνίκα ἀπὸ συμφώνου ἄρχεται ὁ ἐνεστώς, ποιοῦσιν οἱ Ἀττικοὶ ἴδιον παρακείμενον, ἐπειδὴ καὶ ἐπὶ τούτων συνάρχε ται ὁ παρακείμενος τῷ ἐνεστῶτι, ἡνίκα ἀπὸ συμφώνου ἄρχεται δηλο νότι καὶ ὁ παρακείμενος· ἡνίκα γὰρ ἀπὸ συμφώνου ἄρχεται ὁ ἐνεστώς, ἢ ἀπὸ τοῦ αὐτοῦ ἄρχεται ὁ παρακείμενος συμφώνου, ἡνίκα καὶ αὐτὸς ἀπὸ συμφώνου ἄρχεται, οἷον τύπτω τέτυφα, ποιῶ πεποίηκα, νοῶ νενόηκα, ἢ ἀπὸ τοῦ ἀντιστοίχου τοῦ ψιλοῦ, οἷον θύω τέθυκα, φιλῶ πεφίληκα, χειροτονῶ κεχειροτόνηκα· πρόσκειται ἡνίκα ἀπὸ συμφώνου ἄρχεται ὁ παρακείμενος, διὰ τὸ φθείρω ἔφθαρκα, στέλλω ἔσταλκα, σπείρω ἔσπαρκα· ἐπὶ τούτων γὰρ οὐκ ἄρχεται ὁ παρακείμενος ἀπὸ τοῦ συμφώνου τοῦ ἐνεστῶτος, ἐπειδὴ ὅλως ἀπὸ συμφώνου οὐκ ἄρχεται, ἀλλ' ἀπὸ φωνήεντος· ἐφ' ὅσων οὖν εὗρον ὅτι τὰ ἀρκτικὰ τοῦ ἐνε στῶτος ἔχει ὁ παρακείμενος, ἐπὶ τούτων περιττὸν ἡγήσαντο ποιῆσαι [ἐπὶ τῶν ἀπὸ συμφώνου ἀρχομένων] Ἀττικοὶ παρακεί μενον. Ταῦτα μὲν ἐν τούτοις. Ἔστι δὲ καὶ ἄλλην ἀπολογίαν εἰπεῖν, δι' ἣν ἐπενοήθη ὁ Ἀττικὸς παρακείμενος· ἔχει δὲ οὕτως· ἐπειδὴ ὁ παρακείμενος πέφυκε διὰ συμφώ νου διπλασιάζεσθαι, οἷον τέτυφα πεποίηκα νενόηκα, τούτου χάριν ἐπε νόησαν οἱ Ἀττικοὶ ἴδιον παρακείμενον, ἡνίκα τὸ ῥῆμα ἄρχεται ἀπὸ τοῦ ˉα ἢ ˉε ἢ ˉο, ἵνα εὑρεθῇ καὶ διὰ φωνήεντος τρόπον τινὰ διπλασιαζό μενος ὁ παρακείμενος ὅθεν καὶ ἀπὸ βραχείας ἄρχεται ὁ Ἀττικὸς παρα κείμενος, οἷον ἀλήλιφα ὀμώμοκα, ὥσπερ ὁ κοινὸς παρακεί μενος διπλασιαζόμενος, οἷον τέτυφα πεποίηκα νενόηκα. Πάλιν ἄξιόν ἐστι ζητῆσαι, διατί μὴ ἐποίησαν οἱ Ἀττικοὶ ἴδιον παρα κείμενον, ἡνίκα ὁ ἐνεστὼς ἀπὸ δύο συμφώνων ἄρχεται· τότε γὰρ οὐ συνάρχεται τῷ ἐνεστῶτι ὁ κοινὸς παρακείμενος, οἷον φθείρω ἔφθαρκα, στέλλω ἔσταλκα. Ἔστιν οὖν εἰπεῖν, ὅτι πρῶτον μὲν εἰ προσέθηκαν ἐπὶ τούτων τὰ δύο ἀρκτικὰ γράμματα τοῦ ἐνεστῶτος τῷ κοινῷ παρακει μένῳ καὶ ἐποίησαν οἱ Ἀττικοὶ ἴδιον παρακείμενον οἷον στέλλω ἔσταλκα ὁ κοινὸς παρακείμενος καὶ στέσταλκα ὁ Ἀττικός, καὶ πάλιν φθείρω 98 ἔφθαρκα ὁ κοινὸς καὶ φθέφθαρκα ὁ Ἀττικός, εὑρίσκετο μακρὰν ἔχων τὴν ἄρχουσαν, ὅπερ ἐστὶν ἀδύνατον· ἐμάθομεν γὰρ ὅτι οὐ θέλει ἀπὸ μακρᾶς ἄρχεσθαι ὁ Ἀττικὸς παρακείμενος, οἷον ἀλήλιφα ἐλήλυθα ὀμώ μοκα· πρὸς οἷς καὶ ἀπὸ συμφώνου ἤμελλεν ἄρχεσθαι καὶ μακρὰ εἶναι, ὅπερ ἐστὶν ἀδύνατον· εἰρήκαμεν γὰρ ἐν τῇ διδασκαλίᾳ τοῦ ἐνεργητικοῦ παρακειμένου, ὅτι ἡνίκα ὁ παρακείμενος ἀπὸ συμφώνου ἄρχεται, βρα χεῖαν θέλει ἔχειν τὴν ἄρχουσαν, οἷον τέτυφα πεποίηκα νενόηκα. Δεύ τερον δὲ θέλει ἔχειν ὁ Ἀττικὸς παρακείμενος ἐν τῇ δευτέρᾳ καὶ τρίτῃ συλλαβῇ τὸ αὐτὸ σύμφωνον, οἷον ἀλήλιφα ἐλήλυθα ὀμώμοκα, ὅπερ ἐπὶ τούτων, εἰ ἐποίησαν οἱ Ἀττικοὶ παρακείμενον, οὐχ εὑρίσκετο· εἰ γὰρ ἦν στεστεφάνωκα καὶ στέσταλκα καὶ φθέφθαρκα, οὐχ εὑρίσκετο ἐν τῇ δευτέρᾳ καὶ τρίτῃ συλλαβῇ τὸ αὐτὸ σύμφωνον, ὅπερ ἀδύνατον. Μέσος παρακείμενος. Τέτυπα. Τρεῖς εἰσιν αἱ διαθέσεις τῶν ῥημάτων, ἐνέρ γεια, πάθος καὶ μεσότης· ἑκάστη δὲ αὐτῶν ἀνὰ ἓξ ἔχει χρό νους. Μετὰ τὸ κανονίσαι τὸν ἐνεργητικὸν παρακείμενον καὶ τὸν Ἀττι κὸν τρέπεται καὶ ἐπὶ τὸν μέσον παρακείμενον, καὶ λέγει ὅτι τρεῖς εἰσιν αἱ διαθέσεις τῶν ῥημάτων, ἐνέργεια πάθος μεσότης· ἑκάστη δὲ αὐτῶν τῶν διαθέσεων πρὸς ἓξ χρόνους, ἔχει γὰρ ἐνεστῶτα παρατατι κὸν παρακείμενον ὑπερσυντέλικον ἀόριστον καὶ μέλλοντα· εἰ γὰρ καὶ δύο ἀόριστοί εἰσιν, ἀλλ' οὖν μίαν σημασίαν ἔχουσιν, τὸ γὰρ ἔτυψα καὶ ἔτυπον τὸ αὐτὸ σημαίνουσιν. Ὥσπερ οὖν ὅτε τις τριγενὲς ὄνομα κλίνει, καθ' ἕκαστον γένος λέγει τὰς πέντε πτώσεις, οἷον ὁ καλός τοῦ καλοῦ μέχρι τῆς κλητικῆς τῶν πληθυντικῶν, καὶ πάλιν ὁμοίως ἡ καλή τῆς καλῆς, καὶ οὐ συγκαταμίγνυσι τὰς τοῦ ἀρσενικοῦ πτώσεις τῷ θηλυκῷ οὐδὲ τοῦ θηλυκοῦ τῷ οὐδετέρῳ, οὕτω καὶ περὶ τῶν διαθέσεων ἐχρῆν, καθάπερ ἑκάστῳ τῶν γενῶν τὰς οἰκείας πτώσεις ἐν τῷ κλίνειν ἀποδίδομεν, καὶ ταῖς τρισὶ διαθέσεσι τοὺς οἰκείους ἓξ χρόνους ἐν τῷ κλίνειν αὐτὰς ἀποδιδόναι, καὶ πρῶτον μὲν κλίνειν τὴν ἐνεργητικήν, δεύτερον δὲ τὴν παθητικήν, καὶ τρίτον τὴν μέσην. Καὶ τοῖς μὲν ἀρχαιο τέροις τῶν γραμματικῶν οὐκ ἔδοξεν οὕτως, ἀλλὰ τοὺς ἓξ χρόνους τῆς μέσης διαθέσεως συγκατηρίθμησαν τοῖς παρακειμένοις καὶ ὑπερσυντελίκοις τῆς ἐνεργητικῆς διαθέσεως. Διατί δὲ τοῦτο πεποιή 99 κασιν; ἐπειδὴ σχεδὸν ὁμόφωνοί εἰσι τοῖς παρακειμένοις καὶ ὑπερσυντε λίκοις τῆς ἐνεργητικῆς διαθέσεως· ἀμφότεροι γὰρ ὁμοιοκατάληκτοί εἰσιν, καὶ γὰρ ὁ ἐνεργητικὸς παρακείμενος καὶ ὁ μέσος εἰς ˉα λήγει, οἷον τέτυφα τέτυπα, καὶ πάλιν ὁ ἐνεργητικὸς ὑπερσυντέλικος εἰς ˉεˉιˉν λήγει καὶ ὁ μέσος ὑπερσυντέλικος ὁμοίως εἰς ˉεˉιˉν λήγει, οἷον ἐτετύφειν ἐτετύ πειν· ἐπειδὴ οὖν τρόπον τινὰ ὁ παρακείμενος καὶ ὁ ὑπερσυντέλικος τῆς μέσης διαθέσεως ὁμοφωνοῦσι τοῖς παρακειμένοις καὶ ὑπερσυντελί κοις τῆς ἐνεργητικῆς διαθέσεως, τούτου χάριν αὐτοὺς συγκατηρίθμησαν αὐτοῖς. ἀορίστους δὲ καὶ μέλλοντας τῆς μέσης διαθέσεως συγ κατηρίθμησαν τοῖς ἀορίστοις καὶ μέλλουσι τῆς παθητικῆς διαθέσεως, ἐπειδὴ ὁμοιοκατάληκτοί εἰσιν· καθόλου γὰρ οἱ ἀόριστοι τῶν παθητικῶν καὶ τῶν μέσων εἰς ˉηˉν λήγουσιν, οἷον ἐτύφθην ἐτύπην, ἐτυψάμην ἐτυ πόμην· καὶ πάλιν οἱ μέλλοντες, εἴτε παθητικοί εἰσιν εἴτε μέσοι, εἰς τὴν ˉαˉι δίφθογγον λήγουσιν, οἷον τυφθήσομαι τυπήσομαι, τύψομαι τυποῦμαι. Τοὺς δὲ λοιποὺς δύο χρόνους τῆς μέσης διαθέσεως, ἐνεστῶτα λέγω καὶ παρατατικόν, ὡς μὲν ὁ τεχνικός φησι Θεοδόσιος, ἀμνημονεύτους εἴασαν οἱ παλαιοί· οὐκ ἔστι δὲ ἀληθές· ἀλλὰ πάνυ ζήτησις πλείστη περὶ αὐτῶν καταβέβληται τοῖς τεχνικοῖς, εἰ ἄρα μέσοι ὑπάρχουσιν ἢ παθη τικοί. Ἀμέλει καὶ ἐκινδύνευσαν παθητικοὶ ὀνομασθῆναι οἱ μέσοι ἐνε στῶτες καὶ παρατατικοί, ἐπειδὴ ἡ αὐτὴ φωνή ἐστιν ἀπαραλλάκτως τῶν ἐνεστώτων καὶ παρατατικῶν τῶν παθητικῶν καὶ τῶν μέσων· τὸ γὰρ κολάζομαι καὶ τύπτομαι καθ' ἑαυτὰ καὶ παθητικά εἰσι καὶ μέσα· ἐν δὲ τοῖς ἄλλοις χρόνοις ἔστι τις διαφορὰ κατὰ τὴν φωνὴν τῶν παθητικῶν καὶ τῶν μέσων· τὸ γὰρ τέτυφα καὶ τέτυπα καὶ ἐτετύφειν καὶ ἐτετύ πειν, εἰ καὶ κοινωνοῦσι καθὸ ὁμοιοκαταληκτοῦσιν, ἀλλ' οὖν καὶ διαφέ ρουσιν, οὐδὲ γάρ εἰσι πάντῃ τὰ αὐτὰ κατὰ τὴν φωνήν. Διακρίνονται δὲ οἱ μέσοι ἐνεστῶτες καὶ παρατατικοὶ ἀπὸ τῶν παθητικῶν ἐνεστώτων καὶ παρατατικῶν ἐκ τῆς συντάξεως· τὸ γὰρ κολάζομαι καὶ τύπτομαι καὶ ἐκολαζόμην καὶ ἐτυπτόμην καὶ τὰ ὅμοια, εἰ μὲν συντάξει τις πρὸς γενικὴν μετὰ τῆς ὑπό προθέσεως, παθητικά εἰσιν, οἷον κολάζομαι ὑπὸ σοῦ καὶ τύπτομαι ὑπὸ σοῦ καὶ ἐκολαζόμην ὑπὸ σοῦ καὶ ἐτυπτόμην ὑπὸ σοῦ· εἰ δὲ πρὸς αἰτιατικὴν συντάξει, μέσα εἰσίν, οἷον κολάζομαί σε καὶ τύπτομαί σε καὶ ἐκολαζόμην σε καὶ ἐτυπτόμην σε, ἀντὶ τοῦ κολάζω σε καὶ τύπτω σε καὶ ἐκόλαζόν σε καὶ ἔτυπτόν σε, καὶ βιάζομαί σε καὶ ἐβιαζόμην σε ἀντὶ τοῦ βιάζω σε καὶ ἐβίαζόν σε, καὶ γράφομαί σε καὶ ἐγραφόμην σε ἀντὶ τοῦ γράφω σε καὶ ἔγραφόν σε, ὥσπερ ἔστιν εὑρεῖν καὶ ἐπὶ ἄλλων λέξεων συνέμπτωσιν φωνῶν ἐκ τῆς συντάξεως διακρινομένων· τὸ γὰρ φῦσαι καθ' ἑαυτὸ καὶ ὄνομα δύναται εἶναι καὶ ῥῆμα, ἀλλ' ἐκ τῆς συντάξεως διακρίνεται· ἐὰν μὲν γὰρ εἴπω ὅτι φῦσαί 100 εἰσιν, σημαίνω ὅτι αἱ φυσῶσαι, καὶ δῆλον ὅτι ὄνομά ἐστιν· εἰ δὲ εἴπω ὅτι ἤλπιζε φῦσαι ἡ γυνή, δῆλον ὡς ῥῆμά ἐστιν, ἀντὶ γὰρ τοῦ γεννῆσαι ἤλπιζεν ἡ γυνή· οὕτως οὖν καὶ τὸ κολάζομαι καὶ ἐκολαζόμην καὶ τὰ ὅμοια καθ' ἑαυτὰ καὶ παθητικὰ καὶ μέσα εἰσίν, ἀλλ' ἐκ τῆς συντάξεως, ὡς εἴρηται, διακρίνονται. Ταῦτα μὲν ἐν τούτοις. Ἔλθωμεν δὲ καὶ εἴπωμεν διατί λέγεται μέση διάθεσις. Ἰστέον ὅτι μέσον ἐστὶ τὸ ἑκατέρου μετέχον ὥσπερ τὸ φαιὸν ἤγουν τὸ μύϊνον, τοῦτο γὰρ καὶ λευκοῦ καὶ μέλανος μετέχει, οὐδετέρου δὲ μετέχον, ὡς τὸ ἀριστᾶν καὶ δειπνεῖν καὶ λούεσθαι καὶ περιπατεῖν, ταῦτα γὰρ μέσα εἰσὶν ἀρετῆς καὶ κακίας· καὶ μέσος δὲ τόπος λέγεται ὁ μήτε τοῦ ἄνω μήτε τοῦ κάτω μετέχων ἀλλὰ μεταξὺ ὤν. Μαθόντες οὖν τί ἐστι μέσον, ἔλθωμεν καὶ μάθωμεν διατί λέγεται μέση διάθεσις. Ἰστέον ὅτι μέση διάθεσις λέγεται, ἐπειδὴ ὁ τύπος ὁ αὐτὸς ἐπ' ἀμφοτέρας φθάνει τὰς διαθέσεις, εἰ καὶ εἷς ὢν καὶ ὁ αὐτὸς κατὰ ἀμφοτέρων τίθεται. Ἐξηγησώμεθα τὸ λεχθέν, τί ἐστιν ἐπειδὴ ὁ τύπος ὁ αὐτὸς ἐπ' ἀμφοτέρας φθάνει τὰς διαθέσεις. Ἰστέον ὅτι τοῦτο εἶπεν, ὅτι ὁ μὲν παρακείμενος καὶ ὁ ὑπερσυντέλικος τῆς μέσης διαθέσεως τύπον ἔχουσι φωνῆς ἐνεργητικῆς, οἷον τέτυπα ἐτετύπειν, ὥσπερ τέτυφα ἐτετύφειν, οἱ δὲ ἀόριστοι καὶ οἱ μέλλοντες τύπον ἔχουσι φωνῆς παθητικῆς, οἷον ἐτυψάμην ἐτυπόμην, ὥσπερ ἐτύ φθην καὶ ἐτύπην, καὶ πάλιν τύψομαι καὶ τυποῦμαι, ὥσπερ τυφθήσομαι καὶ τυπήσομαι· τούτου οὖν χάριν εἶπεν ἐπειδὴ ὁ τύπος ἐπ' ἀμφοτέρας φθάνει τὰς διαθέσεις. Τὸ δὲ εἰ καὶ εἷς ὢν καὶ αὐτὸς κατ' ἀμφοτέρων τίθεται πρόσκειται, ἐπειδὴ οἱ αὐτοὶ σχηματισμοί, ἤγουν οἱ αὐτοὶ χρόνοι, πολλάκις καὶ ἐπὶ ἐνεργείας λαμβάνονται καὶ ἐπὶ πάθους· ἰδοὺ γάρ ἐστι τέτηκα καὶ τέτυπα, καὶ ἰδοὺ ὁ αὐτὸς σχημα τισμός ἐστιν, ἤγουν ὁ αὐτὸς χρόνος, ἀμφότερα γὰρ μέσου παρακειμένου εἰσίν, καὶ ὅμως τὸ μὲν σημαίνει ἐνέργειαν, τὸ δὲ πάθος· τὸ μὲν γὰρ τέτυπα ἐνέργειαν σημαίνει, ἀντὶ γὰρ τοῦ ἔτυψα ἐστίν, τὸ δὲ τέτηκα πάθος, ἀντὶ γὰρ τοῦ ἐτάκην ἐστίν· καὶ πάλιν ἐστὶν ἐτυψάμην καὶ ἐλου σάμην, καὶ ἰδοὺ ὁ αὐτὸς σχηματισμός ἐστιν, ἤγουν ὁ αὐτὸς χρόνος, ἀμφότερα γὰρ πρώτου μέσου ἀορίστου εἰσίν, καὶ ὅμως τὸ μὲν σημαίνει ἐνέργειαν, τὸ δὲ πάθος· τὸ μὲν γὰρ ἐτυψάμην ἐνέργειαν σημαίνει, ἀντὶ γὰρ τοῦ ἔτυψα ἐστίν, τὸ δὲ ἐλουσάμην πάθος, ἀντὶ γὰρ τοῦ ἐλούσθην ἐστίν. Ταῦτα μὲν ἐν τούτοις. 101 Ζητοῦσι δὲ περὶ τῆς μέσης διαθέσεως λέγοντες, εἰ ἄρα ἰδίᾳ παρα λαμβάνεται ἡ μέση διάθεσις, τουτέστιν εἰ ἑτέρα διάθεσίς ἐστι παρὰ τὴν ἐνέργειαν καὶ τὸ πάθος, ἢ μετὰ τῶν ἐνεργητικῶν καὶ παθητικῶν ἐστιν, ὥσπερ καὶ τὰ κοινὰ καὶ τὰ ἐπίκοινα οὐ λέγομεν ἕτερον γένος εἶναι παρὰ τὸ ἀρσενικὸν καὶ θηλυκόν, ἀλλὰ μετὰ τῶν ἀρσενικῶν καὶ θηλυκῶν παραλαμβάνονται· ἢ ἐὰν δῶμεν ἰδίαν διάθεσιν τὴν μέσην διάθεσιν, παράσχωμεν ἕτερον γένος καὶ τὰ κοινὰ καὶ τὰ ἐπίκοινα. Ἔστιν οὖν εἰπεῖν, ὅτι τὰ κοινὰ καὶ τὰ ἐπίκοινα οὐ δύνανται εἶναι ἕτερον γένος παρὰ τὸ ἀρσενικὸν καὶ θηλυκόν, ἐπειδὴ οὔτε ἰδίαν φωνὴν ἔχουσιν οὔτε ἴδιον σημαινόμενον οὔτε ἴδια ἄρθρα· αἱ γὰρ φωναὶ αὐτῶν ἢ ἀρσενικαί εἰσιν ἢ θηλυκαί, καὶ τὰ ἄρθρα αὐτῶν ὁμοίως ἢ ἀρσενικά εἰσιν ἢ θηλυκά, οἷον ὁ ἄνθρωπος καὶ ἡ ἄνθρωπος, ὁ ἵππος καὶ ἡ ἵππος, ὁ ἀετός καὶ ἡ χελιδών ἡ δὲ μέση διάθεσις ἔχει ἰδίας φωνάς, οἷον τέτυπα ἐτετύ πειν, ἐτυψάμην ἐτυπόμην, τύψομαι τυποῦμαι, καὶ εὐλόγως ἑτέρα διά θεσίς ἐστι παρὰ τὰ ἐνεργητικὰ καὶ τὰ παθητικά. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι τὸ ζῶ πλουτῶ ὑπάρχω οὐδέτερα λέγονται, ἐπειδὴ οὔτε ἐνέργειαν οὔτε πάθος δηλοῦσιν. Καὶ ἀποροῦσί τινες λέγοντες, εἰ ἄρα μέσον ἐστὶ τὸ ἑκατέρου μετέχον ἢ τὸ οὐδετέρου μετέχον, ἑκατέρου μέν, ὥσπερ τὸ φαιὸν ἤγουν τὸ μύϊνον, τοῦτο γὰρ καὶ λευκοῦ καὶ μέλανος μετέχει, οὐδετέρου δέ, ὡς ἐπὶ τοῦ δειπνεῖν καὶ λούεσθαι καὶ περιπατεῖν, ταῦτα γὰρ μέσα εἰσὶν ἀρετῆς καὶ κακίας, ἐπειδὴ ταῦτα καθ' ἑαυτὰ παραλαμβανόμενα οὐ μετέχουσιν οὔτε ἀρετῆς οὔτε κακίας, διὰ ποίαν αἰτίαν ταῦτα, φημὶ δὴ τὸ ζῶ πλουτῶ ὑπάρχω, μήτε ἐνεργείας μετέχοντα μήτε πάθους οὐ καλοῦνται μέσα. Ἔστιν οὖν εἰπεῖν, ὅτι οὐ δύνανται ταῦτα εἶναι τῆς μέσης διαθέσεως, ἐπειδὴ ἡ μέση διάθεσις τὸν ἐνεστῶτα καὶ τὸν παρατατικὸν ἐν τύπῳ φωνῆς παθητικῆς ἔχει, σημαι νομένῳ δὲ ἐνεργητικῷ, οἷον βιάζομαί σε ἐβιαζόμην σε, κολάζομαί σε ἐκολαζόμην σε, γράφομαί σε, ταῦτα δέ, φημὶ δὴ τὸ ζῶ πλουτῶ ὑπάρχω, φωνὴν ἐνεργητικὴν ἔχουσιν, εἰς ˉω γὰρ λήγουσιν, καὶ δηλονότι οὐ δύνανται εἶναι μέσης διαθέσεως. Καὶ ἄξιόν ἐστι ζητῆσαι, τί οὖν; ἔχομεν δοῦναι αὐτὰ τετάρτης δια θέσεως, ἵνα εἴπωμεν τετάρτην διάθεσιν εἶναι τὴν οὐδετέραν; Λέγομεν ὅτι πρῶτον μὲν σπάνιά εἰσι ταῦτα καὶ οὐ δύνανται ἰδίαν ποιῆσαι καὶ ἀποτελέσαι διάθεσιν· δεύτερον δὲ οὔτε ἔχουσιν ἰδίας φωνάς· αἱ γὰρ φωναὶ αὐτῶν ἐνεργητικαί εἰσιν, ὅθεν καὶ ὑπὸ τὰ ἐνεργητικὰ ἄγονται. 102 Τρίτον δὲ εἰ παράσχοιμεν τὴν οὐδετέραν διάθεσιν εἶναι, τάξιν ἐπέχειν οὐ δύναται· οὔτε γὰρ τρίτη δύναται εἶναι, τουτέστι μετὰ τὰ ἐνεργη τικὰ καὶ τὰ παθητικά, ἐπειδὴ οὐκ ἐᾷ ἡ μέση διάθεσις· ἐὰν γὰρ εὑρεθῇ τετάρτη ἡ μέση διάθεσις, μέλλει μετέχειν καὶ τῆς οὐδετέρας, ὅπερ οὐκ ἔστιν· ἄλλως τε δὲ ὥσπερ ἡ μετοχή, μετέχουσα τῆς τῶν ῥημάτων καὶ τῆς τῶν ὀνομάτων ἰδιότητος, μετὰ τὸ ὄνομα καὶ τὸ ῥῆμα τέτακται, τὸν αὐτὸν τρόπον καὶ ἡ μέση διάθεσις, μετέχουσα ἐνεργείας καὶ πάθους, μετὰ τὴν ἐνέργειαν καὶ τὸ πάθος τέτακται· ἀλλ' οὔτε δὲ τετάρτην ἐπέχειν τάξιν δύναται ἡ οὐδετέρα, ἐπειδὴ οὐδέτερόν ἐστι τὸ δύο τινῶν προϋποκειμένων ποιούμενον ἀναίρεσιν, ὡς ἐπὶ τῶν ὀνομάτων· καὶ γὰρ τὸ οὐδέτερον γένος δύο γενῶν προϋποκειμένων ποιεῖται ἀναίρεσιν, τουτέστιν ἀρσενικοῦ καὶ θηλυκοῦ· ἐὰν οὖν τετάρτη εὑρεθῇ ἡ οὐδετέρα διάθεσις, εὑρίσκεται τριῶν τινων προϋποκειμένων ποιουμένη ἀναίρεσιν, λέγω δὴ ἐνεργείας πάθους καὶ μεσότητος, ὅπερ ἐστὶν ἄτοπον. Ταῦτα μὲν ἐν τούτοις. Ἀποροῦσι δέ τινες λέγοντες, ὅτι ὥσπερ τὸ τέτηκα τύπον μὲν ἔχον φωνῆς ἐνεργητικῆς, σημαινόμενον δὲ παθητικόν, ἀντὶ γὰρ τοῦ ἐτάκην ἐστίν, λέγεται μέσον, διατί μὴ τὸν αὐτὸν τρόπον καὶ τὸ τρέμω καὶ πυρέσσω καὶ ῥιγῶ καὶ ὀφθαλμιῶ, φωνὴν μὲν ἐνεργητικὴν ἔχοντα, σημαι νόμενον δὲ παθητικόν, καλοῦνται μέσα. Ἔστιν οὖν εἰπεῖν, ὅτι οὐ δύνανται εἶναι ταῦτα μέσης διαθέσεως, ἐπειδὴ ἡ μέση διάθεσις τὸν ἐνεστῶτα καὶ τὸν παρατατικὸν ἐν τύπῳ φωνῆς παθητικῆς ἔχει, σημαι νομένῳ δὲ ἐνεργητικῷ, οἷον βιάζομαί σε ἐβιαζόμην σε, κολάζομαί σε ἐκολαζόμην σε, γράφομαί σε ἐγραφόμην σε· ταῦτα δέ, φημὶ τὸ τρέμω πυρέσσω ῥιγῶ ὀφθαλμιῶ, φωνὴν ἐνεργητικὴν ἔχουσιν, εἰς ˉω γὰρ λήγουσιν, καὶ δηλονότι οὐ δύνανται εἶναι μέσης διαθέσεως. Ὁ μέσος τοίνυν παρακείμενος τὴν μὲν ἄρχουσαν τὴν αὐτὴν ἔχει τῷ ἐνεργητικῷ παρακειμένῳ καὶ εἰς ˉα λήγει. Ἐνταῦθα περὶ τοῦ μέσου παρακειμένου διαλαμβάνει καὶ λέγει, ὅτι ὁ μέσος παρακείμενος τὴν ἄρχουσαν τὴν αὐτὴν ἔχει τῷ ἐνεργητικῷ παρα κειμένῳ, δηλονότι τῷ κοινῷ, οἷον τέτυφα τέτυπα, νένυχα νένυγα, πέπληχα πέπληγα, ἔφθαρκα ἔφθορα, ἔσταλκα ἔστολα, ἔσπαρκα ἔσπορα, ἔκταγκα ἔκτονα· πρόσκειται δηλονότι τῷ κοινῷ διὰ τὸν Ἀττικὸν παρακείμενον· ἔστι γὰρ ὁ μέσος παρακείμενος ἤγερα καὶ ὁ ἐνεργητικὸς Ἀττικὸς ἐγήγερκα, καὶ ἰδοὺ οὐκ ἔχει τὴν ἄρχουσαν τοῦ ἐνεργητικοῦ 103 παρακειμένου ὁ μέσος παρακείμενος· ἀλλ' οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔστι κοινὸς ὁ ἐνεργητικὸς παρακείμενος, ἀλλ' Ἀττικός· ὁ γὰρ κοινὸς ἤγερκα ἐστίν. Εἰς ˉα δὲ λήγει ὁ μέσος παρακείμενος· καὶ εἰ μὲν ὁ ἐνεστὼς δι' ἑνὸς ἁπλοῦ συμφώνου ἐκφέρεται, διὰ τούτου καὶ ὁ μέσος παρακείμενος ἐκφέρεται, οἷον λέγω λέλογα, κείρω κέκορα, πείθω πέποιθα, νήθω νένηθα, λείπω λέλοιπα, λείβω λέλοιβα, πλέκω πέπλοκα, φθείρω ἔφθορα, σπείρω ἔσπορα, κτείνω ἔκτονα, τείνω τέτονα, μένω μέμονα, γείνω γέγονα, τέκω τέτοκα, γράφω γέγραφα· δύναται δὲ τοῦτο καὶ ἐνεργητικοῦ παρακειμένου εἶναι, ἐπειδὴ ὁ μέλλων γράψω ἐστὶ διὰ τοῦ ˉψ· εἰ δὲ δύο σύμφωνα ἔχει ὁ ἐνεστώς, δι' οὗ τὸ ῥηματικὸν ὄνομα ἐκφέρεται, διὰ τούτου καὶ ὁ μέσος παρακείμενος ἐκφέρεται, οἷον σκάπτω σκαφή καὶ ἀποσκαφή (τὸ σκάψαι) ἔσκαφα, τύπτω τύπος τέτυπα, ῥάπτω ῥαφή ἔρραφα, κλέπτω κλοπή [διὰ τοῦτο καὶ ὁ μέσος παρακείμενος] κέκλοπα, κόπτω κοπίς κέκοπα (κοπίς δέ ἐστιν ἡ μάχαιρα), βλάπτω βλάβη βέβλαβα. Ἰστέον δὲ ὅτι τὸ βλάπτω καὶ σκάπτω ἀπὸ τοῦ σκάφω καὶ βλάβω ἐξ οὗ τὸ βλάβεται δέ τε γούνατ' ἰόντιλέγουσι γενέ σθαι κατὰ πλεονασμὸν τοῦ ˉτ καὶ τροπῇ τοῦ ˉβ καὶ ˉφ εἰς ˉπ. Καὶ ἄξιόν ἐστι ζητῆσαι, διατί τὸ ˉτ ἐπλεόνασεν, καὶ διατί ἐτράπη τὸ ˉβ καὶ ˉφ εἰς τὸ ˉπ. Καὶ ἔστιν εἰπεῖν, ὅτι τὸ μὲν ˉτ ἐπλεόνασεν, ἐπειδή, ὡς ἐν τῇ τοῦ μέλλοντος διδασκαλίᾳ, εἰ θεῷ φίλον, μαθησόμεθα, ἀναλογεῖ ὁ ἐνεστὼς τῇ γενικῇ· ἐπειδὴ οὖν ἐν τῇ γενικῇ πέφυκε πολλάκις τὸ ˉτ πλεονάζειν, οἷον ἄνακος ἄνακτος, γάλακος γάλακτος, τούτου χάριν καὶ ἐν τῷ ἐνεστῶτι κατὰ μίμησιν τῆς γενικῆς τὸ ˉτ ἐπλεόνασε· διὰ τοῦτο δὲ ἐτράπη τὸ ˉβ καὶ ˉφ εἰς τὸ ˉπ ἐν τῷ βλάβω βλάπτω καὶ σκάφω σκάπτω, ἐπειδὴ ψιλὰ ψιλῶν ἡγοῦνται καὶ δασέα δασέων καὶ μέσα μέσων κατὰ σύλληψιν, οἷον κτύπος πτῶσις χθών φθόνος ἕβδομος ὄγδοος· τούτου χάριν καὶ ἐπὶ τῆς νύξ νυχός γενικῆς τοῦ ˉτ πλεονάσαντος τροπὴ παρηκολούθησε τοῦ ˉχ τοῦ δασέος εἰς τὸ ἀντίστοιχον τὸ ψιλὸν τὸ ˉκ, καὶ γέγονε νυκτός. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι ὅταν τοῦ ἐνεστῶτος διὰ δύο συμφώνων ἐκφερομένου καὶ τὸ ὄνομα τὸ ῥηματικὸν διὰ δύο συμφώνων ἐκφέρηται, τότε καὶ ὁ μέσος παρακείμενος διὰ τῶν αὐτῶν δύο συμφώνων ἐκφέρεται, οἷόν ἐστι ῥέγκω ὁ ἐνεστὼς διὰ τοῦ ˉγ καὶ ˉκ, ἀφ' οὗ γίνεται ὄνομα ῥηματι κὸν τὸ ῥέγχος διὰ τοῦ ˉγ καὶ ˉχ, διὰ τῶν αὐτῶν συμφώνων καὶ 104 ὁ μέσος παρακείμενος ἐκφέρεται δι' ὧν τὸ ῥηματικὸν ὄνομα, φημὶ δὴ 104 διὰ τοῦ ˉγ καὶ ˉχ, οἷον ἔρρογχα. Εἰ δὲ διὰ τοῦ ˉζ ἢ δύο ˉςˉσ ἐκφέρεται ὁ ἐνεστώς, τότε πρὸς τὸν μέλλοντα κανονίζεται ὁ μέσος παρακείμενος· εἰ μὲν γὰρ ὁ μέλλων διὰ τοῦ ˉς ἐκφέρεται, ὁ μέσος παρακείμενος διὰ τοῦ ˉδ ἐκφέρεται, οἷον φράζω φράσω πέφραδα, ὅθεν τὸ πέφραδέ τε Τρώεσσι, συρίζω συρίσω σεσύριδα, χέζω χέσω κέχοδα· εἰ δὲ ὁ μέλλων διὰ τοῦ ˉξ, ὁ μέσος παρακείμενος διὰ τοῦ ˉγ, οἷον ῥέζω ῥέξω ἔρρογα, σφάζω σφάξω ἔσφαγα, πλήσσω πλήξω πέπληγα, ὀρύσσω ὀρύξω ὤρυγα· εἰ δὲ ὁ ἐνεστὼς διὰ δύο ἀμεταβόλων, διὰ τοῦ πρώτου ἀμετα βόλου ἐκφέρεται ὁ μέσος παρακείμενος, οἷον τέμνω τέτομα, κάμνω κέκαμα. Ἐκ τούτου πιθανεύονταί τινες καὶ λέγουσιν, ὅτι ἐν τῷ τίλλω τέτιλα καὶ πάλλω πέπαλα καὶ στέλλω ἔστολα καὶ ἐν τοῖς ὁμοίοις τὸ δεύτερον ˉλ ἀπεβλήθη καὶ τὸ πρῶτον ἐφυλάχθη· ὁ δὲ Ἡρωδιανὸς οὐ βούλεται τοῦτο, ἀλλὰ λέγει, ὅτι τὸ πρῶτον ˉλ ἀπεβλήθη καὶ τὸ δεύ τερον ἐφυλάχθη· φησὶ γάρ, ὅτι πρῶτον μὲν ἐν τῷ τέμνω τέτομα καὶ κάμνω κέκαμα τὸ ˉν ἀπὸ πλεονασμοῦ ἐστιν, κάμω γὰρ καὶ τέμω ἦν, καὶ κατὰ πλεονασμὸν τοῦ ˉν γεγόνασι κάμνω καὶ τέμνω, καὶ λοιπὸν τὸ ˉν τὸ πλεονάσαν κατὰ τὸν ἐνεστῶτα ἀπεβλήθη κατὰ τὸν μέσον παρακεί μενον· δεύτερον δὲ δυνάμεθα αὐτὰ λέγειν, λέγω δὴ τὸ κέκαμα καὶ τέτομα, ὡς ἀπὸ περισπωμένων θεμάτων εἰσίν, οἷον ὡς ἀπὸ τοῦ καμῶ καὶ τεμῶ· τρίτον δὲ ὥσπερ τὸ τέρπω καὶ πέρθω οὐ λέγομεν εἶναι πέμπτης συζυγίας διὰ τὸ ˉρ τὸ ἐν τῇ παραληγούσῃ, ἀλλὰ τὸ μὲν τέρπω πρώτης διὰ τὸ ˉπ τὸ ἐν τῇ ληγούσῃ, τὸ δὲ πέρθω τρίτης διὰ τὸ ˉθ τὸ ἐν τῇ ληγούσῃ, οὕτω καὶ τὸ τίλλω καὶ τὸ πάλλω καὶ τὸ στέλλω καὶ τὰ ὅμοια λέγομεν εἶναι πέμπτης συζυγίας, οὐ διὰ τὸ ˉλ τὸ ἐν τῇ παρα ληγούσῃ, ἀλλὰ τὸ ˉλ τὸ ἐν τῇ ληγούσῃ· δὲ τὰ χαρακτη ριστικὰ τοῦ ἐνεστῶτος θέλουσιν εἶναι καὶ ἐν τῷ μέσῳ παρακειμένῳ χαρακτηριστικά, οἷον πείθω πέποιθα, λέγω λέλογα, δηλονότι διὰ τοῦ δευτέρου ˉλ ἐξηνέχθη ὁ μέσος παρακείμενος ἐν τῷ τέτιλα καὶ πέπαλα καὶ ἔστολα καὶ τοῖς ὁμοίοις, ἐπειδὴ αὐτό ἐστιν, ὡς εἴρηται, τὸ χαρακτη ριστικὸν τοῦ ἐνεστῶτος. Εἰ δὲ ὁ ἐνεστὼς διὰ καθαροῦ τοῦ ˉω ἐκφέρε ται, ὁ μέσος παρακείμενος διὰ καθαροῦ τοῦ ˉα ἐκφέρεται, οἷον ἀκούω ἤκουα καὶ ἀκήκοα ὁ Ἀττικός, δίω δέδια καὶ δείδια κατὰ πλεονασμὸν τοῦ ˉι, δαίω (τὸ σημαῖνον τὸ καίω) δέδηα καὶ καίω κέκηα, εἴω (σημαίνει δὲ τὸ πορεύομαι, ὡς παρὰ Σώφρονι ἐγκίκρα ὡς εἴω, 105 τουτέστι κέρασον ἵνα πορευθῶ) καὶ ὁ μέσος παρακείμενος εἶα διὰ καθα ροῦ τοῦ ˉα, καὶ κατ' ἔκτασιν Ἀττικὴν τοῦ ˉε εἰς ˉη ᾖα διὰ τοῦ ˉη καὶ ˉι, ὥσπερ εἰκάζω εἴκαζον καὶ ᾔκαζον καὶ [πάλιν] εἴδειν ᾔδειν, καὶ κατὰ διά λυσιν τοῦ ˉι ἤϊα, ὡς παρὰ τῷ ποιητῇ ἤϊα πολλὰ θεοὺς γουνούμενος, ἀντὶ τοῦ ἐπορευόμην, οὗ τὸ τρίτον πρόσωπον ἤϊε, ὁ δ' ἤϊε νυκτὶ ἐοικώς. Τοῦτο τὸ ᾖα τὸ διὰ τοῦ ˉη καὶ ˉι τρέπει τὸ ˉα εἰς ˉεˉιˉν, τουτέστιν εἰς τὴν ˉεˉι δίφθογγον καὶ τὸ ˉν, καὶ ποιεῖ τὸν ὑπερσυντέλικον ᾔειν, κατὰ τὴν ἄρχουσαν διὰ τοῦ ˉη καὶ ˉι καὶ διὰ τῆς ˉεˉι διφθόγγου κατὰ τὴν λήγουσαν, ἐξ οὗ τὸ παρῄειν καὶ ἐξῄειν καὶ ἀπῄειν, ὡς παρὰ Μενάνδρῳ ἀπῄειν τῶν τόκων ἔχων τόκους. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον ὅτι παραλήγουσαν τὴν αὐτὴν ἔχει ὁ μέσος παρακεί μενος τῷ ἐνεργητικῷ παρακειμένῳ, οἷον τέτυφα τέτυπα, νένηκα νένηθα, πέπληχα πέπληγα, νένυχα νένυγα, πέπηχα πέπηγα, ὤρυχα ὤρυγα, ἤμειφα ἤμειβα, ἤγερκα ἤγερα. Δεῖ προσθεῖναι χωρὶς εἰ μὴ εὑρεθῇ ἐν δισυλλάβῳ μέλλοντι τὸ ˉε ἢ μόνον ἢ μετὰ τοῦ ˉι· τότε γὰρ τρέπε ται τὸ ˉε εἰς ˉο ἐν τῷ μέσῳ παρακειμένῳ, οἷον λέγω λέξω λέλογα, τέκω τέξω τέτοκα, νέμω νεμῶ νένομα, μένω μενῶ μέμονα, γείνω γενῶ γέγονα, κείρω κερῶ κέκορα, σπείρω σπερῶ ἔσπορα, φθείρω φθερῶ ἔφθορα, κτείνω κτενῶ ἔκτονα,· πρόσκειται ἐν δισυλλάβῳ μέλλοντι διὰ τὸ ἐγερῶ ἤγερα καὶ ἀμείψω ἤμειβα· ἐπὶ τούτων γὰρ οὐκ ἐτράπη τὸ ˉε εἰς τὸ ˉο ἐν τῷ μέσῳ παρακειμένῳ, ἀλλ' οὐκ εἰσὶ δισύλλαβοι οἱ μέλλοντες. Ἀποροῦσι δέ τινες λέγοντες, διὰ ποίαν αἰτίαν ἐπὶ τοῦ κερῶ κέκορα καὶ φθερῶ ἔφθορα οὐκ ἐφυλάχθη τὸ ˉι, ἵνα ᾖ κέκοιρα καὶ ἔφθοιρα. Καὶ ἔστιν εἰπεῖν, ἐπειδὴ οὐκ ἐφυλάχθη τὸ ˉι κατὰ τὸν μέλλοντακερῶ γὰρ καὶ φθερῶ ἐστὶν ὁ μέλλωντούτου χάριν οὐδὲ ἐν τῷ μέσῳ παρακειμένῳ ἐφυλάχθη· ἐπὶ δὲ τοῦ πείθω λείβω ἐπειδὴ ἐφυλάχθη τὸ ˉι κατὰ τὸν μέλλονταπείσω γὰρ καὶ λείψω ἐστὶν ὁ μέλλων τούτου χάριν καὶ κατὰ τὸν μέσον παρακείμενον ἐφυλάχθη. Τούτων οὕτως ἐχόντων δεῖ γινώσκειν, ὅτι ἡνίκα εὑρεθῇ ἐν τῷ περισπωμένῳ ἐνεστῶτι τὸ ˉε, ἢ ἐν τῷ βαρυτόνῳ ἐνεστῶτι μέν, δι' ἑνὸς δὲ τοῦ ˉλ ἐκφερομένῳ, οὐ τρέπεται εἰς ˉο ἐν τῷ μέσῳ παρακειμένῳ, ἀλλὰ φυλάττεται, οἷον τελῶ τέτελα, θέλω τέθελα, μέλω μέμελα καὶ τροπῇ τοῦ ˉε εἰς τὸ ˉη μέμηλα, ἐξ οὗ ἡ μετοχὴ μεμηλώς, μέγα πλούτοιο μεμηλώς. Καὶ εὐλόγως ἐπὶ τούτων οὐ τρέπεται τὸ ˉε εἰς τὸ ˉο ἐν τῷ μέσῳ παρακειμένῳ, ἐπειδὴ οὐκ ἔστιν ἐπ' αὐτῶν δισύλλαβος 106 ὁ μέλλων, ἀλλ' ὑπὲρ δύο συλλαβάς, οἷον τελέσω θελήσω μελήσω, μελήσουσιν δέ μοι ἵπποι· εἴρηται δὲ ὅτι ἡνίκα εὑρεθῇ ἐν δισυλλάβῳ μέλλοντι τὸ ˉε ἢ μόνον ἢ μετὰ τοῦ ˉι, τρέπεται τὸ ˉε εἰς τὸ ˉο ἐν τῷ μέσῳ παρακειμένῳ· ἐπὶ τούτων δὲ οὐκ ἔστι δισύλ λαβος ὁ μέλλων. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι ἐὰν ὁ ἐνεστὼς τῇ ˉαˉι διφθόγγῳ παραλήγηται, τρέπει αὐτὴν ἐν τῷ μέσῳ παρακειμένῳ εἰς ˉη, οἷον φαίνω πέφηνα, χαίνω κέχηνα, μαίνω (ἐξ οὗ τὸ μαίνομαι) μέμηνα, δαίω (τὸ καίω) δέδηα, καίω κέκηα. Δεῖ δὲ καὶ τοῦτο γινώσκειν, ὅτι ἐπὶ τοῦ δεδούπηκα δέδουπα καὶ μεμύκηκα μέμυκα οὐκ ἔχει παραλήγουσαν τὴν αὐτὴν ὁ μέσος παρα κείμενος τῷ ἐνεργητικῷ παρακειμένῳ, ἀλλ' ἡ προπαραλήγουσα τοῦ ἐνεργητικοῦ παρακειμένου παραλήγουσά ἐστι τοῦ μέσου παρακειμένου, ἐπειδὴ οὔτε ἰσοσυλλαβοῦσιν ἀλλήλοις ὁ ἐνεργητικὸς παρακείμενος καὶ ὁ μέσος ἐπὶ τούτων, ἀλλὰ μιᾷ συλλαβῇ περιττεύει ὁ ἐνεργητικὸς παρα κείμενος τοῦ μέσου, καὶ τούτου χάριν οὐκ ἔχουσι τὴν αὐτὴν παρα λήγουσαν. Ταῦτα μὲν περὶ τῆς παραληγούσης τοῦ μέσου παρακειμένου. Περὶ δὲ τῆς ποσότητος τῶν συλλαβῶν λέγομεν, ὅτι ἐπὶ μὲν βαρυ τόνων θεμάτων ἰσοσυλλαβεῖ τῷ ἐνεργητικῷ παρακειμένῳ ὁ μέσος παρα κείμενος, οἷον τύπτω τέτυφα τέτυπα, νύσσω νένυχα νένυγα, νήθω νένηκα νένηθα, πείθω πέπεικα πέποιθα, πλήσσω πέπληχα πέπληγα, κείρω κέκαρκα κέκορα, φθείρω ἔφθαρκα ἔφθορα, ἐπὶ δὲ τῶν περισπω μένων θεμάτων μιᾷ συλλαβῇ ἐνδεῖ τοῦ ἐνεργητικοῦ ὁ μέσος παρακεί μενος, οἷον δουπῶ δουπήσω δεδούπηκα δέδουπα, μυκῶ μυκήσω μεμύ κηκα μέμυκα, κτυπῶ κτυπήσω ἐκτύπηκα ἔκτυπα. Καὶ τοῦτο ἐκ τοῦ μέλλοντος γίνεται· ἐπειδὴ γὰρ ὁ μὲν ἐνεργητικὸς παρακείμενος ἐκ τοῦ μέλλοντος κανονίζεται, ὁ δὲ μέσος παρακείμενος ἐκ τοῦ ἐνεστῶτος κανονίζεται, εἰκότως ὅτε μὲν ὁ μέλλων ἰσοσυλλαβεῖ τῷ ἐνεστῶτι, τότε καὶ ὁ ἐνεργητικὸς παρακείμενος ἐκ τοῦ μέλλοντος κανονιζόμενος ἰσοσυλλαβεῖ τῷ μέσῳ παρακειμένῳ τῷ ἐκ τοῦ ἐνεστῶτος κανονιζομένῳ, οἷον τύπτω τύψω τέτυφα τέτυπα, νύσσω νύξω νένυχα νένυγα· ὅτε δὲ ὁ μέλλων περιττοσυλλαβεῖ τοῦ ἐνεστῶτος, τότε καὶ ὁ ἐνεργητικὸς παρα κείμενος ὁ ἐκ τοῦ μέλλοντος κανονιζόμενος περιττοσυλλαβεῖ τοῦ μέσου παρακειμένου τοῦ ἐκ τοῦ ἐνεστῶτος κανονιζομένου, οἷον κτυπῶ κτυ πήσω ἐκτύπηκα ἔκτυπα, δουπῶ δουπήσω δεδούπηκα δέδουπα. Ταῦτα μὲν ἐν τούτοις. Δεῖ δὲ γινώσκειν, ὅτι τότε ἐπιλιμπάνουσιν οἱ μέσοι παρακείμενοι, 107 ἡνίκα ἀπὸ τῶν περισπωμένων θεμάτων εὑρεθῇ ὁ ἐνεργητικὸς παρακεί μενος τρισύλλαβος καὶ ἀπὸ ἑνὸς τῶν ἀφώνων ἀρχόμενος ἢ ἀπὸ μόνου τοῦ ˉε, οἷον θλῶ θλάσω τέθλακα, κλῶ κλάσω κέκλακα, σμῶ σμήσω ἔσμηκα, δρῶ δράσω δέδρακα, ζῶ ζήσω ἔζηκα. Καὶ τοῦτο εὐλόγως, ἐπειδὴ ὁ ἐνεργητικὸς παρακείμενος ἀπὸ περισπωμένων ὑπάρχων μιᾷ συλλαβῇ περιττεύει τοῦ μέσου παρακειμένου, οἷον μυκῶ μεμύκηκα μέμυκα, δουπῶ δεδούπηκα δέδουπα· εἰ ἐποιήσαμεν οὖν μέσον παρακείμενον ἐπὶ τῶν προλεχθέντων, φημὶ τοῦ τέθλακα καὶ κέκλακα καὶ δέδρακα καὶ ἔσμηκα καὶ ἔζηκα, ἤμελλεν ὁ μέσος παρακείμενος μιᾷ συλλαβῇ ἐνδεῖν τοῦ ἐνεργητικοῦ παρακειμένου, καὶ εἶχεν εἰς δισυλλαβίαν περιπεσεῖν, ὅπερ ἐστὶν ἄτοπον· σπανίως γὰρ εὑρίσκεται δισύλλαβος παρακείμενος ἐν χρήσει· σπανίως δὲ εἶπον διὰ τὸ οἶδα, οἷον οἶδ' ἐπὶ δεξιά, οἶδ' ἐπ' ἀριστερὰ νωμῆσαι βῶν, καὶ διὰ τὸ οἶκα (ὃ σημαί νει τὸ ὁμοιῶ), οἷον οἶκας παρ' Ἀλκμᾶνι fragm. 80 B4>, ἀντὶ τοῦ ὅμοιος εἶ, καὶ διὰ τὸ ᾖα, ὃ γίνεται ἐν διαλύσει παρὰ τῷ ποιητῇ, ἤϊα πολλὰ θεοὺς γουνούμενος. Τούτων οὕτως ἐχόντων ἰστέον, ὅτι τῆς πρώτης καὶ δευτέρας συζυ γίας τῶν περισπωμένων σπανίως εὑρίσκεται καὶ μέσος παρακείμενος καὶ δεύτερος ἀόριστος, οἷον κτυπῶ κτυπήσω ἔκτυπα καὶ ἔκτυπον, δουπῶ δουπήσω δέδουπα καὶ ἔδουπον, μυκῶ μυκήσω μέμυκα καὶ ἔμυκον· ἐπὶ δὲ τῆς τρίτης συζυγίας τῶν περισπωμένων οὔτε μέσος παρακείμενος εὑρίσκεται οὔτε δεύτερος ἀόριστος. Δεῖ δὲ καὶ τοῦτο γινώσκειν, ὅτι πολλάκις συνεμπίπτουσιν ἀλλήλοις ὁ μέσος παρακείμενος καὶ ὁ ἐνεργη τικὸς παρακείμενος· ἰδοὺ γὰρ τὸ γράφω καὶ ἀλείφω, καὶ ὁ μέσος παρα κείμενος γέγραφα καὶ ἤλειφα ἐστὶ διὰ τοῦ ˉφ, ἐπειδὴ ὁ ἐνεστὼς φ ἔχει, καὶ ὁ ἐνεργητικὸς παρακείμενος ὁμοίως γέγραφα καὶ ἤλειφα ἐστίν, ἐπειδὴ ὁ μέλλων διὰ τοῦ ˉψ ἐκφέρεται, οἷον γράψω ἀλείψω· ἐμάθομεν δὲ ὅτι ἡνίκα ὁ μέλλων διὰ τοῦ ˉψ ἐκφέρεται, [καὶ] ὁ ἐνεργητι κὸς παρακείμενος διὰ τοῦ ˉφ ἐκφέρεται, λείψω λέλειφα. Ταῦτα μὲν ἐν τούτοις. Ἐπειδὴ δὲ εἰώθασί τινα ζητεῖσθαι ἐν τῷ μέσῳ παρακειμένῳ, ἔλθω μεν καὶ λάβωμεν περὶ αὐτῶν· ζητοῦσι γάρ τινες περὶ τοῦ πέφρικα, πότερον ἄρα τοῦ ἐνεργητικοῦ παρακειμένου ἢ μέσου. Καὶ ἔστιν εἰπεῖν, ὅτι εἰ ἦν μέσου παρακειμένου, πέφριγα ὤφειλεν εἶναι διὰ τοῦ ˉγ, οἷον φρίσσω φρίξω πέφριγα, ὡς πλήσσω πλήξω πέπληγα, νύσσω νύξω 108 νένυγα, πήσσω πήξω πέπηγα· εἰ δὲ ἦν ἐνεργητικοῦ παρακειμένου, πέφριχα ὤφειλεν εἶναι διὰ τοῦ ˉχ, οἷον φρίσσω φρίξω πέφριχα, ὥσπερ πλήσσω πλήξω πέπληχα, νύσσω νύξω νένυχα. Τί οὖν ἔχομεν εἰπεῖν; καὶ λέγομεν ὅτι ἐνεργητικοῦ παρακειμένου ἐστίν, ἀπὸ γὰρ τοῦ φρίσσω φρίξω γέγονε πέφριχα διὰ τοῦ ˉχ ὁ ἐνεργητικὸς παρακείμενος, καὶ διὰ τὴν ἀλλεπαλληλίαν τῶν δασέων ἐτράπη τὸ ˉχ εἰς τὸ ˉκ, καὶ ἐγένετο πέφρικα. Ζητοῦσι δὲ καὶ περὶ τοῦ δέδοικα· δεῖ γὰρ γινώσκειν, ὅτι τοῦτο εἰ μὲν ἦν ἐνεργητικοῦ παρακειμένου, δέδεικα ὤφειλεν εἶναι διὰ τῆς ˉεˉι διφθόγγου, οἷον δείδω δείσω δέδεικα, ὥσπερ πείθω πείσω πέπεικα, εἰ δὲ ἦν μέσου παρακειμένου, δέδοιδα ὤφειλεν εἶναι διὰ τῆς ˉοˉι διφθόγ γου, δείδω γὰρ ἦν ὁ ἐνεστώς, ὥσπερ λείβω λέλοιβα, λείπω λέλοιπα, πείθω πέποιθα· καὶ ὅσον μὲν ἐκ τοῦ ˉκ, ἐνεργητικοῦ παρακειμένου ἐστίνὁ γὰρ μέλλων διὰ τοῦ ˉς ἐκφέρεται, δείσω γάρ ἐστιν ὁ μέλλων, ὅτε δὲ ὁ μέλλων διὰ τοῦ ˉς ἐκφέρεται, ὁ ἐνεργητικὸς παρακείμενος διὰ τοῦ ˉκ ἐκφέρεται, οἷον νήσω νένηκα, πείσω πέπεικα, ὅσον δὲ ἐκ τῆς παραληγούσης, μέσου παρακειμένου ἐστίν, τῇ γὰρ ˉοˉι διφθόγγῳ παρα λήγεται· ἡνίκα δὲ εὑρεθῇ ἐν δισυλλάβῳ μέλλοντι τὸ ˉε ἢ μόνον ἢ μετὰ τοῦ ˉι, τρέπεται εἰς τὸ ˉο ἐν τῷ μέσῳ παρακειμένῳ, οἷον λέγω λέξω λέλογα, κείρω κερῶ κέκορα, πείθω πείσω πέποιθα. Τί οὖν ἔχομεν εἰπεῖν; λέγομεν, ὅπερ λέγει ὁ Ἀπολλώνιος, ὅτι μέσου παρακει μένου ἐστιν· δέδοιδα γὰρ ἦν ἀπὸ τοῦ δείδω ἐνεστῶτος, καὶ διὰ τὴν επαλληλίαν τοῦ ˉδ ἐτράπη τὸ τελευταῖον ˉδ εἰς τὸ ˉκ, καὶ ἐγένετο δέδοικα. Καὶ ἄξιόν ἐστι ζητῆσαι, διατί τὸ τελευταῖον ˉδ ἐτράπη, καὶ μὴ ἢ τὸ πρῶτον ἢ τὸ δεύτερον. Καὶ ἔστιν εἰπεῖν, ὅτι εἰ ἔτρεψε τὸ πρῶτον ˉδ, πάντως καὶ τὸ δεύτερον ἔτρεψεν, καὶ εἰ ἔτρεψε τὸ δεύτερον, πάντως καὶ τὸ πρῶτον εἶχε τρέψαι· καὶ γὰρ οἱ ἀναδιπλασιασμοὶ ἢ διὰ τοῦ αὐτοῦ συμφώνου γίνονται, οἷον τέτυφα πεποίηκα νενόηκα, ἢ διὰ τοῦ ἀντιστοίχου τοῦ ψιλοῦ, οἷον τέθυκα κεχειροτόνηκα πεφίληκα· τούτου οὖν χάριν ἵνα μὴ τραπῶσι τὰ δύο ˉδˉδ καὶ ἐκ τούτου παραφθαρῇ ἡ λέξις, οὔτε τὸ πρῶτον ˉδ ἐτράπη οὔτε τὸ δεύτερον, ἀλλὰ τὸ τελευταῖον. Ὁ δὲ Ἀλέξανδρος ὁ Κοτυαεὺς θαυμασίως αὐτὸ σχηματίζει· λέγει γὰρ ὅτι πολλὰ ῥήματα ἀπὸ τοῦ μέλλοντος παράγονται εἰς τὸν ἐνεστῶτα, καὶ τρέπουσι τὸ ˉς εἰς τὸ ˉχ ἢ εἰς τὸ ˉκ, οἷον σμῶ σμήσω σμήχω (ἐξ οὗ τὸ σμήξω), ὀλῶ ὀλέσω ὀλέκω· οὕτως οὖν ἐκ τοῦ δείσω μέλλοντος ἐγένετο ὁ ἐνεστὼς δείκω κατὰ τροπὴν τοῦ ˉς εἰς τὸ ˉκ, καὶ ἐκ τοῦ δείκω 109 λοιπὸν ἀκολούθως ὁ μέσος παρακείμενος δέδοικα, ὥσπερ λείπω λέλοιπα, λείβω λέλοιβα, πείθω πέποιθα. Καὶ ἄξιόν ἐστι ζητῆσαι, διατί δείκω ἐγένετο ὁ ἐνεστὼς διὰ τοῦ ˉκ, καὶ μὴ δείχω διὰ τοῦ ˉχ, ὥσπερ σμῶ σμήσω σμήχω. Καὶ ἔστιν εἰπεῖν, ὅτι διὰ τοῦτο οὐκ ἐγένετο δείχω διὰ τοῦ ˉχ, ἐπειδὴ τῇ ˉεˉι διφθόγγῳ παραλήγεται· τὰ δὲ εἰς ˉχˉω ῥήματα οὐ θέλουσι τῇ ˉεˉι διφθόγγῳ παρα λήγεσθαι, πλὴν τοῦ στείχω λείχω, οἷον ἴσχω κιχῶ ἔχω ἠχῶ οἰχῶ (ἐξ οὗ καὶ τὸ οἴχομαι) καὶ ὀμιχῶ (σημαίνει δὲ τὸ οὐρῶ, οἷον ὡς παρ' Ἱππώνακτι fragm. 55 B4> ὤμιξεν αἷμα καὶ χολὴν ἐτίλησε· τὸ δὲ ὤμιξεν ὡς ἀπὸ βαρυτόνου τοῦ ὀμίχω ἐστίν, ὥσπερ ἔχω ἕξω, τρέχω θρέξω). Ζητοῦσι δέ τινες καὶ περὶ τοῦ οἶδα, πόθεν γέγονεν. Καὶ ἔστιν εἰπεῖν, εἴδω ὁ ἐνεστώς· τούτου ὁ μέσος παρακείμενος ὤφειλεν εἶναι εἶδα, τῆς ˉεˉι διφθόγγου φυλαττομένης κατὰ τὴν ἄρχουσαν, ὥσπερ ἐπὶ τοῦ εἰκονίζω εἰκόνικα, εἰκάζω εἴκακα· ἀλλ' ἐτράπη τὸ ˉε εἰς τὸ ˉο αἰολικῶς καὶ γέγονεν οἶδα διὰ τῆς ˉοˉι διφθόγγου, ὥσπερ ὄνειρος ὄνοιρος. Καὶ λέγουσί τινες, διατί γὰρ μὴ λέγομεν, ὅτι λόγῳ παραληγούσης ἐτράπη τὸ ˉε εἰς τὸ ˉο ἐν τῷ οἶδα μέσῳ παρακειμένῳ, οἷον λέγω λέξω λέλογα, κείρω κερῶ κέκορα, πείθω πείσω πέποιθα, λείβω λείψω λέλοιβα, οὕτως οὖν καὶ εἴδω εἴσω οἶδα λόγῳ παραληγούσης. Ἔστιν οὖν εἰπεῖν, ὅτι οὐ δυνάμεθα λέγειν, λόγῳ παραληγούσης ἐτράπη τὸ ˉε εἰς ˉο ἐν τῷ οἶδα μέσῳ παρακειμένῳ, ἐπειδὴ τὰ λόγῳ παραληγούσης τρέποντα τὸ ˉε εἰς ˉο ἐν τῷ μέσῳ παρακειμένῳ φυλάττουσιν αὐτὸ καὶ ἐν τῷ ὑπερ συντελίκῳ καὶ ἐν τῇ μετοχῇ, οἷον πείθω πέποιθα ἐπεποίθειν πεποιθώς, λείβω λέλοιβα ἐλελοίβειν λελοιβώς, λείπω λέλοιπα ἐλελοίπειν λελοιπώς, λέγω λέλογα ἐλελόγειν λελογώς, κείρω κερῶ κέκορα ἐκεκόρειν κεκο ρώς· εἰ ἄρα καὶ ἐν τῷ οἶδα μέσῳ παρακειμένῳ λόγῳ παραληγούσης ἐτράπη τὸ ˉε εἰς τὸ ˉο, δηλονότι ὤφειλε φυλαχθῆναι καὶ ἐν τῷ ὑπερ συντελίκῳ καὶ ἐν τῇ μετοχῇ· ἀλλὰ μὴν οὔτε ἐν τῷ ὑπερσυντελίκῳ ἐφυλάχθη οὔτε ἐν τῇ μετοχῇ· εἰδώς γάρ ἐστιν ἡ μετοχὴ διὰ τῆς ˉεˉι διφθόγγου, καὶ εἴδειν ὁ ὑπερσυντέλικος, καὶ κατ' ἔκτασιν Ἀττικὴν τοῦ ˉε εἰς ˉη ᾔδειν διὰ τοῦ ˉη καὶ ˉι, ὥσπερ εἰκάζω ᾔκαζον· δῆλον ὅτι οὐκ ἐτράπη λόγῳ παραληγούσης τὸ ˉε εἰς τὸ ˉο ἐν τῷ οἶδα μέσῳ παρα κειμένῳ· ἀλλ', ὡς εἴρηται, κρεῖττόν ἐστι λέγειν, ὅτι [ψευδ] αιολικῶς ἐτράπη τὸ ˉε εἰς τὸ ˉο, ὥσπερ ἐπὶ τοῦ ὄνειρος ὄνοιρος. Ὅτι γὰρ Αἰολικόν ἐστι τὸ οἶδα δῆλον, εἴ γε ἐν τῷ σύνοιδα ἀνεβίβασε τὸν τόνον· οἱ γὰρ Αἰολεῖς ἀναβιβαστικοὶ τῶν τόνων εἰσίν, οἷον Ἀτρεύς Ἄτρευς, σοφόςσόφος· εἰ μὴ γὰρ αἰολικόν, οὐκ ἀνεβίβαζε τὸν τόνον ἐν τῇ συνθέσει· κανὼν γάρ ἐστιν ὁ λέγων, ὅτι πᾶς παρῳχημένος ὁριστικὸς ἀπὸ φωνήεν