Prolegomena et scholia in Theodosii Alexandrini canones
Georgius Choeroboscus ConstantinopolitanusCano 99 · pg-scrape-grcMore by Georgius Choeroboscus Constantinopolitanus
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-choeroboscus-constantinopolitanus" aria-label="More works by Georgius Choeroboscus Constantinopolitanus">
—
⋯
Original / primary: Pg Scrape Grc
99.1.1
κ> ἦν δ' οὐ πονη ρὸς οὐδ' ἐδόκουν, ἀντὶ τοῦ ὑπῆρχον. Τοῦτο δὲ τὸ ἦν κατὰ διάλυ σιν Ἰωνικὴν τοῦ ˉη εἰς ˉε καὶ ˉα γίνεται ἔα, ὥσπερ Ξέρξην Ξέρξεα, ὡς παρὰ τῷ ποιητῇ τοῖος ἔα ἐν πολέμῳ, καὶ πάλιν ἤ κεν ζὼς ἀμενηνὸς ἔα· τὸ δὲ ˉν ἀπεβλήθη τοῦ ἦν ἐν τῷ ἔα, ἐπειδὴ τὸ ˉα ἀποβλητικόν ἐστι τοῦ ˉν, οἷον Ξέρξην Ξέρξεα, ἐτετύφειν ἐτετύφεα· τὸ γὰρ Μοῦσα Μοῦσαν καὶ ἔτυψα ἔτυψαν ἀπὸ κλίσεως ἔχουσι τὸ ˉν, καὶ οὐ κατὰ πάθος εἰσίν, ὥσπερ ταῦτα· καὶ λοιπὸν ἀπὸ τοῦ ἔα κατὰ κρᾶσιν ποιοῦνται οἱ Ἀττικοὶ τοῦ ˉε καὶ ˉα εἰς ˉη, ὥσπερ τείχεα τείχη, καὶ λέγουσιν ἦ, ὡς παρ' Ἀριστοφάνει ἐν Ὄρνισιν ἦ γὰρ [ἐγώ], ὦ ξένοι, Ἄνθρωπος, ἀντὶ τοῦ ὑπῆρχον. Ταῦτα περὶ τοῦ ἦν ἐγώ· τὸ δὲ ἦν ἐκεῖνος οὐκ ἔστιν ἀπὸ τῶν εἰς ˉμˉι, ἀλλ' ἀπὸ τῶν εἰς ˉω· ὅσον γὰρ κατὰ τὴν ἀναλογίαν τοῦ ἦν πρώτου προσ ώπου καὶ τοῦ ἦς δευτέρου ὤφειλε τὸ τρίτον κατὰ ἀποβολὴν τοῦ ˉς εἶναι ἦ, ὥσπερ ἐτύφθης ἐτύφθη· ἀλλ' ἔτι τὸ ἦν ἐκεῖνος, ὥσπερ εἴρηται, ἀπὸ τῶν εἰς ˉω γέγονεν οὕτως· ἔστιν ἔω τὸ σημαῖνον τὸ ὑπάρχω· τούτου ὁ μέσος παρακείμενος ἦα, ὡς παρὰ τῷ ποιητῇ ἦα φυγοπτόλεμος, καὶ ὁ δεύτερος ἀόριστος ἦον ἦες ἦε· τὸ δὲ ˉε γίνε ται πολλάκις ἐφελκυστικὸν τοῦ ˉν, οἷον ἔλαβε ἔλαβεν· οὕτως οὖν ἦε καὶ ἦεν μετὰ τοῦ ˉν, ὡς παρὰ τῷ ποιητῇ ἐπεὶ οὐ κομιδὴ κατὰ νῆας Ἦεν ἐπηετανός, καὶ λοιπὸν κρᾶσις παρακολουθεῖ τοῦ ˉη καὶ ˉε εἰς ˉη, καὶ γίνεται ἦν· τὸ γὰρ ἦον δευτέρου ἀορίστου ἐστίν, ὡς δηλοῖ ἡ μετοχὴ ἐών οὖσα ὀξυτόνως· αἱ γὰρ εἰς ˉωˉν ὀξύτονοι μετοχαὶ δευτέρου εἰσὶν ἀορίστου, οἷον ἔτυπον τυπών, ἔλαβον λαβών. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι τὰ εἰς ˉμˉι ἐὰν μὲν ἀπὸ συμφώνου ἄρχωνται, ἰσοσύλ λαβον ἔχουσι τὸν παρατατικόν, οἷον τίθημι ἐτίθην, δίδωμι ἐδίδων, ζεύγνυμι ἐζεύγνυν, ἐὰν δὲ ἀπὸ φωνήεντος ἄρχωνται, μιᾷ συλλαβῇ ἐνδέοντα ἔχουσι τὸν παρατατικόν, οἷον ἵστημι ἵστην, ἵημι ἵην, ὄμνυμι ὤμνυν, ὄλλυμι ὤλλυν. Ἐτίθης. Εἴρηται ὅτι πᾶν πρῶτον πρόσωπον εἰς ˉν λῆγον μετὰ φυσικῆς μακρᾶς, μὴ ἔχον τὸ ˉμ κλιτικόν, τροπῇ τοῦ ˉν εἰς ˉς ποιεῖ τὸ δεύτερον πρόσωπον, οἷον ἐτύπην ἐτύπης, ἐτύφθην ἐτύφθης, ἐδάμην ἐδάμης· τὸ γὰρ ˉμ οὐκ ἔστι κλιτικὸν ἀλλὰ θεματικόν, ἀπὸ γὰρ τοῦ ἐνεστῶτος ἔχει αὐτό· δάμνω γάρ ἐστιν ὁ ἐνεστὼς καὶ ἔχει τὸ ˉμ· οὕτως οὖν καὶ ἐτίθην ἐτίθης, τροπῇ τοῦ ˉν εἰς ˉς, καὶ ἵστην ἵστης καὶ ἐδίδων ἐδίδως καὶ ἐζεύγνυν ἐζεύγνυς καὶ ἦν (ἀντὶ τοῦ ὑπῆρχον) ἦς, καὶ κατ' 341 ἐπέκτασιν τῆς ˉθˉα συλλαβῆς ἦσθα, ὥσπερ ἔφην ἔφης ἔφησθα· τοιοῦτόν ἐστι καὶ τὸ οἶσθα, τὸ γὰρ οἶδα οἴδημι φασὶν οἱ Αἰολεῖς, εἶτα τούτου τὸ δεύτερον οἴδης, καὶ κατ' ἐπέκτασιν τῆς ˉθˉα συλλαβῆς οἴδησθα, καὶ κατὰ συγκοπὴν οἶσθα. Ἐτίθη. Τοῦτο ἀπὸ τοῦ δευτέρου προσώπου γέγονε κατὰ ἀπο βολὴν τοῦ ˉς· καὶ εἴρηται ὁ κανὼν ἐν τοῖς προλαβοῦσιν. Ἐτίθετον, ἐτιθέτην. Ἰστέον ὅτι τὸ τρίτον τῶν δυϊκῶν οὐχ ὁμοφωνεῖ τῷ ἰδίῳ δευτέρῳ ἐνταῦθα, ἐπειδὴ τὸ τρίτον τῶν πληθυντι κῶν οὔτε εἰς ˉσˉι λήγει οὔτε εἰς ˉτˉαˉι· ἐτίθεσαν γάρ ἐστιν· γέγονε δὲ τὸ τρίτον τῶν δυϊκῶν ἀπὸ τοῦ ἰδίου δευτέρου τροπῇ τοῦ ˉο εἰς ˉη. Ἐτίθεμεν. Εἴρηται ὅτι πᾶν πρῶτον ἑνικὸν εἰς ˉν λῆγον, μὴ ἔχον τὸ ˉμ κλιτικόν, πρὸ τοῦ ˉν λαμβάνον τὸ ˉμˉε τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν ποιεῖ, οἷον ἔτυπτον ἐτύπτομεν, ἐχρύσουν ἐχρυσοῦμεν, ἐβόων ἐβοῶμεν, ἐτύφθην ἐτύφθημεν, ἔγνων ἔγνωμεν· ἐπὶ δὲ τοῦ παρα τατικοῦ τῶν εἰς ˉμˉι καὶ συστολὴ παρακολουθεῖ τῆς παραληγούσης ἐν τοῖς πληθυντικοῖς, οἷον ἐτίθην ἐτίθεμεν, ἵστην ἵσταμεν, ἐδίδων ἐδίδομεν, ἐζεύγνυν ἐζεύγνυμεν, ἔφην ἔφαμεν· τὸ γὰρ ἔφημεν δευτέρου ἀορίστου ἐστίν, ὥσπερ ἔστην ἔστημεν καὶ ἔβην ἔβημεν· τὸ ἦν ἦμεν λόγῳ ἀρχού σης ἐφύλαξε τὸ ˉη· ἐπειδὴ γὰρ τοῦτο δισύλλαβόν ἐστι καὶ τὴν αὐτὴν ἔχει ἄρχουσαν καὶ παραλήγουσαν, τούτου χάριν τῷ λόγῳ τῆς ἀρχούσης ἐφύλαξε τὸ ˉη, καὶ οὐ τῷ λόγῳ τῆς παραληγούσης συνέστειλεν αὐτό. Διὰ τοῦτο δὲ ἐπὶ τοῦ παρατατικοῦ τῶν εἰς ˉμˉι καὶ συστολὴ παρακολου θεῖ τῆς παραληγούσης ἐν τοῖς πληθυντικοῖς, ἐπειδὴ ὁ παρατατικὸς συγγένειαν ἔχει πρὸς τὸν ἐνεστῶτα· παρῳχημένος γάρ ἐστιν αὐτοῦ, καὶ διὰ τοῦτο ἐξ αὐτοῦ κανονίζεται· ἐπειδὴ οὖν ἐπὶ τῶν εἰς ˉμˉι ὁ ἐνεστὼς συστέλλει τὴν παραλήγουσαν ἐν τοῖς πληθυντικοῖς, οἷον τίθημι τίθεμεν, ἵστημι ἵσταμεν, δίδωμι δίδομεν, ζεύγνυμι ζεύγνυμενκαὶ ἡ αἰτία προ είρηται, ὅτι τοῦτο γίνεται πρὸς τὴν παραλήγουσαν τῆς γενικῆς τῆς μετοχῆς, ταῦτα γὰρ βραχεῖαν ἔχουσι τὴν παραλήγουσαν, ἤγουν θέσει μακράντούτου χάριν καὶ ὁ παρατατικὸς ἐπὶ τῶν εἰς ˉμˉι πρὸς ἀνα λογίαν τοῦ ἐνεστῶτος συστέλλει τὴν παραλήγουσαν αὐτοῦ ἐν τοῖς πλη θυντικοῖς. Ἰστέον δὲ ὅτι ὁ δεύτερος ἀόριστος ὁ ἐνεργητικὸς ἐπὶ τῶν εἰς ˉμˉι οὐ συστέλλει τὴν παραλήγουσαν αὐτοῦ ἐν τοῖς πληθυντικοῖς, οἷον ἔστην ἔστημεν, ἔβην ἔβημεν, ἔγνων ἔγνωμεν, ἥλων ἥλωμεν, ἐβίων ἐβίωμεν, ἔφην ἔφημεν· τὸ γὰρ ἔφαμεν παρατατικοῦ ἐστιν· σεσημείωται τὸ ἔδων ἔδομεν καὶ ἔθην ἔθεμεν καὶ ἧν ἕμεν (σημαίνει δὲ τὸ ἐπέμψα μεν καὶ ἀπελύσαμεν), ὅτι δευτέρου ἀορίστου ὄντα συνέστειλαν τὴν παρα λήγουσαν ἐν τοῖς πληθυντικοῖς. Ἐτίθετε. Ἰστέον ὅτι ἀπὸ τοῦ ἐτίθεμεν γέγονε τροπῇ τῆς ˉμˉεˉν 342 εἰς ˉτˉε, καὶ ἐφύλαξε τὴν παραλήγουσαν, ἐπειδὴ ἡ μετοχὴ εἰς ˉς ἐστίν, οἷον τιθείς. Ἐτίθεσαν. Εἴρηται ὅτι τὰ εἰς ˉμˉεˉν πληθυντικὰ ἀπὸ τῶν εἰς ˉν φύσει μακροκαταλήκτων κεκλιμένα εἰς ˉσˉαˉν ποιοῦσι τὸ τρίτον τῶν πλη θυντικῶν, οἷον ἐτύφθην ἐτύφθημεν ἐτύφθησαν, ἔβην ἔβημεν ἔβησαν· οὕτως οὖν καὶ ἐτίθην ἐτίθεμεν ἐτίθεσαν, ἐζεύγνυν ἐζεύγνυμεν ἐζεύγνυσαν. Παρακειμένου. Τέθεικα. Λέγει ὁ τεχνικός, ὅτι εἰ θέματα τῶν παρακειμένων εἰσὶν οἱ μέλλοντεςκαὶ γὰρ ἐκ τῶν μελλόντων κανονίζονται οἱ παρακεί μενοι· πῶς δὲ κανονίζεται ἡ ἄρχουσα τοῦ παρακειμένου ἐκ τοῦ μέλ λοντος, ἐν τοῖς εἰς ˉω μεμαθήκαμενὁ δὲ μέλλων τοῦ τίθημι θήσω ἐστίν, δικαίως ὁ παρακείμενος γέγονε τέθηκα, διὰ μὲν τὸ ˉς ἔχων τὸ ˉκ, διὰ δὲ τὸ ἀφ' ἑνὸς ἁπλοῦ συμφώνου ἄρχεσθαι μὴ τοῦ ˉρ ἀναδιπλασιά ζων τὴν ἄρχουσαν, ὥσπερ ποιήσω πεποίηκα. Ἰστέον ὅτι οὐ δυνά μεθα ἐπὶ τῶν εἰς ˉμˉι καὶ ἐκ τοῦ παρατατικοῦ κανονίσαι τὴν ἄρχουσαν τοῦ παρακειμένου, ὥσπερ ἐπὶ τῶν εἰς ˉω, ἐπειδὴ ἐὰν ἀπὸ τοῦ ἐτίθην παρατατικοῦ καὶ τοῦ ἐδίδων θελήσωμεν κανονίσαι τὴν ἄρχουσαν τοῦ παρακειμένου, εὑρεθήσεται ὁ παρακείμενος τετίθηκα καὶ δεδίδωκα, ὅπερ οὐκ ἔστιν· ἀλλ' ἐπὶ τῶν εἰς ˉμˉι ἐκ τοῦ μέλλοντος μόνου κανονίζεται ἡ ἄρχουσα τοῦ παρακειμένου, ὡς ἐν τοῖς εἰς ˉω μεμαθήκαμεν. Ἔστιν οὖν θήσω ὁ μέλλων καὶ τέθηκα ὁ παρακείμενος διὰ τοῦ ˉη, ὥσπερ ποιήσω πεποίηκα, καὶ κατὰ τροπὴν Βοιωτικὴν τοῦ ˉη εἰς τὴν ˉεˉι δίφθογγον γέγονε τέθεικα διὰ τῆς ˉεˉι διφθόγγου, ὥσπερ ἥρωες εἵρωες· οὕτω δὲ καὶ ἐπεκράτησε γράφεσθαι· ὁ μέντοι τέθειμαι παθητικὸς παρακείμενος οὐ κατὰ Βοιωτοὺς ἔχει τὴν ˉεˉι δίφθογγον, ὥσπερ ὁ τέθεικα ἐνεργητικὸς παρακείμενος, οὐδὲ γὰρ ἔχει ἐν τῇ παραληγούσῃ τὸ ˉη, ἵνα τραπῇ βοιωτικῶς τὸ ˉη εἰς τὴν ˉεˉι δίφθογγον, ὥσπερ ἐπὶ τοῦ τέθεικα, ἀλλ' ἀπὸ τοῦ τέθεμαι ἀναλόγου κατὰ πλεονασμὸν τοῦ ˉι γέγονε τέθειμαι. Τούτων οὕτως ἐχόντων ἀπὸ τοῦ ἵστημι στήσω ὤφειλεν εἶναι ὁ ἐνεργη τικὸς παρακείμενος ἕστηκα διὰ τοῦ ˉη, ἐπειδὴ καὶ ὁ μέλλων τὸ ˉη ἔχει, οἷον στήσω, ὥσπερ ποιήσω πεποίηκα· οὐ λέγομεν δὲ οὕτως, ἀλλὰ ἕστακα διὰ τοῦ ˉα. Ἔστι δὲ εἰπεῖν τὴν ἀπολογίαν ταύτην· ἔστιν ἑστήκω ὁ ἐνεστώς, ὅστις φωνὴν μὲν ἔχει ἐνεργητικήν, πάθος δὲ σημαίνει (οὐδὲ 343 γὰρ σημαίνει τὸ ἵστημι ἀλλὰ τὸ ἵσταμαι ἐγώ), ἐξ οὗ ὁ μέλλων ἑστήξω καὶ τὸ ἀπαρέμφατον ἑστήξειν, ὡς παρὰ Καλλιμάχῳ ἑστήξειν δὲ τὸ τεῖχος ἐπ' ἀρχαίοισι θεμέθλοις, ἀντὶ τοῦ μέλ λειν ἵστασθαι τὸ τεῖχος ἐπ' ἀρχαίοις θεμελίοις· τούτου τοῦ ἑστήκω ὁ μέσος παρακείμενος ἕστηκα ἐστίν, διὰ μὲν συμφώνου τοῦ ἐνεστῶτος ἀναλόγως ἐκφερόμενος, τοῦτο γὰρ ἴδιον τῶν μέσων παρακειμένων, ἡμαρτημένος δὲ κατὰ τὴν ἄρχουσαν, καθὸ οὐκ ἐμεγεθύνθη χρονικῶς· τὸ γὰρ ˉε, ὡς ἐμάθομεν ἐν τοῖς παρῳχημένοις, διχῶς πέφυκε μεγεθύνε σθαι· ἢ γὰρ διὰ τῆς προσθήκης τοῦ ˉι, οἷον ἔχω εἶχον, ἕλκω εἷλκον, ἢ διὰ τοῦ τρέπεσθαι εἰς ˉη, οἷον ἐλεῶ ἠλέουν· ἀλλὰ περὶ τούτου πλατύ τερον ἐν τῷ Ῥηματικῷ Ἀπολλωνίου, εἰ θεῷ φίλον, μαθησόμεθα, ἡνίκα καὶ περὶ τοῦ ἑστήκω τὴν ζήτησιν ποιησόμεθα· ἵνα οὖν μὴ συνεμπέσῃ τῷ ἕστηκα μέσῳ παρακειμένῳ, τῷ ὄντι ἀπὸ τοῦ ἑστήκω ἐνε στῶτος, ὁ ἕστηκα ἐνεργητικὸς παρακείμενος, ὁ ὢν ἀπὸ τοῦ ἵστημι ἐνεστῶτος, τούτου χάριν πρὸς ἀντιδιαστολὴν ἐκείνου διὰ τοῦ ˉα ἐξηνέχθη κατὰ τὴν παραλήγουσαν. Μέσος παρακείμενος οὐκ ἔστιν ἐν τοῖς εἰς ˉμˉι δι' αἰτίαν τοιαύτην. Ἰστέον ὅτι ἐν τοῖς εἰς ˉμˉι οὐκ ἔστι μέσος παρακείμενος, καὶ ἡ αἰτία ἐστὶν αὕτη· ἡνίκα ὁ πρῶτος ἀόριστος ὁ ἐνεργητικὸς περιττο συλλαβεῖ τοῦ δευτέρου ἀορίστου τοῦ ἐνεργητικοῦ, τότε καὶ ὁ ἐνεργητι κὸς παρακείμενος περιττοσυλλαβεῖ τοῦ μέσου παρακειμένου, οἷον κτυπῶ κτυπήσω ἐκτύπησα ἔκτυπον καὶ ἐκτύπηκα ἔκτυπα, δουπῶ δουπήσω ἐδού πησα ἔδουπον καὶ δεδούπηκα δέδουπα· ὅτε δὲ ὁ πρῶτος ἀόριστος ὁ ἐνεργητικὸς ἰσοσυλλαβεῖ τῷ δευτέρῳ ἀορίστῳ τῷ ἐνεργητικῷ, τότε καὶ ὁ ἐνεργητικὸς παρακείμενος ἰσοσυλλαβεῖ τῷ μέσῳ παρακειμένῳ, ἔστειλα ἔσταλον ἔσταλκα ἔστολα. Ἐνταῦθα οὖν ἐν τοῖς εἰς ˉμˉι, ἐπειδὴ ἀεὶ περιττοσυλλαβεῖ ὁ πρῶτος ἀόριστος ὁ ἐνεργητικὸς τοῦ δευ τέρου ἀορίστου τοῦ ἐνεργητικοῦ, ἔστησα γὰρ καὶ ἔστην, ἔδωκα ἔδων, ἔθηκα ἔθην, ἧκα ἧν (σημαίνει δὲ τὸ ἔπεμψα καὶ ἀπέλυσα), εἰ ἐγένετο ὁ μέσος παρακείμενος, ἤμελλε περιττοσυλλαβεῖσθαι ἐκ τοῦ ἐνεργητικοῦ παρακειμένου, τοῦ βέβηκα καὶ τοῦ δέδωκα καὶ τοῦ ἔγνωκα καὶ τοῦ ἕστακα τρισυλλαβούντων, αὐτός, φημὶ δὴ ὁ μέσος παρακείμενος, εἰς δισυλλαβίαν περιπίπτων, ὅπερ ἐστὶν ἀδύνατον· οὐδέποτε γὰρ μέσος παρακείμενος δισύλλαβος εὑρίσκεται ἐν χρήσει, χωρὶς τοῦ οἶδα καὶ τοῦ οἶκα, ὃ σημαίνει τὸ ὡμοίωμαι, ὡς παρὰ Ἀλκμᾶνι οἶκας 344 μὲν ὡραίῳ Λίνῳ, ἀντὶ τοῦ ὡμοίωσαι· καὶ χωρὶς τοῦ ᾖα, ὃ σημαίνει τὸ ἐπορευόμην, ὅπερ κατὰ διάλυσιν γίνεται ἤϊα, ὡς παρὰ τῷ ποιητῇ ἤϊα πολλὰ θεοὺς γουνούμενος, ἀντὶ τοῦ ἐπορευόμην, ἐξ οὗ ὁ ὑπερσυντέλικος ᾔειν διὰ τοῦ ˉη καὶ ˉι κατὰ τὴν ἄρχουσαν, καὶ ἐν συνθέσει παρῄειν καὶ ἐξῄειν, ὡς παρὰ Μενάνδρῳ ἀπῄειν τῶν τόκων τόκους ἔχων. Τούτου οὖν χάριν ἐν τοῖς εἰς ˉμˉι οὐκ ἔστι μέσος παρακείμενος· μέσου δὲ παρακει μένου μὴ ὄντος, εἰκότως οὔτε μέσος ὑπερσυντέλικος ἔστιν, ἐπειδὴ ἐκ τοῦ μέσου παρακειμένου κανονίζεται ὁ μέσος ὑπερσυντέλικος. Τέθεικας, τέθεικε· τεθείκατον, τεθείκατον· τεθείκαμεν, τεθείκατε, τεθείκασιν· εἴρηται. Ὑπερσυντελίκου. Ἐτεθείκειν. Ἰστέον ὅτι ἀπὸ τοῦ τέθεικα παρακειμένου γέγονεν ἐτεθείκειν ὁ ὑπερσυντέλικος τροπῇ τοῦ ˉα εἰς ˉεˉιˉν, καὶ τῆς ἀρχούσης συλλαβικῶς μεγεθυνθείσης, ὥσπερ ἐπὶ τοῦ πεποίηκα ἐπεποιήκειν· πῶς δὲ κανονίζεται ὁ ὑπερσυντέλικος, ἐν τοῖς εἰς ˉω μεμαθήκαμεν· πρό δηλος δὲ ἡ κλίσις. Ἀορίστου πρώτου. Ἔθηκα. Ἰστέον ὅτι ἀπὸ τοῦ θήσω μέλλοντος ἔθησα ὤφειλεν εἶναι ὁ πρῶτος ἀόριστος, ὥσπερ καὶ ἀπὸ τοῦ ποιήσω ἐποίησα· ἀλλ' εἴρηται ἐν τοῖς εἰς ˉω, ὅτι σεσημείωνται τρία τινά, τὸ δώσω ἔδωκα καὶ θήσω ἔθηκα καὶ ἥσω ἧκα (σημαίνει δὲ τὸ ἔπεμψα καὶ ἀπέλυσα), ὅπερ ἐν συνθέσει γίνεται ἀφῆκα, καὶ ἐπὶ τῶν εἰς ˉω δύο τινά, φημὶ δὴ τὸ εἶπα καὶ ἤνεγκα· τούτων γὰρ ὁ μέλλων διὰ διπλοῦ ἐστιν, οἷον ἔψω καὶ ἐνέγξω. Ἔθηκας, ἔθηκεν· ἐθήκατον, ἐθηκάτην· ἐθήκαμεν, ἐθή κατε, ἔθηκαν. Ἰστέον ὅτι κατὰ συνεκδρομὴν τῶν ἄλλων γέγονεν ἔθηκαν τὸ τρίτον πρόσωπον τῶν πληθυντικῶν, ὥσπερ ἔτυψαν· οὐ δυνά μεθα γὰρ ἐνταῦθα λέγειν, ὅτι πρὸς τὴν παραλήγουσαν τῆς γενικῆς τῆς μετοχῆς γέγονεν, ἐπειδὴ τοῦτο οὐκ ἔχει μετοχήν, ὥσπερ οὔτε τὸ ἔδωκα οὔτε τὸ ἧκα (ὃ σημαίνει τὸ ἔπεμψα καὶ ἀπέλυσα)· καὶ τὴν αἰτίαν ἐν τοῖς εἰς ˉω μεμαθήκαμεν. Ἀορίστου δευτέρου. Ἔθην. Ἰστέον ὅτι πᾶς μέλλων ἀπὸ τῶν εἰς ˉμˉι, τρέπων τὴν ˉσˉω εἰς ˉν καὶ τὴν ἄρχουσαν ἐκτείνων χρονικῶς ἢ συλλαβικῶς, τὸν δεύτερον 345 ἀόριστον ποιεῖ, οἷον θήσω ἔθην, βήσω ἔβην, φήσω ἔφην, δώσω ἔδων, γνώσω ἔγνων, βιώσω ἐβίων, ἥσω ἧν (σημαίνει δὲ τὸ ἔπεμψα καὶ ἀπέ λυσα), φύσω ἔφυν, δύσω ἔδυν, κλῦμι κλύσω ἔκλυν (ἐξ οὗ τὸ προστακτι κὸν κλῦθι), ἅλωμι ἁλώσω ἥλων καὶ κατὰ διάλυσιν τοῦ ˉη εἰς ˉε καὶ ˉα ἑάλων (σημαίνει δὲ τὸ ἐλήφθην καὶ ἐκρατήθην) καὶ ἑάλω τὸ τρίτον ἀπὸ τοῦ ἥλω, ὥσπερ καὶ ἀπὸ τοῦ ἤγη γίνεται ἐάγη κατὰ διάλυσιν τοῦ ˉη εἰς ˉε καὶ ˉα (σημαίνει δὲ τὸ ἐκλάσθη)· ἐπὶ δὲ τοῦ δευτέρου ἀορίστου τοῦ παθητικοῦ σχηματίζεται τοῦτον τὸν τρόπον· ἔστιν ἄσσω, ὃ σημαίνει τὸ κλῶ, τούτου ὁ μέλλων ἄξω,, ἐξ οὗ τὸ προστακτι κὸν ἆξον, οἷον ἆξον δὴ ἔγχος Διομήδεος, εἶτα ὁ δεύ τερος ἀόριστος ὁ ἐνεργητικὸς ἦγον, καὶ ὁ παθητικὸς ἤγην ἤγης ἤγη, ὥσπερ νύσσω νύξω ἔνυξα ἔνυγον ἐνύγην ἐνύγης ἐνύγη, καὶ λοιπὸν κατὰ διάλυσιν τοῦ ˉη εἰς ˉε καὶ ˉα ἐάγη· πάλιν ἵστημι στήσω καὶ ὁ δεύ τερος ἀόριστος ὁ ἐνεργητικὸς ἔστην· οὗτος ἐνεργητικὴν μὲν ἔχει φωνήν, παθητικὴν δὲ σημασίαν καὶ σύνταξιν· οὔτε γὰρ λέγομεν ἔστην σε, ἀλλ' ἔστην ὑπὸ σοῦ, ὥσπερ ἐστάθην ὑπὸ σοῦ. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι ὁ δεύτερος ἀόριστος ὁ ἐνεργητικὸς ἐν τοῖς εἰς ˉμˉι οὐ συστέλλει τὴν παραλήγουσαν αὐτοῦ ἐν τοῖς πληθυντικοῖς, οἷον ἔστην ἔστημεν, ἐβίων ἐβίωμεν, ἥλων ἥλωμεν, ἔφην ἔφημεν· τὸ γὰρ ἔφαμεν παρατατικοῦ ἐστιν, ὁ γὰρ παρατατικὸς ἐπὶ τῶν εἰς ˉμˉι συστέλλει τὴν παραλήγουσαν αὐτοῦ ἐν τοῖς πληθυντικοῖς πρὸς ἀναλογίαν τοῦ ἐνε στῶτος, ὡς προείρηται. Σεσημείωται τὸ ἔδων ἔδομεν καὶ ἔθην ἔθεμεν καὶ ἧν ἕμεν (σημαίνει δὲ τὸ ἐπέμψαμεν καὶ ἀπελύσαμεν), ὅπερ ἐν συν θέσει γίνεται προέμεν, ὡς τὸ προέμεν τε πυθέσθαι, ἀντὶ τοῦ προεπέμψαμεν· ταῦτα δὲ ἐσημειωσάμεθα, ὅτι δευτέρου ἀορίστου ὄντα συνέστειλαν τὴν παραλήγουσαν ἐν τοῖς πληθυντικοῖς. Καὶ μήποτε ἔστιν ἀπολογήσασθαι καὶ εἰπεῖν περὶ αὐτῶν, ὅτι ἐπειδὴ οὐχ εὕρηνται τὰ ἑνικὰ αὐτῶν ἐν χρήσει, λέγω δὴ ὁ ἔθην καὶ ὁ ἔδων καὶ ὁ ἧν δεύ τερος ἀόριστος, τούτου χάριν τὰ πληθυντικὰ αὐτῶν ὡς ἔτυχε καὶ οὐ κατὰ ἀναλογίαν ἐγένοντο· τὸ γὰρ ἔγνων ἑνικὸν εὕρηται, διὸ καὶ ἀνα λόγως ἐγένετο ἔγνωμεν, τὸ δὲ ἔθην καὶ ἔδων καὶ ἧν ἑνικὰ οὐχ εὕρηνται ἐν χρήσει, διὸ τὰ πληθυντικὰ τούτων ὡς ἔτυχε καὶ οὐ κατὰ ἀναλογίαν γεγόνασιν. Οὐ μόνον δὲ ταῦτα κατὰ τοῦτο σεσημείωνται, ἀλλὰ καὶ ὅτι ἐν τοῖς ἀπαρεμφάτοις διφθόγγῳ παραλήγονται, οἷον δοῦναι θεῖναι εἷναι (ὃ σημαίνει τὸ ἀπολῦσαι, ἐξ οὗ καὶ τὸ ἀφεῖναι)· ὡς γὰρ ἐν τοῖς ἀπαρ εμφάτοις τῶν εἰς ˉω μεμαθήκαμεν ἐν τῇ περὶ τοῦ ἐνεργητικοῦ παρα 346 κειμένου διδασκαλίᾳ, τὰ εἰς ˉνˉαˉι ἀπαρέμφατα ἔχοντα τὸ ˉν κλιτικὸν οὐ θέλουσι διφθόγγῳ παραλήγεσθαι, οἷον γνῶναι, περὶ ὧν ἐκεῖσε ἀκριβέ στερον μεμαθήκαμεν. Καὶ κατὰ ἄλλο δὲ σεσημείωνται, ὅτι τὰ ἔχοντα τὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως καὶ διὰ τοῦ ˉνˉτ κλινομένην εἰς θι ποιοῦσι τὸ προστακτικόν, οἷον ἔστην στῆθι, ἐπειδὴ στάς στάντος ἡ μετοχή, ἔγνων γνῶθι, ἐπειδὴ γνούς γνόντος ἡ μετοχή, ταῦτα δὲ ἔχοντα εἰς ˉς τὴν μετοχὴν μετ' ὀξείας τάσεως καὶ διὰ τοῦ ˉνˉτ κλινομένην, οἷον δούς δόντος, θείς θέντος, εἵς ἕντος (ἐξ οὗ τὸ ἀφείς ἀφέντος), οὐκ ἔχουσιν εἰς ˉθˉι τὸ προστακτικόν· δός γὰρ καὶ θές καὶ ἕς τὸ προστακτι κόν (ἐξ οὗ τὸ ἄφες). Διατί δὲ οὐκ ἔχουσι ταῦτα εἰς ˉθˉι τὸ προστακτικόν; Ἔστιν εἰπεῖν οὕτως· τὰ εἰς ˉθˉι προστακτικὰ ἀορίστου ὄντα φύσει μακρᾷ θέλουσι παραλήγεσθαι, στῆθι γνῶθι τύπηθι· πρόσκειται ἀορί στου ὄντα διὰ τὸ δίδοθι καὶ ζεύγνυθι, ταῦτα γὰρ βραχείᾳ παραλήγον ται, ἀλλ' οὐκ εἰσὶν ἀορίστου ἀλλ' ἐνεστῶτος καὶ παρατατικοῦ· τούτῳ οὖν τῷ λόγῳ εἰ ἐγένοντο εἰς ˉθˉι τὰ προστακτικὰ τούτων, φύσει μακρᾷ ὤφειλον παραλήγεσθαι ἀορίστου χρόνου ὄντα· ἀλλὰ μὴν φύσει μακρᾷ οὐκ ἠδύναντο παραλήγεσθαι, ἐπειδὴ ἕτερός ἐστι κανὼν ὁ λέγων, ὅτι τὰ εἰς ˉθˉι προστακτικὰ παραλήγουσαν ἔχουσι τὴν παραλήγουσαν τοῦ πρώτου προσώπου τῶν πληθυντικῶν τοῦ ἰδίου ὁριστικοῦ, οἷον ἐτύπημεν τύπηθι, ἔστημεν στῆθι, ἵσταμεν ἵσταθι, δίδομεν δίδοθι, ζεύγνυμεν ζεύγνυθι· εἰ οὖν τὰ ὁριστικὰ τούτων κατὰ τὸ πρῶτον πρόσωπον βραχεῖαν ἔχουσι τὴν παραλήγουσαν, οἷον ἔδομεν ἔθεμεν ἕμεν, δηλονότι οὐ δύνανται τὰ προστακτικὰ τούτων εἰς ˉθˉι ὄντα φύσει μακρᾷ παραλήγεσθαι. Τῶν οὖν δύο κανόνων μαχομένων, καὶ τοῦ μὲν ἑνὸς φύσει μακρᾷ ἀπαιτοῦντος παραλήγεσθαι τὰ εἰς ˉθˉι προστακτικά, τοῦ δὲ ἑτέρου βραχείᾳ, ἐπιλελοί πασι τὰ εἰς ˉθˉι προστακτικὰ τούτων, καὶ οὐκ ἐγένοντο εἰς ˉθˉι τὰ προσ τακτικὰ αὐτῶν. Ἔθης, ἔθη· ἔθετον, ἐθέτην· ἔθεμεν, ἔθετε, ἔθεσαν· εἴρηται. Μέλλοντος πρώτου. Θήσω. Ἐνταῦθα περὶ τοῦ μέλλοντος τῶν εἰς ˉμˉι διαλαμβάνει· καὶ ἰστέον ὅτι πᾶς ἐνεστὼς εἰς ˉμˉι λήγων, τρέπων τὴν ˉμˉι εἰς ˉσˉω καὶ τὴν ἄρχουσαν ἀποβάλλων, ἐὰν ἔχῃ ὥσπερ ἀναδιπλασιασμὸν διὰ τοῦ ˉι, μέλ λων γίνεται, οἷον κίχρημι χρήσω, πίμπλημι πλήσω, βίβημι βήσω (τὸ πορεύομαι)· ἐὰν δὲ μὴ ἔχῃ ἀναδιπλασιασμὸν διὰ τοῦ ˉι, οὐκ ἀποβάλλει τὴν ἄρχουσαν ἐν τῷ μέλλοντι, ἀλλὰ μόνον τροπῇ τῆς ˉμˉι εἰς ˉσˉω γίνε ται, οἷον φημί φήσω, δῦμι δύσω, φῦμι φύσω (ἐξ οὗ τὸ ἔφυν), κλῦμι κλύσω (ἐξ οὗ τὸ ἔκλυν καὶ τὸ προστακτικὸν κλῦθι), βίωμι βιώσω· ἡ γὰρ ˉβˉι συλλαβὴ ἐνταῦθα οὐκ ἔστιν ἀπὸ διπλασιασμοῦ, ἀπὸ γὰρ τοῦ βιῶ 347 βιοῖς γέγονεν. Ταῦτα μὲν ἐν τούτοις. Ἰστέον δὲ ὅτι τὰ τῆς τετάρτης συζυγίας τῶν εἰς ˉμˉι οὐ κλίνονται εἰ μὴ ἄχρι τοῦ παρατατικοῦ· ὁ δὲ λόγος περὶ τῶν ὑπὲρ δύο συλλαβάς, οἷον ζεύγνυμι ὄμνυμι, τὰ γὰρ δισύλλαβα κλίνονται καὶ μετὰ τὸν παρατατικόν, οἷον δῦμι δύσω ἔδυν. Θήσεις, θήσει· θήσετον θήσετον· θήσομεν, θήσετε, θήσου σιν· εἴρηται. Δεύτερος μέλλων οὐκ ἔστιν ἐν τοῖς εἰς ˉμˉι. Ἰστέον ὅτι ὥσπερ ἐν τοῖς εἰς ˉμˉι καθόλου ὁ μέσος παρακείμενος ἐπιλιμπάνει, δι' ἣν εἰρήκαμεν ἐκεῖσε αἰτίαν, οὕτω καὶ ὁ δεύτερος μέλλων ὁ ἐνεργητικὸς ὁριστικὸς καθόλου ἐπιλιμπάνει ἐπὶ τῶν εἰς ˉμˉι· δεύτερος γὰρ μέλλων ἐνεργητικὸς ὁριστικὸς οὐκ ἔστιν ἐν τοῖς εἰς ˉμˉι διὰ τὴν αἰτίαν, ἥν φησιν ὁ τεχνικός· ἔχει δὲ οὕτως· ἡνίκα ὁ δεύτερος ἀόριστος ἐνδεῖ τοῦ πρώτου ἀορίστου, τότε καὶ ὁ δεύτερος μέλλων ἐνδεῖ τοῦ δευτέρου ἀορίστου, οἷον ἐμύκησα ἔμυκον μυκήσω μυκῶ, ἐβλάστησα ἔβλαστον βλαστήσω βλαστῶ· ἰδοὺ ἐπὶ τούτων ἐπειδὴ ὁ δεύτερος ἀόριστος ἐνδεῖ τοῦ πρώτου ἀορίστου, τούτου χάριν ὁ δεύτερος μέλλων ἐνδεῖ τοῦ δευτέρου ἀορί στου. Τούτων οὕτως ἐχόντων ἐν τοῖς εἰς ˉμˉι ἀεὶ ὁ δεύτερος ἀόριστος ἐνδεῖ τοῦ πρώτου ἀορίστου, οἷον ἔστησα ἔστην, ἔγνωσα ἔγνων, ἔδωκα ἔδων· ἀναγκάζεται οὖν ὁ δεύτερος μέλλων ἐνδεῖν τοῦ δευτέρου ἀορί στου, καὶ ἐπειδὴ ἐν τοῖς εἰς ˉμˉι ὡς ἐπὶ τὸ πλεῖστον ὁ δεύτερος ἀόριστος οὐχ ὑπερβαίνει τὴν δισυλλαβίαν, οἷον ἔστην ἔγνωνπρόσκειται ὡς ἐπὶ τὸ πλεῖστον διὰ τὸ ἐβίων δευτέρου ἀορίστου, ὁ γὰρ ἑάλων ἀπὸ τοῦ ἥλων δισυλλάβου ἐστίνὁ δεύτερος μέλλων εὑρεθήσεται εἰς μονο συλλαβίαν περιιστάμενος, ὅπερ ἐστὶν ἀδύνατον· οὐδέποτε γὰρ δύναται μέλλων μονοσύλλαβος εὑρίσκεσθαι· καὶ καθόλου δὲ οὐδέποτε ῥῆμα ὁριστικὸν εἰς ˉω λῆγον εὑρίσκεται ἐν χρήσει, χωρὶς εἰ μὴ εὑρεθῇ δευτέρας συζυγίας τῶν περισπωμένων, οἷον δρῶ θλῶ κλῶ σμῶ· πρόσκειται ὁριστικόν διὰ τὸ ἐὰν θῶ, ἐὰν δῶ· πρόσκειται εἰς ˉω λῆγον διὰ τὸ πλεῖς καὶ χεῖς καὶ ῥεῖς· διὰ τοῦτο γὰρ ταῦτα κατὰ τὸ τρίτον πρόσωπον καὶ δεύτερον συναιρούμενα κατὰ τὸ πρῶτον οὐ συναι ροῦνται, ἵνα μὴ εὑρεθῶσιν εἰς ˉω λήγοντα καὶ μονοσυλλαβοῦντα, ὁριστικὰ ὄντα καὶ μὴ ὄντα δευτέρας συζυγίας τῶν περισπωμένων. 348 Ὁριστικὰ παθητικά χρόνου ἐνεστῶτος. Τίθεμαι. Ἐνταῦθα περὶ τοῦ ὁριστικοῦ ἐνεστῶτος τῶν εἰς ˉμˉι τοῦ παθητικοῦ διαλαμβάνει· καὶ ἰστέον ὅτι πᾶς ἐνεστὼς ὁριστικὸς εἰς ˉμˉι λήγων τροπῇ τῆς ˉμˉι εἰς ˉμˉαˉι παθητικὸς γίνεται μετὰ τοῦ συστέλλειν τὴν παραλήγουσαν πρὸς τὴν παραλήγουσαν τοῦ πρώτου προσώπου τῶν πλη θυντικῶν τῶν ἐνεργητικῶν. Καὶ δεῖ γινώσκειν, ὅτι ἡ μὲν πρώτη συζυγία τῶν εἰς ˉμˉι συστέλλει τὴν παραλήγουσαν διὰ τοῦ ˉε, οἷον τίθεμαι, ἡ δὲ δευτέρα διὰ τοῦ ˉα συνεσταλμένου, ἡ δὲ τρίτη διὰ τοῦ ˉο, ἡ δὲ τετάρτη τὸ δίχρονον μόνον συστέλλει· εὐλόγως ἡ μὲν πρώτη συζυγία διὰ τοῦ ˉε συστέλλει τὴν παραλήγουσαν, οἷον τίθημι τίθεμαι, ἐπειδὴ καὶ τὸ πρωτότυπον τὸ ˉε ἔχει, ἡ δὲ δευτέρα διὰ τοῦ ˉα, ἐπειδὴ καὶ τὸ πρωτό τυπον τὸ ˉα ἔχει, ἡ δὲ τρίτη διὰ τοῦ ˉο, ἐπειδὴ καὶ τὸ πρωτότυπον τὸ ˉο ἔχει, ἡ δὲ τετάρτη τὸ δίχρονον μόνον συστέλλει, ἐπειδὴ καὶ τὸ πρωτό τυπον διὰ διχρόνου συνεσταλμένου ἐστίν. Τούτων οὕτως ἐχόντων τοῦ εἶμι τοῦ σημαίνοντος τὸ πορεύομαι τὸ παθητικὸν ὤφειλεν εἶναι ἴμαι διὰ τοῦ ˉι, ἐπειδὴ καὶ τὸ πληθυντικὸν τὸ ἐνεργητικὸν ἴμεν ἐστὶ διὰ τοῦ ˉι· εἰρήκαμεν γὰρ ἐν τοῖς προλαβοῦσιν, ὅτι τὸ εἶμι τὸ ἐπὶ τοῦ πορεύομαι ἐν μὲν τοῖς ἑνικοῖς διὰ τῆς ˉεˉι διφθόγγου γράφεται, ἐν δὲ τοῖς δυϊκοῖς καὶ τοῖς πληθυντικοῖς διὰ συνεσταλμένου τοῦ ˉι· ὤφειλεν οὖν τοῦ εἶμι τοῦ σημαίνοντος τὸ πορεύο μαι τὸ παθητικὸν εἶναι διὰ τοῦ ˉι· ἀλλ' ἐπειδὴ ἐνταῦθα οὐδὲν πλέον ἤμελλε σημαίνειν τὸ παθητικὸν τοῦ ἐνεργητικοῦκαὶ τὸ παθητικὸν γὰρ ὁμοίως τῷ εἶμι τὸ πορεύομαι ἤμελλε δηλοῦντούτου χάριν ἐπι λέλοιπε τὸ παθητικόν, ὡς τὴν αὐτὴν τῷ ἐνεργητικῷ μέλλον ἔχειν σημα σίαν. Καὶ ἀπὸ τοῦ εἰμί τοῦ σημαίνοντος τὸ ὑπάρχω τὸ παθητικὸν ἔμαι ὤφειλεν εἶναι διὰ τοῦ ˉε, ἐπειδὴ καὶ τὸ πληθυντικὸν τὸ ἐνεργητικὸν ἔμεν ἐστὶ διὰ τοῦ ˉε, ὅπερ κατὰ πλεονασμὸν τοῦ ˉς γίνεται ἐσμέν· ἀλλ' ἐπειδὴ τὰ ὑπαρκτικὰ οὐκ ἔχουσι παθητικά, τὸ γὰρ ὑπάρχω οὐ κλίνεται εἰς παθητικὸν καὶ γίνεται ὑπάρχομαι, τούτου χάριν ἐπιλέλοιπε τὸ ἔμαι· ὅμως δὲ καὶ ἀπὸ τοῦ ἔμαι παθητικοῦ γέγονεν ὁ παρατατικὸς ἤμην, ὡς ἐφεξῆς, εἰ θεῷ φίλον, μαθησόμεθα. Ζητεῖται δὲ περὶ τοῦ ἐπίσταμαι ὅτι πόθεν γέγονεν· καὶ λέγει ὁ Ἀπολλώνιος, ὅτι ἀπὸ τοῦ ἵστημι γίνεται ἵσταμαι, καὶ προσερχομένη 349 ἡ ἐπί πρόθεσις ὤφειλε τρέψαι τὸ ˉπ εἰς ˉφ, ἵνα ᾖ ἐφίσταμαι, καὶ γὰρ τὸ ἵσταμαι δασύνεται, οἷον καθίσταμαι ὑφίσταμαι, ἀλλὰ γέγονεν ἐπίσταμαι, τοῦ ˉπ φυλαχθέντος ἰωνικῶς· καὶ γὰρ τὸ ἥλιος δασύνεται, καὶ ὅμως ἀπηλιώτης ἰωνικῶς ἐπεκράτησε λέγεσθαι διὰ τοῦ ˉπ, καὶ οὐκ ἀφηλιώτης διὰ τοῦ ˉφ (ἀπηλιώτης ὁ ἄνεμος ὁ πνέων ἀπὸ ἀνατολῶν)· καὶ πάλιν τὸ Ἥφαιστος δασύνεται, καὶ ὅμως ἐπ' Ἡφαίστοιο θύρῃσιν ἰωνικῶς εἶπεν ὁ ποιητής· οὕτως οὖν, ὡς εἴρηται, καὶ τὸ ἐπίστα μαι ἰωνικῶς ἐφύλαξε τὸ ˉπ, εἰ οὖν οὕτω γέγονεν ἀπὸ τοῦ ἵσταμαι· ἢ ἀπὸ τοῦ ἰσῶ ἴσημι, ὃ σημαίνει τὸ γινώσκω, γέγονεν ἴσαμαι, καὶ ἐν πλεονασμῷ τοῦ ˉτ ἴσταμαι, καὶ ἐκεῖθεν ἐπίσταμαι, καὶ εὐλόγως ἐφύλαξε τὸ ˉπ τῆς ἐπί προθέσεως, ἐπειδὴ τὸ ἴσημι ψιλοῦται. Ὁ δὲ Φιλόπονος λέγει, ὅτι ἐστὶν εἴδω εἴσω, ὃ σημαίνει τὸ γινώσκω, ἀφ' οὗ τὸ ἰστός, ὃ σημαίνει τὸ ἐπιστήμων· γράφεται δὲ διὰ τοῦ ˉι τὸ ἰστός, ἐπειδὴ τὸ εἴδω ἐν ταῖς συνθέσεσι ταῖς ὀνοματικαῖς καὶ ταῖς παραγωγαῖς ταῖς ὀνοματικαῖς ἀπο βάλλει τὸ ˉε, οἷον ἴδμων ἱστορία νῆϊς (ὁ ἄπειρος, ὁ τοῦ εἰδέναι ἐστερη μένος) Πολύϊδος (ἔστι δὲ ὄνομα μάντεως)· τὸ γὰρ εἰδήμων γραφόμενον διὰ τῆς ˉεˉι διφθόγγου οὐκ ἀντίκειται ἡμῖν, ἐπειδὴ οὐκ ἔστιν ἀπὸ τοῦ εἴδω βαρυτόνου, ἀλλ' ἀπὸ περισπωμένου τοῦ εἰδῶ εἰδεῖς εἰδήμων· πρόσκειται δέ ἐν ταῖς συνθέσεσι ταῖς ὀνοματικαῖς διὰ τὸ εἴδω ἀείδω, τοῦτο γὰρ συντεθὲν ἐφύλαξε τὴν ˉεˉι δίφθογγον, ἀλλ' οὐκ ἔστι σύνθεσις ἐν ὀνόματι ἀλλ' ἐν ῥήματι· ἔστι δὲ παρὰ τὸ ˉα τὸ ἐπιτατικὸν μόριον καὶ τὸ εἴδω τὸ σημαῖνον τὸ ἐπίσταμαι· οἱ γὰρ ᾄδοντες προγενεστέρων πραγμάτων εἰσὶν ἔμπειροι· ἐκ τοῦ οὖν ἰστός, ὃ σημαίνει τὸ ἐπιστήμων, γέγονεν ἰστῶ ἰστήσω ἰστήμων καὶ ἐπιστήμων, ἐκ τούτου δὲ τοῦ ἰστῶ τοῦ σημαίνοντος τὸ γινώσκω γέγονεν ἴστημι καὶ ἴσταμαι καὶ ἐκεῖθεν ἐπίσταμαι, καὶ εὐλόγως ἐφυλάχθη τὸ ˉπ, ἐπειδὴ ψιλοῦται αὕτη ἡ κίνησις, ὡς ἐκ τοῦ εἴδω γεγενημένη, ὅπερ ψιλοῦται. Τίθεσαι. Εἴρηται τὰ ἔχοντα τὴν ἐνεργητικὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως τροπῇ τοῦ ˉτ τοῦ ἐν τῷ τρίτῳ προσώπῳ εἰς ˉς ποιοῦσι τὰ δεύτερα πρόσωπα, οἷον πεποίηται πεποίησαι, πεποιηκώς γὰρ ἡ ἐνεργητικὴ μετοχὴ εἰς ˉς μετ' ὀξείας τάσεως, καὶ δύναται δύνασαι, ὅτι δυνάς, καὶ ἐπίσταται ἐπίστασαι, ὅτι ἐπιστάς, εἰ καὶ μὴ εὕρηται ἐν χρήσει τὸ δυνάς καὶ ἐπιστάς· εἰσὶ δὲ ὡς ἀπὸ τοῦ δύνημι καὶ ἐπίστημι καὶ δύναμαι καὶ ἐπίσταμαι· τὸ δὲ δύνῃ καὶ ἐπίστῃ κατὰ πάθος λέγουσιν, ὡς ἀπὸ τοῦ δύνασαι καὶ ἐπίστασαι δύνααι καὶ ἐπίστααι, καὶ ἰωνικῶς δύνεαι καὶ ἐπίστεαι, καὶ κατὰ κρᾶσιν τοῦ ˉε καὶ ˉα εἰς ˉη δύνῃ καὶ ἐπίστῃ, καὶ μένει τὸ ˉι προσγεγραμμένον. 350 Τίθεται. Εἴρηται ὅτι τὰ εἰς ˉμˉαˉι εἰς ˉτˉαˉι τὸ τρίτον ποιοῦσι, καὶ φυλάττουσι τὴν παραλήγουσαν, ἡνίκα ἐστὶν ἡ ἐνεργητικὴ μετοχὴ εἰς ˉς, οἷον πεποίημαι πεποίηται, ὅτι πεποιηκώς ἡ ἐνεργητικὴ μετοχὴ εἰς ˉς, καὶ δίδομαι δίδοται, ὅτι διδούς, καὶ ζεύγνυμαι ζεύγνυται, ὅτι ζευγνύς· οὕτως οὖν καὶ τίθεμαι τίθεται, ὅτι τιθείς ἡ ἐνεργητικὴ μετοχὴ εἰς ˉς, καὶ ἵσταμαι ἵσταται, ὅτι ἱστάς ἡ ἐνεργητικὴ μετοχὴ εἰς ˉς. Τιθέμεθον, τίθεσθον, τίθεσθον. Ἰστέον ὅτι τὸ μὲν πρῶτον πρόσωπον τῶν δυϊκῶν οὐκ ἐπιλιμπάνει ἐνταῦθα, ἐπειδὴ τὸ πρῶτον τῶν πληθυντικῶν οὐκ ἔχει τὸ ˉμ ἐπὶ τῆς τελευταίας συλλαβῆς· τιθέμεθα γάρ ἐστι τὸ πρῶτον τῶν πληθυντικῶν τὸ ˉθ ἔχει ἐπὶ τῆς τελευ ταίας συλλαβῆς, οὐ τὸ ˉμ· γέγονε δὲ ἀπὸ τοῦ πρώτου τῶν πληθυντικῶν τροπῇ τῆς ˉθˉα εἰς ˉθˉοˉν, οἷον τιθέμεθα τιθέμεθον· τὸ δὲ δεύτερον τῶν δυϊκῶν ἀπὸ τοῦ δευτέρου τῶν πληθυντικῶν γέγονε τροπῇ τοῦ ˉε εἰς ˉοˉν, οἷον τίθεσθε τίθεσθον· τὸ δὲ τρίτον τῶν δυϊκῶν ὁμοφωνεῖ τῷ ἰδίῳ δευτέρῳ, ἐπειδὴ τὸ τρίτον τῶν πληθυντικῶν εἰς ˉτˉαˉι λήγει. Τιθέμεθα. Εἴρηται ὅτι πᾶν πρῶτον πρόσωπον ἔχον τὸ ˉμ κλιτι κὸν τροπῇ τῆς ἐσχάτης εἰς ˉμˉεˉθˉα τὸ πληθυντικὸν ποιεῖ, οἷον τύπτομαι τυπτόμεθα, ἐτυπτόμην ἐτυπτόμεθα· οὕτως οὖν καὶ τίθεμαι τιθέμεθα καὶ ἵσταμαι ἱστάμεθα καὶ δίδομαι διδόμεθα καὶ ζεύγνυμαι ζευγνύμεθα. Μηδεὶς δὲ οἰέσθω ταῦτα ἐν τοῖς παθητικοῖς ἀπὸ παραγωγῆς ἔχειν τὸ ˉμ, ὡς ἐν τοῖς ἐνεργητικοῖς· ἐν μὲν γὰρ τοῖς ἐνεργητικοῖς ἀπὸ παραγωγῆς ἔχουσι τὸ ˉμ, οἷον τιθῶ τίθημι, ἐν δὲ τοῖς παθητικοῖς ἀπὸ κλίσεως ἔχουσι τὸ ˉμ, τροπὴ γὰρ παρηκολούθησεν ἐκεῖ τοῦ ˉμ εἰς ἕτερον ˉμ, ὅθεν καὶ αὐτὰ τροπῇ τῆς ἐσχάτης εἰς ˉμˉεˉθˉα ποιοῦσι τὸ πληθυντικὸν ὁμοίως τοῖς ἔχουσι τὸ ˉμ κλιτικόν. Τίθεσθε. Εἴρηται ὅτι πᾶν τρίτον ἑνικὸν ἔχον τὸ ˉτ κλιτικὸν τρέπον τὴν τελευταίαν συλλαβὴν ˉθˉε τὸ δεύτερον τῶν πληθυντικῶν ποιεῖ· καὶ εἰ μὲν καθαριεύει τὸ ˉτ, καὶ ˉς προσλαμβάνει τὸ δεύτερον τῶν πλη θυντικῶν, οἷον τύπτεται τύπτεσθε· οὕτως οὖν καὶ τίθεται τίθεσθε καὶ ἵσταται ἵστασθε καὶ δίδοται δίδοσθε καὶ ζεύγνυται ζεύγνυσθε· εἰ δὲ συμφώνῳ παραλήγεται, τηρεῖ αὐτό, πλὴν εἰ μή πω ψιλὸν ὂν δι' ἀσυν ταξίαν εἰς δασὺ τραπῇ. Τίθενται. Εἴρηται ὅτι πᾶν τρίτον ἑνικὸν ἔχον τὸ ˉτ κλιτικόν, πρὸ τοῦ ˉτ λαμβάνον τὸ ˉν καὶ τὴν παραλήγουσαν φυλάττον τοῦ ἰδίου πρώτου προσώπου ἑνικοῦ, τὸ πληθυντικὸν ποιεῖ. 351 Παρατατικοῦ. Ἐτιθέμην. Ἐνταῦθα περὶ τοῦ παθητικοῦ παρατατικοῦ διαλαμβάνει καὶ λέγει, ὅτι πᾶς ἐνεστὼς παθητικὸς τρέπων τὴν ˉμˉαˉι εἰς ˉμˉηˉν τὸν παρα τατικὸν ποιεῖ· καὶ εἰ μὲν ἀπὸ συμφώνου ἄρχεται ὁ ἐνεστώς, προσ λαμβάνει ὁ παρατατικὸς τὸ ˉε, οἷον τίθεμαι ἐτιθέμην, εἰ δὲ ἀπὸ φωνή εντος ἄρχεται ὁ ἐνεστώς, χρονικῶς αὔξεται ὁ παρατατικός, οἷον ἵσταμαι ἱστάμην, ἵεμαι ἱέμην καὶ ἀφιέμην. Δυνατὸν δέ ἐστι καὶ ἀπὸ τοῦ παρα τατικοῦ ἐνεργητικοῦ κανονίσαι τὸν παθητικὸν παρατατικὸν οὕτως· πᾶς ἐνεργητικὸς παρατατικὸς πρὸ τοῦ ˉν λαμβάνων τὸ ˉμ καὶ ˉη παθη τικὸς γίνεται, οἷον ἔτυπτον ἐτυπτόμην, ἐβόων ἐβοώμην· ἐπὶ δὲ τῶν εἰς ˉμˉι καὶ συστολὴ παρακολουθεῖ τῆς παραληγούσης, οἷον ἐτίθην ἐτιθέ μην, ἵστην ἱστάμην, ἐδίδων ἐδιδόμην, ἐπήγνυν ἐπηγνύμην. Καὶ ἀπὸ τοῦ ἦν ἐγώ ὁ παθητικὸς παρατατικὸς ἤμην, καὶ ὤφειλε συστεῖλαι τὴν παραλήγουσαν, ἀλλὰ λέγομεν, ὅτι λόγῳ ἀρχούσης ἐφύλαξε τὸ ˉη· ἐπειδὴ γὰρ τοῦτο δισύλλαβόν ἐστι καὶ τὴν αὐτὴν ἔχει ἄρχουσαν καὶ παραλήγου σαν, τούτου χάριν τῷ λόγῳ τῆς ἀρχούσης ἐφύλαξε τὸ ˉη, καὶ οὐ τῷ λόγῳ τῆς παραληγούσης συνέστειλεν αὐτό· ὁ δὲ Φιλόπονος λέγει, ὅτι τὸ κεχρεωστημένον ˉη τῇ παραγωγῇ ἡ κλίσις ἀνεδέξατο. Δεῖ δὲ γινώσκειν ὅτι ἐστὶν εἰμί· τοῦτο κατὰ τὸν παθητικὸν ἐνεστῶτα τῷ μὲν λόγῳ τῆς ἀρχούσης γίνεται εἶμαι διὰ τῆς ˉεˉι διφθόγγου, ἡ γὰρ ˉεˉι δίφθογγος φυλάττεται κατὰ τὴν ἄρχουσαν, οἷον εἴργω εἴργομαι, εἰκο νίζω εἰκονίζομαι· τὸ γὰρ εἰκάζω ᾔκαζον καὶ εἴδω ᾔδειν ἀττικῶς ἐξέτειναν τὸ ˉε εἰς τὸ ˉη, ὡς τὸ ἔμελλον ἤμελλον· τῷ δὲ λόγῳ τῆς παραληγούσης γίνεται ἔμαι διὰ τοῦ ˉε, τὰ γὰρ εἰς ˉμˉι βραχείᾳ θέλουσι παραλήγεσθαι ἐν τοῖς παθητικοῖς, οἷον τίθεμαι ἵσταμαι· τοῦτο κατὰ τὸν παρατατικὸν τῷ μὲν λόγῳ τῆς παραληγούσης γίνεται ἔμην, ὥσπερ ἐτιθέμην ἐδιδόμην, τῷ δὲ λόγῳ τῆς ἀρχούσης εἴμην ὤφειλεν εἶναι διὰ τῆς ˉεˉι διφθόγγου, ἡ γὰρ ˉεˉι δίφθογγος φυλάττεται κατὰ τὴν ἄρχουσαν. Πόθεν οὖν ἔχει τὸ ˉη τὸ ἤμην; Καὶ λέγει, ὡς εἴρηται, ὁ Φιλόπονος, ὅτι τὸ κεχρεω στημένον τῇ παραγωγῇ, ἤγουν τῷ εἰμί, ἡ κλίσις ἀνεδέξατο, ἤγουν τὸ ἤμην· ἐμάθομεν γὰρ ἐν τοῖς προλαβοῦσιν, ὅτι τὸ εἰμί ἀπὸ τοῦ ἔω τοῦ σημαίνοντος τὸ ὑπάρχω γενόμενον διὰ τοῦ ˉη ὤφειλε γενέσθαι· τὸ γὰρ ˉε μεγεθυνόμενον ἐν τοῖς ῥήμασι διχῶς μεγεθύνεται, ἢ γὰρ διὰ τῆς προσθήκης τοῦ ˉι, οἷον ἔχω εἶχον, ἢ διὰ τοῦ τρέπεσθαι εἰς τὸ ˉη· ὤφει λεν οὖν καὶ τὸ εἰμί ἀπὸ τοῦ ἔω γενόμενον τοῦ σημαίνοντος τὸ ὑπάρχω μᾶλλον τρέψαι τὸ ˉε εἰς τὸ ˉη καὶ γενέσθαι ἠμί διὰ τοῦ ˉη, ἤπερ προσ 352 λαμβάνειν τὸ ˉι καὶ γενέσθαι διὰ τῆς ˉεˉι διφθόγγου, ἐπειδὴ τὰ εἰς ˉμˉι ὁριστικὰ δηλονότι οὐ θέλουσι διφθόγγῳ παραλήγεσθαι, χωρὶς τοῦ εἶμι τοῦ σημαίνοντος τὸ πορεύομαι καὶ εἰμί δηλονότι τοῦ σημαί νοντος τὸ ὑπάρχω, περὶ οὗ καὶ ὁ λόγος. Ὤφειλεν, ὡς εἴρηται, διὰ τοῦ ˉη γενέσθαι· ἀλλ' ἐπειδὴ ἠναγκάζετο λείψανόν τι φυλάξαι τῆς φωνῆς τοῦ πρωτοτύπουαἱ γὰρ παράγωγοι λέξεις θέλουσι φυλάττειν λείψανον τῆς φωνῆς τοῦ πρωτοτύπου, οἷον ἄρδω ἀρδεύωτούτου χάριν προσέλαβε τὸ ˉι καὶ ἐγένετο εἰμί διὰ τῆς ˉεˉι διφθόγγου, ἵνα φυλάξῃ λείψανον τῆς φωνῆς τοῦ πρωτοτύπου· προσλαμβάνον γὰρ τὸ ˉι ἐφύ λαξε τὸ ˉε τοῦ πρωτοτύπου, φημὶ δὴ τοῦ ἔω, εἰ γὰρ ἔτρεψε τὸ ˉε εἰς τὸ ˉη, οὐκ ἐφύλαξέ τι τῆς φωνῆς τοῦ πρωτοτύπου· τὸ οὖν ˉη τὸ κεχρεωστημένον τῇ παραγωγῇ, φημὶ δὴ τῷ εἰμί, ἡ κλίσις ἀνεδέξατο, ἤγουν τὸ ἤμην· καὶ ἀπὸ τοῦ ἦν γέγονεν ἤμην λόγῳ ἀρχούσης, ὡς προείρηται, φυλαχθέντος τοῦ ˉη. Ἰστέον δὲ ὅτι τὸ ἤμην ἐπὶ τοῦ ὑπῆρχον ἀπηγόρευται· ἀντὶ γὰρ τοῦ ἤμην ἦν λέγουσιν, ὡς Ἀριστο φάνης ἐγὼ θεοσεβὴς καὶ δίκαιος ὢν ἀνὴρ Κακῶς ἔπραττον καὶ πένης ἦν· εὕρηται δὲ τὸ ἤμην τὸ ἐπὶ τοῦ ὑπῆρχον, ὡς παρ' Εὐριπίδῃ ἐν Ἑλένης ἀπαιτήσει ἐγὼ δὲ προ δότις οὐκ ἤμην, τέκνον· πρόσκειται τὸ ἐπὶ τοῦ ὑπῆρχον, ἐπειδή ἐστιν ἥμην καὶ ἐπὶ τοῦ ἐκαθεζόμην, ἀπὸ τοῦ ἧμαι τοῦ σημαίνοντος τὸ κάθημαι γεγονός· ἰστέον δὲ ὅτι τὸ ἤμην, ὅτε μὲν σημαίνει τὸ ὑπῆρχον, ψιλοῦται, ὅτε δὲ σημαίνει τὸ ἐκαθεζόμην, δασύνεται. Ἐτίθεσο, ἐτίθετο. Ἰστέον ὅτι τὸ μὲν δεύτερον πρόσωπον ἀπὸ τοῦ τρίτου γέγονε τροπῇ τοῦ ˉτ εἰς ˉς, ἡ γὰρ ἐνεργητικὴ μετοχὴ εἰς ˉς μετ' ὀξείας τάσεως, οἷον τιθείς· τὸ δὲ τρίτον ἀπὸ τοῦ πρώτου γέγονε τροπῇ τῆς ˉμˉηˉν εἰς ˉτˉο. Τούτων δὲ οὕτως ἐχόντων τὸ ἐφάμην τύπον μὲν ἔχει παθητικόν, σημασίαν δὲ ἐνεργητικήν, τὸ γὰρ εἶπον σημαίνει· τὸ δεύτερον πρόσωπον ἀναλόγως ἔχει ἔφασο, τροπῇ τοῦ ˉτ τοῦ ἐν τῷ τρίτῳ προσώπῳ εἰς ˉς, ἐπειδὴ ἡ ἐνεργητικὴ μετοχὴ ὁ φάς ἐστὶν εἰς ˉς μετ' ὀξείας τάσεως· τοῦτο δὲ τὸ ἔφασο γίνεται κατὰ ἀποβολὴν τοῦ ˉς ἰωνικῶς ἔφαο, ἐξ οὗ καὶ τὸ προστακτικὸν φάο, ἔπος φάο μηδ' ἐπίκευθε· πάλιν ἐστὶν ἐκρεμάμην ἐκρέματο, καὶ κατὰ τροπὴν τοῦ ˉτ εἰς τὸ ˉς γίνεται τὸ δεύτερον πρόσωπον ἐκρέμασο, ἐπειδὴ ἡ ἐνεργητικὴ μετοχὴ ὁ κρεμάς ἐστὶν εἰς ˉς μετ' ὀξείας τάσεως, ὥσπερ ὁ ἱστάς· εἰ γὰρ καὶ μὴ εὕρηται ἐν χρήσει, ἀλλ' οὖν δευτέρας ἐστὶ συζυ γίας τῶν εἰς ˉμˉι, οἷον κρεμῶ κρεμᾷς κρέμημι, ὥσπερ ἱστῶ ἱστᾷς ἵστημι, καὶ κρέμαμαι καὶ ἐκρεμάμην· καὶ λοιπὸν τὸ ἐκρέμασο γίνεται κατὰ ἀπο 353 βολὴν τοῦ ˉς ἰωνικῶς ἐκρέμαο, καὶ κατὰ κρᾶσιν Ἀττικὴν τοῦ ˉα καὶ ˉο εἰς ˉω ἐκρέμω, ἦ οὐ μέμνῃ ὅτε τ' ἐκρέμω ὑψόθεν, ἐκ δὲ ποδοῖιν. Μηδεὶς δὲ οἰέσθω τὸ ἐκρέμω ὡς ἀπὸ τῶν εἰς ˉω εἶναι, ὡς ἀπὸ τοῦ κρεμῶ κρεμᾷς, ἐπειδὴ κρεμῶμαι καὶ ἐκρεμώμην εἶχεν εἶναι τὸ παθητικόν, ὥσπερ βοῶμαι ἐβοώμην, νῦν δὲ κρέμαμαι καὶ ἐκρεμάμην ἐστίν, ὥσπερ ἵσταμαι ἱστάμην· ἄλλως τε εἰ ἦν ἀπὸ τοῦ εἰς ˉω, ἐκρεμῶ εἶχεν εἶναι περισπωμένως, ὥσπερ ἐβοῶ, νῦν δὲ ἐκρέμω ἐστὶ παροξυτόνως. Ἐτιθέμεθον, ἐτίθεσθον, ἐτιθέσθην. Ἰστέον ὅτι τὸ τρίτον τῶν δυϊκῶν οὐχ ὁμοφωνεῖ τῷ ἰδίῳ δευτέρῳ, ἐπειδὴ τὸ τρίτον τῶν πληθυντικῶν οὔτε εἰς ˉσˉι λήγει οὔτε εἰς ˉτˉαˉι, ἐτίθεντο γάρ ἐστιν· γέγονε δὲ τὸ τρίτον τῶν δυϊκῶν ἀπὸ τοῦ ἰδίου δευτέρου τροπῇ τοῦ ˉο εἰς ˉη. Ἐτιθέμεθα, ἐτίθεσθε, ἐτίθεντο· εἴρηται. Παρακειμένου. Τέθειμαι. Ἐνταῦθα περὶ τοῦ παθητικοῦ παρακειμένου τῶν εἰς ˉμˉι διαλαμβάνει καὶ λέγει, ὅτι πᾶς ἐνεργητικὸς παρακείμενος ἐπὶ τῶν εἰς ˉμˉι τρέπων τὴν τελευταίαν συλλαβὴν εἰς ˉμˉαˉι καὶ τὴν παραλήγουσαν συστέλλων παθητικὸς γίνεται, οἷον δέδωκα δέδομαι, πέπωκα πέπομαι (ἐξ οὗ τὸ ἐπόθην καὶ κατεπόθην), βέβηκα βέβαμαι (ἐξ οὗ τὸ ἐβάθην καὶ παρεβάθην), ἕστηκα ὅσον κατὰ τὴν ἀναλογίαν ἀπὸ τοῦ ἵστημι στήσω, καὶ ἕσταμαι ὁ παθητικὸς παρακείμενος· πρόσκειται ὅσον κατὰ τὴν ἀναλογίαν, ἐπειδὴ ἕστακα ἐστὶν ὁ ἐνεργητικὸς παρα κείμενος τοῦ ἵστημι πρὸς ἀντιδιαστολὴν τοῦ ἕστηκα μέσου παρακειμένου τοῦ ὄντος ἀπὸ τοῦ ἑστήκω ἐνεστῶτος, ὡς ἐν τοῖς προλαβοῦσιν εἴρηται· τέθηκα τέθεμαι καὶ κατὰ πλεονασμὸν τοῦ ˉι τέθειμαι διὰ τῆς ˉεˉι διφθόγ γου· οὐ γὰρ δυνάμεθα τὸ τέθειμαι Βοιωτικὸν λέγειν, ὥσπερ τὸ ἐνεργη τικὸν τὸ τέθεικα τὸ διὰ τῆς ˉεˉι διφθόγγου, ἐπειδὴ τὸ μὲν τέθεικα ἐνεργητικὸν τὸ διὰ τῆς ˉεˉι διφθόγγου ἀπὸ τοῦ τέθηκα κοινοῦ γέγονε τοῦ διὰ τοῦ ˉη, κατὰ τροπὴν Βοιωτικὴν τοῦ ˉη εἰς τὴν ˉεˉι δίφθογγον, ὥσπερ Λάχης Λάχεις, τὸ δὲ παθητικὸν οὐκ ἔστι τέθημαι διὰ τοῦ ˉη, ἵνα τὸ τέθειμαι τὸ διὰ τῆς ˉεˉι διφθόγγου Βοιωτικὸν εἴπωμεν κατὰ τροπὴν τοῦ ˉη εἰς τὴν ˉεˉι δίφθογγον. Τέθεισαι, τέθειται· τεθείμεθον, τέθεισθον, τέθεισθον· τεθείμεθα, τέθεισθε, τέθεινται. Ὑπερσυντελίκου. Ἐτεθείμην. Ἰστέον ὅτι ἀπὸ τοῦ τέθειμαι παρακειμένου γέγονεν ἐτεθείμην ὁ ὑπερσυντέλικος τροπῇ τῆς ˉμˉαˉι εἰς ˉμˉηˉν, καὶ τῆς ἀρχούσης 354 συλλαβικῶς μεγεθυνθείσης· πῶς δὲ κανονίζεται ὁ ὑπερσυντέλικος, ἐν τοῖς εἰς ˉω μεμαθήκαμεν. Ἐτέθεισο, ἐτέθειτο· ἐτεθείμεθον, ἐτέ θεισθον, ἐτεθείσθην· ἐτεθείμεθα, ἐτέθεισθε, ἐτέθειντο. Ἀορίστου πρώτου παθητικοῦ. Ἐτέθην. Ἰστέον ὅτι ἀπὸ τοῦ τέθεμαι παρακειμένουὁ γὰρ τέθειμαι κατὰ πλεονασμὸν ἔχει τὸ ˉιγέγονεν ὁ παθητικὸς πρῶτος ἀόριστος ἐτέθην τροπῇ τῆς ˉμˉαˉι εἰς ˉθˉηˉν καὶ ἀποβολῇ τοῦ κατ' ἀρχὴν συμφώνου· πῶς δὲ κανονίζεται ὁ παθητικὸς πρῶτος ἀόριστος, ἐν τοῖς εἰς ˉω μεμαθήκαμεν. Δεῖ δὲ γινώσκειν, ὅτι ἀπὸ τοῦ τέθεμαι παρακει μένου, τραπείσης τῆς ˉμˉαˉι συλλαβῆς εἰς ˉθˉηˉν, ἐθέθην ὤφειλεν εἶναι ὁ παθητικὸς πρῶτος ἀόριστος· ἀλλὰ διὰ τὴν κακοφωνίαν τῆς ἐπαλληλίας τοῦ δασέος ˉθ τροπὴ παρηκολούθησε τοῦ πρώτου ˉθ εἰς ˉτ, καὶ γέγονεν ἐτέθην, ὥσπερ τὸ τέθυμαι ἐθύθην καὶ ἐτύθην. Εἰ δέ τις εἴποι, διατί γὰρ τὸ πρῶτον ˉθ ἐτράπη καὶ μὴ τὸ τελευταῖον, λέγομεν ὅτι οὐκ ἠδύ νατο τὸ τελευταῖον ˉθ τραπῆναι, ἐπειδὴ ὁ πρῶτος ἀόριστος ὁ παθητικὸς εἰς ˉθˉηˉν θέλει λήγειν, οἷον ἐτύφθην. Τούτων οὕτως ἐχόντων τὸ ἐγνώ σθην καὶ ἠδυνάσθην μακρᾷ παραληγόμενα οὐκ εἰσὶν ἀπὸ τῶν εἰς ˉμˉι, ἀλλ' ἀπὸ τῶν εἰς ˉω· εἰ γὰρ ἦσαν ἀπὸ τῶν εἰς ˉμˉι, οὕτως ἤμελλον εἶναι, γνῶμι γνώσω ἔγνωκα ἔγνομαι ἐγνόθην διὰ τοῦ ˉο, ὥσπερ δίδωμι δώσω δέδωκα δέδομαι ἐδόθην, πῶμι πώσω πέπωκα πέπομαι ἐπόθην, καὶ πάλιν ἀπὸ τοῦ δύνημι δυνήσω δεδύνηκα εἶχεν εἶναι δεδύνα μαι καὶ ἐδυνάθην, ὥσπερ βίβημι βήσω βέβηκα βέβαμαι καὶ ἐβάθην (ἐξ οὗ τὸ παρεβάθην)· ἀλλ', ὡς εἴρηται, ἀπὸ τῶν εἰς ˉω εἰσίν. Καὶ τὸ μὲν ἐγνώσθην γέγονε τοῦτον τὸν τρόπον· ἔστι γνώω τῆς ἕκτης συζυγίας, ἐξ οὗ τὸ ὑποτακτικὸν παρὰ τῷ ποιητῇ ἵνα γνώωσι καὶ οἵδε, καὶ τούτου ὁ μέλλων γνώσω, εἶτα ὁ παρακείμενος ὁ ἐνεργητικὸς ἔγνωκα, ὁ παθητικὸς ἔγνωσμαι, καὶ λοιπὸν ὁ παθητικὸς πρῶτος ἀόριστος ἐγνώσθην. Τὸ δὲ ἠδυνάσθην γέγονε τοῦτον τὸν τρόπον· ὡς ἀπὸ τοῦ δυ νάζω δυνάσω δεδύνακα δεδύνασμαι καὶ ἐδυνάσθην, ὥσπερ φράζω φράσω πέφρακα πέφρασμαι ἐφράσθην, καὶ κατὰ ἔκτασιν Ἀττικὴν τοῦ ˉε εἰς τὸ ˉη ἠδυνάσθην, ὥσπερ ἔμελλον ἤμελλον· πάλιν ὡς ἀπὸ τοῦ δυνῶ δυνᾷς περισπωμένου τῆς δευτέρας συζυγίας γίνεται δυνήσω δεδύνηκα δεδύνημαι ἐδυνήθην, καὶ κατὰ ἔκτασιν Ἀττικὴν τοῦ ˉε εἰς τὸ ˉη ἠδυνήθην. Ἐτέθης, ἐτέθη· ἐτέθητον, ἐτεθήτην· ἐτέθημεν, ἐτέθητε, ἐτέ θησαν· εἴρηται. Ἀόριστος δεύτερος ἐν τοῖς παθητικοῖς τῶν εἰς ˉμˉι οὐκ ἔστιν, 355 ἐπειδὴ προελήφθη ὁ χρόνος ἐν τοῖς ἐνεργητικοῖς· καὶ γὰρ ὁ δεύτερος ἀόριστος ὁ παθητικὸς μακροκαταληκτεῖν θέλει· ἐπειδὴ οὖν ὁ δεύτερος ἀόριστος ἐνεργητικὸς μακροκαταληκτεῖ ἐν τοῖς εἰς ˉμˉι, οἷον ἔστην ἔγνων ἔδων, τούτου χάριν ὡς προληφθέντος τοῦ χρόνου, ἤγουν τῆς μακροκαταληξίας, ἐν τοῖς ἐνεργητικοῖς ἐπιλέλοιπε τὸ παθητικόν. Ὁ μέντοι ἔστην δεύτερος ἐνεργητικός, ὡς καὶ ὁ τεχνικός φησιν, τὴν μὲν φωνὴν ἔχει ἐνεργητικήν, ὥσπερ τὸ ἔθην καὶ ἔβηνὥσπερ γὰρ ἀπὸ τοῦ θήσω καὶ βήσω ἔθην καὶ ἔβην, οὕτω καὶ ἀπὸ τοῦ στήσω ἔστην τὴν δὲ σημασίαν καὶ τὴν σύνταξιν παθητικὴν ἔχει· ἔστην γὰρ ὑπὸ σοῦ φαμέν, ὥσπερ ἐστάθην ὑπὸ σοῦ, καὶ οὐκ ἔστην σε, ὥσπερ ἔστησά σε [καὶ ἔβην σε] καὶ ἔθην σε. Ἰστέον ὅτι ὥσπερ ὁ ἔστην δεύτερος ἀόριστος ἐνεργητικὸς τῇ μὲν φωνῇ ἐνεργητικός ἐστιν, τῇ δὲ συντάξει παθητικός, οὕτω καὶ ὁ ἥλων δεύτερος ἀόριστος ἐνεργητικός, ἀπὸ τοῦ ἁλώσω μέλλοντος, τῇ μὲν φωνῇ ἐνεργητικός, ἥλων γάρ, ὡς ἔδων καὶ ἐβίων, τῇ δὲ συντάξει παθητικός· ἥλων γὰρ ὑπὸ σοῦ φαμέν, καὶ οὐχ ἥλων σε· οὗτος δὲ ὁ ἥλων δεύτερος ἀόριστος ἐνεργη τικὸς κατὰ διάλυσιν τοῦ ˉη εἰς τὸ ˉε καὶ ˉα γίνεται ἑάλων, ὥσπερ ἀπὸ τοῦ ἥδω τοῦ σημαίνοντος τὸ εὐφραίνομαι γίνεται ἧδον ὁ δεύτερος ἀόριστος ὁ ἐνεργητικός, καὶ κατὰ διάλυσιν τοῦ ˉη εἰς τὸ ˉε καὶ ˉα ἔαδον ἔαδες ἔαδε, καὶ κατὰ πλεονασμὸν τοῦ ˉυ εὔαδε. Μέσου ἀορίστου πρώτου. Ἐθηκάμην. Ἰστέον ὅτι ὁ πρῶτος μέσος ἀόριστος ἐκ τοῦ πρώτου ἀορίστου γίνεται τοῦ ἐνεργητικοῦ προσθέσει τῆς ˉμˉηˉν,. Ἐθήκω, ἐθήκατο· ἐθηκάμεθον, ἐθήκασθον, ἐθηκάσθην· ἐθηκάμεθα, ἐθήκασθε, ἐθήκαντο. Μέσου ἀορίστου δευτέρου. Ἐθέμην. Ἰστέον ὅτι καὶ ὁ μέσος δεύτερος ἀόριστος ἀπὸ τοῦ δευ τέρου ἀορίστου τοῦ ἐνεργητικοῦ γίνεται, προσθέσει τοῦ ˉμ καὶ συστολῇ τῆς παραληγούσης, ἤγουν τοῦ ἐν τῇ ληγούσῃ τοῦ δευτέρου ἀορίστου τοῦ ἐνεργητικοῦ φωνήεντος, οἷον ἔδων ἐδόμην, ἔθην ἐθέμην, ἔστην ἐστάμην, ἔφην ἐφάμην· ὁ δὲ τεχνικὸς ἀπὸ τοῦ παθητικοῦ πρώτου ἀορίστου κανονίζει τὸν παρόντα δεύτερον ἀόριστον τροπῇ τοῦ ˉθ εἰς ˉμ, λέγων ὅτι ὁ εἰς ˉθˉηˉν ἀόριστος ἐν τοῖς εἰς ˉμˉι τρέπων τὸ ˉθ εἰς τὸ ˉμ 356 μέσον ἀόριστον ποιεῖ δηλονότι δεύτερον, οἷον ἐτέθην ἐτέμην, καὶ ὑπο στρέφει τὸ παραλῆγον ˉτ εἰς τὸ ἀνάλογον ˉθ καὶ γίνεται ἐθέμην· εἰρή καμεν γάρ, ὅτι ἐθέθην ὤφειλεν εἶναι ὁ παθητικὸς πρῶτος ἀόριστος, ἀλλὰ διὰ τὴν ἐπαλληλίαν τοῦ δασέος ˉθ ἐτράπη τὸ παραλῆγον ˉθ εἰς τὸ ˉτ καὶ γέγονεν ἐτέθην· ἐν οὖν τῷ ἐθέμην προσῆλθε τὸ ἀνάλογον ˉθ, ἐπειδὴ οὐκέτι εὑρίσκετο ἀλλεπαλληλία τοῦ ˉθ· πάλιν ἐδόθην ἐδόμην, ἐστάθην ἐστάμην, ἐφάθην ἐφάμην, ἐπτάθην ἐπτάμην. Γέγονε δὲ τοῦτο τοῦτον τὸν τρόπον· ἔστιν ἐνεστὼς τῆς δευτέρας συζυγίας τῶν εἰς ˉμˉι ἵπτημι, ἐξ οὗ ὁ παθητικὸς ἐνεστὼς ἵπταμαι· τούτου ὁ μέλλων πτήσω, καὶ ὁ δεύτερος ἀόριστος ὁ ἐνεργητικὸς ἔπτην, εἶτα ὁ ἐνεργητικὸς παρακεί μενος ἔπτηκα, καὶ ὁ παθητικὸς ἔπταμαι, καὶ λοιπὸν ὁ παθητικὸς πρῶτος ἀόριστος ἐπτάθην, καὶ ὁ μέσος δεύτερος ἀόριστος ἐπτάμην, εἴτε ἀπὸ τοῦ ἐπτάθην τροπῇ τοῦ ˉθ εἰς τὸ ˉμ, εἴτε ἀπὸ τοῦ ἔπτην δευτέρου ἀορί στου ἐνεργητικοῦ, πρὸ τοῦ ˉν προσελθόντος τοῦ ˉμ καὶ ˉη καὶ τῆς παρα ληγούσης συσταλείσης. Τούτων οὕτως ἐχόντων φησὶν ὁ τεχνικὸς τὸ ἡκάμην καὶ ἐθηκάμην ἡμαρτῆσθαι, ὡς κατὰ συνεκδρομὴν ποιήσαντα ἕτερον ἀόριστον πρῶτον, ὥσπερ ἔγραψα ἐγραψάμην· τοῦτο δέ φησιν ὁ τεχνικός, δοξάζων ἕνα μόνον εἶναι τοῖς εἰς ˉμˉι μέσον ἀόριστον, ὥσπερ καὶ ἕνα παθητικόν. Οὐ καλῶς δοξάζει ὁ τεχνικός, λέγων ἡμαρτῆσθαι καὶ παρανενο μῆσθαι τὸ ἡκάμην καὶ ἐθηκάμην ἀπὸ τοῦ ἧκα καὶ ἔθηκα προσθέσει τῆς ˉμˉηˉν γενόμενα ὁμοίως τοῖς εἰς ˉω· εὑρίσκομεν γὰρ καὶ ἄλλους τοιούτους μέσους ἀορίστους ἐπὶ τῶν εἰς ˉμˉι, κατὰ τὸν εἰρημένον τρόπον ἀπὸ τῶν ἐνεργητικῶν πρώτων ἀορίστων γενομένους, οἷον ἀπὸ τοῦ ἵστημι ἔστησα γίνεται πρῶτος ἀόριστος ἐστησάμην, καὶ πάλιν ἀπὸ τοῦ βίβημι ἔβησα (τοῦ σημαίνοντος τὸ πορεύομαι) γίνεται ἐβησάμην, ἐξ οὗ τὸ τρίτον παρὰ τῷ ποιητῇ βήσατ' ἀφ' ἵππων, καὶ ἐν συνθέσει παρὰ τῷ αὐτῷ κλίμακα δ' ὑψηλὴν προσεβήσατο οἷο δόμοιο· εἰσὶν οὖν οὗτοι πρῶτοι μέσοι ἀόριστοι ἀπὸ τῶν ἐνεργητικῶν πρώτων ἀορίστων γενόμενοι προσθέσει τῆς ˉμˉηˉν, ὡς ἐν τοῖς εἰς ˉω μεμαθήκαμεν. Ἔθεσο. Ἰστέον ὅτι ἀπὸ τοῦ τρίτου προσώπου γέγονε τοῦ ἔθετο τροπῇ τοῦ ˉτ εἰς τὸ ˉς, ἡ γὰρ ἐνεργητικὴ μετοχὴ εἰς ˉς μετ' ὀξείας τάσεώς ἐστιν, οἷον θείς· καὶ πάλιν ἔδοτο ἔδοσο, ὅτι δούς ἡ ἐνεργητικὴ μετοχή· ταῦτα δέ, φημὶ τὸ ἔθεσο καὶ ἔδοσο, κατὰ ἀποβολὴν τοῦ ˉς καὶ κρᾶσιν τῶν φωνηέντων γίνονται ἔθου καὶ ἔδου, ὡς παρὰ Σοφοκλεῖ 357 Ai. 536> ἐπῄνεσ' ἔργον καὶ πρόνοιαν ἣν ἔθου. Ἔθετο· ἐθέ μεθον, ἔθεσθον, ἐθέσθην· ἐθέμεθα, ἔθεσθε, ἔθεντο. Μέλλοντος παθητικοῦ πρώτου. Τεθήσομαι. Ἰστέον ὅτι ἀπὸ τοῦ παθητικοῦ πρώτου ἀορίστου γέγονεν ὁ τεθήσομαι παθητικὸς μέλλων πρῶτος, κατὰ τρίτον πρόσωπον προσελθόντος τοῦ ˉσˉοˉμˉαˉι καὶ τῆς ἐν ἀρχῇ κλιτικῆς ἐκτάσεως ἀποβληθείσης, οἷον ἐτέθη τεθήσομαι· πῶς δὲ κανονίζονται οἱ παθητικοὶ μέλλοντες, ἐν τοῖς εἰς ˉω μεμαθήκαμεν. Ἰστέον ὅτι δεύτερος μέλλων παθητικὸς ἐν τοῖς εἰς ˉμˉι ἐκ τοῦ δευτέρου ἀορίστου παθητικοῦ γίνεται, ὡς ἐν τοῖς εἰς ˉω μεμαθήκαμεν. Τεθήσῃ, τεθήσεται· τεθησόμεθον, τεθήσεσθον, τεθήσεσθον· τεθησόμεθα, τεθήσεσθε, τεθήσονται. Μέσου μέλλοντος πρώτου. Θήσομαι. Ἰστέον ὅτι ὁ πρῶτος μέσος μέλλων ἐκ τοῦ πρώτου μέλλοντος τοῦ ἐνεργητικοῦ κανονίζεται, προσθέσει τῆς ˉμˉαˉι καὶ συστολῇ τοῦ ˉω εἰς ˉο, οἷον δώσω δώσομαι, κτήσω κτήσομαι. Ἰστέον ὅτι δεύτερος μέσος μέλλων οὐκ ἔστιν ἐν τοῖς εἰς ˉμˉι, ἐπειδὴ οὔτε δεύ τερος μέλλων ἐνεργητικὸς ἔστιν ἐν τοῖς εἰς ˉμˉι, ὡς προείρηται, ἐκ δὲ τοῦ δευτέρου μέλλοντος τοῦ ἐνεργητικοῦ γίνεται ὁ δεύτερος μέσος μέλλων, ὡς ἐν τοῖς εἰς ˉω μεμαθήκαμεν. Θήσῃ, θήσεται· θησόμε θον, θήσεσθον, θήσεσθον· θησόμεθα, θήσεσθε, θήσονται. Μετ' ὀλίγον μέλλοντος.. Ἰστέον ὅτι ὁ μετ' ὀλίγον μέλλων ἐκ τοῦ δευ τέρου προσώπου τοῦ παρακειμένου γίνεται, πρὸ τῆς ˉαˉι διφθόγγου προσ ερχομένου τοῦ ˉο καὶ τοῦ ˉμ, οἷον ἕστασαι ἑστάσομαι, δέδοσαι δεδόσομαι, τέθεισαι τεθείσομαι. Τεθείσῃ, τεθείσεται· τεθεισόμεθον, τεθεί σεσθον, τεθείσεσθον· τεθεισόμεθα, τεθείσεσθε, τεθείσονται. Ἀπαρέμφατα ἐνεργητικά. Ἰστέον ὅτι ὁ μὲν τεχνικός φησιν, ὡς τὰ ἔχοντα τὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας 358 τάσεως καὶ διὰ τοῦ ˉνˉτ κλινομένην εἰς ˉνˉαˉι ποιοῦσι τὸ ἀπαρέμφατον, οἷον νυγείς νυγῆναι, τιθείς τιθέναι, διδούς διδόναι· χρὴ δὲ γινώσκειν, εἰ καὶ μὴ διὰ τοῦ ˉνˉτ κλίνεται ἡ μετοχή, εἰς ˉς δὲ λήγει μετ' ὀξείας τάσεως, εἰς ˉνˉαˉι ποιοῦσι τὸ ἀπαρέμφατον, οἷον πεποιθώς πεποιθέναι. Κρεῖττον οὖν οὕτω λέγειν, ὅτι τὰ ἔχοντα τὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως εἰς ˉνˉαˉι ποιοῦσι τὸ ἀπαρέμφατον ἐπὶ τῶν εἰς ˉμˉι, καὶ συστολὴ παρακολουθεῖ δηλονότι τῆς παραληγούσης κατὰ τὰ ἀπαρέμφατα ἐν τῷ ἐνεστῶτι καὶ παρατατικῷ, οἷον ἐτίθην τιθείς τιθέναι, ἵστην ἱστάς ἱστάναι, ἐδίδων διδούς διδόναι, ἐζεύγνυν ζευγνύς ζευγνύναι. Πρόσκει ται ἐν τῷ ἐνεστῶτι καὶ παρατατικῷ διὰ τὸν δεύτερον ἀόριστον· τὰ γὰρ ἀπαρέμφατα τῶν εἰς ˉμˉι τοῦ δευτέρου ἀορίστου τοῦ ἐνεργητικοῦ οὐ συστέλλουσι τὴν παραλήγουσαν, ἔστην στάς στῆναι, ἔγνων γνούς γνῶναι, ἔβην βάς βῆναι, ἥλων ἁλούς ἁλῶναι, βιούς βιῶναι· σεσημείωται τὸ δοῦναι θεῖναι εἷναι (ὃ σημαίνει τὸ ἀπολῦσαι, ἐξ οὗ τὸ ἀφεῖναι), ὅτι ἀπαρέμφατα ὄντα δευτέρου ἀορίστου ἐνεργη τικοῦ οὐκ ἐφύλαξαν τὸ φωνῆεν τοῦ ἀορίστου, ἀλλὰ διὰ διφθόγγου ἐγένοντο, ἔδων γὰρ διὰ τοῦ ˉω καὶ δοῦναι διὰ τῆς ˉοˉυ διφθόγγου, καὶ πάλιν ἔθην καὶ ἧν (σημαίνει δὲ τὸ ἀπέλυσα) θεῖναι εἷναι διὰ τῆς ˉεˉι διφθόγγου· περὶ δὲ τούτων, φημὶ δὴ τοῦ δοῦναι θεῖναι εἷναι, ἐν τοῖς ἀπαρεμφάτοις τῶν εἰς ˉω μεμαθήκαμεν ἐν τῇ περὶ τοῦ ἐνεργητικοῦ παρακειμένου διδασκαλίᾳ. Διὰ τοῦτο δὲ τὰ ἀπαρέμφατα τῶν εἰς ˉμˉι κατὰ μὲν τὸν ἐνεστῶτα καὶ παρατατικὸν συστέλλουσι τὴν παραλήγουσαν, κατὰ δὲ τὸν δεύτερον ἀόριστον τὸν ἐνεργητικὸν οὐ συστέλλουσι τὴν παραλήγουσαν, ἐπειδὴ καὶ ἐν τοῖς ὁριστικοῖς, ὡς ἐκεῖσε μεμαθήκαμεν, ὁ μὲν ἐνεστὼς καὶ ὁ παρατατικὸς τῶν εἰς ˉμˉι συστέλλουσι τὴν παραλήγουσαν ἐν τοῖς πληθυντικοῖς, οἷον τίθημι τίθεμεν, δίδωμι δίδομεν, ὁ δὲ δεύτερος ἀόριστος ὁ ἐνεργητικὸς οὐ συστέλλει τὴν παρα λήγουσαν ἐν τοῖς πληθυντικοῖς, οἷον ἔστην ἔστημεν, ἔγνων ἔγνωμεν, σεσημειωμένου τοῦ ἔδομεν καὶ ἔθεμεν καὶ ἕμεν (ὃ σημαίνει τὸ ἀπελύσα μεν), θέλουσι δὲ τὰ εἰς ˉνˉαˉι ἀπαρέμφατα τὴν παραλήγουσαν φυλάττειν τοῦ πρώτου προσώπου τῶν πληθυντικῶν τοῦ ἰδίου ὁριστικοῦ, οἷον ἐτύφθημεν τυφθῆναι· οὕτως οὖν καὶ τίθεμεν τιθέναι καὶ ἵσταμεν ἱστάναι καὶ δίδομεν διδόναι καὶ ζεύγνυμεν ζευγνύναι (διὰ συνεσταλμένου τοῦ ˉυ) καὶ ἔστημεν στῆναι καὶ ἔβημεν βῆναι καὶ ἔγνωμεν γνῶναι καὶ ἥλωμεν ἁλῶναι καὶ ἐβίωμεν βιῶναι· περὶ γὰρ τοῦ ἔδομεν δοῦναι καὶ ἔθεμεν θεῖναι καὶ ἕμεν εἷναι, ὅτι οὐκ ἐφύλαξαν τὴν παραλήγουσαν τοῦ 359 πρώτου προσώπου τῶν πληθυντικῶν τοῦ ἰδίου ὁριστικοῦ, ἀλλὰ διὰ διφθόγγου ἐγένοντο, καὶ περὶ τοῦ παρακειμένου καὶ ὑπερσυντελί κουτετύφαμεν γὰρ διὰ τοῦ ˉα τὸ πρῶτον πρόσωπον τῶν πλη θυντικῶν τοῦ ὁριστικοῦ καὶ τετυφέναι διὰ τοῦ ˉεἐν τοῖς εἰς ˉω μεμαθήκαμεν. Ἰστέον δὲ ὅτι τὸ εἶναι τὸ ἐπὶ τοῦ ὑπάρχειν ὤφειλεν εἶναι ἔναι διὰ τοῦ ˉε καὶ οὐ διὰ τῆς ˉεˉι διφθόγγου, ἐπειδὴ τὸ πρῶτον πρόσωπον τῶν πληθυντικῶν τοῦ ἰδίου ὁριστικοῦ, φημὶ δὴ τοῦ εἰμί, ἐμέν ἐστίν, ὅπερ κατὰ πλεονασμὸν τοῦ ˉς γίνεται ἐσμέν. Ἔστιν οὖν εἰπεῖν, ὅτι εὕρηται καὶ εἰμέν διὰ τῆς ˉεˉι διφθόγγου κατὰ πλεονασμὸν τοῦ ˉι, ἡμεῖς δ' εἰμὲν τοῖοι· οὐκ ἄτοπον οὖν ἐκ τοῦ εἰμέν τοῦ διὰ τῆς ˉεˉι διφθόγγου γενέσθαι τὸ εἶναι τὸ ἐπὶ τοῦ ὑπάρχειν διὰ τῆς ˉεˉι διφθόγγου· τὸ δὲ εἶναι ἀπαρέμφατον τὸ ἐπὶ τοῦ πορευθῆναι (ἐξ οὗ τὸ ἀπεῖναι) καὶ αὐτὸ διὰ τῆς ˉεˉι διφθόγγου ἔχει τὴν παραλήγουσαν, ὀφεῖλον διὰ τοῦ ˉι εἶναι πρὸς τὸ ἴμεν πρῶτον πρόσωπον τῶν πληθυντικῶν τοῦ ἰδίου ὁριστικοῦ· εἰρήκαμεν γάρ, ὅτι τὰ μὲν ἑνικὰ τοῦ σημαί νοντος τὸ πορεύομαι διὰ τῆς ˉεˉι διφθόγγου γράφονται, τὰ δὲ δυϊκὰ καὶ τὰ πληθυντικὰ διὰ τοῦ ˉι. Τούτων οὕτως ἐχόντων φησὶν ὁ τεχνικὸς ἕτερον κανόνα, κανονίζων τὰ ἐνεργητικὰ ἀπαρέμφατα τοῦ ἐνεστῶτος καὶ παρατατικοῦ τῶν εἰς ˉμˉι· πᾶν ὁριστικὸν πληθυντικὸν ἐνεργητικὸν τῶν εἰς ˉμˉι χρόνου ἐνεστῶτος τροπῇ τῆς ˉμˉηˉν εἰς ˉνˉαˉι ποιεῖ τὸ ἀπαρέμφα τον, οἷον τίθεμεν τιθέναι. Παρακειμένου καὶ ὑπερσυντελίκου. Τεθεικέναι. Ὥσπερ ἐν τοῖς εἰς ˉω ὁριστικοῖς ὁ ἐνεργητικὸς παρακείμενος κατὰ τὸ τρίτον αὐτοῦ πρόσωπον προσλαμβάνων τὴν ˉνˉαˉι τὸ ἀπαρέμφατον ποιεῖ, οὕτω καὶ ἐν τοῖς εἰς ˉμˉι γίνεται· μέσου δὲ ἀπαρέμφατον οὐκ ἔστιν ἐν τοῖς εἰς ˉμˉι εὑρεῖν, ἐπειδὴ οὔτε ὁριστικὸς μέσος παρακείμενος. Ἀορίστου πρώτου οὐκ ἔστιν οὐδεμία κλίσις μετὰ τὰ ὁριστικά. Ἤδη καὶ ἐν τοῖς εἰς ˉω μεμαθήκαμεν, ὅτι ὁ ἔθηκα ὁ ἔδωκα καὶ ὁ ἧκα (σημαίνει δὲ τὸ ἔπεμψα) πρῶτοι ἀόριστοι σεσημείων ται, καὶ ὅτι μετὰ τὰ ὁριστικὰ οὐκ ἐκλίθησαν· οὔτε γὰρ εἰς τὰς λοιπὰς ἐγκλίσεις κλίνονται, δηλονότι μετὰ τὴν ὁριστικήν, οὔτε εἰς τὰς μετοχάς. Γίνεται τὸ ἀπαρέμφατον τοῦ πρώτου ἀορίστου καὶ ἐν τοῖς εἰς ˉμˉι ὥσπερ ἐν τοῖς εἰς ˉω ἀπαραλλάκτως· καθάπερ γὰρ ἀπὸ τοῦ ἔτυψα ὁρι στικοῦ πρώτου ἀορίστου γίνεται τὸ ἀπαρέμφατον τύψαι, οὕτως ἀπὸ τοῦ ἔβησα καὶ ἔστησα καὶ ἔφησα ἀορίστων γίνονται τὰ ἀπαρέμφατα 360 στῆσαι καὶ βῆσαι καὶ φῆσαι· οὗτοι γὰρ οἱ ἀόριστοι οὐχ ἡμάρτηνται, ὥσπερ ὁ ἔδωκα καὶ ὁ ἔθηκα καὶ ὁ ἧκα. Ἀορίστου δευτέρου. Θεῖναι. Λέγει ὁ τεχνικός, ὅτι ἀναλόγως μὲν τῇ μετοχῇ εἰς ˉς οὔσῃ ὀξυτόνῳ, οἷον θείς εἵς, εἷναι ἐστὶ τὸ ἀπαρέμφατον· ἔδει μέντοι αὐτὸ θῆναι γενέσθαι διὰ τοῦ ˉη, τὸ γὰρ τρίτον πρόσωπον τοῦ δευτέρου ἀορίστου τοῦ ἐνεργη τικοῦ προσθέσει τῆς ˉνˉαˉι καὶ συστολῇ τῆς ἀρχούσης τὸ ἀπαρέμφατον ποιεῖ, οἷον ἔστη στῆναι, ἔβη βῆναι, ἔγνω γνῶναι· ἀλλ' ἐμάθομεν, ὅτι ἡμάρτηται τὸ θεῖναι δοῦναι εἷναι. Μέλλοντος πρώτου. Θήσειν. Ὥσπερ ἐπὶ τῶν εἰς ˉω τὸ ἀπαρέμφατον ἐνεργητικὸν τοῦ πρώτου μέλλοντος κανονίζεται ἀπὸ τοῦ τρίτου προσώπου τῶν ἑνικῶν προσθέσει τοῦ ˉν, οἷον τύψει τύψειν, οὕτω καὶ ἐπὶ τῶν εἰς ˉμˉι ἀπαραλλάκτως. Δευτέρου μέλλοντος ἐνεργητικοῦ ἀπαρέμφατον ἐν τοῖς εἰς ˉμˉι οὐκ ἔστιν, ἐπειδὴ οὐδὲ ὁριστικὸς δεύτερος μέλλων ἐνεργητικὸς ἔστιν ἐν τοῖς εἰς ˉμˉι. Ἀπαρέμφατα παθητικά. Χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ. Τίθεσθαι. Ἐμάθομεν ὅτι πᾶν τρίτον πρόσωπον παθητικὸν ἢ μέσον, ἔχον τὸ ˉτ κλιτικόν, τρέπον τὴν ἐσχάτην εἰς ˉθˉαˉι καὶ τὴν κατ' ἀρχὰς κλιτικὴν ἔκτασιν συστέλλον τὸ ἀπαρέμφατον ποιεῖ· καὶ εἰ μὲν καθαριεύει τὸ ˉτ, καὶ τὸ ˉς προσλαμβάνει, εἰ δὲ συμφώνῳ παραλήγοιτο, τηρεῖ τὸ σύμφωνον, χωρὶς εἰ μή πω ψιλὸν εἴη, τότε γὰρ δι' ἀσυνταξίαν εἰς τὸ ἀντίστοιχον δασὺ τρέπεται. Παρακειμένου καὶ ὑπερσυντελίκου. Τεθεῖσθαι. Ἀπὸ τοῦ τέθειται γέγονε τεθεῖσθαι, ὥσπερ ἀπὸ τοῦ πεποίηται πεποιῆσθαι· διατί δὲ καταβιβάζει τὸν τόνον, ἐν τοῖς εἰς ˉω μεμαθήκαμεν. Ἀορίστου πρώτου. Τεθῆναι. Ἀπὸ τοῦ ἐτέθη γέγονε τεθῆναι· εἰς ˉς γάρ ἐστι μετ' ὀξείας τάσεως ἡ μετοχή, οἷον τεθείς, καὶ εὐλόγως εἰς ˉνˉαˉι ποιεῖ τὸ ἀπαρέμφατον. Ἰστέον δὲ ὅτι ἐν τοῖς εἰς ˉμˉι οὐκ ἔστιν ἀπαρέμφατον δευτέρου παθητικοῦ ἀορίστου, ἐπειδὴ οὔτε ὁριστι κὸς εὑρίσκεται παθητικὸς δεύτερος ἀόριστος ἐν τοῖς εἰς ˉμˉι δι' ἣν ἔγνω μεν αἰτίαν. Μέσου ἀορίστου. Θέσθαι. Ἀπὸ τοῦ ἔθετο γέγονε θέσθαι, ὥσπερ ἀπὸ τοῦ ἐλάβετο λαβέσθαι. Ἰστέον δὲ ὅτι παρέλιπεν ὁ 361 τεχνικὸς τὸ ἀπαρέμφατον τοῦ πρώτου μέσου ἀορίστου, τὸ γὰρ θέσθαι δευτέρου μέσου ἀορίστου ἐστίν· ἔστιν οὖν τὸ ἀπαρέμφατον τοῦ πρώτου μέσου ἀορίστου ἀπὸ τοῦ ἐστήσατο στήσασθαι, ὥσπερ ἀπὸ τοῦ ἐποιήσατο ποιήσασθαι· ὁ γὰρ ἐθηκάμην πρῶτος μέσος ἀόριστος οὐκ ἔχει ἀπαρέμφατον· ἐμάθομεν γὰρ ἐν τοῖς προλαβοῦσιν, ὅτι τὸ ἔθηκα ἔδωκα ἧκα (ὃ σημαίνει τὸ ἔπεμψα) οὐ κλίνονται μετὰ τὰ ὁριστικά· οὔτε γὰρ εἰς τὰς λοιπὰς ἐγκλίσεις κλίνονται μετὰ τὴν ὁριστικήν, οὔτε εἰς τὰς μετοχάς. Μέλλοντος πρώτου παθητικοῦ. Τεθήσεσθαι. Ἀπὸ τοῦ τεθή σεται γέγονε τεθήσεσθαι, ὥσπερ ἀπὸ τοῦ τυφθήσεται τυφθήσεσθαι. Δευτέρου μέλλοντος παθητικοῦ ἐν τοῖς εἰς ˉμˉι οὐκ ἔστιν ἀπαρέμφατον, διότι οὐδὲ ὁριστικὸς εὑρίσκεται παθητικὸς δεύτερος μέλλων ἐν τοῖς εἰς ˉμˉι, ὡς ἔγνωμεν. Μέσου μέλλοντος πρώτου. Θήσεσθαι. Ἀπὸ τοῦ θήσεται γέγονε τὸ ἀπαρέμφατον θήσεσθαι. Ἰστέον δὲ ὅτι μέσου δευτέρου μέλλοντος ἐν τοῖς εἰς ˉμˉι οὐκ ἔστιν ἀπαρέμφατον, ἐπεὶ οὐδὲ ὁριστικὸς μέσος δεύτερος μέλλων εὑρίσκεται ἐν τοῖς εἰς ˉμˉι. Μετ' ὀλίγον μέλλοντος. Τεθείσεσθαι. Ἀπὸ τοῦ τεθείσεται γέγονε τεθείσεσθαι· ἰστέον δὲ ὅτι συνέπεσον ἐνταῦθα κατὰ φωνὴν τὸ ἀπαρέμφατον τοῦ παθητικοῦ πρώτου μέλλοντος καὶ τὸ ἀπαρέμφα τον τοῦ μετ' ὀλίγον μέλλοντος, ἀλλὰ κατὰ τὴν γραφὴν διαστέλλονται. Προστακτικὰ ἐνεργητικά. Χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ. Τίθετι. Ἰστέον ὅτι τὰ προστακτικὰ τῶν εἰς ˉμˉι τοῦ ἐνεστῶτος καὶ παρατατικοῦ διχῶς κανονί ζονται· κανονίζονται γὰρ ἐκ τοῦ παρατατικοῦ τῷ κοινῷ λόγῳ, τουτέστιν ὥσπερ τὰ εἰς ˉω, τοῦ τρίτου προσώπου τὴν ἐν ἀρχαῖς κλιτικὴν ἔκτασιν ἀποβάλλοντα, οἷον ἐτίθει τίθει σύ, ἵστη σύ, ἐπίμπλη πίμπλη σύ· γίνονται δὲ καὶ τῷ λόγῳ τῆς μετοχῆς εἰς ˉθˉι· καθόλου γὰρ πᾶσα μετοχὴ εἰς ˉς λήγουσα μετ' ὀξείας τάσεως διὰ τοῦ ˉνˉτ κλινομένη εἰς ˉθˉι ποιεῖ τὸ προστακτικόν, οἷον ἐτύφθη τυφθείς τυφθέντος τύφθηθι, καὶ διὰ τὴν ἐπαλληλίαν τῶν δασέων κατὰ μετάθεσιν τοῦ ˉθ εἰς τὸ ˉτ τύφθητι. Τὰ δὲ εἰς ˉμˉι κατὰ τὸν ἐνεστῶτα καὶ παρατατικὸν καὶ συστέλλουσι τὴν παρα λήγουσαν ἐν τοῖς προστακτικοῖς πρὸς τὴν παραλήγουσαν τοῦ πρώτου προσώπου τῶν πληθυντικῶν τοῦ ἰδίου ὁριστικοῦ, οἷον ἱστάς ἱστάντος ἵσταμεν ἵσταθι, διδούς διδόντος δίδομεν δίδοθι· τὸ γὰρ παρὰ τῷ ποιητῇ δίδωθι δέ μοι κλέος ἐσθλόν ποιητικῶς ἐξέτεινε τὸ ˉο εἰς τὸ ˉω· πρόσκειται κατὰ τὸν ἐνεστῶτα καὶ παρατατικόν διὰ τὸν δεύ 362 τερον ἀόριστον· τὰ γὰρ προστακτικὰ τῶν εἰς ˉμˉι τοῦ δευτέρου ἀορίστου οὐ συστέλλουσι τὴν παραλήγουσαν τῶν πληθυντικῶν, οἷον στάς στάντος ἔστημεν στῆθι, βάς βάντος ἔβημεν βῆθι, γνούς γνόντος ἔγνωμεν γνῶθι· σεσημείωται τὸ δός θές ἕς (ὃ σημαίνει τὸ πέμψον καὶ ἀπόλυσον, ἐξ οὗ τὸ ἄφες καὶ πρόες), ὅτι ταῦτα ἔχοντα τὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως διὰ τοῦ ˉνˉτ κλινομένην, οἷον δούς δόντος, θείς θέντος, εἵς ἕντος (ἐξ οὗ τὸ ἀφείς ἀφέντος), οὐκ ἔχουσιν εἰς ˉθˉι τὸ προστακτικόν, δός γὰρ καὶ θές καὶ ἕς τὰ προστακτικὰ τούτων· τὸ δὲ ἕς, ὡς εἴρηται, σημαίνει τὸ πέμψον, ὡς παρὰ τῷ ποιητῇ ἀλλὰ σὺ μὲν νῦν τήνδε θεῷ πρόες. Τούτων οὕτως ἐχόντων τὸ ἴθι, ὃ σημαίνει τὸ πορεύου, οἷον ἀλλ' ἴθι, μή μ' ἐρέθιζε, σαώτερος ὥς κε νέηαι, ἀπὸ τοῦ εἶμι τοῦ σημαίνοντος τὸ πορεύομαι γέγονεν· ἔστι γὰρ ἴμεν τὸ πληθυντικὸν διὰ τοῦ ˉι, ὡς ἐν τοῖς προλαβοῦσιν ἐμάθομεν, καὶ λοιπὸν ἐκεῖθεν τὸ προστακτικὸν τροπῇ τῆς ˉμˉεˉν εἰς ˉθˉι γέγονεν ἴθι, ὥσπερ ἵστα μεν ἵσταθι, δίδομεν δίδοθι. Τὸ δὲ ἴσθι τὸ σημαῖνον τὸ ὕπαρχε γέγονεν οὕτως· ἔστιν εἰμί, ὃ σημαίνει τὸ ὑπάρχω, τούτου τὸ πληθυντικὸν ἐμέν, ὅπερ κατὰ πλεονασμὸν τοῦ ˉς γίνεται ἐσμέν· ἀπὸ τοῦ ἐμέν ἀναλόγως γέγονε τὸ προστακτικὸν ἔθι, καὶ πλεονάσαντος τοῦ ˉς ἐτράπη τὸ ˉε εἰς τὸ ˉι καὶ γέγονεν ἴσθι (ἀντὶ τοῦ ὕπαρχε), ὥσπερ ἐπὶ τοῦ ἔχω πλεονά σαντος τοῦ ˉς τρέπεται τὸ ˉε εἰς τὸ ˉι καὶ γίνεται ἴσχω· πολλάκις γὰρ πλεονάζοντος συμφώνου τρέπεται τὸ ˉε εἰς ˉι, ὥσπερ ἐπὶ τοῦ μένω μίμνω, τέκω τίκτω· τοῦτο δὲ τὸ ἴσθι τὸ σημαῖνον τὸ ὕπαρχε κατὰ τὸ τρίτον πρόσωπον τὸ ὀφειλόμενον ˉε ἀναδέχεται καὶ γίνεται ἔστω. Τὸ δὲ ἴσθι τὸ σημαῖνον τὸ γίνωσκε γέγονεν οὕτως· ὥσπερ ἀπὸ τοῦ ἵστημι γέγονεν ἵσταμεν καὶ ἵσταθι, οὕτω καὶ ἀπὸ τοῦ ἴσημι τοῦ σημαίνοντος τὸ γινώσκω, ὅπερ δωρικῶς γίνεται ἴσαμι, ὡς δηλοῖ ὁ Θεόκριτος λέγων καλῶς μάλα, τοῦτό γ' ἴσαμι, καὶ γίνεται τὸ πληθυντικὸν ἴσαμεν καὶ κατὰ συγκοπὴν τοῦ ˉα ἴσμεν· ἐκ δὲ τούτου γίνεται τὸ προσ τακτικὸν ἴσαθι καὶ κατὰ συγκοπὴν τοῦ ˉα ἴσθι, καὶ λοιπὸν τροπῇ τοῦ ˉθˉι εἰς ˉτˉω τὸ τρίτον ἴστω. Τιθέτω. Εἴρηται ὅτι τὰ εἰς ˉθˉι προστακτικὰ τροπῇ τοῦ ˉθˉι εἰς ˉτˉω τὸ τρίτον πρόσωπον ποιοῦσιν, οἷον δίδοθι διδότω, γνῶθι γνώτω, ἴθι ἴτω, βῆθι βήτω, στῆθι στήτω· οὕτως οὖν καὶ τίθετι τιθέτω, τὸ γὰρ ˉτ ἐνταῦθα δυνάμει ˉθ ἐστίν. Τίθετον, τιθέτων· τίθετε, τιθέ τωσαν· εἴρηται. 363 Παρακειμένου καὶ ὑπερσυντελίκου. Τέθεικε, τεθεικέτω· τεθείκετον, τεθεικέτων· τεθείκετε, τεθεικέτωσαν. Ἀορίστου πρώτου καὶ μέλλοντος. Ἰστέον ὅτι ὥσπερ ἀπὸ τοῦ ἔτυψα γέγονε τύψον, οὕτω καὶ ἀπὸ τοῦ ἔθηκα ὤφειλε γενέσθαι θῆκον, ἀλλ', ὡς ἐμάθομεν, τὸ ἔθηκα ἔδωκα ἧκα μετὰ τὰ ὁριστικὰ οὐ κλίνονται· κλίνομεν οὖν ἀντ' αὐτοῦ τὸ στῆσον, στησάτω· στήσα τον, στησάτων· στήσατε, στησάτωσαν. Ἀορίστου. Θές, θέτω. Ἰστέον ὅτι ὁ ἔχων τὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως καὶ διὰ τοῦ ˉνˉτ κλινομένην, οἷον θείς θέντος, εἰς ˉθˉι ὤφειλεν ἔχειν τὸ προστακτικόν· ἀλλ' ἐμάθομεν, ὅτι σεσημείωται καὶ αὐτὸ καὶ τὸ δός καὶ τὸ ἕς· ταῦτα γὰρ μετ' ὀξείας τάσεως ἔχουσι τὴν μετοχὴν εἰς ˉς καὶ διὰ τοῦ ˉνˉτ κλινο μένην, οἷον δούς δόντος, εἵς ἕντος (ἐξ οὗ τὸ ἀφείς ἀφέντος),. Δεῖ δὲ γινώσκειν, ὅτι ἀόριστον μόνον λέγομεν ἐνταῦθα, οὐ μὴν ἀόριστον καὶ μέλλοντα, ἐπειδή, ὡς ἐμάθομεν, οὐκ ἔστιν ἐν τοῖς εἰς ˉμˉι δεύτερος μέλλων ὁριστικὸς ἐνεργητικός. Θέτον, θέτων· θέτε, θέτωσαν. Προστακτικὰ παθητικά. Χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ. Τίθεσο. Ἰστέον ὅτι ἀπὸ τοῦ δευτέρου προσώπου τοῦ παθητικοῦ παρατατικοῦ γέγονε κατὰ ἀποβολὴν τῆς ἐν ἀρχῇ κλιτικῆς ἐκτάσεως, οἷον ἵστασο ἵστασο, ἐδίδοσο δίδοσο. Τιθέσθω· τίθεσθον, τιθέσθων· τίθεσθε, τιθέσθωσαν. Παρακειμένου καὶ ὑπερσυντελίκου. Τέθεισο· ἀπὸ τοῦ ἐτέ θεισο γέγονε τέθεισο. Τεθείσθω· τέθεισθον, τεθείσθων· τέθεισθε, τεθείσθωσαν. Ἀορίστου πρώτου καὶ μέλλοντος. Τέθητι. Ἔστιν ἐτέθην, καὶ ἡ μετοχὴ τεθείς τεθέντος εἰς ˉς μετ' ὀξείας τάσεως καὶ διὰ τοῦ ˉνˉτ κλινομένη, καὶ γίνεται τὸ προστακτικὸν εἰς ˉθˉι, ἀλλὰ διὰ τὴν ἐπαλληλίαν τῶν δασέων τέθητι, τραπέντος τοῦ ˉθ εἰς ˉτ. Ἰστέον δὲ ὅτι ἐν τοῖς εἰς ˉμˉι προστακτικὸν δευτέρου ἀορίστου παθητικοῦ καὶ δευτέρου μέλλοντος οὐκ ἔστιν, ἐπειδὴ οὔτε ὁριστικὸς ἔστιν, ὡς ἐμάθομεν. Τεθήτω· τέθη τον, τεθήτων· τέθητε, τεθήτωσαν. Μέσου ἀορίστου δευτέρου. Θοῦ. Ἐμάθομεν ἀνωτέρω, ὅτι τὸ δεύτερον πρόσωπον τοῦ ἐθέμην διχῶς λέγεται· λέγεται γὰρ ἔθεσο καὶ 364 ἔθου κατὰ ἀποβολὴν καὶ κρᾶσιν τῶν φωνηέντων· ἐκ τοῦ οὖν πεπονθότος, φημὶ δὴ τοῦ ἔθου, γίνεται τὸ προστακτικὸν κατὰ ἀποβολὴν τῆς ἐν ἀρχῇ κλιτικῆς ἐκτάσεως θοῦ (ἐξ οὗ τὸ κατάθου καὶ παράθου)· φημὶ γὰρ ἐκ τοῦ ἔθεσο μὴ γενέσθαι τὸ προστακτικόν. Ἰστέον δὲ ὅτι τὸ θοῦ δευτέρου μέσου ἀορίστου ἐστὶ προστακτικόν, οὐ μὴν καὶ μέλλοντος· ἐν γὰρ τοῖς εἰς ˉμˉι οὐκ ἔστιν, ὡς ἐμάθομεν, δεύτερος μέσος μέλλων ὁριστικός· ὁριστικοῦ δὲ μὴ ὄντος οὔτε προστακτικὸν ἔστιν. Τὸ δὲ προσ τακτικὸν τοῦ πρώτου ἀορίστου καὶ μέλλοντος οὐ παρέθετο, ἐπειδή, ὡς ἐμάθομεν, τὸ ἔθηκα ὡσαύτως δὲ καὶ τὸ ἔδωκα καὶ ἧκα (ὃ σημαίνει τὸ ἔπεμψα) μετὰ τὰ ὁριστικὰ οὐ κλίνονται· οὔτε γὰρ εἰς τὰς μετοχὰς κλί νονται οὔτε εἰς τὰς λοιπὰς ἐγκλίσεις· τὸ μέντοι ἐστησάμην δύναται κατὰ ἀναλογίαν ἔχειν τὸ προστακτικὸν τὸ στῆσαι σύ, ὥσπερ τὸ ἐποιησά μην ποίησαι σύ. Θέσθω· θέσθον, θέσθων· θέσθε, θέσθωσαν. Εὐκτικὰ ἐνεργητικά. Χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ. Τιθείην. Εἴρηται ὅτι τὰ ἔχοντα τὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως καὶ διὰ τοῦ ˉνˉτ κλινομένην εἰς ˉηˉν καθαρὸν ἔχουσι τὸ εὐκτικόν, τιθείς τιθέντος τιθείην καὶ ἱστάς ἱστάντος ἱσταίην δούς δόντος δοίην καὶ στάς στάντος σταίην καὶ φάς φάντος φαίην καὶ βάς βάντος βαίην καὶ γνούς γνόντος γνοίην· πῶς δὲ κανονίζονται,· εἴπομεν καὶ περὶ τῶν εὐκτικῶν τῆς τετάρτης συζυγίας τῶν εἰς ˉμˉι, ὅτι ταῦτα οὐ παραλήγονται διφθόγγῳ, ζευγνύην καὶ πηγνύην χωρὶς τοῦ ˉι. Ἀποροῦσι δέ τινες λέγοντες, εἰ ἄρα τὸ ˉο διὰ τῆς προσ θήκης τοῦ ˉυ πέφυκε μεγεθύνεσθαι, οἷον τύπτοντος τύπτουσα, διατί ἐπὶ τοῦ δόντος δοίην καὶ γνόντος γνοίην τὸ ˉι προσῆλθε καὶ οὐ τὸ ˉυ. Ἔστιν οὖν εἰπεῖν, ὅτι διὰ τοῦτο προσῆλθε τὸ ˉι καὶ οὐ τὸ ˉυ, ἐπειδὴ τὰ εὐκτικὰ διφθόγγῳ θέλουσι παραλήγεσθαι τῇ μετὰ τοῦ ˉι, οἷον τύπτοιμι ἱσταίην τυφθείην· οὕτως οὖν καὶ δοίην καὶ γνοίην διὰ διφθόγγου τῆς μετὰ τοῦ ˉι. Τιθείης, τιθείη· τιθείητον, τιθειήτην· τιθείημεν, τιθείητε, τιθείησαν· εἴρηται. Παρακειμένου καὶ ὑπερσυντελίκου. Τεθείκοιμι. Ὥσπερ ἀπὸ τοῦ τετυφότος γέγονε τετύφοιμι, οὕτω καὶ ἀπὸ τοῦ τεθεικότος τεθείκοιμι. Ἰστέον ὅτι καὶ εἰς ˉς μετ' ὀξείας τάσεώς ἐστιν ἡ μετοχή, 365 ἀλλ' οὐ κλίνεται διὰ τοῦ ˉνˉτ, ἵνα γένηται εἰς ˉηˉν καθαρὸν τὸ εὐκτικόν. Δεῖ δὲ καὶ τοῦτο γινώσκειν, ὅτι ἐν τοῖς προλαβοῦσιν ἐμάθομεν, ὡς ἡ μὲν ἀναλογία ἀπαιτεῖ τὸ τέθηκα διὰ τοῦ ˉη γράφεσθαι, θήσω γὰρ ὁ μέλλων διὰ τοῦ ˉη, ἐπεκράτησε δὲ κατὰ Βοιωτοὺς διὰ τῆς ˉεˉι διφθόγγου γράφεσθαι. Τεθείκοις, τεθείκοι· τεθείκοιτον, τεθεικοίτην· τεθείκοιμεν, τεθείκοιτε, τεθείκοιεν· εἴρηται. Ἀορίστου πρώτου. Ἰστέον ὅτι κατὰ ἀναλογίαν τὸ ἔθηκα ὤφειλε ποιῆσαι τὸ εὐκτικὸν θήκαιμι, ὥσπερ τὸ ἔτυψα τύψαιμι· ἀλλ', ὡς ἐμά θομεν, τὸ ἔθηκα ἔδωκα ἧκα (ὃ σημαίνει τὸ ἔπεμψα) μετὰ τὰ ὁριστικὰ οὐ κλίνονται· οὔτε γὰρ εἰς μετοχὰς κλίνονται οὔτε εἰς τὰς λοιπὰς ἐγκλίσεις· κλίνομεν οὖν ἀντ' αὐτοῦ τὸ στήσαιμι, στήσαις, στήσαι· στήσαιτον, στησαίτην· στήσαιμεν, στήσαιτε, στή σαιεν· εἴρηται. Ἀορίστου δευτέρου. Θείην. Ἰστέον ὅτι ὥσπερ ἀπὸ τοῦ τυφθείς τυφθέντος γέγονε τυφθείην, οὕτω καὶ ἀπὸ τοῦ θείς θέντος γέγονε θείην, καὶ ἀπὸ τοῦ στάς στάντος γέγονε σταίην, καὶ ἀπὸ τοῦ δούς δόντος γίνεται δοίην, καὶ κατ' ἔκτασιν τοῦ ˉο δῴην προσγραφο μένου τοῦ ˉι, δῴη κῦδος ἀρέσθαι. Θείης, θείη· θείητον, θειήτην· θείημεν, θείητε, θείησαν. Μέλλοντος πρώτου. Θήσοιμι. Ἰστέον ὅτι ὥσπερ ἀπὸ τοῦ τύψων τύψοντος γίνεται τὸ εὐκτικὸν τύψοιμι, οὕτω καὶ ἀπὸ τοῦ θήσων θήσοντος γίνεται τὸ εὐκτικὸν θήσοιμι. Δεῖ δὲ καὶ τοῦτο γινώσκειν, ὅτι ἐν τοῖς εὐκτικοῖς οὐκ ἐπιλιμπάνει ὁ μέλλων τοῦ τίθημι, θήσοιμι γάρ ἐστιν, ὥσπερ ἐπιλιμπάνει ἐν τοῖς προστακτικοῖς καὶ ἐν τοῖς ὑποτακτι κοῖς· οὔτε γὰρ θῆκον λέγομεν οὔτε ἐὰν θήκω, καὶ τοῦτο εὐλόγως· καὶ γὰρ ἐν μὲν τοῖς εὐκτικοῖς οὐ συνέζευκται τῷ ἀορίστῳ ὁ μέλλων, ἵνα τοῦ ἀορίστου ἐπιλιμπάνοντος συνεπιλείψῃ καὶ ὁ μέλλων, ἐν δὲ τοῖς προσ τακτικοῖς καὶ τοῖς ὑποτακτικοῖς ὁ ἀόριστος καὶ ὁ μέλλων συνεζευγμένοι εἰσίν· καὶ λοιπὸν τοῦ ἔθηκα ἐπιλιμπάνοντος καὶ μὴ δυναμένου κλίνεσθαι μετὰ τὰ ὁριστικά, συνεπιλιμπάνουσι καὶ οἱ συνεζευγμένοι αὐτῷ μέλ λοντες. Θήσοις, θήσοι· θήσοιτον, θησοίτην· θήσοιμεν, θήσοιτε, θήσοιεν. Εὐκτικὰ παθητικά. Χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ. Τιθείμην. Ἰστέον ὅτι ἀπὸ τοῦ ἐτιθέμην γέγονε τιθείμην, ἀποβολῇ τῆς ἐν ἀρχῇ κλιτικῆς ἐκτάσεως καὶ τοῦ ˉι πρὸ τοῦ ˉμ προσελθόντος, καὶ πάλιν ἀπὸ τοῦ ἱστάμην ἱσταίμην καὶ ἀπὸ τοῦ ἐδιδόμην διδοίμην· τὸν δὲ κανόνα ἐν τοῖς εἰς ˉω 366 εἰρήκαμεν. Δεῖ δὲ γινώσκειν, ὅτι τὰ εὐκτικὰ τῆς τετάρτης συζυγίας τῶν εἰς ˉμˉι οὐκ ἔχουσι πρὸ τοῦ ˉμ τὸ ˉι, ζευγνύμην γὰρ καὶ πηγνύμην χωρὶς τοῦ ˉι, ἐπειδὴ οὐδέποτε μετὰ τὴν ˉυˉι δίφθογγον σύμφωνον εὑρίσκεται ἐπιφερόμενον, οἷον αἴθυια. Τιθεῖο, τιθεῖτο· τιθείμεθον, τιθεῖσθον, τιθείσθην· τιθείμεθα, τιθεῖσθε, τιθεῖντο. Παρακειμένου καὶ ὑπερσυντελίκου. Τεθείμην. Ἀπὸ τοῦ τέθεμαι γέγονε τεθείμην· τεθεῖο, τεθεῖτο· τεθείμεθον, τεθεῖσθον, τεθείσθην· τεθείμεθα, τεθεῖσθε, τεθεῖντο. Ἀορίστου πρώτου. Τεθείην. Ὥσπερ ἀπὸ τοῦ τυφθείς τυφθέντος γέγονε τυφθείην, οὕτω καὶ ἀπὸ τοῦ τεθέντος γέγονε τεθείην· τεθείης, τεθείη· τεθείητον, τεθειήτην· τεθείημεν, τεθείητε, τεθείησαν. Μέσου ἀορίστου δευτέρου. Θείμην. Ἀπὸ τοῦ ἐθέμην γέγονε θείμην τὸ εὐκτικόν· θεῖο, θεῖτο· θείμεθον, θεῖσθον, θείσθην· θείμεθα, θεῖσθε, θεῖντο. Ὑποτακτικὰ ἐνεργητικά. Χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ. Ἐὰν τιθῶ. Εἴρηται ὅτι τὰ ἔχοντα τὴν μετοχὴν εἰς ˉς μετ' ὀξείας τάσεως καὶ διὰ τοῦ ˉνˉτ κλινομένην εἰς ˉω μετὰ περισπωμένου τόνου ἔχουσι τὸ ὑποτακτικόν, τιθείς τιθέντος ἐὰν τιθῶ. Δεῖ δὲ γινώσκειν, ὅτι τὰ ὑποτακτικὰ τοῦ ἐνεστῶτος καὶ παρατατικοῦ τῶν εἰς ˉμˉι ὁμοφωνοῦσι τοῖς ἰδίοις πρωτοτύποις, οἷον τιθῶ ἐὰν τιθῶ. Ἰστέον δὲ ὅτι ἡ τετάρτη συζυγία οὐκ ἔχει ὑποτακτικά, καὶ τὴν αἰτίαν ἐν τοῖς εἰς ˉω εἰρήκαμεν. Φησὶ δὲ ὁ τεχνικός, ὅτι τὰ δεύτερα καὶ τρίτα πρόσωπα τῶν εἰς ˉμˉι, ἐπὶ τοῦ ἐνεστῶτος καὶ παρατατικοῦ δηλονότι, ἐπὶ μὲν τῆς πρώτης συζυγίας διὰ τοῦ ˉη καὶ ˉι ἐκφέρονται, οἷον ἐὰν τιθῶ ἐὰν τιθῇς ἐὰν τιθῇ, ἐπὶ δὲ τῆς δευτέρας διὰ τῆς ˉᾳ διφθόγγου, προσγραφομένου μὲν τοῦ ˉι μὴ συνεκφωνουμένου δέ, οἷον ἐὰν ἱστῶ ἐὰν ἱστᾷς ἐὰν ἱστᾷ, ἐπὶ δὲ τῆς τρίτης διὰ τῆς ˉῳ διφθόγγου, οἷον ἐὰν διδῷς ἐὰν διδῷ, ὡς καὶ Εὐριπίδης δύναμιν ἢν διδῷ θεός· ταῦτα δὲ πάντα ἀκριβῶς εἴρηνται ἐν τοῖς εἰς ˉω. Ἐὰν τιθῇς, ἐὰν τιθῇ· ἐὰν τιθῆτον, ἐὰν τιθῆτον· ἐὰν τιθῶμεν, ἐὰν τιθῆτε, ἐὰν τιθῶσιν. Παρακειμένου καὶ ὑπερσυντελίκου. Ἐὰν τεθείκω· πρόδηλος ἡ κλίσις. 367 Ἀορίστου πρώτου καὶ μέλλοντος. Ἰστέον ὅτι ὥσπερ ἀπὸ τοῦ ἔτυψα γίνεται ἐὰν τύψω, οὕτω καὶ ἀπὸ τοῦ ἔθηκα ἔδει γενέσθαι ἐὰν θήκω· ἀλλ', ὡς πολλάκις εἴρηται, τὸ ἔθηκα ἔδωκα ἧκα οὐ κλίνονται μετὰ τὰ ὁριστικά· τοῦ οὖν ἀορίστου κωλυομένου κλίνεσθαι ἐνταῦθα, εἰκότως καὶ ὁ μέλλων κωλύεται ἔχειν ὑποτακτικά, ἐπειδὴ συνηνωμένος ἐστὶ τῷ ἀορίστῳ· ἐν γὰρ τοῖς ὑποτακτικοῖς ὁ ἀόριστος καὶ ὁ μέλλων ὁμοῦ εἰσιν· κλίνομεν οὖν ἀντ' αὐτοῦ τὸ ἐὰν στήσω· εἴρηται. Ἀορίστου δευτέρου. Ἐὰν θῶ. Ἰστέον ὅτι ὥσπερ ἀπὸ τοῦ τυφθείς τυφθέντος γίνεται ἐὰν τυφθῶ, οὕτω καὶ ἀπὸ τοῦ θείς θέντος γίνεται ἐὰν θῶ. Δεῖ δὲ γινώσκειν, ὅτι ἐπὶ τῶν ὑποτακτικῶν τοῦ δευτέρου ἀορίστου τῶν εἰς ˉμˉι τὰ δεύτερα καὶ τρίτα πρόσωπα ἐπὶ μὲν τῆς πρώτης καὶ δευτέρας συζυγίας διὰ τοῦ ˉη καὶ ˉι ἐκφέρονται, οἷον, ἐὰν στῇς ἐὰν στῇ, ἐπὶ δὲ τῆς τρίτης διὰ τῆς ˉῳ διφθόγγου, ἐὰν δῷς ἐὰν δῷ, ἐὰν γνῷς ἐὰν γνῷ, γνῷ δ Ἀτρείδης εὐρυκρείων Ἀγαμέμνων. Δεῖ δὲ γινώσκειν, ὅτι ἀόριστον δεύτερον μόνον λέγομεν καὶ οὐ μέλλοντα δεύτερον, ἐπειδὴ δεύτερος μέλλων οὐκ ἔστιν ἐν τοῖς ὁριστικοῖς. Ὑποτακτικὰ παθητικά. Χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ. Ἐὰν τιθῶμαι. Ἰστέον ὅτι ἀπὸ τοῦ ἐτιθέμην γέγονεν ἐὰν τιθῶμαι, τροπῇ τῆς ἐσχάτης εἰς ˉμˉαˉι καὶ τοῦ παραλήγοντος φωνήεντος εἰς ˉω καὶ ἀποβολῇ τῆς ἐν ἀρχῇ κλιτικῆς ἐκτάσεως· τὸν δὲ κανόνα εἰρήκαμεν ἐν τοῖς εἰς ˉω. Δεῖ δὲ γινώσκειν, ὅτι τὰ εἰς ˉμˉι κατὰ τὸν ἐνεστῶτα τῶν ὑποτακτικῶν παθητικῶν προπερισπῶνται, οἷον ἐὰν τιθῶμαι, ἐὰν διδῶμαι, χωρὶς εἰ μή πω εὑρεθῇ τὸ ἐνεργητικὸν ἐν χρήσει· ἐὰν γὰρ μὴ εὑρεθῇ τὸ ὑποτακτικὸν ἐν χρήσει, τότε τὸ παθητικὸν προπαροξύνεται, οἷον ἐὰν δύνωμαι, ἐὰν κρέμωμαι· οὐκ ἔστι γὰρ τὸ δύνημι καὶ τὸ κρέμημι ἐν χρήσει· περὶ δὲ τῶν δευτέρων καὶ τρίτων προσώπων εἴρηται ἐν τοῖς εἰς ˉω. Ἐὰν τιθῇ, ἐὰν τιθῆται· ἐὰν τιθώμεθον, ἐὰν τιθῆσθον, ἐὰν τιθῆσθον· ἐὰν τιθώμεθα, ἐὰν τιθῆσθε, ἐὰν τιθῶνται. Παρακειμένου καὶ ὑπερσυντελίκου. Ἐὰν τεθῶμαι. Ἰστέον ὅτι ἀπὸ τοῦ τέθειμαι παθητικοῦ παρακειμένου γίνεται τὸ ὑποτακτικὸν τροπῇ τῆς παραληγούσης εἰς ˉω ἐὰν τεθῶμαι. Ὁ μέντοι Ἀπολλώνιος οὐχ οὕτω κανονίζει, ἀλλά φησιν ἀπὸ τοῦ ἐνεργητικοῦ ὑποτακτικοῦ γίνεσθαι προσθέσει τῆς ˉμˉαˉι, οἷον ἀπὸ τοῦ ἐὰν τεθείκω ἐὰν τεθείκωμαι, 368 καὶ ἀπὸ τοῦ ἐὰν δεδώκω ἐὰν δεδώκωμαι. Ἐλέγχει δὲ αὐτὸν ὁ Ἡρωδιανὸς λέγων, ὅτι οὐ καλῶς δοξάζει· οὐδὲ γάρ, φησίν, εὕρηται παντελῶς ἐν χρήσει τὸ ἐὰν τεθείκωμαι καὶ ἐὰν δεδώκωμαι, ἀλλ' ἐὰν τεθῶμαι καὶ ἐὰν δεδῶμαι· ἄλλως τε εἰ ὑπῆρχεν ἀληθὴς ὁ λόγος τοῦ Ἀπολλωνίου, καὶ ἀπὸ τῶν ὑποτακτικῶν ἐνεργητικῶν τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου ἐγίνετο τὸ ὑποτακτικὸν παθητικὸν προσθέσει τῆς ˉμˉαˉι, ὤφειλεν ἐὰν τετύφωμαι εἶναι, καὶ μὴ ἀναπληροῦσθαι διὰ μετοχῆς διὰ τὸ τὸν τέτυμμαι παθητικὸν παρακείμενον ἔχειν πρὸ τοῦ ˉμ σύμφωνον, καὶ πάλιν ἐὰν μεμνήκωμαι ὤφειλεν εἶναι καὶ οὐχὶ ἐὰν μεμνῶμαι ἀπὸ τοῦ μέμνημαι. Ἐὰν τεθῇ, ἐὰν τεθῆται· ἐὰν τεθώμεθοντεθῆσθοντεθῆσθον· ἐὰν τεθώμεθατεθῆσθετεθῶνται. Ἀορίστου πρώτου καὶ μέλλοντος. Ἐὰν τεθῶ. Ἰστέον ὅτι ἀπὸ τοῦ τεθείς τεθέντος γέγονεν ἐὰν τεθῶ· ἐὰν τεθῇς,· ἐὰν τεθῆτοντεθῆτον· ἐὰν τεθῶμεντεθῆτετεθῶσιν· εἴρηται. Μέσου ἀορίστου καὶ μέλλοντος. Ἐὰν θῶμαι. Ἰστέον ὅτι ἀπὸ τοῦ ἐθέμην γέγονεν ἐὰν θῶμαι, τροπῇ τῆς ἐσχάτης εἰς ˉμˉαˉι καὶ τοῦ ἐν τῇ παραληγούσῃ φωνήεντος εἰς ˉω καὶ ἀποβολῇ τῆς ἐν ἀρχῇ κλιτικῆς ἐκτάσεως. Δεῖ δὲ γινώσκειν, ὅτι μέσου ἀορίστου μόνον ὤφειλεν εἰπεῖν, οὐ μὴν καὶ μέλλοντος, ἐπειδὴ δεύτερος μέσος μέλλων οὐκ ἔστιν, ὡς εἴρηται. Παρέλιπε δὲ ὁ τεχνικὸς τὸ ὑποτακτικὸν τοῦ πρώτου μέσου ἀορίστου καὶ μέλλοντος, ἐπειδή, ὡς πολλάκις εἴρηται, τὸ ἔθηκα ἔδωκα ἧκα ἡμάρτηται· ἀντ' αὐτοῦ δὲ κλίνεται τὸ ἐὰν στήσωμαι. Ἐὰν θῇ, ἐὰν θῆται· ἐὰν θώμεθονθῆσθονθῆσθον· ἐὰν θώμεθαθῆσθεθῶνται· εἴρηται. Μετοχαὶ ἐνεργητικαί. Χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ. Τιθείς. Εἴρηται ὅτι πᾶν ῥῆμα ὁριστικὸν εἰς ˉν λῆγον μετὰ φυσικῆς μακρᾶς, μὴ ἔχον τὸ ˉμ κλιτικόν, εἰς ˉς μετ' ὀξείας τάσεως ἔχει τὴν μετοχήν. Ἰστέον δὲ ὅτι ἐν τοῖς εἰς ˉμˉι κατὰ τὸν ἐνεστῶτα καὶ παρατατικὸν καὶ τὸν δεύτερον ἀόριστον τὸν ἐνεργητικὸν ἐπὶ μὲν τῆς πρώτης συζυγίας διὰ τῆς ˉεˉι διφθόγγου ἐκφέρεται ἡ μετοχή, οἷον ἐτίθην τιθείς, ἵην (τὸ ἔπεμπον) ἱείς καὶ ἀφιείς, ἧν (ἐπὶ τοῦ αὐτοῦ σημαινομένου) εἵς καὶ ἀφείς· ἐπὶ δὲ τῆς δευτέρας συζυγίας εἰς ˉαˉς ἐστὶν ἡ μετοχὴ δι' ἐκτεταμένου τοῦ ˉα, οἷον ἵστην ἱστάς, 369 ἔστην στάς, ἔπτην πτάς· ἐπὶ δὲ τῆς τρίτης συζυγίας εἰς ˉοˉυˉς ἐστὶν ἡ μετοχή, οἷον ἐδίδων διδούς, ἥλων ἁλούς· ἐπὶ δὲ τῆς τετάρτης συζυγίας εἰς ˉυˉς ἐστὶν ἡ μετοχὴ δι' ἐκτεταμένου τοῦ ˉυ, ἔδυν δύς καὶ ὑποδύς. Εὐλόγως δὲ ἐπὶ τῆς πρώτης συζυγίας τῶν εἰς ˉμˉι διὰ διφθόγγου ἐστὶν ἡ μετοχή, ἐπειδὴ καὶ ἡ ἐντέλεια τοῦ πρωτοτύπου τὸ ˉε ἔχει, οἷον τιθέω, τὸ δὲ ˉε διὰ τῆς προσθήκης τοῦ ˉι πέφυκε μεγεθύνεσθαι, οἷον τυφθέντος τυφθεῖσα· οὐκ ἠδύνατο γὰρ τὸ ˉη τοῦ ἰδίου ὁριστικοῦ, φημὶ δὴ τοῦ τίθημι, φυλάξαι καὶ γενέσθαι εἰς ˉηˉς διὰ τοῦ ˉη, ἐπειδὴ θέλουσιν ἔχειν αἱ μετοχαὶ κατάληξιν ἁρμόζουσαν τριγενέσι καὶ κλίσιν τὴν διὰ τοῦ ˉνˉτ· εἰς ˉηˉς δὲ οὐκ ἔχομεν ὀνόματα, φημὶ δὴ διὰ τοῦ ˉη, κλινόμενα διὰ τοῦ ˉνˉτ καὶ ποιοῦντα τριγένειαν, ἀλλὰ καὶ αὐτὰ τὰ διὰ τοῦ ˉτˉοˉς κλινόμενα οὐκ ἔχουσι τριγένειαν, οἷον λέβης λέβητος· τὰ γὰρ ˉηˉς διὰ τοῦ ˉεˉοˉς κλινόμενα ἔχουσι μὲν τριγένειαν, οἷον ὁ εὐσεβής ἡ εὐσεβής τὸ εὐσεβές, οὐκ ἔχουσι δὲ κλίσιν ἁρμόζουσαν μετοχαῖς, φημὶ δὴ τὴν διὰ τοῦ ˉνˉτ· τὰ γὰρ εἰς ˉηˉς οὐδέποτε κλίνονται διὰ τοῦ ˉνˉτ· τὸ γὰρ φθογγῆς φθογγῆντος καὶ τιμῆς τιμῆντος πεπονθότα εἰσίν. Ἡ δὲ δευτέρα συζυγία εἰκότως διὰ τοῦ ˉα ἔχει τὴν μετοχήν, οἷον ἵστημι ἱστάς, ἐπειδὴ ἡ ἐντέλεια τοῦ πρωτοτύπου τὸ ˉα ἔχει, ἔχομεν δὲ καὶ εἰς ˉαˉς ὀνόματα κλινόμενα διὰ τοῦ ˉνˉτ καὶ ποιοῦντα τριγένειαν, οἷον ἅπας ἅπαντος ἅπασα ἅπαν. Περὶ δὲ τῆς μετοχῆς τῆς τρίτης συζυγίας τῶν εἰς ˉμˉι λέγομεν, ὅτι διὰ τοῦτο οὐκ ἐφύλαξε τὸ ˉω τοῦ δίδωμι, ἐπειδὴ οὐκ ἔχομεν εἰς ˉωˉς ὀνόματα κλινόμενα διὰ τοῦ ˉτˉοˉς καὶ ποιοῦντα τριγένειαν, οἷον ἱδρώς ἱδρῶτος· ὅθεν καὶ τὴν μετοχὴν τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου ἐδείξαμεν ἀνάγκῃ εἰς ˉωˉς γενομένην, ἐπειδὴ ἐκ τοῦ ὑποτακτικοῦ ἐγένετο τοῦ ἐὰν τετύφω· μὴ δυναμένη οὖν ἡ μετοχὴ τῆς τρίτης συζυγίας τῶν εἰς ˉμˉι γενέσθαι εἰς ˉωˉς, ἐφύλαξε τὸ ˉο τὸ ὑπάρχον ἐν τῇ ἐντελείᾳ τοῦ πρωτοτύπου, φημὶ δὴ τοῦ διδόω, καὶ προσέλαβε τὸ ˉυ καὶ ἐγένετο διὰ τῆς ˉοˉυ διφθόγγου διδούς· τὸ γὰρ ˉο διὰ τῆς προσθήκης τοῦ ˉυ πέφυκε μεγεθύνεσθαι, οἷον τύπτοντος τύπτουσα. Ἡ δὲ μετοχὴ τῆς τετάρτης συζυγίας τῶν εἰς ˉμˉι εἰκότως ἔχει τὸ ˉυ ἐκτεταμένον, ἐπειδὴ καὶ τὸ πρωτότυπον ἔχει αὐτό. Ἄξιον δέ ἐστι ζητῆσαι, εἰ ἄρα τὰ εἰς ˉοˉυˉς καὶ τὰ εἰς ˉυˉς ὀνόματα οὐ κλίνονται διὰ τοῦ ˉνˉτ, πλὴν τοῦ ὀδούς ὀδόντος, οἷον βοῦς βοός, ἡδύς ἡδέοςτὸ γὰρ πλακοῦς πλακοῦντος καὶ Σιμοῦς Σιμοῦντος πεπονθότα εἰσίν, ἀπὸ γὰρ τοῦ πλακόεις καὶ Σιμόεις γεγόνασινπῶς αἱ εἰς ˉοˉυˉς καὶ εἰς ˉυˉς μετοχαὶ ἐκλίθησαν διὰ τοῦ ˉνˉτ, οἷον διδούς διδόντος, πηγνύς πηγνύντος. Ἔστιν οὖν εἰπεῖν, ὅτι κατὰ συνεκδρομὴν ἐγένοντο 370 τῶν ἄλλων μετοχῶν, ἐπειδὴ πᾶσα μετοχὴ περιττοσυλλάβως κλινομένη διὰ τοῦ ˉνˉτ κλίνεται, χωρὶς τῶν εἰς ˉωˉς μετοχῶν τοῦ παρακειμένου καὶ ὑπερσυντελίκου· αὗται γὰρ διὰ καθαροῦ τοῦ ˉτˉοˉς κλίνονται, καὶ ἡ αἰτία εἴρηται ἐν τοῖς εἰς ˉω. Τιθεῖσα, τιθέν· εἴρηται. Παρακειμένου καὶ ὑπερσυντελίκου. Τεθεικώς, τεθεικυῖα, τεθεικός. Ἰστέον ὅτι ὥσπερ ἀπὸ τοῦ τέτυφα γίνεται τετυφώς τετυφυῖα τετυφός, οὕτω καὶ ἀπὸ τοῦ τέθεικα γίνεται τεθεικώς τεθεικυῖα τεθεικός. Ἀορίστου πρώτου. Ἰστέον ὅτι ὥσπερ ἀπὸ τοῦ ἐποίησα γίνεται ποιήσας, οὕτω καὶ ἀπὸ τοῦ ἔθηκα ὤφειλε γενέσθαι θήκας· ἀλλ', ὡς εἴρηται πολλάκις, τὸ ἔθηκα ἔδωκα ἧκα μετὰ τὰ ὁριστικὰ οὐ κλίνονται οὔτε εἰς τὰς μετοχὰς οὔτε εἰς τὰς λοιπὰς ἐγκλίσεις· ἀπὸ μέντοι τοῦ ἔστησα γίνεται στήσας στήσασα στῆσαν. Ἀορίστου δευτέρου. Θείς, θεῖσα, θέν. Ἰστέον ὅτι ὥσπερ ἀπὸ τοῦ ἐτίθην γίνεται τιθείς τιθεῖσα τιθέν, οὕτω καὶ ἀπὸ τοῦ ἔθην γέγονε θείς θεῖσα θέν. Μέλλοντος πρώτου. Θήσων, θήσουσα, θῆσον. Ἰστέον ὅτι ὥσπερ ἀπὸ τοῦ τύψω γίνεται τύψων τύψουσα τύψον, οὕτω καὶ ἀπὸ τοῦ θήσω γίνεται θήσων θήσουσα θῆσον. Μετοχαὶ παθητικαί. Χρόνου ἐνεστῶτος καὶ παρατατικοῦ. Τιθέμενος, τιθεμένη, τιθέμενον. Ἰστέον ὅτι ὥσπερ ἀπὸ τοῦ τύπτομαι γίνεται τυπτόμενος τυπτομένη τυπτόμενον, οὕτω καὶ ἀπὸ τοῦ τίθεμαι γίνεται τιθέμενος τιθεμένη τιθέμενον. Παρακειμένου καὶ ὑπερσυντελίκου. Τεθειμένος, τεθειμένη, τεθειμένον. Ἀορίστου πρώτου. Τεθείς, τεθεῖσα, τεθέν· ὥσπερ ἀπὸ τοῦ ἐτύφθην γέγονε τυφθείς τυφθεῖσα τυφθέν, οὕτω καὶ ἀπὸ τοῦ ἐτέθην γέγονε τεθείς τεθεῖσα τεθέν. Μέσου ἀορίστου δευτέρου. Θέμενος, θεμένη, θέμενον· ἀπὸ τοῦ ἐθέμην γέγονεν. Παρείασε δὲ ὁ τεχνικὸς τὴν μετοχὴν τοῦ πρώτου μέσου ἀορίστου, ἐπειδή, ὡς πολλάκις ἐμάθομεν, τὸ ἔδωκα ἔθηκα ἧκα (ὃ σημαίνει τὸ ἔπεμψα) μετὰ τὰ ὁριστικὰ οὐ κλίνονται οὔτε εἰς τὰς μετοχὰς οὔτε εἰς τὰς λοιπὰς ἐγκλίσεις τὰς μετὰ τὰ ὁριστικά· ἀπὸ 371 δὲ τοῦ ἔθηκα ἐστὶν ἐθηκάμην πρώτου μέσου ἀορίστου, καὶ πῶς ἔχει κλιθῆναι εἰς μετοχήν; ἀπὸ μέντοι τοῦ ἐστησάμην γίνεται στησάμενος, ὥσπερ καὶ ἀπὸ τοῦ ἐτυψάμην τυψάμενος. Μέλλοντος πρώτου. Τεθησόμενος, τεθησομένη, τεθησόμενον· ὥσπερ ἀπὸ τοῦ τυφθήσομαι γέγονε τυφθησόμενος τυφθησομένη τυφθησόμενον, οὕτω καὶ ἀπὸ τοῦ τεθήσομαι γέγονε τεθησόμενος τεθησομένη τεθησόμενον. Μέσου μέλλοντος πρώτου. Θησόμενος, θησομένη, θησόμενον· ὥσπερ ἀπὸ τοῦ τύψομαι γέγονε τυψόμενος τυψομένη τυψόμενον, οὕτω καὶ ἀπὸ τοῦ θήσομαι γέγονε θησόμενος θησομένη θησόμενον. Μετοχὴ δευτέρου μέσου μέλλοντος οὐκ ἔστιν. Μετ' ὀλίγον μέλλοντος. Τεθεισόμενος τεθεισομένη τεθεισόμενον· ὥσπερ ἀπὸ τοῦ τετύψομαι γέγονε τετυψόμενος τετυψομένη τετυψόμενον, οὕτω καὶ ἀπὸ τοῦ τεθείσομαι γέγονε τεθεισόμενος τεθεισομένη τεθεισόμενον.