Chronicon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-hamartolus" aria-label="More works by Georgius Hamartolus">
—
⋯
Original / primary: Pg Scrape Grc
0.1
Πoλλοὶ μὲν τῶν ἔξω φιλόλογοι καὶ λογογράφοι ἱστορικοί τε καὶ ποιηταὶ καὶ χρονογράφοι τὰς τῶν ἀρχαίων βασιλέων καὶ δυναστῶν καὶ τὰς ἀνέκαθεν φιλοσόφων καὶ ῥητόρων τε καὶ τῶν ἐπ' εὐγλωττίᾳ καὶ δεινότητι λόγων καὶ στωμυλίᾳ διαθρυλλουμένων πράξεις καὶ ῥήσεις καὶ μέντοι καὶ τὸν τρό πον ἐνίοτε τῆς τούτων ἀποβιώσεως δι' ὑψηγορίας καὶ ἐπι τάσεως λόγου συγγεγραφότες οὐκ εὔληπτά τε καὶ εὐκατά ληπτα καὶ εὐκρινῆ τοῖς πολλοῖς τὰς πραγματείας† ἅτε δι' ἐπίδειξιν καὶ κρότον ἔσθ' ὅτε καὶ ἀνάρρησιν τοῦτο δεδράκασιν ἥκιστα πεφροντικότες τὰ τῆς ἀληθείας δόγματα καὶ διηγήματα καὶ ἀνθρώποις ὠφέλιμα. ἡμεῖς δὲ πάμπαν οἱ τῶν ἔνδον ἀνά ξιοι δοῦλοι τῶν δούλων τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἀμέ τοχοι τῆς τῶν ἔξω φυσιολογίας καὶ τεχνολογίας ἐξ ἐπιμέτρου πέλοντες οὐ μόνον Ἑλληνικῶν καὶ παλαιῶν ἱστορικῶν, ἀλλὰ καὶ νέων καὶ πολὺ μεταγενεστέρων καὶ σεμνοπρεπῶν ἀνδρῶν ἐλλογίμων ἐξηγήσεις καὶ χρονογραφίας ἱστορίας τε καὶ δι 2 δασκαλίας ψυχωφελεῖς ἐντετυχηκότες ἀκριβῶς κατὰ τὸ ἡμῖν ἐφικτὸν καὶ περιεσκεμμένως ἐν φόβῳ θεοῦ καὶ πίστει χρο νικόν, τοῦτο δὴ τὸ μικρὸν καὶ πανευτελὲς βιβλιδάριον, ἐξε θέμεθα τὰ πρὸς ὄνησιν ἐκ πολλῶν ὀλίγιστα συντείνοντα ποσῶς μετὰ πόνου συλλέξαντες καὶ συνθέντες, ὅ γε πᾶσαν μὲν ἀλήθειαν ἄκομψον καὶ ἀκατάσκευον σφόδρα περιέχον δραματουργίαν, ἀναγκαῖα δὲ πάνυ καὶ χρήσιμα λίαν οἶμαι δι' ἐπιτομῆς καὶ σαφηνείας ἐναργεστάτης ὑφηγούμενον ὅτι μά λιστα. κρεῖσσον γὰρ μετὰ ἀληθείας ψελλίζειν ἢ μετὰ ψεύ δους πλατωνίζειν. οὐχ ὅταν γὰρ ὁ λόγος ῥεῖ καὶ ἔξω τῶν ὅρων φέρεται θαυμαστός ἐστιν, ἀλλ' ὅταν βραχὺς μὲν ᾖ τῷ μήκει, πολὺς δὲ τοῖς ἐνθυμήμασι καὶ ἐν τῷ συντόμῳ τὸ ἀπαράλειπτον καὶ ἀτρεκὲς ἔχων τῶν ἀναγκαίων καὶ ὀνησι φόρων ὑπὸ τοῦ καιροῦ μάλιστα καὶ τῶν βασκανίας καὶ πάσης ἐθελοκακίας ἀπηλλαγμένων ψυχωθεὶς ζωτικώτερος ἀναδειχθή σεται. οἱ γάρ τοι πνευματικοὶ τὰ πνευματικὰ συγκρίνοντες καὶ ἀνακρίνοντές τε καὶ μεταλλεύοντες ὡς ἐπιστήμονες καὶ δόκιμοι τὰς ἱερολογίας οὐ λαμπρὰς καὶ γριφώδεις καὶ τε τορνευμένας λέξεις καὶ συντάξεις ἐντέχνους καὶ καλλιεπείας, ἐν αἷς τὸ ψεῦδος πολλάκις διὰ τῆς δεινοτάτης μεθόδου καὶ κατασκευῆς ἐπικρύπτοντες οἱ δεινοὶ καὶ τοὺς ἀπερισκέπτως καὶ ἀβασανίστως ἀναγινώσκοντας ἐκλανθάνοντες ἐπιζητοῦσιν, ἀλλὰ τὰς ἀληθείᾳ λαμπρυνομένας ῥήσεις, εἰ καὶ διὰ βαρ βαριζούσης καὶ σολοικιζούσης ἐκφωνοῦνται γλώττης. εὕροις τοίνυν ὅ γε πιστῶς καὶ νουνεχῶς τε καὶ ἀφθόνως ἅμα καὶ 3 ἀπεριέργως καὶ πάσης διπλόης καὶ ῥᾳδιουργίας ἐλευθέρως ἐντυγχάνων ἐνταῦθα δι' ὀλίγων τὰς τῶν εἰδώλων εὑρέσεις καὶ ἀνατροπὰς ἐντέχνως καὶ ἐπιτετευγμένως, τὰς τῶν φιλο σόφων Ἑλλήνων ἐρεσχελίας καὶ μυθοπλαστίας καὶ θρησκείας ἔτι καὶ ἀσυμφώνους τερατολογίας, τὰς διαφόρων ἐθνῶν δό ξας καὶ πολυθεΐας ἢ μᾶλλον εἰπεῖν ἀθεΐας καὶ κακονοίας, πῶς τε ἡ τῶν μοναχῶν ἤρξατο διαγωγὴ καὶ τάξις ἀπὸ τοῦ νόμου καὶ διὰ τῆς Χριστοῦ παναρίστου πολιτείας καὶ δι δασκαλίας ὑψηλοτέρα καὶ φαιδροτέρα καὶ πλατυτέρα μάλα εἰκότως ἀναπέφηνεν, καὶ ἄλλα πλεῖστα καὶ διάφορα σωτη ρίαν ψυχῶν εὐγνωμόνων καὶ ὀρθοδόξων ὠδίνονται καὶ δι δάσκοντα καὶ φωτίζοντα, οὐ μὴν δὲ ἀλλὰ καὶ τὴν ἔκφυλον καὶ θεοστυγῆ τε καὶ παμβέβηλον τῶν Μανιχαίων λύσσαν, ἀφ' ἧς ὥσπερ ἔκ τινος λυσσῶντος κυνὸς τὴν αἰσχίστην τε καὶ κάκιστον μετειληφυῖα νόσον ἀνεφύη ἡ τῶν ἀλιτηρίων καὶ κακοσχόλων εἰκονομάχων ἐμβρόντητος αἵρεσις, καὶ ὅθεν ἀπήρξατο καὶ ποῦ κατέληξεν, ἥτις γε τοὺς προστάτας αὐτῆς καὶ συνίστορας ἀλλοτρίους ἐκ περιουσίας τῆς ὀρθοδόξου πί στεως καταστήσασα σὺν τοῖς ὁμόφροσιν αὐτῶν ἐκδήλως ἅμα καὶ τὰ τούτων ληρήματα καὶ βληχήματα τῆς ἀδεκάστου δί κης ὑπευθύνους καὶ ἐνδίκους (ὢ τῆς ἀπάτης καὶ παρα πληξίας τῶν πεφενακισμένων καὶ ματαιοφρόνων) ἀπέφηνε κομιδῆ καὶ τῷ αἰωνίῳ πυρὶ παρέπεμψεν, τήν τε τῶν ἀτα σθάλων καὶ κακοφρόνων Σαρακηνῶν καταγέλαστον δόξαν καὶ τὴν κτηνώδη ζωὴν καὶ μέντοι καὶ τὴν διδασκαλίαν τοῦ λαοπλάνου ψευδοπροφήτου αὐτῶν καὶ ὅθεν κακῶς ἀναδέ δεικται, καὶ πρὸς τούτοις τὴν τοῦ γέροντος Θωμᾶ νεωτερι σθεῖσαν παιδοπρεπῆ ματαιοφροσύνην τε καὶ παράνοιαν καὶ τὴν ἀργαλέαν καταστροφὴν τοῦ παναθλίου καὶ ταλαιπώρου. 4 καὶ ταῦτα μὲν ἅλις. τῆς δὲ χρονικῆς πραγματείας τὴν ὑπό θεσιν ὡς ἐν τάξει τμημάτων διὰ τὸ εὐσύνοπτον καὶ εὐμνη μόνευτον πεποιήκαμεν. ἀπὸ μὲν γὰρ τοῦ Ἀδὰμ ἀρξάμενοι καὶ μέχρι τῆς Ἀλεξάνδρου τελευτῆς ἐλθόντες ἐν συντόμῳ πάλιν ἀνάπαλιν ἀπὸ τοῦ Ἀδὰμ κατὰ τὴν αὐτὴν ἐπιχείρησιν καὶ ἔννοιαν δι' ἐπαναλήψεως τοὺς χρόνους τῆς ζωῆς τῶν ἐφεξῆς καὶ τὰς πράξεις ὡς οἷόν τε διὰ βραχέων ἀπεμνη μονεύσαμεν ἕως Ἰησοῦ τοῦ Ναυή, εἶτα πάλιν διὰ συν τομίας τοὺς κριτὰς μέχρι τοῦ προφήτου Σαμουήλ, καὶ εἶθ' οὕτως αὐτίκα τοὺς βασιλεῖς τῶν Ἰουδαίων ἀπὸ Σαοὺλ ἕως Σεδεκίου καὶ τῆς ἁλώσεως Ἱερουσαλήμ, ἐν οἷς καὶ κατὰ Ἰουδαίων ἐκ παρόδου διὰ βραχυλογίας, ἔπειτα δὲ τοὺς Ῥωμαίων ἡγεμόνας, ὥσπερ δὴ καὶ τοὺς πάλαι Περσῶν καὶ Μακεδόνων Σελεύκων τε καὶ Ἀντιόχων καὶ Πτολεμαίων ἐν παρεκβάσει διεξελθόντες ἀρχὰς καὶ δυναστείας οὕτω καὶ τοὺς Ῥωμαίων ἐξ Ἑλλήνων καταγομένους καθολικοὺς βασιλέας ἅμα καὶ τὰς ἐργασίας καὶ τοὺς θανάτους ἀπὸ Ἰουλίου Καίσαρος μέχρι Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ τῶν ἀνοσίων καὶ χριστομάχων, εὐθύς τε Κωνσταντῖνον τὸν εὐσεβέστατον καὶ πρῶτον βασιλέα τῶν χριστιανῶν καὶ τοὺς καθεξῆς ἕως τοῦ τελευταίου Μιχαὴλ υἱοῦ Θεοφίλου, ὅστις μειράκιον βα σιλεύσας τὴν ὀρθόδοξον αὖ πάλιν διὰ συνόδου θείας ἀνε κήρυξε καὶ κατώρθωσε πίστιν. τέλος δὲ λόγου τὸ πᾶν ἀκούειν σοφῶς ἡμῖν ὁ σοφὸς ἐγκελεύεται σαφῶς, ὡς μὴ κάλλεσι συν ταγμάτων προστετηκέναι τὸν ἀναγνώσεσι χαίροντα καὶ θελγό μενον, ἀλλ' αὐτῷ τῷ σκοπῷ καὶ τῷ τέλει τοῦ λόγου προ ερεθίζειν τὸ τῆς καρδίας ὄμμα. ἡ γὰρ τοῦ λόγου κατασκευὴ καὶ ποικιλία ταῖς φιλοκρότοις καὶ φιλοκόμψοις καλλιεπείαις 5 οἱονεὶ μεταμορφουμένη λυμαίνεταί πως τῇ προκειμένῃ θεω ρίᾳ, κλέπτουσα λεληθότως τὴν αἴσθησιν καὶ πρὸς τὴν κατα νόησιν τῆς ὑποθέσεως ἐπισκοτοῦσα τοῖς ἐντυγχάνουσιν. ἐκ λιπαρῶ δέ γε τοὺς ἐντευξομένους φιλοθέους καὶ φιλολόγους ὑπερεύχεσθαί μου διὰ τὸν κύριον τοῦ ταπεινοῦ καὶ ὑπερ λίαν ἁμαρτωλοῦ τε καὶ ἀλόγου. καὶ εἰ μὲν χρήσιμον καὶ ἀποδοχῆς ἄξιον ὀφθείη τὸ πανευτελὲς τουτὶ δραματούργημα, τῷ πάντων αἰτίῳ τῶν καλῶν ἀναθετέον, εἰ δὲ παρὰ τὸ προσῆκον ἀσυνάρτητόν τε καὶ περιττὸν ὡς εἰκὸς διὰ τὴν ἀλογίαν ἡμῶν εὑρεθείη, συγγνωσθείημεν πρὸς τῆς ὄντως καὶ ἀρρήτου σοφίας, ἔτι μὴν καὶ παρὰ τῶν τροφίμων ταύ της θεοσόφων καὶ θεηγόρων τε καὶ φερεσβίων, ὡς ἰδιῶται πάντως οὐ μόνον τῷ λόγῳ, ἀλλὰ καὶ τῇ γνώσει. ἤδη δὲ λοιπὸν σὺν θεῷ τῆς ὑποθέσεως τὴν ἀρχὴν ἐντεῦθεν κατὰ τὴν ἐμὴν ποιήσομαι δύναμιν.