Chronicon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-hamartolus" aria-label="More works by Georgius Hamartolus">
—
⋯
Original / primary: Pg Scrape Grc
116.1.1
ἐκ τῆς Αἰγύπτου, καὶ ἔλαβε Μωϋσῆς τὰ ὀστᾶ Ἰωσὴφ μεθ' ἑαυτοῦ. ὅρκῳ γὰρ ὥρκισεν Ἰωσὴφ τοὺς υἱοὺς Ἰσραὴλ λέγων· ἐπισκοπῇ ἐπισκέψεται ὑμᾶς κύριος, καὶ συνανοίσετέ μου τὰ ὀστᾶ ἐντεῦθεν μεθ' ὑμῶν. ὃς ὑπάρχων ἐτῶν ιζʹ φθονηθεὶς ὑπὸ τῶν ἀδελφῶν καὶ πραθεὶς καὶ γενόμενος ἐτῶν λʹ ἄρχων τῆς Αἰγύπτου καθίσταται, ἐν ᾗ γεννήσας υἱοὺς δύο τὸν Ἐφραῒμ καὶ τὸν Μανασσῆ ἀπέθανεν ἐτῶν ριʹ. Ἐπεὶ οὖν, ὅτε παρέστη Μωϋσῆς τῷ Φαραῷ, ἦν ἐτῶν πʹ, ἔμεινε δὲ καὶ ἄλλα μʹ ἔτη ἐν τῇ ἐρήμῳ, δῆλον ὅτι ἐν ὀλί γαις ἡμέραις μʹ γεγόνασιν αἱ κατ' Αἴγυπτον πληγαί, ἃς ἡμέρας ἀριθμοῦμεν μετὰ τῶν μʹ ἐτῶν τῆς ἐρήμου. ἀναγνοὺς γὰρ μετὰ ἀκριβείας ἐσημειωσάμην τὰς μʹ ἡμέρας γενέσθαι ἀφ' ἧς ἡμέρας συνέτυχε τῷ Φαραῷ ἕως τῆς ἀναιρέσεως τῶν πρωτοτόκων, ὅτε καὶ ὁ ἀμνὸς ἐσφάγη καὶ ὁ λαὸς ἐξῆλθεν ἐξ Αἰγύπτου. καὶ πρώτη μὲν ἡμέρα ἐν ᾗ συνέτυχε τῷ Φαραῷ, δευτέρᾳ δὲ τῇ ἐπιούσῃ διεσπάρη ὁ λαὸς ἄχυρα συλ λέξαι, καὶ ἐμαστίχθησαν οἱ γραμματεῖς αὐτῶν μὴ ποιήσαντες τὸ τῆς ἡμέρας ἔργον. τρίτῃ δὲ τῇ ἑξῆς καταβοῶντες οἱ υἱοὶ Ἰσραὴλ διὰ τὸ ἀπαιτεῖσθαι ἄχυρον, εἰσῆλθε πρὸς Φα ραώ. τετάρτῃ δὲ εὐξάμενος εἶπεν ἐν λόγῳ κυρίου τῷ Ἰσραὴλ ὅτι· ἐξάξει ὑμᾶς ὁ θεὸς ἐξ Αἰγύπτου. καὶ οὐ προσέσχον ἐκ πολλῆς ὀλιγωρίας. πέμπτῃ δὲ εἰσῆλθε πρὸς Φαραὼ καὶ τὴν ῥάβδον ὄφιν ἐποίησεν. ἕκτῃ δὲ τὸ ὕδωρ εἰς αἷμα μετέβα 117 λεν. εἶτα ἀνεβάλοντο μέχρι τῆς ιγʹ ἡμέρας, καὶ ἀνέβη ὁ βάτραχος. ιδʹ δὲ ἀπέθανον οἱ βάτραχοι. ιεʹ δὲ σκνῖπες γεγόνασιν. ιϛʹ δὲ συνέτυχε τῷ Φαραῷ ἀπειλῶν ὅτι· αὔριον μέλλει γίνεσθαι κυνόμυια. ιζʹ δὲ ἦλθεν ἡ κυνόμυια. ιηʹ δὲ ἀπέστη ἡ κυνόμυια, ἐν ᾗ καὶ ἠπειλήθη τῶν κτηνῶν ὁ θάνατος. ιθʹ δὲ ἀπέθανον τὰ κτήνη. κʹ δὲ φλυκτίδες ἀναζέουσαι γεγόνασιν. καʹ δὲ ἀπειλὴ τῆς ἐσομένης τῇ ἐπαύριον χαλάζης ἐξηνέχθη. κβʹ δὲ ἦλθεν ἡ χάλαζα. κγʹ δὲ ἡ ἀκρὶς ἐπῆλθεν, ἐν ᾗ καὶ διὰ προσευχῆς ἤρθη. κδʹ δὲ μέχρις κϛʹ τὸ τριήμερον ἐγένετο σκότος. λοιπὸν ὁ πρῶ τος μὴν ὁ παρ' Ἑβραίοις μὲν λεγόμενος Νισάν, παρ' ἡμῖν δὲ Μάρτιος, ὥς φησιν ὁ κύριος· ὁ μὴν οὗτος ἀρχὴ μηνῶν ὑμῖν. λάλησον τοῖς υἱοῖς Ἰσραὴλ λέγων· τῇ δεκάτῃ τοῦ μηνὸς τούτου λαβέτωσαν ἕκαστος πρόβατον· ἥτις ἐστὶ λϛʹ ἡμέρα. εἶτα μετὰ ἡμέρας τέσσαρας ἐσφάγη τὸ πρόβατον καὶ πασχάσαντες ἐξῆλθον, ὡς εἶναι τῇ τεσσαρακοστῇ, καθ' ἣν ἐθανατώθησαν τὰ πρωτότοκα Αἰγύπτου περὶ τὸ μεσονύκτιον, ὅτε καὶ τὰ ἄζυμα βαστάσαντες ἐξῆλθον διὰ τῆς μεσιτείας καὶ ὁδηγίας τοῦδε τοῦ ἀοιδίμου καὶ τερατουργοῦ Μωσέως. Οὗτος τοίνυν ἐκεῖνός ἐστιν ὁ μέγας θεοφάντωρ καὶ θεοφιλέστατος Μωϋσῆς, πρὸς ὃν εἶπεν ὁ θεός· ἰδοὺ ἐγὼ δέδωκά σε θεὸν Φαραῷ, καὶ Ἀαρὼν ὁ ἀδελφός σου ἔσται προφήτης. σὺ δὲ λάλησον πάντα ὅσα ἐντέλλομαί σοι. οὗ τος πατάξας τοὺς Αἰγυπτίους διὰ τῆς δεκαπλήγου καὶ διὰ τῆς θαλάσσης ὀλοθρεύσας ἐξήγαγε τοὺς υἱοὺς Ἰσραὴλ ἐκ τῆς σιδηρᾶς καμίνου ἐν σημείοις καὶ τέρασι μεγάλοις καὶ ἐν 118 χειρὶ κραταιᾷ καὶ ἐν βραχίονι ὑψηλῷ, καθώς φησι καὶ Δαυίδ· τῷ καταδιελόντι τὴν ἐρυθρὰν θάλασσαν εἰς διαιρέ σεις καὶ διαγαγόντι τὸν Ἰσραὴλ διὰ μέσου αὐτῆς καὶ ἐκτινά ξαντι Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ εἰς θάλασσαν ἐρυθράν. οὐ γὰρ μία γέγονεν ὁδός, καθὼς Χρυσόστομος ὁ θεόσοφος λέγει, ἀλλὰ καθ' ἑκάστην φυλὴν τὸ ὕδωρ ἐτειχίζετο, ὡς πολλὰς γενέσθαι τὰς διαβάσεις τοῦ λαοῦ, ἵνα μὴ φύσεως ἔργον τοῦτο νομισθῇ, ἀλλὰ θεοῦ τοῦ πᾶσαν φύσιν δημιουρ γήσαντος καὶ κυριεύοντος, ὅθεν ἐν βραχείᾳ καιροῦ ῥοπῇ τἀναντία εἰργάζετο. καὶ οὐ καθ' ἓν ἐτέμνετο μέρος τὸ ὕδωρ κορυφουμένων τῶν ὑδάτων, ἀλλὰ κατὰ ἀριθμὸν τῶν φυλῶν ἁπάντων. καθ' ἕκαστον γὰρ τῶν σημείων τοῦτο μάλιστα ἦν τῷ θεῷ περισπούδαστον, ἐπεὶ διὰ τῶν στοιχείων τὰ θαύ ματα ἐγίνοντο, ὅπως μὴ φυσικῆς τινος ἀκολουθίας ἢ συν τυχίας εἶναι τὰ γινόμενα νομισθείη, ἀλλὰ τῆς ἄνωθεν ῥοπῆς τὰ συμβαίνοντα παραδοξοποιούσης διὰ Μωσέως εἰς τοὺς υἱοὺς Ἰσραήλ. οὕσπερ καὶ ὁδηγήσας ἐν τῇ ἐρήμῳ ἐν στύ λῳ πυρὸς καὶ νεφέλης καὶ ἄρτῳ διαθρέψας οὐρανίῳ τοὺς ἐχθροὺς αὐτῶν Ἀμαληκίτας χειρῶν ἐκτάσει κατετροπώσατο. οὗτος ἤκουσε παρὰ κυρίου λέγοντος· ἰδοὺ ἐγὼ παραγίνομαι πρός σε ἐν στύλῳ πυρὸς καὶ νεφέλης, ἵνα ἀκούσῃ ὁ λαὸς λαλοῦντός μου πρός σε, καὶ πιστεύσωσί σοι εἰς τὸν αἰῶνα. καὶ τῇ τρίτῃ ἡμέρᾳ, φησίν, ἐγίνοντο φωναὶ καὶ ἀστραπαὶ καὶ νεφέλη γνοφώδης ἐπ' ὄρους Σινᾶ, καὶ φωνὴ σάλπιγγος 119 ἤχει μέγα, καὶ ἐπτοήθη ὁ λαός, τὸ δὲ ὄρος ὅλον ἐκαπνίζετο διὰ τὸ καταβεβηκέναι τὸν θεὸν ἐπ' αὐτὸ ἐν πυρί, καὶ ἀνέ βαινεν ὁ καπνὸς ὡσεὶ καπνὸς καμίνου, καὶ πᾶς ὁ λαὸς ἐξέστη σφόδρα. ἐγίνοντο δὲ αἱ φωναὶ τῆς σάλπιγγος προ βαίνουσαι ἰσχυραὶ σφόδρα, καὶ πᾶς ὁ λαὸς εἱστήκει μακρό θεν ἀκούων τὰς φωνὰς καὶ τὸ ὄρος ὅλον καπνιζόμενον ὁρῶντες καὶ πλησιάσαι μὴ τολμῶντες, ἀλλὰ προσκυνῆσαι μόνον πόρρωθεν κελευσθέντες. κἂν θηρίον, φησίν, θίγῃ, λιθοβοληθήσεται. καὶ φοβερὸν ἦν τὸ φανταζόμενον. φοβη θεὶς δὲ πᾶς ὁ λαὸς εἶπον πρὸς Μωϋσῆν· λάλησον ἡμῖν σύ, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ θεός, μήποτε ἀποθάνωμεν. καὶ ἐκάλεσε κύριος τὸν Μωϋσῆν ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους, καὶ ἀναβὰς ἐκάλυψεν ἡ νεφέλη τὸ ὄρος, καὶ κατέβη ἡ δόξα τοῦ θεοῦ ἐπὶ τὸ ὄρος, καὶ ἐκάλυψεν αὐτὸ ἡ νεφέλη ἡμέρας ϛʹ, τὸ δὲ εἶδος τῆς δόξης κυρίου ὡσεὶ πῦρ φλέγον ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους ἐναντίον τῶν υἱῶν Ἰσραήλ. καὶ εἰσελθὼν Μωϋσῆς εἰς τὸ μέσον τῆς νεφέλης ἐπὶ τοῦ ὄρους ἦν ἐκεῖ ἡμέρας μʹ καὶ νύκτας μʹ ἐνώπιον τοῦ θεοῦ ἑστηκώς. ἄρτον οὐκ ἔφαγε καὶ ὕδωρ οὐκ ἔπιεν. καὶ ἄλ λοτε πάλιν· ἀνέβη Μωϋσῆς καὶ Ἀαρὼν καὶ πρεσβύτεροι οʹ καὶ εἶδον τὸν τόπον, οὗ εἱστήκει ὁ θεός, καὶ τὰ ὑπὸ τοὺς πόδας αὐτοῦ ὡσεὶ ἔργον λίθου σαπφείρου καὶ ὡς εἶδος στερεώματος τοῦ οὐρανοῦ τῇ καθαρότητι. καὶ αὖθίς φησιν· καὶ ἐλάλησε κύριος πρὸς Μωϋσῆν ἐνώπιος ἐνωπίῳ ὡς εἴ τις λαλήσαι πρὸς τὸν ἑαυτοῦ φίλον, καὶ οὕτως ἀπελύετο εἰς τὴν 120 παρεμβολήν. καὶ εἶπε Μωϋσῆς πρὸς κύριον· εἰ εὕρηκα χάριν ἐνώπιόν σου, ἐμφάνισόν μοι σαὐτόν· γνωστῶς ἴδω σε, ὅπως ἂν ὦ εὑρηκὼς χάριν ἐνώπιόν σου καὶ ἐνδοξασθησό μεθα ἐγώ τε καὶ ὁ λαός σου. καὶ εἶπε κύριος πρὸς Μω ϋσῆν· καὶ τοῦτόν σοι τὸν λόγον, ὃν εἴρηκας, ποιήσω· εὕ ρηκας γὰρ χάριν ἐνώπιόν μου, καὶ οἶδά σε παρὰ πάντας, καὶ χάριν ἔχεις παρ' ἐμοί. ἀλλ' οὐ δυνήσῃ ἰδεῖν τὸ πρόσωπόν μου· οὐ γὰρ μὴ ἴδῃ ἄνθρωπος τὸ πρόσωπόν μου καὶ ζή σεται. καὶ ἰδοὺ τόπος παρ' ἐμοί, καὶ στήσῃ ἐπὶ τῆς πέτρας, καὶ σκεπάσω τῇ χειρί μου, καὶ τότε ὄψει τὰ ὀπίσω μου. τὸ δὲ πρόσωπόν μου οὐκ ὀφθήσεταί σοι. εἶτα μέλλων τὸ δευτερονόμιον δέχεσθαι πάλιν φησίν· καὶ ἀνέβη Μωϋ σῆς εἰς τὸ ὄρος Σινᾶ, καθὰ συνέταξεν αὐτῷ κύριος. καὶ κατέβη κύριος ἐν νεφέλῃ, καὶ παρέστη αὐτῷ ἐκεῖ ἡμέρας μʹ καὶ νύκτας μʹ. ἄρτον οὐκ ἔφαγε καὶ ὕδωρ οὐκ ἔπιε καὶ ἔγραψεν ἐπὶ τῶν πλακῶν τὰ ῥήματα τῆς διαθήκης, τοὺς δέκα λόγους. καὶ λαβὼν τὰς πλάκας καὶ καταβὰς ἀπὸ τοῦ ὄρους δεδοξασμένος, εἶδεν Ἀαρὼν καὶ πάντες οἱ υἱοὶ Ἰσραὴλ τὸ πρόσωπον Μωϋσέως, καὶ ἦν δεδοξασμένον, καὶ ἐφοβή θησαν αὐτῷ προσεγγίσαι. καὶ εἰκότως· νηστεύσας γὰρ ἡμέ ρας πʹ κυρίῳ παρεστηκὼς καὶ τὰς θεογράφους πλάκας δεξά μενος καὶ τὸ θεόσδοτον δευτερονόμιον εἰληφὼς τοσοῦτον αὐτοῦ τὸ πρόσωπον ἐκ τῆς θεοπτίας ἐδοξάσθη, ὥστε μὴ δύνασθαι τὸν λαὸν ἀτενίσαι πρὸς τὴν ἐκεῖθεν φερομένην θείαν αἴγλην τε καὶ δόξαν. καὶ διὰ τοῦτο κάλυμμα ἐπετί θει, ἡνίκα πρὸς αὐτοὺς ὡμίλει. ἀκτῖνας γὰρ ἐκπέμπων σελασφόρους καὶ ἀπαστράπτων σφόδρα τὰς ὄψεις ἀπέστρεφε 121 τῶν ὁρώντων ὥσπερ τις ἡλιακὴ αὐγὴ τοῖς ὀφθαλμοῖς προσ πίπτουσα. μετὰ γὰρ ἡμέρας μʹ κατελθὼν καὶ διὰ τὴν μοσχοποιΐαν θυμωθεὶς εὐθέως τὰς πλάκας συντρίψας ἐπὶ τὸ ὄρος ἀνέδραμε καὶ τοσαύτας ἄλλας ἐνδιατρίψας ἐν τῷ ὄρει ἡμέρας προσφιλοσοφῶν τῷ θεῷ, πάσης ἀνθρωπίνης τροφῆς ὡς καὶ ἐν ταῖς προτέραις ἡμέραις γενόμενος ἄγευστος, οὕτω τὰς δευτέρας πλάκας λαβὼν πρὸς τὸν λαὸν κατῆλθεν. ποῖος οὖν λογισμὸς ἀνθρώπινος τὸ ὑπέρογκον τοῦδε τοῦ θαύματος παραστῆσαι δυνήσεται; πῶς ἡ ῥοώδης τοῦ σώματος φύσις τοσοῦτον κινουμένη διήρκεσεν οὐδενὸς ἀντιπληροῦντος τὸ καθ' ἡμέραν διαπνέον καὶ ἐξωθούμενον τῆς δυνάμεως; λύει δὲ τὸ ἄπορον τοῦτο πρᾶγμα καὶ θαυμάσιον ὁ θεῖος λόγος, ὅταν λέγει· οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ' ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος θεοῦ. οὐκοῦν εὔδηλον πᾶσιν ἐντεῦθεν ὡς μηδὲν τὸν ἄγγελον τοῦτον βε βρωκέναι παντελῶς ἐν ᾗ κατῆλθεν ἡμέρᾳ σπεύδων ἐν λόγῳ κυρίου, καὶ τῇ ἐπαύριον ἐν τῷ ὄρει ἀνῆλθεν, ὅς γε δικαίως τῷ δικαίῳ θυμῷ χρησάμενος τὰς ἐν λίθῳ σαπφείρῳ δακ τύλῳ θεοῦ γραφείσας θείας ῥήσεις μὴ φέρων τὴν ἐπάρατον ἐργασίαν τε καὶ θεοστυγῆ πρᾶξιν τῶν ἀνοσίων ἐκείνων καὶ βεβήλων συνέτριψεν, τοῦτο μὲν ἀνάξιον πάμπαν εὖ μάλα 122 κρίνας τοιαύτης θεουργίας καὶ εὐεργεσίας ἀπολαῦσαι τοὺς θεομισεῖς καὶ ἐμβροντήτους, τοῦτο δὲ μᾶλλον εἰδὼς τὴν κατ' αὐτῶν ἔνδικον ἀγανάκτησιν τοῦ θεοῦ καὶ διὰ τοῦτο παντί που δῆλον κελεύσας εἰ καὶ μὴ πάντας ἡβηδόν, ἀλλὰ τοὺς πα ρατυχόντας ἀναιρεθῆναι. πῶς οὖν ὁ τοιαύτης καὶ τοσαύτης ἐγκρατείας καὶ νηστείας ἐργάτης καὶ χάριτος θείας ἔμπλεος ἐκ διαμέτρου καὶ θείῳ ζήλῳ πυρπολούμενος ἅμα καὶ ἰλιγγιῶν καὶ ἀδημονῶν καὶ ἀθυμῶν σφόδρα καὶ λυπούμενος καθ' ὑπερ βολὴν ἐπὶ τῇ φοβερᾷ τῶν ἀχαρίστων ἁμαρτίᾳ καὶ ἀστόργων καὶ ἀσπόνδων ἠνέσχετο βρώσεως καὶ πόσεως μετασχεῖν ἐν ἡμέρᾳ μιᾷ, πικρίας καὶ θυμοῦ πεπληρωμένος καὶ στενοχωρίας ἐν λαῷ κακούργῳ καὶ μυσαρωτάτῳ, μὴ πρότερον ὑπὲρ αὐτῶν ἐξιλεωσάμενος δι' ἐπιτεταμένης ἔτι νηστείας καὶ κατανύξεως, ἧς οὐδὲν φίλον θεῷ πέφυκεν, εὖ εἰδὼς εἰ καί τις ἄλλος; ὅτι γὰρ μία γέγονεν ἡμέρα μόνη μεταξὺ τῆς ἐξ ὄρους κατα βάσεως αὐτοῦ καὶ ἀναβάσεως, ἐν ᾗ τάς τε πλάκας συντρίψας καὶ τὸν μόσχον ἐξαφανίσας καὶ τοὺς τρισχιλίους αἰσχίστους καὶ κακίστους ἄνδρας ὀλοθρεύσας, βουλόμενος ὡς οἷόν τε καταπαῦσαι τὴν ὀργὴν τοῦ θεοῦ μικρὸν καὶ τὸν ἄκρατον θυμόν, αὐτίκα τῇ ἐπιούσῃ θᾶττον ἀνῆλθεν εἰς τὸ ὄρος πρὸς κύριον δυσωπήσων ὑπὲρ αὐτῶν, ἄκουσον τί φησιν ἡ γραφὴ διαρρήδην· καὶ ἐγένετο μετὰ τὴν αὔριον, καὶ εἶπε Μωϋσῆς πρὸς τὸν λαόν· ὑμεῖς ἡμαρτήκατε ἁμαρτίαν μεγάλην, καὶ 123 νῦν ἀναβήσομαι πρὸς τὸν θεόν, ἵνα ἐξιλάσωμαι περὶ τῆς ἁμαρτίας ὑμῶν. εἶτα ἐπήγαγεν εὐθέως· ἐπέστρεψε δὲ Μω ϋσῆς πρὸς κύριον καὶ εἶπεν· δέομαι, ἡμάρτηκεν ὁ λαὸς οὗτος ἁμαρτίαν μεγάλην καὶ ἐποίησαν ἑαυτοῖς θεούς. καὶ νῦν εἰ μὲν ἀφεῖς αὐτοῖς τὴν ἁμαρτίαν αὐτῶν, ἄφες, εἰ δὲ μή, ἐξάλειψόν με ἐκ τῆς βίβλου ἧς ἔγραψας. καὶ εἶπε κύριος πρὸς Μωϋσῆν· εἴ τις ἥμαρτεν ἐνώπιόν μου, ἐξαλείψω αὐτὸν ἐκ τῆς βίβλου μου. νυνὶ δὲ βάδιζε καὶ ὁδήγησον τὸν λαὸν τοῦτον εἰς τὸν τόπον ὃν εἴρηκά σοι, καὶ ἰδοὺ ὁ ἄγγελός μου προπορεύσεται πρὸ προσώπου σου. ᾗ δ' ἂν ἡμέρᾳ ἐπισκέπτωμαι, ἐπάξω ἐπ' αὐτοὺς τὴν ἁμαρτίαν αὐτῶν. καὶ ἐπάταξε κύριος τὸν λαὸν περὶ τῆς ποιήσεως τοῦ μόσχου, οὗ ἐποίησεν Ἀαρών. ἴδε τοίνυν χρηστότητα καὶ ἀποτομίαν θεοῦ κατὰ τὸν χριστοφόρον καὶ γνῶθι σαφῶς, ὅτι φοβερὸν ὄντως τὸ ἐμπεσεῖν εἰς χεῖρας θεοῦ ζῶντος καὶ ἀμήχανον ἐκφυγεῖν τοὺς ἐπταικότας, ἀμετανόητα δήπουθεν, τὴν ἔνδι κον καὶ ἀδέκαστον θείαν δίκην, εἰ καὶ [μὴ] παραχρῆμα ταύτην οὐκ ἐπάγει, καθὼς ἐναργέστατα διὰ βραχυλογίας ἀποδέδεικται. ὥστε λοιπὸν ἀναμφήριστόν ἐστιν, ὡς ὀγδοη κοντήμερον ἐφεξῆς ἀπόσιτος ἔφυ θεοφορούμενος ὁ θεσπέσιος ἀνὴρ οὗτος καὶ ἐνισχυόμενος ἐν ἐκείνῃ τῇ πολλῇ προσ 124 εδρείᾳ καὶ παραστάσει θεοῦ, θεὸς καὶ θεοφάντωρ ἤδη γε νόμενος καὶ ὑπὲρ φύσιν ἀνθρωπίνην καρτερίαν καὶ εὐ τονίαν ἐπιδειξάμενος, εἴτε ἐν σώματι πέλων εἴτε ἐκτὸς τοῦ σώματος ὁ θεὸς μόνος οἶδεν ὁ τοῦτον οὕτως ἀποφή νας καὶ ὑπερφυῶς δοξάσας. εἶτα πάλιν φησίν· ἡνίκα δ' ἂν εἰσεπορεύετο Μωϋσῆς εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, εἱστήκει πᾶς ὁ λαὸς σκοπεύοντες. ὡς δ' ἂν εἰσῆλθε Μω ϋσῆς εἰς τὴν σκηνήν, κατέβαινεν ὁ στῦλος τῆς νεφέλης καὶ ὁ θεὸς ἐπὶ τὴν σκηνήν, ὁ δὲ λαὸς ἑώρα τὸν στῦλον τῆς νεφέλης καὶ προσεκύνουν ἕκαστος ἐκ τῆς σκηνῆς αὐτοῦ. καὶ οὕτως ἐλάλει κύριος μετὰ Μωϋσέως ἐνώπιον τοῦ λαοῦ. καὶ τὸν μὲν λαὸν ἐκ τῆς ὀργῆς κυρίου διαφόρως ἐπαγωνι ζόμενος ἐξελέσθαι τοσοῦτον ὑπὲρ αὐτῶν ἠλόγησε τῆς οἰκείας σωτηρίας, ὡς καὶ ἐν τῇ θραύσει τοῦ θεοῦ κατὰ τὸν Δαυὶδ στῆναι καὶ φάναι· εἰ μὲν ἀφεῖς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες, εἰ δὲ μή, ἐξάλειψον κἀμὲ ἐκ τῆς βίβλου ἧς ἔγραψας. εἶπε γάρ, φησίν, τοῦ ἐξολοθρεῦσαι αὐτούς, εἰ μὴ Μωϋσῆς ὁ ἐκ λεκτὸς αὐτοῦ ἔστη ἐν τῇ θραύσει αὐτοῦ τοῦ μὴ ἐξολοθρεῦσαι αὐτούς. ὅσοι δὲ κατεξανέστησαν αὐτῷ οἱ μὲν κατεπόθησαν εἰς γῆν ζῶντες, οἱ δὲ θείου πυρὸς γεγόνασι παρανάλωμα. φησὶ γάρ· καὶ ἐγένοντο οἱ τεθνηκότες ἐν τῇ θραύσει χιλιά δες ιδʹ καὶ ἑπτακόσιοι χωρὶς τῶν τεθνηκότων ἕνεκεν Κορέ. Οὐ μὴν δὲ ἀλλὰ καὶ Μαρία ἡ προφῆτις καὶ ἀδελφὴ αὐτοῦ λαλήσασα κατ' αὐτοῦ δίκην ἔδωκεν. καὶ ἐλάλησεν, φησίν, Μαρία καὶ Ἀαρὼν κατὰ Μωυσέως ἕνεκεν τῆς γυ ναικὸς αὐτοῦ Αἰθιοπίσσης, ὅτι γυναῖκα Αἰθιόπισσαν ἔλαβεν, 125 καὶ εἶπαν· μὴ Μωϋσῇ μόνῳ λελάληκεν ὁ θεός. καὶ ἤκουσε κύριος· καὶ ὁ ἄνθρωπος Μωϋσῆς πραῢς σφόδρα παρὰ πάντας ἀνθρώπους τοὺς ἐπὶ τῆς γῆς. καὶ κατέβη κύριος ἐν στύλῳ νεφέλης ἐπὶ τὴν σκηνὴν τοῦ μαρτυρίου καὶ εἶπε πρὸς Ἀαρὼν καὶ Μαρίαν· ἐὰν γένηται προφήτης ὑμῶν κυρίῳ, ἐν ὁράματι αὐτῷ γνωσθήσομαι καὶ ἐν ὕπνῳ λαλήσω αὐτῷ· οὐχ οὕτως ὡς ὁ θεράπων μου Μωϋσῆς ἐν ὅλῳ τῷ οἴκῳ μου πιστός ἐστιν. στόμα κατὰ στόμα λαλήσω αὐτῷ ἐν εἴδει καὶ οὐ δι' αἰνιγμάτων, καὶ τὴν δόξαν μου εἶδεν. καὶ διὰ τί οὐκ ἐφοβήθητε καταλαλῆσαι κατὰ τοῦ θεράποντός μου Μωϋσέως; καὶ ὀργὴ θυμοῦ κυρίου ἐπ' αὐτοῖς καὶ ἀπῆλθον. καὶ ἰδοὺ Μαρία λεπρῶσα ὡσεὶ χιών. ἀλλ' οὖν γε δυσωπήσας Μωϋσῆς περὶ αὐτῆς, καὶ ἀφορισθεῖσα ἐκ τοῦ λαοῦ ἡμέρας ζʹ ἰάθη κατὰ τὸν λόγον κυρίου. καὶ μετὰ ταῦτα Μαρία ἐτελεύτησεν. καὶ οὐκ ἦν ὕδωρ τῇ συναγωγῇ, καὶ ἐλοιδορεῖτο ὁ λαὸς πρὸς Μωϋσῆν καὶ Ἀαρών, καὶ κατα βοήσαντες, εἶπε κύριος πρὸς Μωϋσῆν· λάβε τὴν ῥάβδον ταύτην καὶ ἐκκλησίασον τὴν συναγωγὴν σὺ καὶ Ἀαρὼν ὁ ἀδελφός σου, καὶ λαλήσατε πρὸς τὴν πέτραν ἐναντίον αὐ τῶν, καὶ δώσει τὰ ὕδατα αὐτῆς. καὶ ἔλαβε Μωϋσῆς τὴν ἀπέναντι κυρίου ῥάβδον καὶ ἐξεκλησίασε Μωϋσῆς καὶ Ἀαρὼν τὴν συναγωγὴν ἀπέναντι τῆς πέτρας καὶ εἶπε πρὸς αὐτούς· ἀκούσατέ μου, οἱ ἀπειθεῖς, μὴ ἐκ τῆς πέτρας ταύτης ἐξά ξωμεν ὑμῖν ὕδωρ. καὶ ἐπάρας Μωϋσῆς τὴν χεῖρα αὐτοῦ 126 καὶ πατάξας τὴν πέτραν τῇ ῥάβδῳ δὶς ἐξῆλθεν ὕδωρ πολύ, καὶ ἔπιεν ἡ συναγωγὴ καὶ τὰ κτήνη αὐτῶν. καὶ εἶπε κύ ριος πρὸς Μωϋσῆν καὶ Ἀαρών· ἀνθ' ὧν οὐκ ἐπιστεύσατε ἁγιάσαι με ἐναντίον τοῦ λαοῦ, διὰ τοῦτο οὐκ εἰσάξετε ὑμεῖς τὴν συναγωγὴν ταύτην εἰς τὴν γῆν ἣν ἔδωκα αὐτοῖς. διὸ προστεθήτω Ἀαρὼν πρὸς τὸν λαὸν αὐτοῦ καὶ ἀποθανέτω, ὅτι οὐ μὴ εἰσέλθητε εἰς τὴν γῆν ἐκείνην, διότι παρωξύνατέ με ἐπὶ τοῦ ὕδατος τῆς ἀντιλογίας καὶ λοιδορίας τοῦ λαοῦ. καὶ ἀνεβίβασε Μωϋσῆς τὸν Ἀαρὼν εἰς τὸ ὄρος, καθὰ συνέταξε κύριος ἐναντίον πάσης συναγωγῆς, καὶ ἐξέδυσεν αὐτὸν τὰ ἱερατικὰ ἱμάτια καὶ ἐνέδυσεν αὐτὰ Ἐλεάζαρ τὸν υἱὸν αὐτοῦ, καὶ ἀπέθανεν Ἀαρὼν ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους ἐν τῷ μʹ ἔτει τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ζήσας ἔτη ρκγʹ. καὶ εἶδε πᾶσα ἡ συναγωγὴ ὅτι ἀπελύθη Ἀαρών, καὶ ἔκλαυσαν αὐτὸν ἡμέρας λʹ. Καὶ μετὰ ταῦτα εἶπε κύριος πρὸς Μωϋσῆν· ἀνάβηθι εἰς τὸ ὄρος τὸ Ναβαῦ καὶ ἴδε τὴν γῆν, ἣν δίδωμι τοῖς υἱοῖς Ἰσραήλ, καὶ τελεύτα ἐκεῖ ὃν τρόπον ἀπέθανεν Ἀαρὼν ὁ ἀδελφός σου ἐν τῷ ὄρει, διότι ἠπειθήσατε τῷ ῥήματί μου ἐπὶ τοῦ ὕδατος τῆς ἀντιλογίας Κάδης καὶ οὐχ ἡγιάσατέ με ἐν τῷ λαῷ, ὅτι ἀπέναντι ὄψει τὴν γῆν καὶ ἐκεῖ οὐκ εἰσε λεύσῃ. τοῦ δὲ Μωϋσέως πολλὰ καὶ πολλάκις δεηθέντος τοῦ θεοῦ περὶ τούτου καὶ λέγοντος· διαβὰς οὖν, ὦ δέσποτα κύριε, τὸν Ἰορδάνην ὄψομαι τὴν ἀγαθὴν γῆν ἐκείνην καὶ 127 τὸ ἅγιον ὄρος καὶ τὸν Ἀντιλίβανον, εἶπε κύριος πρὸς αὐτόν· ἱκανούσθω σοι. ὅρα μὴ προσέλθῃς μοι ἔτι λαλῆσαι περὶ τούτου, ἀλλὰ ἀνάβηθι ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους καὶ ἴδε κατὰ θάλασσαν καὶ βορρᾶν καὶ λίβα καὶ ἀνατολὰς τὴν ἀγα θὴν γῆν, ὅτι τοῖς ὀφθαλμοῖς σου ὄψει αὐτὴν καὶ ἐκεῖ οὐκ εἰσελεύσῃ. καὶ γράψας ἐκ προστάγματος κυρίου τὴν μεγά λην ᾠδὴν καὶ διαθήκην καὶ ἐπιθεὶς τὰς χεῖρας αὐτοῦ ἐπὶ Ἰησοῦν τοῦ Ναυὴ εἰς τὸ διαδέξασθαι αὐτὸν ἀνέβη λοιπὸν εἰς τὸ ὄρος τὸ Βαρήμ, ὅ ἐστι Ναβαῦ. καὶ ἔδειξεν αὐτῷ κύριος πᾶσαν τὴν γῆν τῆς ἐπαγγελίας καὶ εἶπε πρὸς αὐτόν· αὕτη ἡ γῆ, ἣν ὤμοσα Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ λέγων· τῷ σπέρματί σου δώσω αὐτήν, ἔδειξα τοῖς ὀφθαλμοῖς σου, καὶ ἐκεῖ οὐκ εἰσελεύσῃ. καὶ ἐτελεύτησεν ἐκεῖ Μωϋσῆς διὰ ῥήματος κυρίου ζήσας ἔτη ρκʹ. καὶ θάψας αὐτὸν ὁ λαὸς καὶ κλαύσας ἡμέρας μʹ, οὐδεὶς οἶδε τὴν ταφὴν αὐτοῦ. καὶ οὐκ ἀνέστη ἔτι προφήτης ἐν Ἰσραὴλ ὡς Μωϋσῆς, ὃν ἔγνω κύριος αὐτὸν πρόσωπον κατὰ πρόσωπον ἐν πᾶσι τέρασι καὶ σημείοις. μεθ' ὃν οὐδεὶς ὑπὲρ τὰ ρκʹ ἔτη ἔζησεν. Καὶ τῷ μὲν μʹ ἔτει τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ τῇ νουμηνίᾳ, φησὶν Ἰώσηπος, τοῦ πρώτου μηνὸς Νισὰν ἐτε λεύτησε Μαρία καὶ ἐτάφη ἐν Ὢρ τῷ ὄρει, καὶ τῇ νουμηνίᾳ τοῦ πέμπτου μηνὸς Ἂβ τοῦ αὐτοῦ ἔτους ἐτελεύτησεν Ἀαρὼν καὶ ἐτάφη ἐν Ὢρ τῷ ὄρει, καὶ τῇ νουμηνίᾳ τοῦ δωδεκά του μηνὸς Ἄδαρ τοῦ αὐτοῦ ἔτους ἐτελεύτησε Μωϋσῆς ἐν 128 ὄρει τῷ Βαρήμ, ἐν ᾧ καὶ ἐτάφη, καί τινα λοιπὸν φωτοειδῆ νεφέλην γεγενῆσθαι κατὰ τὸν τόπον ἐκεῖνον ἀμαυροῦσαν καὶ ἀποτειχίζουσαν τὰς ὄψεις τῶν ὁρώντων, ἵνα μὴ γινώσκοιεν αὐτοῦ τὸν τάφον εἰς τὸν αἰῶνα. προσεκτέον οὖν ὅπως τὸν Νισὰν πρῶτον μῆνα λέγει, ὅνπερ ἡμεῖς ὀνομάζομεν Μάρτιον καὶ οὐχὶ Ἀπρίλλιον, ὥς τινες οἴονται. ὅτι γὰρ πρῶτος μήν ἐστι παρ' Ἑβραίοις ὁ Νισάν, ὡς καὶ αὐτὴ δηλοῖ τοῦ ὀνό ματος ἡ ἑρμηνεία ἑβραϊστὶ λεγομένου Νισάν, ὅ ἐστι πρῶτος μήν, ὁ παρ' ἡμῖν λεγόμενος Μάρτιος, μάρτυς μὲν καὶ οὗτος ὁ σοφώτατος καὶ νομοδιδάσκαλος Ἰώσηπος τὸν Νισὰν πρῶ τον εἰπὼν μῆνα καὶ τὸν Ἂβ πέμπτον καὶ τὸν Ἄδαρ δωδέκατον, μάρτυς δὲ μᾶλλον θεῖός τε καὶ ἀξιόχρεος ὁ προφή της Ζαχαρίας περὶ τοῦ ἐνάτου καὶ ἑνδεκάτου μηνὸς λέγων· τῇ τετάρτῃ τοῦ ἐνάτου μηνός, ὅς ἐστι Χασλεῦ, καὶ πάλιν τῇ τετάρτῃ καὶ εἰκάδι τοῦ ἑνδεκάτου μηνός, ὅς ἐστι Σαβάτ. καὶ γὰρ οὕτω καὶ παρ' ἡμῖν, εἰ πρῶτος ὁ Μάρτιος ἀριθμηθείη, ὄγδοος ὁ Ὀκτώβριος εὑρίσκεται καὶ δέκατος ὁ Δεκέμβριος. καὶ μέντοι καὶ τὸ ἔαρ ἀπὸ τοῦ αὐτοῦ πρωτοκτίστου μηνὸς ἄρχεται Μαρτίου, καὶ ἡ γῆ βλαστάνει κατὰ τὴν θείαν πρόσ ταξιν βοτάνην χόρτου, καὶ οἱ τοῦ ἐνιαυτοῦ καιροὶ τέσσαρες ἀνὰ τριῶν μηνῶν ἔχοντες ἀριθμοῦνται, καὶ λέγεται ὁ ψῆφος αὐτῶν ἔαρ καὶ θέρος, φθινόπωρον καὶ χειμών. Οὐ μὴν δὲ ἀλλὰ καὶ ὁ πολυμαθὴς καὶ πολυίστωρ Εὐσέ βιος ἐν τοῖς χρονικοῖς κανόσι φησίν· οἱ οὖν Ἰουδαῖοι τὴν 129 τοῦ ἔτους νεομηνίαν τοῦ παρ' αὐτοῖς λεγομένου Νισὰν ἤτοι τῇ κεʹ τοῦ Μαρτίου μηνὸς ἔχει πάντοτε, ἥτις ἐστι πρωτό κτιστος ἡμέρα, ἐν ᾗ τόδε τὸ πᾶν ἐκ μὴ ὄντων εἰς τὸ εἶναι παραγαγὼν ὁ θεὸς κατ' αὐτὴν εὐδοκίᾳ τοῦ πατρὸς καὶ συνεργίᾳ τοῦ ἁγίου πνεύματος ἐνοικήσας ἐν τῇ ἁγίᾳ παρ θένῳ τῷ αὐτῷ ἔτει ἐνηνθρώπησεν, καὶ κατ' αὐτὴν ἐκ τάφου ἀνέστη, καὶ γέγονε τὸ λεγόμενον κυριακὸν πάσχα. αὕτη τοίνυν καὶ ἡμῖν κατὰ τὴν τοῦ θεοῦ ἁγίαν ἐκκλησίαν ἀρχὴ ἔτους ἔστω πάντοτε, καθ' ὃν καὶ τὸ ἅγιον πάσχα εὑρίσκον τες εἰς κυριακὴν ἐμπίπτον μετὰ τὴν τεσσαρισκαιδεκάτην τῆς σελήνης τοῦδε τοῦ μηνὸς Μαρτίου τοῦ καὶ Νισὰν προσ αγορευομένου οὐκ ἰουδαϊκῶς ἀλλ' ἀποστολικῶς ἐκτελοῦμεν κατὰ φυσικὴν καὶ θεοπαράδοτον μέθοδον. Οὕτως οὖν ὁ θαυμάσιος οὗτος ἀνὴρ διαπρέψας καὶ τερατουργὸς ἀναδειχθεὶς τοὐναντίον πάλιν καὶ μετὰ πολλῆς ὀδύνης καὶ θλίψεως διαπεραίνει τὸν βίον. καὶ γὰρ ἀπο δυρόμενος τὴν στέρησιν τῆς ἐπηγγελμένης ἁγίας γῆς ἔλεγε πρὸς τοὺς Ἰσραηλίτας· κύριος ὁ θεὸς ἐθυμώθη μοι περὶ τῶν λεγομένων ἐφ' ὑμῶν καὶ ὤμοσεν, ἵνα μὴ διαβῶ τὸν Ἰορδάνην τοῦτον καὶ εἰσέλθω εἰς τὴν γῆν, ἣν κύριος ὁ θεός σου δίδωσί σοι ἐν κλήρῳ. ἐγὼ γὰρ ἀποθνήσκω ἐν τῇ γῇ ταύτῃ καὶ οὐ διαβαίνω τὸν Ἰορδάνην, ὑμεῖς δὲ διαβαίνετε 130 καὶ κληρονομεῖτε τὴν ἀγαθὴν γῆν ταύτην. ποίαν τοίνυν ἆρα λιθίνην καρδίαν οὐ συνέτριψεν ἡ τοῦ δικαίου θλίψις τότε; ποίαν ψυχὴν ἀμείλικτον καὶ δυσπαράκλητον οὐ κατε μάλαξε καὶ εἰς οἶκτον ἤγαγε ταῦτα μετὰ δακρύων φθεγγό μενα; τίνα οὐκ ἂν ἐξέπληξε καὶ ἐφόβησε καὶ πρὸς δάκρυα καὶ θρῆνον ἀκατάσχετον ἐκίνησεν; ὄντως ἀληθῶς πολλαὶ αἱ θλίψεις τῶν δικαίων. ἰδοὺ γάρ, ὁ ἐκ βρέφους ἀστεῖος ὁρώμενος καὶ θείας χάριτος ἔμπλεος οὗτος ὁ ἀοίδιμος καὶ ἐξοχώτατος δίκαιος ἀπὸ τῆς πρώτης ἡλικίας ἀρξάμενος θλίβεσθαι καὶ ὀδυνᾶσθαι καὶ ἀδημονεῖν μετὰ τῆς αὐτῆς ἀθυμίας τὸν βίον κατέλυσεν. ἵνα γὰρ τὰς ἐν Αἰγύπτῳ θλίψεις αὐτοῦ πολλὰς καὶ κακὰς παρῶμεν καὶ τὰς ἐν τῇ ἐρήμῳ διασκοπήσωμεν, ἔνθα μηκέτι φέρων τοῦ πολλάκις αὐτὸν λιθοβολῆσαι θελήσαντος λαοῦ τὴν ἀγνωμοσύνην καὶ θρασύτητά τε καὶ ἀγριότητα καὶ παραιτούμενος τὴν προ στασίαν ἐκ πολλῆς ἀθυμίας καὶ θάνατον αἰτούμενος, ἄκου σον καὶ γνῶθι τὸν πολὺν θόρυβον καὶ φοβερὸν ἴλιγγα τῆς ψυχῆς αὐτοῦ δι' ὀλίγων ῥημάτων. φησὶ γάρ· καὶ ἐβαρυθύ μησε Μωϋσῆς σφόδρα καὶ εἶπε πρὸς κύριον· ἵνα τί ἐκά κωσας τὸν θεράποντά σου, καὶ διὰ τί οὐχ εὕρηκα χάριν ἐναντίον σου ἐπιθεῖναί μοι τὴν ὁρμὴν τοῦ λαοῦ τούτου; μικρὸν καὶ λιθοβολήσουσί με. μὴ ἐγὼ ἐν γαστρὶ ἔλαβον πάντα τὸν λαὸν τοῦτον; ἢ ἐγὼ ἔτεκον αὐτούς; ὅτι λέγεις μοι· ἆρον αὐτοὺς εἰς τὸν κόλπον σου, ὡσεί τις ἄραι τιθηνὸς 131 τὸν θηλάζοντα, εἰς τὴν γῆν, ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν. πόθεν μοι κρέα δοῦναι παντὶ τῷ λαῷ τούτῳ, ὅτι κλαίουσιν ἐπ' ἐμὲ λέγοντες· δὸς ἡμῖν κρέα, ἵνα φάγωμεν. οὐ δυνήσομαι ἐγὼ μόνος φέρειν τὸν λαὸν τοῦτον, ὅτι βαρύ τερόν μοί ἐστι τὸ ῥῆμα τοῦτο. εἰ δὲ οὕτω σὺ ποιεῖς, ἀπόκτεινόν με ἀναιρέσει, εἰ εὕρηκα χάριν ἐν ὀφθαλμοῖς σου, ἵνα μὴ ἴδω τὴν κάκωσίν μου. τί οὖν λοιπὸν τῶν ῥημάτων τούτων γένοιτ' ἂν ὀδυνηρότερον καὶ τί τῆς ζωῆς ταύτης δυσαχθέστερον; καὶ αὐτὸς μὲν εὐεργετῶν αὐτοὺς διετέλει καὶ προκινδυνεύων αὐτῶν. ἐπεὶ γὰρ διαφόρως εἶπεν ὁ θεὸς πρὸς αὐτὸν ἐξολοθρεῦσαι τούτους λέγων· ἔασόν με, καὶ θυμωθεὶς ἐξαναλώσω αὐτοὺς εἰς ἅπαξ καὶ ποιήσω σε εἰς ἔθνος μέγα, ἢ τοῦτο πρεσβευόμενος ἔλεγεν· εἰ μὲν ἀφεῖς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες, εἰ δὲ μή, ἐξάλειψόν με ἐκ τῆς βίβλου ἧς ἔγραψας. ἐκεῖνοι δὲ συνεχῶς καὶ ἀκαθέκτως ἐπανίσταντο κατ' αὐτοῦ, μέχρις ἂν καὶ εἰς ἔσχατον κίνδυνον αὐτὸν ἤγαγον καὶ τῆς ἐπαγγελίας ἀπεστέρησαν. καὶ τοῦτο δηλῶν πρὸς αὐτοὺς πάλιν καὶ τραγικώτερον τὴν ἑαυτοῦ συμφορὰν διηγούμενος ἔφη· καὶ ἐμοὶ κύριος ἐθυμώθη δι' ὑμᾶς καὶ ὑπερεῖδέ με ἕνεκεν ὑμῶν καὶ οὐκ ἤκουσέ μου τῆς δεήσεως λέγων· οὐδὲ σὺ οὐ μὴ εἰσέλθῃς ἐκεῖ. διὸ δή φησιν ὁ Δαυίδ· καὶ παρώργισαν αὐτὸν ἐφ' ὕδατος ἀντι λογίας, καὶ ἐκακώθη Μωϋσῆς δι' αὐτούς, ὅτι παρεπίκραναν τὸ πνεῦμα αὐτοῦ, καὶ διέστειλεν ἐν τοῖς χείλεσιν αὐτοῦ. 132 ἀθυμοῦντι γὰρ διὰ τὴν τῆς ἀδελφῆς τελευτὴν ἐπέκειντο δίψει πιεζόμενοι. δυσχεραίνων τοίνυν τὴν πολλὴν αὐτῶν ἀκρασίαν τε καὶ αὐθάδειαν ἀνθρώπινόν τι πέπονθε καὶ ὥσπερ ἐκείνοις ὀργιζόμενος ἀμφιβόλως τὸν λόγον προσήνεγκεν, καὶ ὅπερ διὰ θεῖον ζῆλον ἐπὶ τῆς μοσχοποιΐας αὐτῶν ἐξ ὑπερβολῆς ἀθυ μίας ὁ πραότατος πέπονθε τοῦτο καὶ ἐπὶ τῆς ἀντιλογίας, ὃ δὴ καὶ ὁ πρᾶος Δαυὶδ πάσχων ἔλεγεν· ἀθυμία κατέσχε με ἀπὸ ἁμαρτωλῶν τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου, καί· εἶδον ἀσυνετοῦντας καὶ ἐξετηκόμην, ὅτι τὸ λόγιόν σου οὐκ ἐφυ λάξαντο. οὐ γὰρ ἄν, εἰ μὴ σφόδρα αὐτὸν ἐσκότωσε καὶ ἐκ βάθρων αὐτοῦ τὴν ψυχὴν ἔστρεψεν ὁ τῆς ἀθυμίας ἐκεῖνος τάραχος, τὰς θεογράφους πλάκας ἔρριψεν ἀπὸ τῶν χειρῶν καὶ συνέτριψεν, ἐν αἷς ὑπῆρχον γεγραμμένα ταῦτα· αʹ. ἐγώ εἰμι κύριος ὁ θεός σου, ὃς ἐξήγαγόν σε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας. οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ. βʹ. οὐ ποιήσεις σεαυτῷ εἴδωλον παντὸς ὁμοίωμα. ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐπὶ τῆς γῆς κάτω καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς οὐ προσκυνήσεις αὐτοῖς οὐδ' οὐ μὴ λατρεύσῃς αὐτοῖς. γʹ. οὐ λήψῃ τὸ ὄνομα κυ ρίου τοῦ θεοῦ σου ἐπὶ ματαίῳ. δʹ. μνήσθητι τὴν ἡμέραν τῶν σαββάτων ἁγιάζειν αὐτήν. εʹ. τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται καὶ ἔσῃ μακρο 133 χρόνιος ἐπὶ τῆς γῆς. ϛʹ. οὐ μοιχεύσεις. ζʹ. οὐ κλέψεις. ηʹ. οὐ φονεύσεις. θʹ. οὐ ψευδομαρτυρήσεις κατὰ τοῦ πλη σίον σου ψευδομαρτυρίαν. ιʹ. οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου. οὐκ ἐπιθυμήσεις τὴν οἰκίαν τοῦ πλησίον σου οὐδὲ τὸν ἀγρὸν αὐτοῦ οὐδὲ τὸν παῖδα αὐτοῦ οὐδὲ τὴν παιδίσκην αὐτοῦ οὔτε τὸν βοῦν αὐτοῦ οὔτε τὸ ὑποζύγιον αὐτοῦ οὔθ' ὅσα τῷ πλησίον σού ἐστιν. ἐννόησον δέ γε πρὸς τούτοις οἷον πῦρ τὴν αὐτοῦ ψυχὴν ἀνῆψε καὶ ἀκατά παυστον φλόγα ἤγειρεν ἡ τοῦ ἀδελφοῦ τελευτή, καὶ οἷον καυτῆρα διηνεκῆ τε καὶ ἀθεράπευτον ὁ ταύτης ἐνέθηκε τρό πος. οἷον γὰρ εἰκὸς ἦν πάσχειν ὑπὸ τῆς φυσικῆς φιλο στοργίας πρῶτον μὲν εἰς τὸ ὄρος αὐτὸν ἀνάγων διὰ θείας ὀργῆς τελευτῆσαι, δεύτερον δὲ ἡνίκα τὴν ἀρχιερατικὴν στο λὴν ἀπαμφιάζων καὶ βλέπων αὐτὸν κατώδυνον σφόδρα καὶ συγκεχυμένον καὶ παρειμένον δάκρυσί τε συνεχόμενον καὶ ἀγωνιῶντα, τρίτον δὲ τὸν ἀπ' ἀλλήλων αἰφνίδιον χωρισμὸν καὶ τὴν ἑαυτοῦ ἐκ τῆς ἀδελφικῆς γλυκυτάτης ὁμιλίας τε καὶ συνουσίας ἐρημίαν καὶ μόνωσιν. εἰ γὰρ ὁ λαὸς ἐπένθησεν αὐτὸν ἡμέρας λʹ, πόσῳ μᾶλλον οὗτος οὐ διέλειπεν ἂν θρη νῶν ἀκατασχέτως μέχρι τέλους ζωῆς αὐτοῦ φλεγόμενος πάνυ καὶ σφαδάζων ὑπὸ τῆς φυσικῆς τυραννίδος. καὶ τὸ δὴ πάντων θαυμαστότερον καὶ ἐλεεινότερον, ὅτι καὶ τὴν περι πόθητον γῆν, ὑπὲρ ἧς πολλούς τε καὶ φοβεροὺς ἀνέτλη πόνους, ἰδὼν μακρόθεν καὶ μειζόνως τρωθεὶς ἀπῆλθε μὴ τυχὼν ὁ θαυμάσιος καὶ πανάρετος ποιμὴν τοῦ σπουδαζομέ νου διὰ τὴν ἀπείθειαν καὶ σκληροκαρδίαν καὶ δυστροπίαν τῶν ποιμαινομένων. ποῦ οὖν εἰσὶν οἱ ἐνάρετοι ποιμένες 134 ἴσως καὶ λαὸν ἀπειθῆ καὶ σκληροτράχηλον καὶ δυσάγωγον ἅμα καὶ ἀντίλογον ποιμαίνοντες καὶ μηδὲν ἐκ τῆς ἐκεί νων φαυλότητος οἰόμενοι κινδυνῶδες πάσχειν ἐκ πολλῆς ἀπροσεξίας καὶ ἀβελτηρίας ἢ μᾶλλον εἰπεῖν τῆς παγκά κου λήθης; εἰ γὰρ εἰς ἔννοιαν εἶχον ἀεὶ τὸν ἀοίδιμον ἄνδρα τοῦτον, μεθ' ὃν καὶ τὸν δίκαιον ἀρχιερέα Ἠλεί, καὶ ὅπως ἑκάτερος αὐτῶν ὁσίως καὶ ἀμέμπτως βιοῦντες καὶ προστατεύοντες ἐκ τῆς τῶν προστατευομένων ἐκινδύνευσαν κακίας, οὐκ ἂν ἐπαύσαντο θρηνοῦντες καὶ φρίττοντες εἰκό τως καὶ τὴν ἑτέρων προστασίαν ἢ παραιτούμενοι ἢ μετὰ πολλοῦ φόβου καὶ τρόμου καθηγεῖσθαι καὶ διηνεκῶς πεν θεῖν καὶ φροντίζειν περὶ τῆς ἐκείνων ἀπολογίας κατὰ τὴν περὶ τῶν ἀμφοτέρων ἀποστολικὴν παραίνεσιν τὴν λέγουσαν· πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε. αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν ὡς λόγον ἀποδώσοντες. Εἰ τοίνυν οἱ τοιοῦτοι καὶ τηλικοῦτοι καθηγηταὶ διὰ τὴν τῶν καθηγουμένων καὶ ὑποχειρίων ἐκινδύνευσαν, ὡς προεί ρηται, μοχθηρίαν, τίς ὑπὲρ τούτους καυχήσηται φανταζόμενος ἢ ἀλαζονευόμενος καὶ ἀκινδύνως τὴν ἡγεμονίαν διασῶσαι με γαλαυχήσει καὶ ματαιολογήσει φανερῶς ἀμνημονήσας, ὅτι πολ λοὶ πολλοὺς ἀφελεστέρους καὶ δυσπειθεῖς διασῶσαι πειραθέντες ὑπὲρ τὴν ἰσχὺν αὐτῶν καὶ ἑαυτοὺς προσαπώλεσαν, οἴμοι τὸ ἐλεεινότερον, ἔσθ' ὅτε καὶ αἴσχιστον καὶ κάκιστον. ἄλλους μὲν 135 γάρ, ἔφη τίς που τῶν ὁσίων ἀνδρῶν, οὐ πάντες ἀπαιτούμεθα σῶσαι, ἑαυτοὺς δὲ πάντες πάντως. ὅθεν οὖν λοιπὸν καὶ τῷ ἑαυτοῦ μαθητῇ ὁ χριστοφόρος τῷ τοιούτῳ δυνατῷ ἔργῳ καὶ λόγῳ παραγγέλλων καὶ ἀσφαλιζόμενος ἔφασκεν· μὴ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις. ἑαυτὸν ἁγνὸν τήρει, διότι ἕκαστος ὑπὲρ ἑαυτοῦ λόγον δώσει τῷ θεῷ. καὶ μάλα γε εἰκότως ἔφη τοῦτο καὶ λίαν προσφόρως. ᾔδει γὰρ ὅτι καὶ ἡ γραφὴ τουτὶ προμεμαρτύρηκε σαφέστατα λέγουσα· σώζων σῶζε τὴν ἑαυτοῦ ψυχήν, ἕκαστος δήπουθεν, καὶ ἀλλοίως οὐκ ἔστιν. ἄξιον τοίνυν ὄντως ἀληθῶς ἄξιον σφόδρα θαυ μάσαι καὶ λίαν ἐκπλαγῆναι, μᾶλλον δὲ φρίξαι καὶ ἐκστῆναι, πῶς ὁ τοιοῦτος καὶ τηλικοῦτος προφήτης καὶ θεόπτης καὶ νομοθέτης καὶ οὐρανομύστης καὶ πολλῶν μεγίστων θείων χαρισμάτων ἀξιωθεὶς καὶ διαφόρων τεραστίων ὑπηρετήσας καὶ μέντοι καὶ τῷ λαῷ τοῦ θεοῦ κατὰ τὸ εἰρημένον ἑλόμενος συγκακουχεῖσθαι τοσαῦτα ἔτη ἢ πρόσκαιρον ἔχειν ἁμαρτίας ἀπόλαυσιν, εἶτα μετὰ τοὺς πολλοὺς ἐκείνους διαύλους καὶ πόνους καὶ κόπους καὶ ἀγῶνας καὶ ἱδρῶτας καὶ πειρασμούς τε καὶ θλίψεις διὰ σμικρὰν πλημμέλειαν διήμαρτεν ὁ πάσης ἀρετῆς ἐνθέου κεκοσμημένος καὶ λελαμπρυσμένος ἔργῳ καὶ λόγῳ τῆς ἐπηγγελμένης ἐλπίδος καὶ διὰ τῆς τοσούτων χρόνων ἀποκαραδοκουμένης καὶ βλεπομένης ἐφέσεως ξένος καθέστηκεν.