Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon
Georgius HamartolusChro 136 · pg-scrape-grcMore by Georgius Hamartolus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-hamartolus" aria-label="More works by Georgius Hamartolus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
136.1.1
βαβαὶ τοῦ θαύματος καὶ τῆς τοῦ θεοῦ περὶ τὰς τῶν ἁγίων πράξεις τε καὶ ῥήσεις ἀκριβολογίας καὶ ἐξετάσεως. ἀληθῶς γὰρ ὅτι ὀλίγοι οἱ σωζόμενοι, καὶ βιαστή ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν καὶ βιασταὶ ἁρπάσουσιν αὐτήν. ἐπείπερ οὐδὲν ὄφελος τῆς προειργασμένης δικαιοσύνης καὶ τῆς προλαβούσης πρὸς θεὸν οἰκειώσεως τοῦ δικαίου καὶ παρρησίας, εἰ μὴ σύμφωνον τῆς ἀρχῆς καὶ κατάλληλον ἀπαντήσῃ τὸ τέλος, ὡς ὁ μέγας οὗτος καὶ ἀξιάγαστος θερά πων καὶ ὑπὲρ ἄνθρωπον δίκαιος ἐναργῶς ἀπέδειξεν. κἀν τεῦθεν, ὡς ἔοικεν, ὁ δίκαιος ἔφη κριτὴς εἰκότως διὰ τοῦ προφήτου· ἐν τῷ ἀποστρέψαι δίκαιον ἐκ τῆς δικαιοσύνης αὐτοῦ καὶ ποιήσει ἀδικίαν πᾶσαι αἱ δικαιοσύναι αὐτοῦ ἃς ἐποίησεν οὐ μὴ μνησθῶσιν. ἐν τῇ ἁμαρτίᾳ αὐτοῦ ἀποθα νεῖται. καί· δικαιοσύνη δικαίου οὐ μὴ ἐξελεῖται αὐτὸν ἐν ᾗ ἂν ἡμέρᾳ πλανηθῇ. ὅρα γὰρ ὅπως οὔτε τὰ ἐν τοσούτοις ἔτεσιν αὐτοῦ πλεῖστα καὶ διάφορα καὶ ὑπὲρ λόγον ἀριστεύ ματα καὶ αἱ συνεχεῖς μετὰ ταῦτα δεήσεις καὶ ἱκετηρίαι τὸν θεὸν ἐδυσώπησαν, οὔτε μὴν ἡ προλαβοῦσα τηλικαύτη καὶ τοσαύτη δόξα τε καὶ οἰκείωσις καὶ προσεδρεία εἰς οἶκτον καὶ συγγνώμην τοῦ σφάλματος ἐπισπάσασθαι τὸν θεὸν τηνι καῦτα δεδύνηνται διὰ τὸ μέγεθος τοῦ ἀξιώματος εὔδηλον ὅτι κατὰ τὸν Σολομῶντα. φησὶ γάρ· κρίσις ἀπότομος ἐν τοῖς ὑπερέχουσι γίνεται. καί· τοῖς κραταιοῖς ἰσχυρὰ ἐφίσταται 137 ἔρευνα. διδάσκει δέ γε διὰ τούτων ἡμᾶς ὁ θεός, ὡς τοὺς ἐν ἀρετῇ τελείους τὴν ἀκρίβειαν ἀπαιτεῖ, καὶ τοῖς ἄλλοις ἀνθρώποις μεγάλα παρανομοῦσι μακροθυμῶν τοῖς ἁγίοις ταύτης οὐ μεταδίδωσι τῆς συγγνώμης. ὅθεν ὁ μὲν Σολομὼν αὖθίς φησιν· ὁ μὲν γὰρ ἐλάχιστος συγγνωστός ἐστιν ἐλέους, δυνατοὶ δὲ δυνατῶς ἐτασθήσονται. ὁ δὲ κύριος· ᾧ μὲν γὰρ ὀλίγον ἐδόθη, φησίν, ὀλίγον καὶ ἀπαιτήσουσι παρ' αὐτοῦ, ᾧ δὲ πολὺ ἐδόθη, πολὺ καὶ ἀπαιτήσουσι παρ' αὐτοῦ. οὐ κοῦν εὔκαιρον ὄντως εἰπεῖν ἐνταῦθα· ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ. ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. καί· φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας θεοῦ ζῶντος. καί· φοβερὸν τὸ πρόσω πον κυρίου ἐπὶ ποιοῦντας κακά, διότι κατὰ τὸ πολὺ ἔλεος αὐτοῦ οὕτω καὶ πολὺς ὁ ἔλεγχος αὐτοῦ. ἔλεος γὰρ καὶ ὀργὴ παρ' αὐτοῦ, καὶ ἐπὶ ἁμαρτωλοὺς καταπαύσει ὁ θυμὸς αὐτοῦ. καί· διὰ τοῦτο πάντως οὐδὲ ἀγγέλων ἁμαρτησάντων ἐφείσατο, καθὼς γέγραπται. Τί οὖν ἂν λοιπὸν ἐροῦμεν ἡμεῖς οἱ μυρίων γέμοντες κακῶν καὶ τοσοῦτον ἀποδέοντες τῆς ἐκείνου ἀρετῆς ὅσον γῆ τοῦ οὐρανοῦ, καὶ τὸν θεὸν καθ' ἑκάστην ἡμέραν καὶ ὥραν δι' ἔργων καὶ λόγων παροξύνοντες; μηδεὶς τοίνυν ἀρετάς τινας ἔχων ἢ δοκῶν ἔχειν καυχάσθω ἢ ἀμερίμνως 138 διακείσθω, ὡς ἤδη τοὺς τῶν ἀρετῶν αὐτοῦ πόνους τὰς ἐπικαρπίας ἐν χερσὶν ἔχων ἢ πάντως καὶ ἀναντιρρήτως τοὺς στεφάνους ἀποληψόμενος, ἀλλὰ μᾶλλον ἀεὶ νηφέτω καὶ τα πεινούσθω μέχρι θανάτου καὶ ἑαυτὸν ὡς μηδεμίαν ἐντολὴν θεοῦ φυλάξαντα λογιζέσθω, κἂν πάσας τὰς ἀρετὰς κέκτηται συλλήβδην, κἂν εἰς αὐτὴν ἀναβέβηκε τῶν ἀγαθῶν τὴν κορω νίδα. εἰ γὰρ ὁ θεοφιλὴς καὶ ἱεροφάντης ἐκεῖνος καὶ τῆς οἰκουμένης ἀντίρροπος, μᾶλλον δὲ μείζων, οὗ οὐκ ἦν ἄξιος ὁ κόσμος, κατὰ τὸ εἰρημένον, ᾧ ὁ θεὸς ἐνώπιος ἐνωπίῳ ὡμίλει ὡς εἴ τις λαλήσει πρὸς τὸν ἑαυτοῦ φίλον, ᾧ εἶπεν· οἶδά σε παρὰ πάντας, ᾧ κατὰ πρόσωπον ὡμίλει καὶ οὐ διὰ δήλων ἢ ἐνυπνίων ἢ ἀγγέλων ἢ αἰνιγμάτων, μετὰ τοσούτων κατορθωμάτων ὄγκον καὶ τοιαύτης φιλοσοφίας τε καὶ νήψεως μικρὸν ἀπονυστάξας οὐκ ἔτυχε συγγνώμης, πῶς ἡμεῖς οἱ μηδὲ ἴχνος τοιαύτης ἀρετῆς ἔμφασιν κεκτημένοι μὴ διηνε κῶς γρηγορήσωμεν καὶ πενθήσωμεν καὶ κλαύσωμεν ἑαυτοὺς διὰ παντὸς καὶ δούλους ἀχρείους εἶναι λογισώμεθα; διὰ δὴ τοῦτο προασφαλιζόμενος ἡμᾶς ὁ κύριος ἔλεγεν· ὅταν πάντα τὰ διατεταγμένα ὑμῖν πράξητε, τότε εἴπατε ὅτι· ἀχρεῖοι δοῦλοί ἐσμεν. ὃ ὠφείλαμεν ποιῆσαι πεποιήκαμεν. καὶ τοῦτο εἰδὼς ὁ 139 θεῖος Ἡσαΐας πρὸς τὸν θεὸν ἔφασκεν· πᾶσα ἡ δικαιοσύνη ἡμῶν ὡς ῥάκος ἀποκαθημένης ἐνώπιόν σου. ὡσαύτως γε καὶ ὁ ἱεροψάλτης καὶ πανάρετος Δαυίδ· εἶπα τῷ κυρίῳ· κύριός μου εἶ σύ, ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις. ὅθεν καὶ παραινεῖ λέγων· δουλεύσατε τῷ κυρίῳ ἐν φόβῳ καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ, μήποτε ὀργισθῇ κύριος καὶ ἀπολεῖσθε ἐξ ὁδοῦ δικαίας, ὅταν ἐκκαυθῇ ἐν τάχει ὁ θυμὸς αὐτοῦ. τοιαῦτα γοῦν καὶ ὁ θεηγόρος Παῦλος παραγγέλλων φάσκει· μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατερ γάζεσθε. καί· ὁ δοκῶν ἑστάναι βλεπέτω μὴ πέσῃ. Τούτων δὲ ἕκαστος ᾐνίξατο δι' ὧν εἴρηκεν, ὡς μήτε πεποιθέναι τῇ οἰκείᾳ ὁσιότητι, κἂν πάνυ τῶν εὐδοκίμων ὑπ άρχει, μήτε μὴν καθυφεῖναι πάμπαν τοῦ νήφειν καὶ ταπει νοῦσθαι καὶ δεδοικέναι λίαν ἄχρι σιωπῆς ὑστάτης, διότι καὶ μέχρι ψιλοῦ ῥήματος καὶ ἐνθυμήματος λόγον εἰσπραττόμεθα καὶ ἐκ τῶν λόγων ἡμῶν δικαιούμεθά τε καὶ κατακρινόμεθα, καθὼς καὶ ἡ κατὰ τὸν Φαρισαῖον καὶ τὸν τελώνην παραβολὴ σαφῶς διαδείκνυσιν ἑκάτερον καθ' ἑαυτὸν διαλογιζόμενον καὶ ἐν καρδίᾳ φθεγγόμενον, καὶ τὸν μὲν καταδεδικασμένον ἀπο φαίνουσα, τὸν δὲ μᾶλλον δεδικαιωμένον. ὅτι γὰρ τοὺς λογι σμοὺς καὶ τὰς πονηρὰς ἐνθυμήσεις κρινεῖ κύριος, ἄκουσον τί φησιν ὁ θεὸς διὰ Ἡσαΐου· κἀγὼ τὰ ἔργα καὶ τοὺς λογισμοὺς αὐτῶν ἔρχομαι συναγαγεῖν. καὶ δὴ καὶ Δαυὶδ ἔλεγεν· ἕνε 140 κεν τίνος παρώργισεν ὁ ἀσεβὴς τὸν θεόν; εἶπε γὰρ ἐν καρδίᾳ αὐτοῦ· οὐκ ἐκζητήσει δήπουθεν τὰ πλημμελήματά μου. ὅς γε πάντως ἐρεῖ πρὸς αὐτὸν εἰκότως· ἐλέγξω καὶ παραστήσω κατὰ πρόσωπόν σου τὰς ἁμαρτίας σου. καὶ γοῦν πρὸ τούτων φησὶν ἡ γραφή· καὶ ἰδὼν κύριος ὁ θεὸς ὅτι ἐπληθύνθησαν αἱ κακίαι τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς καὶ πᾶς τις διανοεῖται ἐν τῇ καρδίᾳ αὐτοῦ ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ πάσας τὰς ἡμέρας, εἶπεν· ἀπαλείψω τὸν ἄνθρωπον ὃν ἐποίησα ἀπὸ προσώπου τῆς γῆς, ὅτι ἐνεθυμήθην ποιή σας αὐτόν. εἶτα μετὰ τὸν κατακλυσμὸν σπλαγχνισθεὶς ὁ φιλάνθρωπος θεός, ἐπήγαγεν ἡ γραφὴ λέγουσα· καὶ εἶπε κύριος ὁ θεός· διανοηθεὶς οὐ προσθήσω ἔτι καταράσασθαι τὴν γῆν διὰ τὰ ἔργα τῶν ἀνθρώπων, ὅτι ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος. ὥσπερ τοίνυν αἱ γυναῖκες ἀπὸ συνουσίας τίκτουσιν, κἂν μὲν ὑγιεινὰ τὰ σώματα ᾖ, τοιαῦτα καὶ τὰ τικτόμενα, εἰ δὲ διεφθαρμένα, μιμεῖται τῶν γονέων τὴν φύσιν, οὕτω καὶ ἐπὶ τῶν λογισμῶν· ἂν μὲν ἀγαθοῖς συγγένῃ, τοιαῦτα ἔσται καὶ τὰ ἔγγονα, ἂν δὲ πονηροῖς, καὶ μὴ προσέχῃς, πολλὴν ἐκεῖθεν λήψῃ τὴν λύμην, ὦ οὗτος. ἄκουσον γοῦν τί φησιν ὁ προφήτης περὶ τῶν καλὰ διαλογιζομένων· ἀπὸ τοῦ φόβου σου, κύριε, ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν καὶ ἐτέκομεν πνεῦμα σω τηρίας. περὶ δὲ τῶν φαύλων· ὠὰ ἀσπίδων ἔρρηξαν καὶ ἱστὸν ἀράχνης ὑφαίνουσιν. ταῦτ' οὖν ἐννοοῦντες, ἀγαπητοί, γνωσιμαχήσωμεν καὶ περὶ τοῦ τέλους ἡμῶν φροντίσωμεν ὅτι μάλιστα, καὶ μὴ παυσώμεθα τὰ περὶ τοῦ ἀοιδίμου ἐκείνου καὶ θεσπεσίου ἀνδρὸς νουνεχῶς ἀπομνημονεύοντες. 141 Καὶ γὰρ καὶ ὁ μέγας Βασίλειος τοῦτον μᾶλλον ὑπερεκ πληττόμενος οὕτω φάσκει· ὅταν ἴδω Μωσέα τὸν τοῦ θεοῦ θεράποντα τὸν μέγαν ἐκεῖνον, τὸν τοσαύτης μὲν καὶ τηλι καύτης ἀξιωθέντα παρὰ θεοῦ τιμῆς, οὕτω δὲ πολλάκις ὑπ' αὐτοῦ μαρτυρηθέντα, ὡς ἀκοῦσαι· ἔγνων σε παρὰ πάντας, καὶ εὕρηκας χάριν ἐνώπιόν μου· τοῦτον ὅταν ἴδω ἐπὶ τοῦ ὕδατος τῆς ἀντιλογίας οὐδενὸς ἕνεκεν, ἢ ἵνα μόνον εἴπῃ τῷ λαῷ γογγύζοντι δι' ἀπορίαν ὕδατος· μὴ ἐκ τῆς πέτρας ταύτης ἐξάξομεν ὑμῖν ὕδωρ; τούτου μόνου ἕνεκεν εὐθὺς ἀπειλὴν δεχόμενον εἰς τὴν γῆν τῆς ἐπαγγελίας μὴ εἰσελεύ σεσθαι, ἥτις ἦν τότε τῶν πρὸς Ἰουδαίους ἐπαγγελιῶν τὸ κεφάλαιον· ὅταν οὖν ἴδω τοῦτον παρακαλοῦντα καὶ μὴ συγχωρούμενον, ὅταν ἴδω μηδεμιᾶς συγγνώμης διὰ τὰ τοσαῦτα κατορθώματα ἐπὶ τῷ βραχεῖ ἐκείνῳ ῥήματι καταξιού μενον, ὄντως μὲν ὁρῶ θεοῦ ἀποτομίαν κατὰ τὸν ἀπόστολον, ὄντως δὲ ἐκεῖνο ἀληθὲς εἶναι πείθομαι τό· εἰ ὁ δίκαιος μόλις σώζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται; Περὶ οὗ μέντοι καὶ ὁ μέγας Ἰσίδωρος πρός τινά φησιν· εἰπὲ τῷ πρός σε διενεχθέντι Ἰουδαίῳ καὶ μηδὲν μὲν γεν ναῖον μηδὲ νεανικὸν φράσαντι, ἀγυρτικὰς δὲ λογοποιΐας ἐμέ σαντι καὶ φήσαντι περὶ τοῦ παιδὸς Ναυὴ εἰρῆσθαι τό· προφήτην ὑμῖν ἀναστήσει ὁ θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ, ὅτι· κατὰ πολλὰ πλημμελεῖς μὴ καλῶς νοῶν τὸ προηγούμενον μήτε μὴν τὸ ἐπαγόμενον· αὐτοῦ ἀκούσεσθε 142 κατὰ πάντα ὅσα ἂν ἐντελεῖται ὑμῖν. ἔσται δὲ πᾶσα ψυχή, ἥτις ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου, ἐξολοθρευθήσε ται ἐκ τοῦ λαοῦ αὐτῆς. πρῶτον μὲν γὰρ μετὰ τὴν χειρο τονίαν ἐκείνου ταῦτα Μωσῆς ἔνθους γενόμενος ἐθέσπισεν, δεύτερον δὲ ὅτι, εἰ μὲν ὁ τοῦ Ναυὴ παῖς ὑπερέβη τὸν Μωσέα, πιθανὸν μὲν τὸ λεγόμενον, οὐκ ἀληθὲς δέ· εἰ δὲ πολὺ αὐτοῦ καταδεέστερος ἦν, ἀδρανὴς αὕτη ἡ ἔννοια φαί νεται. τρίτον δὲ ὅτι οὐδὲ προσέθηκέ τι τῷ νόμῳ, ἀλλὰ τοῖς ἐκείνου ἐπολιτεύσατο θεσμοῖς. τέταρτον δὲ ἐχρῆν, εἴγε περὶ αὐτοῦ ἦν ὁ λόγος, εἰπεῖν οὐκ· ἀναστήσει, ἀλλ'· ἀνέ στησεν. πέμπτον δὲ ὅτι ἔδει φράσαι· ἔσται δὲ πᾶσα ψυχή, ἥτις ἂν μὴ ἀκούσῃ τοῦ προφήτου τούτου· τὸ δὲ εἰπεῖν· ἐκείνου, τοῦτον παρεγράψατο. ἕκτον δέ, πῶς πρὸς τὸν Ἰωάννην μετὰ πολλὰς γενεὰς τεχθέντα ἀπέστειλαν πευσό μενοι, εἰ αὐτὸς εἴη ὁ προφήτης. πρὸς οὓς ἔφη· οὔκ εἰμι. προφήτης μὲν γὰρ ἦν, ὁ προφήτης δὲ οὐκ ἦν. ἕβδομον δέ· πῶς τοῦ Χριστοῦ παραγενομένου οἱ τὰ θαύματα θεώμενοι ἔλεγον· οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης. συνοράτω οὖν πόσα αὐτῷ ἐναντιοῦται, καὶ τὸν ἀληθῆ προγνώστην τε καὶ βασιλέα καὶ δημιουργὸν προσκυνείτω. [κζʹ. Περὶ Ἰησοῦ τοῦ Ναυή.] Μετὰ δὲ Μωσέα διεδέξατο τὴν ἀρχὴν Ἰησοῦς ὁ τοῦ Ναυὴ καὶ περάσας τὸν Ἰορδάνην καὶ ποιήσας ἐν τῇ γῇ τῆς ἐπαγγελίας ἔτη λβʹ πολεμῶν καὶ κατακληροδοτῶν αὐτὴν τοῖς 143 υἱοῖς Ἰσραὴλ ἀπέθανε ζήσας ἔτη ριʹ. καὶ ὁ μὲν Μωϋσῆς πατάξας τὸν Σηὼν βασιλέα τῶν Ἀμορραίων καὶ τὸν Ὢγ βασιλέα τῆς Βασάν, ὃς ὑπελείφθη ἐκ τῶν γιγάντων κατοικῶν ἐν τῷ Ῥαφαῒν ἐν Ἀσταρώθ, ὄντα τοῦ Ῥαφαῒν ἀπόγονον, οὗκαὶ ἡ κλίνη σιδηρᾶ τὸ μῆκος ἔχουσα πήχεις θʹ καὶ τὸ πλάτος δʹ, ἀφείλατο πᾶσαν τὴν γῆν αὐτῶν, ὁ δὲ Ἰησοῦς χειρωσάμενος τοὺς Χαναναίους καὶ Φερεζαίους καὶ Γεργε σαίους καὶ Χετταίους καὶ Ἰεβουσαίους καὶ Ἀμορραίους καὶ Εὐαίους καὶ πάντας αὐτῶν τοὺς βασιλεῖς ὄντας τῷ ἀριθμῷ λβʹ πᾶσαν τὴν γῆν αὐτῶν δέδωκεν, ὡς εἴρηται, τοῖς υἱοῖς Ἰσραήλ. ἐν γὰρ τῷ φεύγειν αὐτούς, φησίν, ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραὴλ καὶ κύριος ἐπέρριψεν αὐτοῖς λίθους χαλά ζης ἐκ τοῦ οὐρανοῦ, καὶ ἐγένοντο πλείους οἱ ἀποθανόντες διὰ τοὺς λίθους τῆς χαλάζης, ἢ οὓς ἀπέκτειναν οἱ υἱοὶ Ἰσραὴλ μαχαίρᾳ ἐν τῷ πολέμῳ στρατηγοῦντος Ἰησοῦ. ὅς γε μέγας καὶ τερατουργός τε καὶ θεοφιλὴς πάνυ καὶ οὗτος ἀναδειχθεὶς οὐκ ἄμοιρος λύπης καὶ πειρασμῶν διαφόρων ἐγένετο. Περὶ οὗ καὶ ὁ θεορήμων Χρυσόστομος ἔφη· ἐννόησον ὅσον ἐστὶ δίκαιος ἄνθρωπος. εἶπεν Ἰησοῦς ὁ τοῦ Ναυή· στήτω ὁ ἥλιος κατὰ Γαβαὼν καὶ ἡ σελήνη κατὰ φάραγγα Ἐλώμ, καὶ ἐγένετο. φησὶ γάρ· καὶ ἔστη ὁ ἥλιος κατὰ μέσον τοῦ οὐρανοῦ εἰς τέλος ἡμέρας μιᾶς, καὶ οὐκ ἐγένετο ἡμέρα 144 τοιαύτη πρότερον καὶ ἔμπροσθεν, ὥστε ὑπακοῦσαι θεὸν ἀν θρώπου, ὅτι συνεπολέμει τῷ Ἰσραήλ. τοῦτο τοῦ Μωσέως μεῖζον. τί δήποτε; οὐ γάρ ἐστιν ἴσον θαλάττῃ ἐπιτάξαι καὶ τοῖς κατ' οὐρανόν. μέγα μὲν οὖν κἀκεῖνο, καὶ σφόδρα μέγιστον, πλὴν ἀλλ' οὐδὲν ἴσον. εἰ τοίνυν ἐνταῦθα τοιαῦτα ἐργάζονται οἱ ἅγιοι, τί ἆρα ἐκεῖ; πόσην ἔχουσι μᾶλλον τὴν λαμπρότητα καὶ τὴν παρρησίαν; ἀλλά γε καὶ οὗτος δὴ οὖν ὁ θαυμαστὸς καὶ τερατουργὸς διαδεξάμενος τὸν Μωϋσῆν συναπήλαυσεν αὐτῷ πάντων ὡς ἔπος εἰπεῖν τῶν ἀνιαρῶν. εἰ δέ τι διὰ τὸ νέον τῆς ἡλικίας ἐξέφυγεν, τοῦτο μετὰ τὴν ἐκείνου τελευτὴν ἀνεπλήρωσεν. οὐ γὰρ ὅτε μόνον ἔζη Μω ϋσῆς τὰ ἱμάτια διέρρηξε καὶ σποδὸν κατεπάσατο, ἀλλὰ καὶ τελευτήσαντος πάλιν εἰς τὴν αὐτήν, μᾶλλον δὲ εἰς μείζονα κατέστη ταύτης ἀνάγκην, δι' ὅλης ἡμέρας πρηνὴς κείμενος ἐπὶ τῆς γῆς διὰ τὴν ἁμαρτίαν Ἄχαρ καὶ τὴν τοῦ λαοῦ ἧτταν μετὰ τὸ στῆσαι τὸν Ἰορδάνην καὶ τὸν λαὸν διαβιβά σαι καὶ τὴν πόλιν Ἱεριχὼ καταστρέψαι. καὶ ἄκουσον αὐτοῦ καὶ τῶν ῥημάτων καὶ τῶν ὀδυρμῶν. φησὶ γάρ· καὶ διέρρη ξεν Ἰησοῦς τὰ ἱμάτια αὐτοῦ καὶ ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν ἐναντίον κυρίου ἕως ἑσπέρας αὐτὸς καὶ οἱ πρεσβύτεροι Ἰσραήλ, καὶ ἐπέβαλον χοῦν ἐπὶ τὴν κεφαλὴν αὐτῶν. καὶ εἶπεν Ἰησοῦς· δέομαι, κύριε, ἵνα τί διεβίβασεν ὁ παῖς σου τὸν λαὸν τοῦτον τὸν Ἰορδάνην παραδοῦναι αὐτὸν τῷ Ἀμορραίῳ ἀπολέσαι ἡμᾶς; καὶ τί ἐρῶ, ἐπεὶ μετέβαλεν Ἰσραὴλ αὐχένα 145 ἀπέναντι τοῦ ἐχθροῦ αὐτοῦ; καὶ ἀκούσας ὁ Χαναναῖος καὶ πάντες οἱ κατοικοῦντες τὴν γῆν περικυκλώσουσιν ἡμᾶς καὶ ἐκτρίψουσιν ἀπὸ τῆς γῆς. ὁρᾶς ὅπως καὶ οὗτος οὐχ ἧττον Μωσέως ἀδημονεῖ καὶ θορυβεῖται δεδοικὼς τὴν τοῦ λαοῦ πανωλεθρίαν. καί που τάχα καὶ αὐτὸς ὁμοίως τὴν ζωὴν ἐξ ἀπορίας ἀπελέγετο καὶ περιστάσεως. ἐῶ δὲ λέγειν τοὺς διαφό ρους πολέμους καὶ μάχας καὶ φροντίδας καὶ τῶν Γαβαωνιτῶν τὴν ἀπάτην. καὶ μέντοι καὶ ἡ τῶν κλήρων διανομὴ πολὺν μὲν τὸν πόνον, πολλὰς δὲ παρεῖχεν αὐτῷ τὰς δυσκολίας καὶ θλίψεις. καὶ τοῦτο ἴσασιν οἳ καὶ τὴν τυχοῦσαν διανεῖμαι προσετάχθησαν οὐσίαν ἀδελφοῖς τε καὶ κληρονόμοις καὶ τὸ δυσπειθὲς ἑκατέρων καὶ δυσάρεστον. οὕτω τοίνυν πάντες, ὅσοι τῷ θεῷ μεγάλως εὐηρέστησαν, διὰ θλίψεων καὶ πει ρασμῶν δοκιμασθέντες καὶ δόκιμοι ἀναφανέντες τῆς πρὸς θεὸν ἀγάπης καὶ παρρησίας ἐπέτυχον. καὶ ὅλως, εἰ βού λοιτό τις ἐξαριθμεῖν ἅπαντα, πολλὰ ἂν εὕροι τὰ κέρδη τῶν πειρασμῶν. καὶ οὐκ ἔστιν οὐδείς, ὧν πολὺς παρὰ τῷ θεῷ λόγος, θλίψεως ἐκτός, κἂν ἡμεῖς ἀγνοοῦμεν τοῦτο καὶ τὰ τοῦ θεοῦ περὶ αὐτῶν κρίματα. [Βιβλίον Γʹ.]
136.2.1
Περὶ Ἰούδα.] Μετὰ δὲ Ἰησοῦν διὰ τῶν κριτῶν ὁ θεὸς ἔσωζε τὸν λαὸν θλιβόμενον ὑπὸ τῶν περιλειφθέντων ἀλλοφύλων. ἐν οἷς 146 ὑπῆρχε πρώτιστος Ἰούδας καλούμενος, καὶ ἔκρινε τὸν λαὸν ἔτη ζʹ χειρωσάμενος καὶ τὸν Ἀδωνιβεζὲκ βασιλέα τῶν ἀλλο φύλων, καὶ ἀκρωτηριάσας αὐτοῦ χεῖρας καὶ πόδας, εἶπεν Ἀδωνιβεζέκ· ἑβδομήκοντα βασιλεῖς τὰ ἄκρα τῶν χειρῶν καὶ τῶν ποδῶν αὐτῶν ἀποκεκομμένοι ἦσαν συλλέγοντες τὰ ὑπο κάτω τῆς τραπέζης μου. καθὼς οὖν ἐποίησα, οὕτω καὶ ἀνταπέδωκέ μοι ὁ θεός. [βʹ. Περὶ Γοθονιήλ.] Μετὰ δὲ Ἰούδαν γέγονε κριτὴς Γοθονιὴλ ἔτη νʹ πατά ξας καὶ τὸν Χουσαραθὲμ βασιλέα Συρίας θλίψαντα τὸν λαὸν ἔτη ηʹ. [γʹ. Περὶ Αὐώδ.] Μετὰ δὲ Γοθονιὴλ γέγονε κριτὴς Αὐὼδ ὁ ἀμφοτεροδέ ξιος ἔτη πʹ πατάξας καὶ τὸν Ἐγλὼμ βασιλέα Μωὰβ ἐν μαχαίρᾳ διστόμῳ δρακὸς ἐχούσης τὸ μῆκος θλίψαντα τὸν Ἰσραὴλ ἔτη ιηʹ. [δʹ. Περὶ Σαμεγάρ.] Μετὰ δὲ Αὐὼδ γέγονε κριτὴς Σαμεγὰρ ἔτη ζʹ πατάξας καὶ ἐκ τῶν ἀλλοφύλων ἐν ἡμέρᾳ μιᾷ ἐν τῷ ἀροτρόποδι τῶν βοῶν ἄνδρας χʹ. 147 [εʹ. Περὶ Βαράκ.] Μετὰ δὲ Σαμεγὰρ γέγονε κριτὴς Βαράκ, μεθ' οὗ καὶ Δεβώρα ἡ προφῆτις καὶ γυνὴ Ἀφιαδώκ, ἔτη μʹ πολεμήσας καὶ τὸν Ἰαβὶν καὶ τὸν Σισάρα θλίψαντα τὸν Ἰσραὴλ ἔτη κʹ. ὅτε καὶ τὸν Σισάρα Ἰαὴλ ἀπέκτεινεν ἐν πασσάλῳ γυνὴ Χαβὲρ τοῦ Κιναίου. ἐφ' οὗ Προμηθεὺς καὶ Ὀρφεὺς ὁ Θρᾲξ οἱ σοφώτατοι παρ' Ἕλλησιν, καὶ Ἀσκληπιὸς ὁ ἰατρὸςκαὶ Λυκοῦργος ὁ Σπαρτιάτης καὶ νομοθέτης τῶν Ἑλλήνων ἐγνωρίζοντο. [ϛʹ. Περὶ Γεδεών.] Μετὰ δὲ Βαρὰκ γέγονε κριτὴς Γεδεὼν ὁ καὶ Ἱεροβαὰλ ἔτη μʹ πατάξας καὶ τὸν Μαδιὰμ μετὰ τʹ τῶν λαψάντων ἐν τῷ πίνειν καὶ τὸν Ὠρὴβ καὶ Ζὴβ καὶ Ζεβεὲ καὶ Σαλμανὰ τοὺς ἄρχοντας αὐτῶν, τὸν δὲ πύργον Φανουὴλ κατέστρεψε καὶ τοὺς ἄρχοντας αὐτῶν ἠλόησεν ἐν ταῖς ἀκάνθαις θλίψαν τας τὸν Ἰσραὴλ ἔτη ζʹ. 148 [ζʹ. Περὶ Ἀβιμέλεχ.] Μετὰ δὲ Γεδεὼν γέγονε κριτὴς Ἀβιμέλεχ υἱὸς αὐτοῦ ἔτη γʹ πατάξας καὶ τοὺς ἀδελφοὺς αὐτοῦ ἐκ τῶν ἐλευθέρων ἄνδρας οʹ ἐπὶ λίθον ἕνα, ἐξ ὧν οὐ κατελείφθη πλὴν Ἰωά θαμ τοῦ νεωτέρου διαδράσαντος. ὃς καὶ παραπορευομένου τοῦ Ἀβιμέλεχ μετὰ τοῦ λαοῦ ἀνῆλθεν ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους καὶ ἐπάρας τὴν φωνὴν αὐτοῦ ἔφη πρὸς αὐτοὺς παρα βολὴν τοιαύτην· ἀκούσατέ μου, ἄνδρες Σικίμων, καὶ ἀκούσει ὑμῶν ὁ θεός. πορευόμενα ἐπορεύθη τὰ ξύλα τοῦ χρῖσαι βασιλέα ἐφ' ἑαυτῶν. καὶ εἶπαν τῇ ἐλαίᾳ· βασίλευσον ἐφ' ἡμῶν. καὶ εἶπεν αὐτοῖς ἡ ἐλαία· μὴ ἀπολείψασα τὴν πιό τητά μου, ἣν ἐδόξασεν ὁ θεὸς καὶ οἱ ἄνθρωποι, πορεύσομαι ἄρχειν τῶν ξύλων. καὶ εἶπαν τῇ συκῇ· βασίλευσον ἐφ' ἡμῶν. καὶ εἶπεν αὐτοῖς ἡ συκῆ· μὴ παρεάσασα τὴν γλυκύ τητά μου πορεύσομαι ἄρχειν τῶν ξύλων. καὶ εἶπαν τῇ ἀμπέλῳ· βασίλευσον ἐφ' ἡμῶν. καὶ εἶπεν αὐτοῖς ἡ ἄμπε λος· μὴ καταλείψασα τὸν οἶνόν μου τὸν εὐφραίνοντα τοὺς ἀνθρώπους πορεύσομαι ἄρχειν τῶν ξύλων. καὶ εἶπαν τὰ ξύλα τῇ ῥάμνῳ· δεῦρο σύ, βασίλευσον ἐφ' ἡμῶν. καὶ εἶπεν ἡ ῥάμνος πρὸς τὰ ξύλα· εἰ ἐν ἀληθείᾳ χρίετέ με ὑμεῖς βασιλέα ἐφ' ὑμᾶς, δεῦτε, ὑποστῆτε ἐν τῇ σκιᾷ μου, καὶ εἰ μή, ἐξέλθοι πῦρ ἀπ' ἐμοῦ καὶ καταφάγοι τὰς κέδρους τοῦ 149 Λιβάνου. καὶ νῦν, εἰ ἐν ἀληθείᾳ ἐβασιλεύσατε τὸν Ἀβιμέλεχ υἱὸν τῆς παλλακῆς τοῦ πατρός μου, εἰ μή, ἐξέλθοι πῦρ ἀπὸ Ἀβιμέλεχ καὶ καταφάγοι τοὺς ἄνδρας Σικίμων, καὶ ἐξέλθοι πῦρ ἀπὸ τῶν ἀνδρῶν Σικίμων καὶ καταφάγοι τὸν Ἀβιμέλεχ. καὶ ταῦτα εἰπὼν Ἰωάθαμ εὐθὺς ἀπέδρα. καὶ ἐξαπέστειλεν ὁ θεὸς πνεῦμα πονηρὸν ἀνὰ μέσον Ἀβιμέλεχ καὶ ἀνὰ μέσον ἀνδρῶν Σικίμων, καὶ ἠθέτησαν οἱ ἄνδρες Σικίμων ἐν τῷ οἴκῳ Ἀβιμέλεχ τοῦ ἐπαγαγεῖν τὴν ἀδικίαν καὶ τὸ αἷμα τῶν οʹ υἱῶν Γεδεὼν ἐπὶ τὴν κεφαλὴν Ἀβιμέλεχ. καὶ γὰρ ἀπελ θὼν πολεμῆσαι πύργον καὶ προσεγγίσας τῇ θύρᾳ τοῦ πύρ γου ἐμπρῆσαι αὐτήν, ἔρριψε γυνὴ κλάσμα μύλου ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ συνέτριψε τὸ κρανίον αὐτοῦ. καὶ ἐπι βοήσας ταχὺ εἶπε πρὸς τὸν αἴροντα αὐτοῦ τὰ σκεύη· σπάσαι τὴν ῥομφαίαν σου καὶ θανάτωσόν με, μήποτε εἴπωσιν· γυνὴ αὐτὸν ἀπέκτεινεν. καὶ ἐκκεντῆσαν αὐτὸν τὸ παιδάριον ἀνεῖλεν. καὶ ἐπέστρεψεν ὁ θεὸς τὴν πονηρίαν Ἀβιμέλεχ, ἣν ἐποίησε τῷ πατρὶ αὐτοῦ ἀποκτείνας τοὺς οʹ ἀδελφοὺς αὐτοῦ, καὶ πᾶσαν τὴν πονηρίαν τῶν ἀνδρῶν Σικίμων ἐπέστρεψεν ὁ θεὸς εἰς τὴν κεφαλὴν αὐτῶν κατὰ τὸν λόγον καὶ τὴν παραβολὴν Ἰωάθαμ υἱοῦ Ἱεροβαάλ. Ἰστέον οὖν, φησὶν ὁ ἀοίδιμος Χρυσόστομος, ὡς πολυσή μαντόν ἐστι τὸ ὄνομα τῆς παραβολῆς. ἔστι γὰρ παραβολὴ λάλημα καὶ ὑπόδειγμα καὶ ὀνειδισμός, ὡς ὅταν λέγει Δαυίδ· ἔθου ἡμᾶς εἰς παραβολὴν ἐν τοῖς ἔθνεσιν, κίνησιν κεφαλῆς 150 ἐν τοῖς λαοῖς. ἔστι δὲ παραβολὴ αἰνιγματώδης λόγος, ὃ πολλοὶ λέγουσι ζήτημα, ἐμφαῖνον μέν τι, οὐκ αὐτόθεν δὲ πάντως δῆλον ὂν ἀπὸ τῶν ῥημάτων, ἀλλ' ἔχον ἐντὸς κε κρυμμένην διάνοιαν, ὡς ὅταν ὁ Σαμψὼν ἔλεγεν· ἐξῆλθεν ἀπὸ στόματος ἰσχυροῦ γλυκύ. καὶ Σολομὼν ἔφη· τότε νοή σεις παραβολὴν καὶ σκοτεινὸν λόγον. λέγεται δὲ παραβολὴ καὶ ἡ ὁμοίωσις. ἄλλην γάρ, φησίν, παραβολὴν παρέθηκεν αὐτοῖς λέγων· ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπεί ροντι καλὸν σπέρμα. καὶ παραβολὴ λέγεται ἡ τροπολογία, οἷόν ἐστι τό· υἱὲ ἀνθρώπου, εἶπον αὐτοῖς τὴν παραβολὴν ταύτην· ὁ ἀετὸς ὁ μεγαλοπτέρυγος, ἀετὸν λέγων τὸν βασι λέα. παραβολὴ λέγεται καὶ ὁ τύπος καὶ ἡ εἰκών, ὡς καὶ Παῦλος ἔφη· πίστει προσενήνοχεν Ἁβραὰμ τὸν Ἰσαὰκ πειραζόμενος καὶ τὸν μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγελίας δεξάμενος, ὅθεν καὶ ἐν παραβολῇ αὐτὸν ἐκομίσατο, τοῦτ' ἔστιν ἐν τύπῳ καὶ εἰκόνι. καὶ παραβολή ἐστι λόγος παρα βάλλων τὰ νοητὰ τοῖς αἰσθητοῖς καὶ παριστῶν ἐκ τῶν ἐγκοσμίων καὶ ὁρατῶν τὰ ὑπερκόσμια καὶ ἀόρατα. πρό βλημα δέ ἐστι λόγος συνεσκιασμένος καὶ αἰνιγματώδης κατὰ τὸ εἰρημένον· κλινῶ εἰς παραβολὴν τὸ οὖς μου, ἀνοίξω ἐν ψαλτηρίῳ τὸ πρόβλημά μου. καί· φθέγξομαι προβλήματα ἀπὸ καταβολῆς κόσμου. καὶ πρόβλημά ἐστι θεώρημα συν τεῖνον πρὸς θεωρίαν καὶ γνῶσιν. παράδειγμα δέ ἐστι λόγος 151 ἀπὸ τοῦ καθ' ἕκαστα ἄγων ἐπὶ τὸ καθόλου, ἢ δεῖξις πιστου μένη τὸ μερικὸν διὰ μερικοῦ καὶ ὁμοίου. παροιμία δέ ἐστι λόγος ἀπόκρυφος δι' ἑτέρου προδήλου σημαινόμενος. [ηʹ. Περὶ Θωλά.] Μετὰ δὲ Ἀβιμέλεχ γέγονε κριτὴς Θωλὰ ἔτη κγʹ. [θʹ. Περὶ Ἰαήρ.] Μετὰ δὲ Θωλὰ γέγονε κριτὴς Ἰαὴρ ἔτη κβʹ. [ιʹ. Περὶ Ἰεφθάε.] Μετὰ δὲ Ἰαὴρ γέγονε κριτὴς Ἰεφθάε ἔτη ϛʹ πατάξας καὶ τοὺς Ἀμμανίτας καὶ τοὺς Φυλιστιεὶμ θλίψαντας τὸν Ἰσραὴλ ἔτη ιηʹ. [ιαʹ. Περὶ Ἀβεσσά.] Μετὰ δὲ Ἰεφθάε γέγονε κριτὴς Ἀβεσσὰ ἔτη ζʹ. [ιβʹ. Περὶ Ἐλώμ.] Μετὰ δὲ Ἀβεσσὰ γέγονε κριτὴς Ἐλὼμ ἔτη ιʹ.
136.3.1
Περὶ Λαβδών.] Μετὰ δὲ Ἐλὼμ γέγονε κριτὴς Λαβδὼν ἔτη ηʹ. [ιδʹ. Περὶ Σαμψών.] Μετὰ δὲ Λαβδὼν γέγονε κριτὴς Σαμψὼν ἔτη κʹ πατά ξας καὶ τοὺς Φυλιστιεὶμ ἐν σιαγόνι ὄνου καὶ ἐν ῥάβδῳ καὶ 152 ἐν ἀλώπηξι καὶ ἐν συμπτώματι οἴκου θλίψαντας τὸν Ἰσραὴλ ἔτη μʹ. οὗ τὴν ἰσχὺν καὶ ἀνδρείαν δεικνύουσι μὲν καὶ ταῦτα, δηλοῦσι δὲ καὶ τὰ διάφορα καὶ ἰσχυρότατα δεσμὰ διαλυόμενα ῥᾳδίως ὑπὸ τῶν χειρῶν αὐτοῦ καὶ πύλαι πόλεως ἀνασπώμεναι. φησὶ γάρ· καὶ εἰσῆλθε Σαμψὼν εἰς Γάζαν τὴν πόλιν πρός τινα πόρνην, καὶ γνόντες οἱ Γαζαῖοι ἐνή δρευσαν ἀφ' ἑσπέρας κλείσαντες τὴν πόλιν βουλόμενοι αὐτὸν ἀνελεῖν τῇ ἐπαύριον. ὁ δὲ μεσούσης νυκτὸς ἀναστὰς καὶ ἐπιλαβόμενος τὰς θύρας τῆς πόλεως σὺν τοῖς δυσὶ σταθμοῖς καὶ ἀναβαστάσας αὐτὰς σὺν τοῖς μοχλοῖς καὶ ἐπιθεὶς ἐπὶ τοὺς ὤμους αὐτοῦ ἐξῆλθεν, ἔθηκε δὲ αὐτὰς ἐπὶ τὴν κορυ φὴν τοῦ κατὰ πρόσωπον τῆς πόλεως ὄρους. ἐφ' οὗ καὶ Ἡρακλῆς ὁ παρ' Ἕλλησι διαβόητος ἐγνωρίζετο. Καλῶς τοίνυν ὁ προφήτης παραινεῖ λέγων· μὴ κατα πιστεύετε ἐν φίλοις, καὶ ἀπὸ τῆς συγκοίτου σου φύλαξαι τοῦ ἀναθέσθαι τι αὐτῇ. παρενοχληθεὶς γὰρ ὁ δίκαιος οὗ τος ὑπὸ τῆς πρώτης αὐτοῦ γυναικὸς καὶ ἀναγγείλας αὐτῇ τὸ πρόβλημα, γέγονεν αὐτῷ λύπης μεγίστης ὑπόθεσις. ὡσ αύτως δὲ καὶ ἡ δευτέρα Δαλιδὰ λόγοις ἀπατηλοῖς ἐξαπατή σασα τὸν ὅσιον ἐπίχαρμα τοῦτον ἐποίησε τοῖς ἐχθροῖς αὐτοῦ, καὶ ὁ ἐξ ἐπαγγελίας συλληφθεὶς καὶ τὸν Ἰσραὴλ κρίνας ἔτη 153 κʹ καὶ ταῖς παλάμαις ἀνασχίσας τὸ στόμα τοῦ λέοντος καὶ ἐν σιαγόνι ὄνου χιλίους ἀποκτείνας ἄνδρας καὶ ὕδωρ ἐκ σιαγόνος πιὼν καὶ δι' ὑπερβολὴν ἰσχύος τὰς πύλας τῆς πόλεως ἀνασπάσας, ὡς εἴρηται, καὶ ἁπλῶς ὁ ἐκ κοιλίας μητρὸς ἁγιασθεὶς καὶ ναζηραῖος κληθεὶς καὶ πνεύματος ἁγίου πλησθεὶς ὑπὸ γυναικὸς οἴμοι δελεασθεὶς οὐ μόνον τὴν τοσαύτην θείαν χάριν καὶ τηλικαύτην ἰσχὺν ἀπώλεσεν, ἀλλά γε καὶ τὰ ὄμματα ἐξορυχθεὶς παίγνιον τοῖς παιδαρίοις τῶν ἀλλοφύλων γενόμενος σὺν αὐτοῖς καὶ τὸν βίον αἰσχίστῳ μόρῳ κατέστρεψεν, ἑαυτὸν ἀποφήνας τοῖς μὲν ἐχθροῖς κω μῳδίαν, τοῖς δὲ φίλοις θρηνῳδίαν. [ιεʹ. Περὶ ἀναρχίας.] Μετὰ δὲ Σαμψὼν ἐγένετο ἀναρχία ἔτη μʹ, καὶ ἕκαστος ἔπραττεν ὅπερ ἤθελε φαῦλον. ὅθεν ἡ γραφὴ τὴν αἰτίαν ὑπεμφαίνουσα τῆς παρανομίας λέγει· ἐν ταῖς ἡμέραις ἐκεί ναις οὐκ ἦν βασιλεὺς ἐν Ἰσραήλ, ἀλλ' ἕκαστος τὸ ἀρεστὸν ἐν ὀφθαλμοῖς αὐτοῦ ἐποίει. τοσαύτης πρόξενος βλάβης ἡ ἀναρχία. καὶ γὰρ κατ' ἀλλήλων ἐπανιστάμενοι συνωλο θρεύοντο, μάλιστα δὲ ὁπόταν εἰς τὴν παλλακίδα τοῦ ὁδοι πόρου οἱ τῆς φυλῆς Βενιαμὶν ἐκπορνεύσαντες καὶ ταύτην ἐξ ὑπερβολῆς ἀκολασίας ἀνελόντες, αἱ ἕνδεκα φυλαὶ τὴν μίαν φυλὴν ἐπολέμησαν. ἀλλ' ἐπειδὴ καὶ οὗτοι εἰς τὰ εἴδωλα ἐξεπόρνευσαν, ὑπὸ τῆς μιᾶς φυλῆς αἱ ἕνδεκα φυλαὶ ἐνικήθησαν καὶ ἅπαξ καὶ δίς. ἔπειτα κἀκεῖνοι ἐξωλοθρεύ 154 θησαν κατὰ τὸ εἰρημένον· ἐξωλόθρευσας πάντα τὸν πορ νεύοντα ἀπό σου. δικαίῳ γάρτοι χρησάμενοι κατὰ τῶν ἐν Γαβαὼν παρανενομηκότων εἰς τὴν κόρην θυμῷ τὰς τετρα κοσίας χιλιάδας ἐξώπλισαν. παιδεῦσαι δὲ αὐτοὺς ὁ θεὸς βουληθεὶς ὡς τὰ ὅμοια δρῶντας καὶ ἐν ἄλλοις μὲν τὸ κακὸν θεωροῦντας, ἐν ἑαυτοῖς δὲ τοῦτο ποιεῖν οὐκ ἐθέλον τας, καὶ ἅπαξ καὶ δὶς ἡττηθῆναι συνεχώρησε καὶ πολλὰς αὐτῶν χιλιάδας ἀναιρεθῆναι. ἐπειδὴ δὲ εἶδε καὶ τὴν παι δείαν δεξαμένους καὶ τῷ δικαίῳ θυμῷ ἐπιμένοντας ὀλοφυρο μένους τε καὶ πολλὰ προχέοντας δάκρυα, συνήργησε τῷ σκοπῷ αὐτῶν καὶ τὴν παράνομον φυλὴν ἄρδην ἀπώλεσε πλὴν ὀλίγων εὐαριθμήτων στρατηγοῦντος Φινεὲς υἱοῦ Ἐλεά ζαρ. φησὶ γάρ· καὶ ἐπερώτησαν οἱ υἱοὶ Ἰσραὴλ ἐν κυρίῳ· καὶ ἐκεῖ ἡ κιβωτὸς διαθήκης κυρίου ἐν ταῖς ἡμέραις ἐκεί ναις, καὶ Φινεὲς υἱὸς Ἐλεάζαρ υἱοῦ Ἀαρὼν παρεστηκὼς ἐνώπιον αὐτῆς λέγων· εἰ προσθῶ ἔτι ἐξελθεῖν εἰς πόλεμον κατὰ υἱῶν Βενιαμὶν τοῦ ἀδελφοῦ ἡμῶν, ἢ κοπάσω; καὶ εἶπε κύριος· ἀνάβητε, ὅτι αὔριον παραδώσω αὐτοὺς ἐν τῇ χειρί σου. ὅπερ δὴ καὶ γέγονεν. πολεμήσαντες γὰρ ἀνεῖλον ἐξ αὐτῶν χιλιάδας κεʹ καὶ πᾶσαν τὴν πόλιν αὐτῶν κατέ σφαξαν ἐν στόματι ῥομφαίας. καὶ γὰρ τῶν ἀκολάστων χείρους οἱ ἐκείνων προκινδυνεύσαντες. ἐξαιτούντων γὰρ τῶν ὁμοφύλων τοὺς τὴν παρανομίαν τετολμηκότας οὐ μόνον οὐκ ἐξέδωκαν, ἀλλὰ καὶ προθύμως ὑπερήσπισαν. οὗ δὴ χάριν κοινὸν ὑπέστησαν ὄλεθρον καὶ διὰ προφάσεως, καιροῦ 155 καλοῦντος, ὑπὸ τῆς θείας δίκης ἐνδίκως ἐπαιδεύθησαν, ἥ φησιν· ὅταν λάβω καιρόν, ἐγὼ εὐθύτητας κρινῶ. καιρὸν δὲ λέγει τὸν ἐκ τοῦ πλήθους τῶν ἁμαρτημάτων συναγόμενόν τε καὶ ἀριθμούμενον παρὰ θεοῦ καὶ προσκαλούμενον τὸν τῆς ἐκδικήσεως καὶ ἀνταποδόσεως χρόνον, καθὼς καὶ γέγρα πται ἐν ᾠδῇ Μωϋσέως· οὐκ ἰδοὺ ταῦτα πάντα συνῆκται παρ' ἐμοὶ καὶ ἐσφράγισται ἐν τοῖς θησαυροῖς μου; ἐν ἡμέ ρᾳ ἐκδικήσεως ἀνταποδώσω, ἐν καιρῷ ὅταν σφαλῇ ὁ ποῦς αὐτῶν, ὅτι ἐγγὺς αἱ ἡμέραι ἀπωλείας αὐτῶν. οὕτω γε μὴν καὶ ὁπόταν ἔστη Μωσῆς ἐν τῇ θραύσει αὐτοῦ πρεσβευσό μενος τοῦ μὴ ἐξολοθρεῦσαι τὸν ἀγνώμονα καὶ φιλάμαρτον λαόν, παρακληθεὶς τέως ἔφη πρὸς αὐτόν· νῦν βάδιζε, τοῦτ' ἔστι πρὸς τὸ παρὸν διὰ τὴν παράκλησίν σου, καὶ ὁδήγησον τὸν λαόν. ᾗ δ' ἂν ἡμέρᾳ ἐπισκέπτωμαι, ἐπάξω ἐπ' αὐτοὺς τὴν ἁμαρτίαν αὐτῶν. καὶ ἐπάγει λέγουσα ἡ γραφή· καὶ ἐπάταξε κύριος τὸν λαὸν περὶ τῆς ποιήσεως τοῦ μόσχου. ὥστε οὖν ἀμήχανον ὄντως καὶ ἀνέφικτον διαδρᾶναι τὴν θεήλατον δίκην, εἰ καὶ παρὰ πόδας οὐκ ἐπάγει τοῖς ἁμαρ τάνουσι ταύτην μακροθυμῶν ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ τὴν ἐπιστροφὴν ἐκδεχόμενος ἢ τὴν ἐπὶ τὰ χείρω πρόσβασίν τε καὶ δυστροπίαν, ὡς διὰ βραχέων σαφῶς ἀποδέδεικται. Καὶ γοῦν ὁ μέγας ἔφη Κύριλλος· μετροῦνται δὲ τῶν 156 ἀνὰ πᾶσαν τὴν γῆν ἀνθρώπων τὰ κατὰ καιροὺς πλημμελή ματα, [ἃ] καὶ μέχρι ποσότητός τινος ἐκδήλου τῆς ἁμαρτίας ἡμῶν ἡκούσης ἐπάγει δὴ τηνικαῦτα λοιπὸν τὰς δίκας λελυ πημένος ὁ νομοθέτης καὶ κύριος. διακαρτερεῖ δὲ ἐξ ἐμφύ του φιλανθρωπίας ἔσθ' ὅτε καὶ πλημμελούντων ἀνέχεται οὐκ εἰς ἅπαν ἀγανακτῶν. καὶ γὰρ ἔφη πρὸς τὸν Ἁβραάμ· οὔπω ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμορραίων ἕως τοῦ νῦν. πρὸς δέ γε τοὺς Φαρισαίους ἀκαθέκτως ἐκλελυπηκότας φη σίν· καὶ ὑμεῖς ἀναπληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν. οὐκ οὖν εἰ βούλοιτό τις διαβιῶναι μὲν ὀρθῶς, εὐβουλοτάτας τε καὶ ἐπιεικεστάτας ἐν τῷδε τῷ βίῳ ποιεῖσθαι τὰς διατρι βάς, ὀρθοποδήσῃ τε καὶ διανήξηται τὰ δεινὰ γνώμης ἐχό μενος ὀρθῆς καὶ ἀδιαστρόφου καρπὸν τὸ μὴ ἐναλῶναι κα κοῖς; καὶ ἀτρεκὴς ὁ λόγος. ἐφ' ἡμῖν γάρ ἐστι τὸ ἐπ' ἄμφω βλέπειν, πρός τε τἀγαθόν φημι καὶ τοὐναντίον. καὶ οἱ μὲν ἐν λόγῳ πεποιημένοι τὸ θαυμάζεσθαι πεφυκὸς ἐν καλῷ γενήσονται τῆς ἀρετῆς, οἱ δ' ἀποκλίνοντες εἰς τοὐναντίον καὶ τῶν ἀμεινόνων προθέντες τὸ ἀδικοῦν τὴν οἰκείαν κατα φθείραντες ζωὴν ἁλοῖεν ἂν αὐθένται καὶ ὀλετῆρες δεινοὶ κατὰ τῆς σφῶν αὐτῶν κεφαλῆς ἐξεληλεγμένοι. 157 Ταύτῃ τοί φησι καὶ ὁ ἱερὸς Ἰσίδωρος· ἡ τῶν ἁμαρτη μάτων ἐπίτασις ἀναγκάζει ὥσπερ τὴν θείαν καὶ ἀπαθῆ φύσιν ἐκ τῆς κατὰ φύσιν ἀγαθότητος εἰς τὴν παρὰ φύσιν χωρεῖν ὀργήν. ὅθεν καὶ Ἰουδαίοις ἔφη Χριστός· ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν ὑμᾶς, καὶ οὐκ ἠθελήσατε. ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος. ἐπειδὴ γάρ, φησίν, οὐ δέχεσθε τὴν φιλανθρω πίαν, ἐπιγνώσεσθε τὴν ἐξουσίαν τῆς τιμωρίας. Ὅταν γὰρ ἴδῃ ὁ θεὸς εἰς ἄκρον κακίας ἐκκλίναντα τὸν ἄνθρωπον, ἐπαίρει τὴν ἑαυτοῦ χάριν ἐξ αὐτοῦ. ἧς ὁ ἄν θρωπος στερούμενος ἐπὶ πλεῖον τραχύνεται ἐκ τοῦ διαβόλου ἐρεθιζόμενος, καὶ μὴ ἔχων τὸν θεὸν ἐν ἑαυτῷ συμβουλεύοντα ἀποσχέσθαι ἀπὸ κακοῦ, καταλαμβάνει αὐτὸν ἡ ὀργή. οὕτω τοίνυν προφανῶς ἡ ψῆφος τῆς ἀδεκάστου καὶ θείας κρίσεως διαδειχθεῖσα δι' ἐπιτομῆς, ὄψονται εὐθεῖς καὶ εὐφρανθή σονται, καὶ πᾶσα ἀνομία ἐμφράξει τὸ στόμα αὐτῆς. καὶ μάλα εἰκότως· πρὸς γὰρ τοὺς σκολιοὺς σκολιὰς ὁδοὺς ἀπο στέλλει κύριος. καί· οὐκ ἀδίκως ἐκτείνονται δίκτυα πτερω τοῖς. οἱ γὰρ πόδες αὐτῶν εἰς κακίαν τρέχουσι καὶ ταχινοί εἰσι τοῦ ἐκχέειν αἷμα. διό φησιν ὁ ἀπόστολος· ἢ ἀγνοεῖς ὅτι τὸ χρηστὸν τοῦ θεοῦ εἰς μετάνοιάν σε ἄγει; κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις ἑαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ δικαιοκρισίας τοῦ θεοῦ. 158 καὶ γὰρ πάντα, φησίν, τὰ ἔργα κυρίου μετὰ δικαιοσύνης, φυλάσσεται δὲ ὁ ἀσεβὴς εἰς ἡμέραν κακήν. οἱ τοίνυν παρα νομοῦντες καὶ παραπικραίνοντες εὐοδούμενοι πολλάκις τῇ μακροθυμίᾳ τοῦ θεοῦ καὶ μηδὲν πάσχοντες δεινόν, ἀλλ' εὐθηνοῦντες καὶ πάσης εὐπραγίας καὶ εὐημερίας καὶ εὐρω στίας καὶ πολυζωΐας ἀπολαύοντες, οὕτω, φασὶν οἱ ἀνόσιοι καὶ ἀγνώμονες, εὐαρεστεῖται καὶ χαίρει ὁ θεός. καὶ διὰ τοῦτο ποιήσωμεν τὰ κακὰ μᾶλλον, ἵνα πλεῖον ἔλθῃ τὰ ἀγαθά. ὧν τὸ κρίμα ἔνδικόν ἐστιν. περὶ ὧν γοῦν ὁ Δαυὶδ ἔλεγεν· ἐν κόποις ἀνθρώπων οὔκ εἰσι καὶ μετὰ ἀνθρώπων οὐ μαστιγοῦνται, καὶ διὰ τοῦτο ἐκράτησεν αὐτοὺς ἡ ὑπερη φανία εἰς τέλος, καὶ περιεβάλοντο ἀδικίαν καὶ ἀσέβειαν. καὶ διενοήθησαν καὶ ἐλάλησαν ἐν πονηρίᾳ, ἀδικίαν εἰς τὸ ὕψος ἐλάλησαν· ἔθεντο εἰς οὐρανὸν τὸ στόμα αὐτῶν, καὶ ἡ γλῶσσα αὐτῶν διῆλθεν ἐπὶ τῆς γῆς καὶ εἶπαν· πῶς ἔγνω ὁ θεός; καὶ εἰ ἔστι γνῶσις ἐν τῷ ὑψίστῳ; οὓς διὰ τὰς δολιότητας αὐτῶν ὁ θεὸς ἔθετο εἰς κακὰ καὶ κατέβαλεν αὐτοὺς ἐν τῷ ἐπαρθῆναι, καὶ ἐγένοντο εἰς ἐρήμωσιν· ἐξά πινα ἀπώλοντο διὰ τὰς ἀνομίας αὐτῶν. ὅθεν εἶπα τοῖς παρανομοῦσιν· μὴ παρανομεῖτε, καὶ τοῖς ἁμαρτάνουσιν· μὴ ὑψοῦτε κέρας καὶ μὴ λαλεῖτε κατὰ τοῦ θεοῦ ἀδικίαν, ὅτι ὁ θεὸς κριτής ἐστιν. καί· μὴ παραζήλου ἐν τῷ κατ

Intertext edge

Open linked passage

Note