Chronicon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-hamartolus" aria-label="More works by Georgius Hamartolus">
—
⋯
Original / primary: Pg Scrape Grc
159.1.1
ευοδουμένῳ ἐν τῇ ὁδῷ αὐτοῦ, ἐν ἀνθρώπῳ ποιοῦντι παρα νομίαν, ὅτι ὡσεὶ χόρτος ταχὺ ἀποξηρανθήσεται καὶ ὡσεὶ λάχανα χλόης πεσεῖται καὶ ἐξολοθρευθήσεται. δίκαιος γὰρ ὁ κύριος καὶ δικαιοσύνας ἠγάπησεν. δεῖ τοίνυν, εἴ γε πάντως εὐγνώμονες δοῦλοι τυγχάνομεν καὶ ἀνυπόκριτοι, μὴ βασιλείας προσδοκίᾳ μηδ' ἄλλῃ τινὶ τῶν μελλόντων ἀγαθῶν ἐλπίδι τὴν ἀρετὴν πράττειν, ἀλλὰ δι' αὐτὸν τὸν δεσπότην θεὸν πάντα ὑπομένειν. ἀλλ' εἰσὶν ἀναπεπτωκότες πολλοὶ καὶ νωθροί, ὅτι οὐδὲ μετὰ μισθοῦ τῆς ἀρετῆς ἐφίενται. καὶ ὁ μὲν θεὸς βασιλείαν ἐπαγγελλόμενος οὐκ ἀκούεται, ὁ δὲ διάβολος γέενναν προξενῶν φιλεῖται. καὶ τί τῆς μανίας ταύτης χαλεπώτερον καὶ λυσσωδέστερον; καὶ τί λέγω γέεν ναν; καὶ πρὸ τῆς γεέννης ὀδύνην ἐνταῦθα καὶ αἰσχύνην καὶ γέλωτα προσεπάγων καὶ μυρίας κολάσεις καὶ θανάτους πολλοὺς ἔχει τοὺς πειθομένους καὶ προστρέχοντας. [ιϛʹ. Περὶ Ἠλεί.] Μετὰ δὲ τοὺς κριτὰς ἔκρινε τὸν λαὸν ὁ ἀρχιερεὺς Ἠλεὶ ἔτη κʹ. καὶ τῇ παροινίᾳ τε καὶ ἀταξίᾳ τῶν υἱῶν αὐτοῦ Ὀφνὶ καὶ Φινεὲς ἐπὶ τῶν θυσιῶν ἑκατέρους μετῆλθε πάλιν ἡ θεία δίκη. οἱ μὲν γὰρ ἐν τῷ πολέμῳ δεινῶς ἀνῃρέθη 160 σαν, ὁ δὲ τῆς θείας ἀκούσας φωνῆς λεγούσης· εἶπα· ὁ οἶ κός σου διελεύσεται ἐνώπιόν μου ἕως αἰῶνος. καὶ νῦν οὐχ οὕτως, ἀλλ' ἢ τοὺς δοξάζοντάς με δοξάσω, καὶ οἱ ἐξουθε νοῦντές με ἀτιμασθήσονται, καὶ ἐξολοθρεύσω τὸ σπέρμα σου ἐκ τοῦ θυσιαστηρίου μου. καὶ πάλιν· ἰδοὺ ἐγώ, φησιν, ἐκ δικῶ τὸν οἶκον Ἠλεὶ ἕως αἰῶνος ἐν ἀδικίαις υἱῶν αὐτοῦ, ὅτι κακολογοῦντες θεὸν οἱ υἱοὶ αὐτοῦ, οὐκ ἐνουθέτει αὐτούς. ταῦτα προακούσας καὶ τὴν ἀναίρεσιν τῶν υἱῶν αὐτοῦ, μεθ' ὧν καὶ τὴν παράληψιν τῆς κιβωτοῦ μετὰ ταῦτα διαγνοὺς ἔπεσεν ἀπὸ τοῦ δίφρου ὀπισθίως, καὶ συντριβεὶς ὁ νῶτος αὐτοῦ, ἀπέθανεν ἐτῶν ϟʹ. Περὶ οὗ φησιν ὁ Χρυσόστομος· ἱερεύς τις ἦν παρὰ Ἰουδαίοις μέτριος ἄνθρωπος καὶ ἐπιεικής, Ἠλεὶ τοὔνομα, ὃς γενόμενος δύο παίδων πατὴρ καὶ ὁρῶν αὐτοὺς ἐπὶ κακίᾳ βαδίζοντας οὐ κατεῖχεν οὐδὲ διεκώλυεν, μᾶλλον δὲ κατεῖχε μὲν καὶ διεκώλυεν, οὐ μετὰ σπουδῆς δὲ καὶ σφοδρότητος. τὰ δὲ τῶν παιδίων ἐγκλήματα πορνεία τε ἦν καὶ γαστρι μαργία. ἐκοιμῶντο γάρ, φησίν, μετὰ τῶν γυναικῶν τῶν παρεστηκότων παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ἤσθιον πρὸ τοῦ ἁγιασθῆναι τὰ κρέατα καὶ τὴν θυσίαν ἀνενεχθῆναι. ἅπερ ἀκούων ὁ πατὴρ τιμωρίαν μὲν οὐκ ἐπέ θηκεν, λόγοις δὲ καὶ παραινέσεσιν ἐπειρᾶτο τῆς πονηρίας ταύτης ἀπαγαγεῖν αὐτοὺς λέγων· μή, τέκνα, μὴ ποιεῖτε οὕ 161 τως, ὅτι οὐκ ἀγαθὴ ἡ ἀκοὴ ἣν ἐγὼ ἀκούω περὶ ὑμῶν τοῦ ποιεῖν τὸν λαὸν τοῦ μὴ λατρεύειν κυρίῳ. ἐὰν γὰρ ἁμαρ τὼν ἄνθρωπος ἁμάρτῃ πρὸς ἄνδρα, καὶ προσεύξονται περὶ αὐτοῦ πρὸς κύριον, ἐὰν δὲ τῷ κυρίῳ ἁμάρτῃ, καὶ τίς προσ εύξεται περὶ αὐτοῦ; ἐπεὶ οὖν μὴ πάνυ ὅσον ἐχρῆν ἐπε δείξατο τὴν ἀπειλήν, καὶ αὐτὸς μετ' ἐκείνων ἀπώλετο. καὶ γὰρ ἀπειλὰς ἔδει προσθεῖναι καὶ μάστιγας ἐπιθεῖναι καὶ τῆς ὄψεως αὐτοῦ ἐξελάσαι καὶ μὴ παντελῶς φείσασθαι. ἀλλ' ἐπειδὴ φεισάμενος αὐτοῦ τῶν παίδων ἀκαίρως, μετὰ τῶν παίδων καὶ τὴν ἑαυτοῦ σωτηρίαν ἀπώλεσεν. ἄκουσον γὰρ τί φησι πρὸς αὐτὸν ὁ θεός, μᾶλλον δὲ οὐ πρὸς αὐτόν (οὐδὲ γὰρ ἀποκρίσεως αὐτὸν ἄξιον ἔκρινεν εἶναι λοιπὸν ὡς προσκεκρου κότα), ἀλλὰ δι' ἑτέρου ποιεῖ μαθεῖν τὰ καταληψόμενα αὐτὸν κακά. διό φησι διὰ τοῦ μαθητοῦ αὐτοῦ Σαμουήλ· ἔγνω, ὅτι κακολογοῦντες θεὸν οἱ υἱοὶ αὐτοῦ, οὐκ ἐνουθέτει αὐτούς. καὶ μὴν ἐνουθέτησεν, ἀλλ' οὐδὲ νουθεσία ἐκείνη λελό γισται μὴ ἔχουσα τὸ σφοδρὸν καὶ ἐπιτεταμένον. εἰπὼν δὴ τὸ ἔγκλημα ἐπάγει καὶ τὴν κόλασιν μετὰ πολλῆς τῆς ὀργῆς φάσκων· ὤμοσα τῷ οἴκῳ Ἠλεί, εἰ ἐξιλάσεται ἁμαρτία τῷ οἴκῳ Ἠλεὶ ἢ ἐν θυμιάματι ἢ ἐν θυσίᾳ ἕως τοῦ αἰῶνος. εἶδες ἀγανάκτησιν ἐπιτεταμένην καὶ ἀσύγγνωστον κόλασιν καὶ ἀσυγχώρητον εἰς ὅλον τὸν οἶκον αὐτοῦ καὶ τὸ γένος, καίτοι τοῦ μὲν ἰδίου βίου ἕνεκεν οὐδὲν ᾐτιάθη ποτέ, οὐδὲ κατεγκαλεῖν εἶχεν ὁ θεὸς ἕτερόν τι τῷ πρεσβύτῃ, ἀλλ' ἦν τἄλλα πάντα θαυμαστός. καὶ τὴν φιλοσοφίαν οὐκ ἐκ τῶν ἄλλων μόνον, ἀλλὰ καὶ ἀπ' αὐτῶν τῶν παρὰ τὴν συμφορὰν συμβάντων ἔστιν ἰδεῖν. ἐπειδὴ γὰρ ταῦτα πάντα ἤκουσε 162 καὶ πρὸς ἔσχατον τιμωρίας εἶδεν ἑαυτὸν ἐλθόντα, οὐκ ἀπε δυσπέτησεν, οὐκ ἐδυσχέρανεν, οὐκ εἶπέ τι οἷον εἰκὸς τοὺς πολλοὺς λέγειν· μὴ γὰρ ἐγὼ τῆς ἑτέρων γνώμης κύριός εἰμι, καί· τῶν ἐκείνων ἁμαρτημάτων ὀφείλω δίκας; αὐτοὶ ἡλι κίαν ἔχουσι καὶ αὐτοὶ δίκαιόν ἐστι κολάζεσθαι μόνοι. ἀλλ' οὐδὲν τοιοῦτον εἶπεν οὐδὲ ἐνενόησεν, ἀλλ' ὥσπερ οἰκέτης εὐγνώμων ἀπεκρίθη λέγων· κύριος τὸ ἀρεστὸν ἐν ὀφθαλ μοῖς αὐτοῦ ποιείτω. εἰ τοίνυν τὸν ἀρχιερέα τὸν πρεσβύτην, τὸν ἔνδοξον, τὸν ἔτη κʹ προστάντα καὶ ἀμέμπτως τῷ θεῷ δουλεύσαντα, οὐδὲν ἴσχυσε τοῦτον ἐξελέσθαι τῆς ὀργῆς τοῦ θεοῦ καὶ ἀπειλῆς, ἀλλὰ διὰ τὰς ἑτέρων ἁμαρτίας ἀπώ λετο καὶ τὰ ἐν τοσούτοις ἔτεσιν αὐτοῦ κατορθώματα τὸν θεὸν οὐκ ἐδυσώπησαν, ποίαν ἡμεῖς ἕξομεν συγγνώμην οἱ τῆς ἀρετῆς ἐκείνου τοσοῦτον ἀποδέοντες καὶ ἑτέροις ἁμαρ τάνουσιν ἐφησυχάζοντες καὶ παραχωροῦντες, καίπερ δυνά μενοι κωλύειν αὐτοὺς καὶ ἀναστέλλειν τοὐναντίον μᾶλλον μετερχόμεθα ἀνεγκλήτους αὐτοὺς ἐῶντες καὶ ἀτιμωρήτους; καὶ μηδεὶς λεγέτω ὅτι πολλοὶ μειζόνως τοῦ Ἠλεὶ τῶν ἰδίων ἀμελήσαντες παίδων οὐδὲν ἔπαθον οἷον ἐκεῖνος. ἔπαθον οὖν πολλοὶ πολλάκις καὶ χαλεπώτερα τούτων, κἂν ἡμεῖς ἀγνοοῦμεν ἐκ πολλῆς ἀναισθησίας τὰς αἰτίας τῶν τε ἡμετέρων συμφο ρῶν καὶ συμβάσεων καὶ τὰς τῶν πέλας. πόθεν γὰρ ἄωροι θάνατοι; πόθεν αἱ χαλεπαὶ καὶ συνεχεῖς νόσοι καὶ ἡμῖν καὶ τοῖς παισὶν αὐτοῖς; πόθεν ζημίαι καὶ περιστάσεις καὶ ἐπή ρειαι; πόθεν τὰ μυρία κακὰ καὶ ποικίλα; οὐκ ἐκ τοῦ μοχθη 163 ροὺς ὄντας τοὺς παῖδας περιορᾶν; καὶ ὅτι τοῦτο ἀληθές ἐστιν, μάρτυς μὲν καὶ ὁ πρεσβύτης οὗτος, μάρτυς δὲ καὶ ὁ σοφὸς λέγων· μὴ εὐφραίνου ἐπὶ υἱοῖς ἀσεβέσιν, καὶ εἰ μὴ ἔστι μετ' αὐτῶν φόβος θεοῦ μὴ ἐμπιστεύσῃς τῇ ζωῇ αὐτῶν, καὶ στενάξεις πένθει ἀώρῳ καὶ ἐξάπινα τὴν αὐτῶν συντέλειαν γνώσῃ. πολλοὶ μὲν οὖν, ὡς ἔφην, πολλὰ τοι αῦτα πεπόνθασιν, εἰ δέ τινες καὶ διέφυγον, ἀλλ' οὐκ εἰς τέλος ἐκφεύξονται, ἀλλ' ἐπὶ κακῷ τῆς ἑαυτῶν κεφαλῆς ἀπελ θόντες ἐκεῖ πικροτέραν τίσουσι δίκην. ὅπερ εἰδὼς ὁ ἀπό στολος παραινεῖ φάσκων· οἱ πατέρες, ἐκτρέφετε τὰ τέκνα ἐν παιδείᾳ καὶ νουθεσίᾳ κυρίου. Ναὶ μὴν ἐπισφαλὲς καὶ λίαν ἐπικίνδυνον ἐφησυχάζειν τοῖς ἁμαρτάνουσιν, καθὼς αἱ γραφαὶ διαγορεύουσιν. ἰδοὺ γάρ, ὁ μὲν Ἄχαρ ἡνίκα τὴν χρυσῆν γλῶτταν ἔκλεψε καὶ τὴν ψιλὴν ἐσθῆτα, ἐπὶ πάντα τὸν λαὸν γέγονεν ἡ ὀργὴ κυρίου καίτοι γε μὴ εἰδότα καὶ τὸν ἡμαρτηκότα καὶ τὸ ἁμάρτημα, μέχρις οὗ ἐφανερώθη ὁ κλέπτης καὶ τὸν φοβε ρὸν ἐκεῖνον ἅμα πᾶσι τοῖς ἰδίοις ὑπέμεινεν ὄλεθρον. ὁ δὲ Ἠλεί, καίπερ οὐκ ἐφησυχάσας τοῖς ἑαυτοῦ υἱοῖς καὶ λοιμοῖς, ὡς εἴρηται, ἀλλὰ καὶ λόγῳ πλείονι κατασκευάσας τῆς τε ἁμαρτίας τὸ ἄτοπον καὶ τῆς κρίσεως τὸ ἄφυκτον, ὅτι μὴ ὅλως ἐμβριθέστερον ἐξεδίκησεν, τοσοῦτον παρώξυνε τὴν ὀρ γὴν τοῦ θεοῦ, ὡς καὶ τὸν λαὸν σὺν τοῖς υἱοῖς αὐτοῦ 164 μαχαίρᾳ πεσεῖν καὶ τὴν κιβωτὸν ἐκείνην τὴν φοβερὰν καὶ ὀλίγοις ληπτὴν ὑπὸ χειρῶν ἀλλοφύλων ἄγεσθαι, ὅπου ἂν βούλοιντο, καὶ αὐτὸν ἐκεῖνον, τὸν μέγαν ἱερέα λέγω, οἰκτρῷ τέλει τὸν βίον καταλῦσαι. εἰ δὲ κατὰ τῶν μὴ συνεγνωκό των τῷ ἁμαρτήσαντι καὶ κατὰ τοῦ κωλύσαντος καὶ διαμαρ τυρουμένου τοῖς ἁμαρτήσασι τοιαύτη ὀργὴ ἐξεκαύθη, τί ἄν τις εἴποι περὶ τῶν γινωσκόντων καὶ ἐφησυχαζόντων; οἵτινες, ἐὰν μὴ ἐπιδείξωνται τὸ ὑπὸ τοῦ ἀποστόλου εἰρημένον· διὰ τί οὐχὶ μᾶλλον ἐπενθήσατε, ἵνα ἐξαρθῇ ἐκ μέσου ὑμῶν ὁ τὸ ἔργον τοῦτο πράξας; ἀνάγκη καὶ αὐτοῖς ἐκείνοις ἀπόλ λυσθαι, ὥστε κινδυνεύουσι πάντως καὶ νῦν ὁμοῦ πάντες τὸν αὐτὸν ὄλεθρον ὑποστῆναι ἢ χείρονα. ἑπτάκις μὲν γὰρ ἐκδικεῖται ἐκ Κάϊν, ἐκ δὲ Λάμεχ τὸ ὅμοιον ἁμαρτόντος ἑβ δομηκοντάκις ἑπτά. Διὰ τί δὲ πάλιν οἱ μὲν τῶν ἀνθρώπων ἁμαρτάνοντες κολά ζονται, οἱ δὲ οὐ κολάζονται; πῶς γὰρ τῶν Ἰουδαίων μοσχο ποιησάντων ἁπάντων οἱ μὲν ἐκολάζοντο, οἱ δὲ οὐκ ἐκολάζοντο; ἦ πάντως οἱ μὲν εὔδηλον ὅτι μετενόησαν καὶ τὴν φύσιν αὐτὴν ἠγνόησαν διὰ τὴν εὐλάβειαν, οἱ δὲ τῇ κακίᾳ ἐνέμειναν, ὡς τὸ μὲν ἁμάρτημα ἴσον, τὰ δὲ μετὰ ταῦτα οὐκ ἴσα. τίνος δὲ ἕνεκεν καὶ ἐπὶ τοῦ Ἀδὰμ καὶ τῆς Εὔας οὐχ ἡ αὐτὴ τιμωρία, εἰ καὶ αὐτὴ ἡ ἁμαρτία; ὅτι οὐκ ἦν ἴσον τὸ ὑπὸ γυναικὸς 165 ἀπατηθῆναι καὶ ὑπὸ ὄφεως. διόπερ οὐδὲ ἀπάτην ἐκεῖνο Παῦλος ἐκάλεσεν οὕτω λέγων· ὁ μὲν Ἀδὰμ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἐξαπατηθεῖσα ἐν παραβάσει γέγονεν. τίνος δὲ ἕνεκεν καὶ ὁ τὰ ξύλα συλλέξας οὐκ ἔτυχε φιλανθρωπίας; ὅτι πολλῆς παρανομίας ἦν τὸ γινόμενον ἀνάμεστον ἐκ προ οιμίων αὐτῶν παραβῆναι πρόσταγμα θεοῦ, καὶ ὅπως καὶ τοῖς ἄλλοις γένηται παίδευμα μὴ καταφρονεῖν ἐντολῆς. τοῦτο καὶ ἐπὶ Σαπφείρας καὶ Ἀνανίου γέγονεν. καὶ ἡμεῖς οὖν, ὅταν ἁμαρτάνωμεν, σκοπῶμεν, εἰ ἄξιοι ἐλέους ἐσμὲν καὶ εἰ ἐποιήσαμέν τι ὥστε ἐλεηθῆναι, εἰ μετενοήσαμεν γνη σίως, εἰ βελτίους ἐγενόμεθα, εἰ ἀπέστημεν ἐκ τῶν πονηρῶν ἡμῶν ἔργων. ἔκκλινον, γάρ φησιν, ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν. [ιζʹ. Περὶ Σαμουήλ.] Μετὰ δὲ Ἠλεὶ ἔκρινε τὸν λαὸν Σαμουὴλ ὁ ἱερεὺς καὶ προφήτης ἔτη λʹ. καὶ οἱ υἱοὶ αὐτοῦ Ἰωὴλ καὶ Ἀβιὰ μὴ πορευόμενοι κατὰ τὴν ὁδὸν αὐτοῦ καὶ ἀρετήν, ἀλλὰ τὸ δί καιον ἀπεμπολοῦντες, καὶ συναθροίζεται πρὸς αὐτὸν ὁ λαὸς εἰς Ἀρμαθαὶμ αἰτούμενοι βασιλέα κατὰ τὴν συνήθειαν τῶν ἐθνῶν. ὁ δὲ σφόδρα λυπηθείς, εἶπεν ὁ θεὸς πρὸς αὐτόν· ἄκουσον τῆς φωνῆς τοῦ λαοῦ, ὅτι οὐ σὲ ἐξουδενώκασιν, ἀλλ' ἐμέ, τοῦ μὴ βασιλεύειν ἐπ' αὐτῶν. καὶ ἔδωκεν αὐτοῖς 166 τὸν Σαοὺλ υἱὸν Κὶς ἐκ φυλῆς Βενιαμὶν χρίσας αὐτὸν εἰς βασιλέα, ἀγαθὸν ἄνδρα καὶ εὐμεγέθη ὑπερωμίαν καὶ ἐπάνω ὑψηλότερον ὑπὲρ τὴν γῆν πᾶσαν. καὶ γέγονε λοιπὸν ἐξ ἐκείνου καὶ ἐν τῷ Ἰσραὴλ ἀρχὴ βασιλέων. [Βιβλίον Δʹ.]
159.2.1
Περὶ Σαούλ.] Μετὰ δὲ Σαμουὴλ ἐβασίλευσε Σαοὺλ ἔτη μʹ. ὃς τολμή σας πρότερον μὲν θυμιάσαι τῷ θεῷ, ἔπειτα δὲ παραβὰς τὴν ἐντολὴν τοῦ θεοῦ ἐπὶ τοὺς Ἀμαληκίτας ζωογονήσας Ἄγαγ τὸν βασιλέα αὐτῶν, ἤκουσε παρὰ τοῦ προφήτου· μεματαίω ταί σοι, ὅτι οὐκ ἐφύλαξας τὴν ἐντολήν μου, ἣν ἐνετείλατό σοι κύριος, καὶ ἡτοίμασε τὴν βασιλείαν σου ἕως αἰῶνος ἐπὶ Ἰσραήλ. καὶ νῦν οὐ στήσεται ἡ βασιλεία σου, ἀλλὰ ζητή σει κύριος ἄνθρωπον κατὰ τὴν καρδίαν αὐτοῦ εἰς ἄρχοντα ἐπὶ τὸν λαὸν αὐτοῦ. μετὰ δὲ ταῦτα χρίσας τὸν Δαυὶδ ὁ Σαμουὴλ ἐν λόγῳ κυρίου, εἶτα γηράσας καὶ τελευτήσας, προσέθετο μᾶλλον ὁ Σαοὺλ παροργίζειν τὸν κύριον. ὅθεν καὶ πνεῦμα κυρίου ἀπέστη ἀπ' αὐτοῦ καὶ ἔπνιγεν αὐτὸν πνεῦμα πονηρόν. οὗ δὴ ἕνεκα Δαυὶδ ἄγεται πρὸς αὐτὸν εἰς παρηγορίαν τοῦ πάθους. καὶ ἐγένετο, φησίν, ἐν τῷ εἶναι πνεῦμα πονηρὸν ἐπὶ Σαούλ, καὶ λαμβάνων Δαυὶδ τὴν κινύραν ἔψαλλεν, καὶ ἀφίστατο ἀπ' αὐτοῦ τὸ πονηρὸν 167 πνεῦμα. ἀλλ' οὖν γε πατάξας τὸν ἀλλόφυλον Γολιάθ, ὃς ἦν τῇ ἡλικίᾳ πηχῶν τεσσάρων τὸ ὕψος καὶ σπιθαμῆς, καὶ περικεφαλαία χαλκῆ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ καὶ ἀλυσιδωτὸν θώρακα περιεβέβλητο χιλιάδας ἔχοντα εʹ σίκλων χαλκοῦ καὶ σιδήρου, καὶ κνημῖδες χαλκαῖ ἐπὶ τῶν σκελῶν αὐτοῦ, καὶ τὸ ξύλον τοῦ δόρατος αὐτοῦ ὡς ἀντίον ὑφαινόντων, καὶ ἡ ἐπ' αὐτῷ λόγχη ἑξακοσίων σίκλων σιδήρου, καὶ ἀσπὶς χαλκῆ ἀνὰ μέσον τῶν ὤμων αὐτοῦ, καὶ διὰ τοῦτο ἐπιγαμβρευθεὶς τῷ Σαοὺλ καὶ φθονηθεὶς προφάσει τῶν χορευτριῶν ἕνεκεν τῆς εὐφημίας, ἧς ἐπῇδον αὐτῷ, ἀποδιδράσκει ἀπ' αὐτοῦ, ὅτε καὶ τοὺς ἄρτους ἔφαγε τῆς προθέσεως ἐκ χειρὸς Ἀχιμέλεχ τοῦ ἀρχιερέως. περὶ οὗ Σαοὺλ θυμωθεὶς καὶ ἀγανακτήσας ἀνεῖλε τὸν Ἀχιμέλεχ διὰ χειρὸς Δωὴκ τοῦ Σύρου καὶ πάν τας τοὺς μετ' αὐτοῦ ἱερεῖς κυρίου ἄνδρας τνʹ, οὐ μὴν δὲ ἀλλὰ καὶ πᾶσαν τὴν πόλιν τῶν ἱερέων Νομβὰν ἐπάταξεν ἐν στόματι ῥομφαίας ἀπὸ ἀνδρὸς ἕως γυναικὸς καὶ νηπίου θηλάζοντος καὶ μόσχου καὶ ὄνου καὶ προβάτου, καὶ οὐ κατελείφθη ἐξ αὐτῶν οὐδὲ εἷς πλὴν Ἀβιάθαρ υἱὸς Ἀχιμέλεχ φυγὼν πρὸς τὸν Δαυίδ. αὕτη τοῦ Σαοὺλ ἡ μιαιφονία πασῶν τῶν ἄλλων ἁμαρτημάτων δυσσεβεστέρα. τοῦ μὲν γὰρ θεοῦ προστεταχότος ἄρδην ἐξολοθρεῦσαι τὸν Ἀμαλήκ, οὐ μόνον τὸν Ἄγαγ διέσωσεν, ἀλλὰ καὶ ὅσα ἦν αὐτοῦ ἀξιόκτητα, τοῦ δὲ θυμοῦ κεκινηκότος, οὐ μόνον τοὺς ἱερεῖς κατέκτει νεν, ἀλλὰ καὶ τὴν πόλιν αὔτανδρον διέφθειρεν. καταδιώ 168 κων δὲ καὶ τὸν Δαυὶδ καὶ ἅπαξ καὶ δὶς ἐμπεσὼν εἰς τὰς χεῖρας τοῦ μακαρίου, καὶ μηδὲν ἀνταποδοὺς αὐτῷ κακὸν ἀντὶ κακοῦ ἔφη Δαυὶδ ὁ πραότατος πρὸς Σαοὺλ τὸν ἀπαν θρωπότατον· ἵνα τί καταδιώκεις, ὦ βασιλεῦ, λαβεῖν τὴν ψυχήν μου; δικάσαι κύριος ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ καὶ ἐκδικήσαι με ἐκ χειρός σου. ἡ δὲ χείρ μου οὐκ ἔστιν ἐπί σε, καθὼς λέγεται ἐν τῇ ἀρχαίᾳ παραβολῇ, ὅτι ἐξ ἀνόμων ἐξελεύσεται πλημμέλεια. καὶ ὁ μὲν οἶκος Δαυὶδ ἐπορεύετο καὶ ἐκραταιοῦτο, ὁ δὲ οἶκος Σαοὺλ ἐπορεύετο καὶ ἠσθένει. εἶτα τῶν ἀλλοφύλων κατὰ Σαοὺλ ἐστρατοπεδευκότων, τοῦ δὲ πρὸς τὴν ἐγγαστρίμυθον ἀπελθόντος καὶ τὴν ἀπόφασιν δεξαμένου, προθύμως εἰσῆλθεν εἰς τὸν πόλεμον καὶ τοξευ θεὶς εἰς τὰ ὑποχόνδρια εἶπε πρὸς τὸν αἴροντα αὐτοῦ τὰ σκεύη· σπάσαι τὴν ῥομφαίαν σου καὶ ἀποκέντησόν με, μή ποτε παίξωσιν εἰς ἐμὲ οἱ ἀπερίτμητοι οὗτοι. τοῦ δὲ φοβη θέντος καὶ μὴ ὑπακούσαντος, ἔλαβε Σαοὺλ τὴν ῥομφαίαν αὐτοῦ καὶ ἐπέπεσεν ἐπ' αὐτήν· ἐφ' ὃν καὶ ὁ σκευοφόρος ἐπιπεσὼν ἀναιρεῖται καὶ αὐτὸς διὰ τῆς αὐτῆς ῥομφαίας. καὶ οὕτως ἀπέθανε Σαοὺλ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ, αἷς ἠνόμησε τῷ θεῷ, διότι οὐκ ἐφύλαξε τὸν λόγον κυρίου καὶ ὅτι ἐπηρώτησεν ἐν τῷ ἐγγαστριμύθῳ τοῦ ζητῆσαι, καὶ ἀπε 169 κρίθη αὐτῷ Σαμουὴλ ὁ προφήτης, καὶ οὐκ ἐζήτησε κύριον, καὶ ἀπέκτεινεν αὐτόν, καὶ ἀφαιρεθεῖσα ἡ βασιλεία ἐκ τοῦ γένους αὐτοῦ μετηνέχθη εἰς τὸ γένος Δαυίδ. τί τοίνυν τὸν Σαοὺλ ὤνησε τὸ μέγεθος καὶ ὕψος τοῦ σώματος; ἢ τί τὸν Δαυὶδ ἔβλαψε τὸ σμικρὸν καὶ εὐτελὲς τῆς ἡλικίας; ὁ μὲν γὰρ ὥσπερ τις δρῦς ὑψίκομος καρπὸν κακίας ἔφερε καὶ τροφὴν χοίρων, ὁ δὲ οἷά περ ἄμπελος εὐκληματοῦσα καὶ καρποφόρος ταῖς παντοδαπαῖς ἀρεταῖς οἶνον εὐφραίνοντα καρδίας ἀνθρώπων ἐβλύστανεν. Ἀρετῆς γάρ, φησὶν ὁ μέγας Ἰσίδωρος, ἀπούσης, οὐδὲν ὄφελος τῆς τοῦ σώματος κατασκευῆς. ὅθεν φησὶν ὁ θεὸς πρὸς τὸν Σαμουήλ· μὴ βλέψῃς ἐπὶ τὴν ὄψιν τοῦ πρώτου υἱοῦ Ἰεσσαὶ μηδὲ τὴν ἕξιν τοῦ μεγέθους αὐτοῦ καταπλαγῇς, ὅτι ἐξουδένωκα αὐτόν, διότι οὐχ ὡς βλέψει ἄνθρωπος ὄψε ται θεός. ὁ μὲν γὰρ ἄνθρωπος ὄψεται εἰς πρόσωπον, ὁ δὲ θεὸς εἰς καρδίαν. οὐ δεῖ τοίνυν οὐδὲ ἐν τῷ τοῦ σώματος ὕψει φαντάζεσθαι καὶ μέγα φρονεῖν, ἀλλ' ἐν μόνῃ τῇ ἀρετῇ καὶ ταῖς ἐντολαῖς τοῦ θεοῦ σεμνύνεσθαι. ἐπεὶ καὶ Νεβρὼδ ὁ γίγας πολλοῖς ὑπερίπτατο καὶ οἱ Ἀσταρώθιοι γίγαντες καὶ ὁ Ὢγ βασιλεὺς τῆς Βασάν, ὃς ὑπελείφθη ἐκ τῶν γιγάντων κατοικῶν ἐν τῷ Ῥαφαῒν ἐν Ἀσταρὼθ ὄντα τοῦ Ῥαφαῒν ἀπόγονον, οὗ καὶ ἡ κλίνη σιδηρᾶ τὸ μῆκος ἔχουσα πήχεις θʹ 170 καὶ τὸ πλάτος δʹ, καὶ Γολιὰθ ὁ ἀλλόφυλος, καὶ Σαοὺλ ὁ παντὸς Ἰσραὴλ ὑπερωμίας. ἀλλ' οὐδὲν αὐτοὺς ὤνησε τὸ μέγεθος τοῦ σώματος μετὰ τῆς πολλῆς ἐκείνης ἰσχύος ἀρετῆς ἐρήμους ὑπάρχοντας καὶ τῆς θείας ἐπιεικείας φρονήσαντας ὑψηλότερον. Ὅτι δὲ οὐκ ἀνήγαγεν ἀληθῶς τὸν Σαμουὴλ ἡ ἐγγαστρί μυθος, ὡς οἴονταί τινες διὰ τὸ τὴν ἱστορίαν τὸ φανὲν οὕτως ἀδιαφόρως ὀνομάσαι, πρῶτον μὲν δῆλον ἐκ τοῦ μὴ φέρειν δαίμονα προσβολὴν ἁγίου. εἰ γὰρ ἔτι ἐν σαρκὶ πε ριόντας δεδοίκασιν, πῶς ἂν ἀσωμάτους ἰδεῖν καρτερήσειεν; δεύτερον δέ, ὅτι οὐκ αὐτὸν ἀνήγαγεν, ἀλλὰ φάσματος ἰδέαν· ὁ γὰρ ἐκ ψυχῆς καὶ σώματος ἡρμοσμένος οὗτός ἐστι Σα μουήλ, ὡς καὶ ὁλοσώματον εἶδεν αὐτὸν καὶ Σαούλ. τρίτον δὲ καὶ ἡ πρόρρησις ψευδής ἐστι λέγουσα ὅτι· αὔριον σὺ καὶ οἱ υἱοί σου πεσοῦνται. μετὰ γὰρ ἡμέρας δʹ ἀπέθανε Σαούλ, ὑποστρέψαντος τοῦ Δαυὶδ ἐκ τοῦ κατὰ τῶν Ἀμαληκιτῶν πολέμου. φησὶ γάρ· καὶ ὤρθρισε Δαυὶδ τοῦ ἀπελθεῖν τὸ πρωῒ καὶ φυλάσσειν τὴν γῆν τῶν ἀλλοφύλων, καὶ οἱ ἀλλό φυλοι ἀνέβησαν ἐπὶ Ἰσραὴλ πολεμεῖν. καὶ ἐλθόντος τοῦ Δαυὶδ εἰς τὴν γῆν ἐκείνην τῇ τρίτῃ ἡμέρᾳ καὶ καταδιώξαντος 171 τοὺς Ἀμαληκίτας καὶ μετὰ νίκης ὑποστρέψαντος τῇ τετάρτῃ ἡμέρᾳ, ἐπάγει λέγουσα ἡ γραφή· καὶ οἱ ἀλλόφυλοι ἐπολέ μουν ἐν Ἰσραήλ, καὶ ἔφυγον ἄνδρες Ἰσραὴλ ἐκ προσώπου τῶν ἀλλοφύλων καὶ πίπτουσι τραυματίαι ἐν τῷ ὄρει Γελ βουέ. καὶ βαρύνεται ὁ πόλεμος ἐπὶ Σαούλ, καὶ τοξεύεται εἰς τὰ ὑποχόνδρια. εἰ δὲ καὶ ἠλήθευσεν, καθώς τινες νομί ζουσιν, οὐ μέγα τοῦτο. ὁ γὰρ θεὸς καὶ τὸν δαίμονα ἐν σχήματι φανέντα τοῦ Σαμουὴλ εἰπεῖν ἄκοντα τὴν ἀλήθειαν κατηνάγκασεν, ὥσπερ καὶ τὸν Βαλαὰμ εὐλογῆσαι τὸν Ἰσραὴλ ἄκοντα πεποίηκεν. ἔφη γάρ· κἂν ἀπέλθῃς πρὸς τὸν ψευ δοπροφήτην, ἐγὼ κύριος ἀποκριθήσομαί σοι. τοῦ δέ γε Σαοὺλ ἀναιρεθέντος καταλιπὼν Δαυὶδ τὸν Ἀγχοὺς βασιλέα τῶν ἀλλοφύλων καὶ ἐλθὼν εἰς τὴν Ἰουδαίαν πρὸς τὸν ὁμόφυλον Ἰσραὴλ βασιλεύει κατὰ θείαν εὐδοκίαν. Πῶς οὖν, φησὶν ὁ μέγας Βασίλειος, ἐν μὲν τῇ ἐπιγραφῇ τοῦ λγʹ ψαλμοῦ Ἀβιμέλεχ ὀνομάζεται (φησὶ γάρ· ψαλμὸς τῷ Δαυίδ, ὁπότε ἠλλοίωσε τὸ πρόσωπον αὐτοῦ ἐναντίον Ἀβιμέλεχ, καὶ ἀπέλυσεν αὐτόν), ἡ δὲ ἱστορία Ἀγχοὺς αὐτὸν προσηγόρευσεν; καὶ φαμέν, ὡς τοιοῦτόν τινα λόγον φθά σαντα εἰς ἡμᾶς ἐκ παραδόσεως, ὅτι οἱ βασιλεῖς τῶν ἀλλο φύλων κοινὸν μὲν εἶχον ὄνομα τὸ Ἀβιμέλεχ, ἴδιον δὲ ἕκαστος ὃ προσηγορεύετο. ὡς καὶ ἐπὶ τῆς Ῥωμαϊκῆς ἔστιν ἰδεῖν βασιλείας Καίσαρας μὲν λεγομένους κοινῶς καὶ Αὐγούστους, 172 ἄλλα δὲ τὰ κύρια ἑαυτῶν κεκτημένους ὀνόματα. ὅπερ καὶ παρ' Αἰγυπτίοις τὸ Φαραώ ἐστιν. φαίνεται γὰρ Φαραὼ λεγόμενος καὶ ὁ ἐπὶ Ἰωσήφ, καὶ ὁ ἐπὶ Μωϋσέως Φαραὼ μετὰ γενεὰς δʹ ἐγερθεὶς βασιλεὺς Αἰγύπτου, καὶ ὁ ἐπὶ Σολομῶντος Φαραώ, (ἔλαβε, γάρ φησιν, τὴν θυγατέρα Φαραώ), καὶ ὁ ἐπὶ Ἱερε μίου πάλιν βασιλεὺς τῆς Αἰγύπτου Φαραὼ προσηγορεύετο. οὕτω δὲ καὶ Ἀβιμέλεχ κατὰ τοὺς χρόνους ἦν Ἁβραάμ, καὶ ὁ ἐν ταῖς ἡμέραις Ἰσαάκ, καὶ ὁ νῦν λεγόμενος ἐπὶ τῶν καιρῶν Δαυὶδ Ἀβιμέλεχ εἴρηται ἐν τῇ ἐπιγραφῇ τὸ κοινὸν μὲν τῆς βασιλείας ὄνομα, Ἀγχοὺς δὲ ὑπὸ τῆς ἱστορίας λέ λεκται, ὅπερ ἰδίως αὐτῷ ἦν ἐκ γεννητῆς ἐπικείμενον. [βʹ. Περὶ Δαυίδ.] Μετὰ δὲ Σαοὺλ ἐβασίλευσε Δαυὶδ ἐκ φυλῆς Ἰούδα ἔτη μʹ. ὃς καὶ ἐποίησε τὰ θελήματα τοῦ θεοῦ πάντα κατὰ τὸ εἰρημένον· εὗρον Δαυὶδ τὸν τοῦ Ἰεσσαὶ ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου. καί· εὗρον Δαυὶδ τὸν δοῦλόν μου καὶ ἐν ἐλαίῳ ἁγίῳ ἔχρισα αὐτόν. ἡ γὰρ χείρ μου συναντιλήψεται αὐτῷ, καὶ ὁ βρα χίων μου κατισχύσει αὐτόν. οὐκ ὠφελήσει ἐχθρὸς ἐν αὐτῷ, καὶ υἱὸς ἀνομίας οὐ προσθήσει τοῦ κακῶσαι αὐτόν, καὶ συγκόψω ἀπὸ προσώπου αὐτοῦ τοὺς ἐχθροὺς αὐτοῦ καὶ τοὺς μισοῦντας αὐτὸν τροπώσομαι. καὶ ἡ ἀλήθειά μου καὶ τὸ ἔλεός μου μετ' αὐτοῦ, καὶ ἐν τῷ ὀνόματί μου ὑψωθήσεται 173 τὸ κέρας αὐτοῦ. διὸ δὴ τὸ θεῖον πνεῦμα περὶ αὐτοῦ καὶ δι' αὐτοῦ φησιν· καὶ ἐξελέξατο Δαυὶδ τὸν δοῦλον αὐτοῦ καὶ ἀνέλαβεν αὐτὸν ἐκ τῶν ποιμνίων τῶν προβάτων ποιμαίνειν Ἰακὼβ τὸν δοῦλον αὐτοῦ καὶ Ἰσραὴλ τὴν κληρονομίαν αὐτοῦ, ὃς καὶ μετ' ἐπιστήμης θείας καὶ εὐσεβείας ἐποίμανεν αὐτοὺς καὶ ἐν τῇ ἀκακίᾳ τῆς καρδίας αὐτοῦ καὶ ἐν ταῖς συνέσεσι τῶν χειρῶν αὐτοῦ ὡδήγησεν αὐτούς. ὅθεν ἐπήγαγεν ἡ γραφὴ λέγουσα· καὶ ἐβασίλευσε Δαυὶδ ἐπὶ Ἰσραὴλ καὶ ἦν ποιῶν κρίμα καὶ δικαιοσύνην. οὗτος τοίνυν πατάξας τὸν Μολχὸμ βασιλέα τῶν Σύρων καὶ λαβὼν τὸν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ στέφανον χρυσοῦν μέγαν ἔχοντα λίθους τιμίους καὶ φορέσας αὐτόν, ἦν ἐπὶ τῆς κεφαλῆς αὐτοῦ κόσμος εὐπρεπέστατος. ὅπερ δηλῶν πάλιν ἔφη· κύριε, ἐν τῇ δυνάμει σου εὐφραν θήσεται ὁ βασιλεὺς καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσεται σφόδρα. τὴν ἐπιθυμίαν τῆς καρδίας αὐτοῦ ἔδωκας αὐτῷ καὶ τὴν θέλησιν τῶν χειλέων αὐτοῦ οὐκ ἐστέρησας αὐτόν, ὅτι προέφθασας αὐτὸν ἐν εὐλογίαις χρηστότητος, ἔθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθων τιμίων. μεγάλη ἡ δόξα αὐτοῦ ἐν τῷ σωτηρίῳ σου, δόξαν καὶ μεγαλοπρέ πειαν ἐπέθηκας αὐτῷ. Καὶ οὕτως ἐνισχύσας ὁ μακάριος καὶ κραταιωθεὶς τῇ συμμαχίᾳ τοῦ κρείττονος πεπλήρωκε καὶ τοῦ Ἰσαὰκ τὴν 174 πρὸς Ἰακὼβ εὐλογίαν δοθεῖσαν, ὥς φησι Θεοδώρητος, ὅτι· γίνου κύριος τοῦ ἀδελφοῦ σου Ἡσαῦ. πατάξας γὰρ τὴν Ἰδουμαίαν, καὶ γενόμενοι πάντες οἱ ἐκ τοῦ Ἡσαῦ Ἰδουμαῖοιδοῦλοι τῷ Δαυίδ, ἐπέθηκε τῇ προρρήσει τὸ τέλος ψάλλων· ἐπὶ τὴν Ἰδουμαίαν ἐπιβαλῶ τὸ ὑπόδημά μου. ἐμοὶ ἀλλό φυλοι ὑπετάγησαν. οἱ γάρτοι Ἰδουμαῖοι πρόγονον ἔχοντες τὸν Ἡσαῦ, ἐξ οὗ καὶ τὴν προσηγορίαν ἐσχήκασιν, (Ἐδὼμ γὰρ ὠνομάσθη τῶν πρωτοτοκίων τὸν φακὸν προτιμήσας) οὐ τῆς προσηγορίας μόνον, ἀλλὰ καὶ τῆς μνησικακίας τοῦ προ πάτορος ἐγένοντο κληρονόμοι. καὶ ὥσπερ ἐκεῖνος ἐπίμονον ἔσχε κατὰ τοῦ Ἰακὼβ τὴν ὀργὴν ἐπὶ πλεῖστον, ὡς καὶ διαρ ρήδην εἰπεῖν· ἐγγισάτωσαν αἱ ἡμέραι τοῦ πατρός μου, ἵνα ἀποκτείνω Ἰακὼβ τὸν ἀδελφόν μου, οὕτω καὶ οὗτοι τοῖς ἐξ Ἰακὼβ διηνεκῶς φθονοῦντες ἐπιβουλαῖς κατ' αὐτῶν ἐχρῶντο μυρίαις, καὶ ἡνίκα μὲν τῆς Αἰγυπτιακῆς ἀπαλλαγέντες δου λείας ἐλθεῖν εἰς τὴν ἐπηγγελμένην ἠβουλήθησαν γῆν, τοῦ Μωϋσέως ἡγουμένου καὶ προστατεύοντος, οὐ μόνον οὐχ ὑπεδέξαντο φιλοφρόνως, ἀλλ' οὐδὲ διελθεῖν διὰ τῆς ἰδίας συνεχώρησαν χώρας, καὶ ταῦτα τοῦ θείου Μωϋσέως διὰ πρεσβευτῶν παρακαλέσαντος καὶ ὑποσχομένου ὡς οὐκ ἐκκλί νουσι δεξιὰ ἢ ἀριστερά, ἀλλ' ὁδῷ βασιλικῇ βαδιοῦνται καὶ αὐτοῦ τοῦ ὕδατος τὴν χρείαν ὠνούμενοι. καὶ μετὰ ταῦτα δὲ συνεχῶς τὴν οἰκείαν δυσμένειαν ἐπεδείκνυντο, ποτὲ μὲν μόνοι κατ' αὐτῶν στρατεύειν ἐπιχειροῦντες, ποτὲ δὲ τοῖς πολεμοῦσιν αὐτοῖς ἐπαμύνοντες προθύμως. καὶ μέντοι καὶ ἡνίκα πάλιν Ἀσσύριοι καὶ Βαβυλώνιοι ταῖς κατ' αὐτῶν ἐχρήσαντο προσβολαῖς, μυρία ὅσα ἔδρασαν εἰς αὐτοὺς δεινὰ οὐ συμπράττοντες μόνον τοῖς πολεμίοις, ἀλλὰ καὶ λόχους 175 καθίζοντες καὶ τοὺς φεύγειν πειρωμένους θηρεύοντες καὶ τοὺς μὲν αὐτῶν ἀναιροῦντες, τοὺς δὲ τοῖς ἐχθίστοις παρα διδόντες. ὅπερ δὴ καὶ αὐτὸς οὗτος ὁ θεσπέσιος Δαυὶδ προθεωρῶν ἐναργῶς ὑπέφηνεν. εἰπὼν γὰρ προφητικῶς περὶ τῆς αἰχμαλωσίας ἐκ προσώπου τοῦ λαοῦ· ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν ἐν τῷ μνησθῆ ναι ἡμᾶς τὴν Σιών, φάσκει καὶ περὶ τῆς καταληψομένης τοὺς πολεμήσαντας τὸν λαὸν συμφορᾶς· μνήσθητι, κύριε, τῶν υἱῶν Ἐδὼμ τὴν ἡμέραν Ἱερουσαλὴμ τῶν λεγόντων· ἐκκενοῦτε, ἐκκενοῦτε ἕως τῶν θεμελίων αὐτῆς. περὶ ὧν καὶ Ἡσαΐας εἰπών· ὅρασις ἣν εἶδεν Ἡσαΐας υἱὸς Ἀμὼς κατὰ Βαβυλῶνος, ἐπάγει τὰ ἐλεεινὰ πάθη τῶν ἐξανδραποδιζο μένων· καὶ οἵτινες συνηγμένοι εἰσίν, μαχαίρᾳ πεσοῦνται, καὶ τὰ τέκνα αὐτῶν ῥάξουσιν ἐνώπιον αὐτῶν. τίνες δὲ ταῦτα δράσουσι πάλιν ὁ αὐτὸς λέγει· ἰδοὺ ἐγὼ ἐπεγείρω ὑμῖν τοὺς Μήδους, καὶ τὰ τέκνα ὑμῶν οὐ μὴ ἐλεήσωσιν, οὐδὲ ἐπὶ τοῖς τέκνοις σου φείσονται οἱ ὀφθαλμοὶ αὐτῶν, καὶ ἔσται Βαβυλὼν ἡ καλή τε καὶ ἔνδοξος ἀπὸ βασιλέως Χαλδαίων, ὃν τρόπον κατέστρεψεν ὁ θεὸς Σόδομα καὶ Γόμορρα, λέγει κύριος. ὡσαύτως δὲ καὶ Ἱερεμίας περὶ τῆς ἐρημώσεως τῆς Βαβυλῶνος ἔφη σχετλιαστικῶς· πῶς συνεκλάσθη καὶ συνε τρίβη Βαβυλὼν ἡ σφῦρα πάσης τῆς γῆς. ἡ μὲν οὖν προφητεία αὕτη οὐ πρὸ πολλῶν γενεῶν ἔστι τῆς τοῦ Ἰσραὴλ αἰχμαλωσίας, πάλιν δὲ μετὰ πολλοῖς ὕστερον ἔτεσι φαίνονται 176 οἱ Μῆδοι ἐπιστρατεύσαντες τοῖς Ἀσσυρίοις. παραμυθία οὖν τῶν αἰχμαλωτιζομένων ἡ προσδοκία τῆς ἐκδικήσεως τῆς μετὰ πολὺ καταληψομένης τὸν λαὸν τὸν κακώσαντα τὸν Ἰσραήλ. ταύτην γάρτοι προβλέπων τὴν ἡμέραν τῆς ἀντα ποδόσεως ὁ Δαυίδ, καθ' ἣν οἱ ἀπὸ τοῦ Μαδαὴ Μῆδοι κρατήσαντες τῶν Βαβυλωνίων καὶ μηδὲ τοῖς νηπίοις αὐτῶν φεισάμενοι, εἰκότως ἔψαλλεν· μακάριος ὃς ἀνταποδώσει σοι τὸ ἀνταπόδομά σου, ὃ ἀνταπέδωκας ἡμῖν· μακάριος ὃς κρατήσει καὶ ἐδαφιεῖ τὰ νήπιά σου πρὸς τὴν πέτραν. Εἶτα πάλιν φησίν· καὶ ἐπορεύετο Δαυὶδ πορευόμενος καὶ μεγαλυνόμενος, καὶ κύριος παντοκράτωρ μετ' αὐτοῦ. εἶχε δὲ καὶ δυνατοὺς ἄνδρας λζʹ τοιούτους, ὥστε τὸν μικρὸν αὐτῶν ποιεῖν πρὸς ἑκατόν, τὸν δὲ μέγαν πρὸς χιλίους· ἐξ ὧν ἐστι τὰ ὀνόματα ταῦτα. Σεβοχά· οὗτος ἐπάταξε τὸν Σὲφ τὸν τοῦ Ῥαφὰ ἀπόγονον τῶν γιγάντων. Ἐλεανάν· οὗτος ἀνεῖλεν ἄνδρα δυνατὸν Χετταῖον, οὗ ἦν τὸ ξύλον τοῦ δόρατος ὡς ἀντίον ὑφαινόντων. Ἰωνάθαν· οὗτος ἐφόνευσεν ἄνδρα δυνατὸν καὶ παμμεγέθη ἔχοντα ἐν ταῖς χερσὶ καὶ τοῖς ποσὶ δακτύλους ἀνὰ ἕξ, τοὺς πάντας κδʹ. Ἀδίνων· οὗτος ἐσπάσατο τὴν ῥομφαίαν αὐτοῦ ἐπὶ ὀκτακοσίους στρα τιώτας εἰς μίαν παρεμβολήν. Ἰεσεβαδά· οὗτος ἐσπάσατο τὴν μάχαιραν αὐτοῦ ἐν καιρῷ ἑνὶ ἐπὶ τραυματίας τʹ. Μαρά· οὗτος τῶν ἀλλοφύλων ἐπελθόντων καὶ βουλομένων ἁρπάσαι