Chronicon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-hamartolus" aria-label="More works by Georgius Hamartolus">
—
⋯
Original / primary: Pg Scrape Grc
177.1.1
τὴν μερίδα τοῦ ἀγροῦ πλήρης οὔσης φακῆς, καὶ τοῦ λαοῦ φυγόντος, μόνος ἔστη καὶ τοὺς μὲν ἀλλοφύλους ἐδίωξεν, τὴν δὲ μερίδα τοῦ ἀγροῦ ἐφύλαξεν. Ἐλεάζαρ· οὗτος μερί δος οὔσης κριθῶν, καὶ τῶν ἀλλοφύλων ἐπελθόντων, καὶ τοῦ λαοῦ φυγόντος, μόνος ἐστηλώθη καὶ τοὺς μὲν ἀλλοφύλους ἔτρεψεν, τὴν δὲ κριθὴν διέσωσεν. τοσοῦτον γὰρ ἐπάταξεν ἐν τοῖς ἀλλοφύλοις, ἕως ἡ χεὶρ αὐτοῦ κοπιάσασα προσεκολλήθη τῇ μαχαίρᾳ, καὶ ὁ λαὸς ἐπέστρεψεν ὀπίσω αὐτοῦ εἰς τὸ σκυλεύειν. Βαναίας· οὗτος πολλὰ μὲν ἐποίησεν ἔργα, ἐπά ταξε δὲ καὶ τοὺς υἱοὺς Ἀριὴλ τοῦ Μωάβ. καὶ καταβὰς ἐν ἡμέρᾳ χιόνος εἰς λάκκον ἐφόνευσε λέοντα, ἀνεῖλε δὲ καὶ ἄνδρα Αἰγύπτιον ἑπτάπηχυν ἔχοντα δόρυ ὡς ξύλον διαβάθρας. ἁρπάσας γὰρ ἀπ' αὐτοῦ τὸ δόρυ ἐν αὐτῷ ἀπέκτεινεν αὐτόν. Ἀβεσὰ ὁ ἀδελφὸς Ἰωάβ· οὗτος ἐπάταξεν ἄνδρας χʹ καὶ τὸν Ἰεσβὰν θέλοντα φονεῦσαι τὸν Δαυίδ. ἦν δὲ ὁ Ἰεσβὰς ἔγγονος τοῦ Ῥαφὰ δόρυ ἔχων σταθμοῦ σίκλων τʹ. ἡνίκα δὲ ἔτρεχεν ὁ Ἀβεσά, ἦν ὡς δορκὰς ἐν τοῖς ὄρεσιν. τρεῖς δὲ ἀπὸ τῶν λοιπῶν δυνατοί, περικυκλωσάντων ποτὲ τῶν ἀλλοφύλων τὴν Βηθλεέμ, καὶ τοῦ Δαυὶδ ἐπιθυμήσαντος πιεῖν ἐκ τοῦ φρέατος Βηθλεέμ, διέβησαν οἱ τρεῖς καὶ διαρρήξαντες τὴν παρεμβολὴν τῶν ἀλλοφύλων ὑδρεύσαντο ἐκ τοῦ φρέατος καὶ ἤνεγκαν ὕδωρ τῷ Δαυίδ. ὁ δὲ θαυμάσας 178 αὐτῶν τὴν δύναμιν καὶ τὴν τόλμαν ἔλαβε τὸ ὕδωρ καὶ ἔσπεισεν αὐτὸ κυρίῳ λέγων· ἵλεώς μοι, κύριε, εἰ αἷμα ἀνθρώπων τῶν πορευθέντων ἐν ταῖς ψυχαῖς αὐτῶν πίομαι. ὁμοίως δὲ καὶ οἱ λοιποὶ αὐτῶν ὑπῆρχον ἄνδρες δυνατώτατοι καὶ ἀκατα γώνιστοι καὶ πρὸς τοὺς ἐναντίους φοβερώτατοι, θυρεοὺς αἴροντες καὶ δόρατα μέγιστα καὶ κοῦφοι τοῖς ποσὶν ὡς δορκάδες ἐπὶ τῶν ὀρέων ὑπάρχοντες, καὶ ἡ κατασκευὴ αὐ τῶν πάνυ ἔκπληκτος, καὶ τὰ πρόσωπα αὐτῶν ὡς πρόσωπα λεόντων. τοὺς δέ γε πολεμιστὰς τοῦ κοινοῦ λαοῦ, οὓς εἶχε πάλιν ὁ Δαυίδ, ἦν ὁ ἀριθμὸς μυριάδες σλδʹ, καθὼς ἠριθ μήθησαν ὑπὸ Ἰωὰβ τοῦ ἀρχιστρατήγου. Φησὶ γάρ· καὶ προσέθετο ὀργῇ κύριος ἐκκαῆναι ἐν Ἰσραὴλ καὶ ἐπέσεισε τὸν Δαυὶδ ἐν αὐτοῖς λέγων· πορεύθητι καὶ ἀρίθμησον τὸν Ἰσραὴλ καὶ τὸν Ἰούδα. καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ἰωὰβ τὸν ἄρχοντα τῆς ἰσχύος τῶν μετ' αὐ τοῦ· δίελθε δὴ τὰς φυλὰς πάσας Ἰσραὴλ καὶ ἴδε καὶ ἐπί σκεψαι τὸν λαόν, καὶ γνώσομαι τὸν ἀριθμὸν τοῦ λαοῦ. καὶ εἶπεν Ἰωάβ· προσθείη κύριος ὁ θεὸς πρὸς τὸν λαόν σου. καὶ ἵνα τί ὁ κύριός μου βούλεται ἐν τῷ λόγῳ τούτῳ; καὶ ὑπερίσχυσεν ὁ λόγος τοῦ βασιλέως πρὸς Ἰωὰβ καὶ πρὸς τοὺς ἄρχοντας τῆς δυνάμεως, καὶ ἀπῆλθεν Ἰωὰβ ἐπισκέψασθαι τὸν λαόν. καὶ δὴ ἐπισκεψάμενος δέδωκε τὸν ἀριθμὸν τῆς 179 ἐπισκέψεως τοῦ λαοῦ τῷ Δαυίδ. καὶ ἦν πᾶς Ἰσραὴλ χίλιαι χιλιάδες καὶ ρʹ χιλιάδες ἀνδρῶν ἐσπασμένων ῥομφαίαν, καὶ Ἰούδας χιλιάδες υπʹ ἀνδρῶν ἐσπασμένων μάχαιραν. τὸν δὲ Λευῒ καὶ τὸν Βενιαμὶν οὐκ ἠρίθμησεν, ὅτι προσώχθισεν ὁ λόγος τοῦ βασιλέως τὸν Ἰωάβ. καὶ πονηρὸν ἐφάνη ἐναντίον τοῦ θεοῦ τοῦτο. καὶ ἐπάταξε καρδία Δαυὶδ αὐτὸν ἐν τῷ ἀριθμῆσαι τὸν λαόν. καὶ ἀπέστειλε κύριος Γὰδ τὸν προ φήτην πρὸς Δαυὶδ καὶ εἶπεν· τάδε λέγει κύριος· ἔκλεξαι σεαυτῷ γενέσθαι σοι, ἢ τρία ἔτη λιμὸν ἐν τῇ γῇ σου, ἢ μῆνας τρεῖς φεύγειν σε ἔμπροσθεν τῶν ἐχθρῶν σου, ἢ τρεῖς ἡμέ ρας θάνατον ἐν τῇ γῇ σου. καὶ εἶπε Δαυὶδ πρὸς Γάδ· στενά μοι πάντοθεν σφόδρα ἐστὶ καὶ τὰ τρία. πλὴν ἐμπε σοῦμαι δὴ εἰς χεῖρας κυρίου, ὅτι πολλοὶ οἱ οἰκτιρμοὶ αὐτοῦ, εἰς δὲ χεῖρας ἀνθρώπων οὐ μὴ ἐμπέσω. καὶ ἐξελέξατο Δαυὶδ τὸν θάνατον. καὶ ἡμέραι θέρους πυρῶν, καὶ ἔδωκε κύριος θάνατον ἐν Ἰσραὴλ ἀπὸ πρωΐθεν ἕως ἀρίστου, καὶ ἀπέ θανον ἐκ τοῦ λαοῦ χιλιάδες οʹ. καὶ ἐξέτεινεν ὁ ἄγγελος τοῦ θεοῦ τὴν χεῖρα αὐτοῦ εἰς Ἱερουσαλὴμ τοῦ διαφθεῖραι ἐν αὐτῇ. καὶ εἶπε Δαυὶδ πρὸς τὸν θεὸν ἐν τῷ ἰδεῖν αὐτὸν τὸν ἄγγελον τύπτοντα ἐν τῷ λαῷ· ἰδοὺ ἐγὼ ἡμάρτηκα καὶ ἐγώ εἰμι ὁ ποιμὴν ὁ κακοποιήσας, καὶ οὗτοι τὰ πρόβατα τί ἐποίησαν; γενέσθω δὴ ἡ χείρ σου ἐν ἐμοί, κύριε, καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός μου. καὶ παρακληθεὶς ὁ κύριος εἶπε πρὸς τὸν ἄγγελον· ἄνες τὴν χεῖρά σου. καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον Δαυὶδ καὶ ἀνήγαγεν εὐθὺς ὁλοκαυτώσεις. καὶ ἐπήκουσεν αὐτοῦ κύριος, καὶ συνεσχέθη ἐπάνωθεν Ἰσ ραὴλ ἡ θραῦσις. 180 Ταῦτα δέ, φησὶ πάλιν Θεοδώρητος, οὐκ ἀπεικὸς συμβέ βηκεν, ἀλλ' οἰκείας παρανομίας ἔτισε δίκας ὁ λαὸς διὰ προφάσεως. καταλιπὼν γὰρ τὸν εὐσεβῆ καὶ θεῖον βασιλέα τυράννῳ καὶ πατραλοίᾳ παιδὶ συνεστράτευσεν. οὕτω δὲ καὶ διὰ τὴν τοῦ Σαοὺλ εἰς τοὺς Γαβαωνίτας ἀναίρεσιν ἐπαι δεύθησαν διὰ λιμοῦ μετὰ τὴν ἐκείνου τελευτήν. ὁ μὲν γὰρ λαὸς ἅπας καὶ Ἰησοῦς ὁ τοῦ Ναυὴ πεποίηκε τὰς πρὸς τοὺς Γαβαωνίτας συνθήκας, ἐκοινώνησε δὲ τῶν ὅρκων καὶ Ἐλεάζαρ ὁ ἀρχιερεύς. ἔδει τοίνυν τοὺς ἀπογόνους τῶν ὀμω μοκότων μὴ παραβῆναι τὸν ὅρκον καὶ τὰς σπονδάς, ἀλλὰ καὶ πεῖσαι μᾶλλον τὸν παρανομοῦντα βασιλέα τὰς πρὸς αὐ τοὺς φυλάξαι συνθήκας. ἐφ' οὓς καὶ πεπλήρωται τὸ παρὰ τοῦ Νῶε πρὸς τὸν προπάτορα αὐτῶν Χαναὰν εἰρημένον· ἐπικατάρατος Χαναὰν παῖς, οἰκέτης ἔσται τοῖς ἀδελφοῖς αὐτοῦ. διό φησι πρὸς αὐτοὺς Ἰησοῦς μετὰ τὴν φανέρωσιν τῆς πανουργίας αὐτῶν· καὶ νῦν ἐπικατάρατοί ἐστε. οὐ μὴ ἐκλείπῃ ἐξ ὑμῶν δοῦλος οὐδὲ ξυλοκόπος καὶ ὑδροφόρος ἐμοὶ καὶ τῷ θεῷ μου. καὶ κατέστησεν αὐτοὺς Ἰησοῦς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ξυλοκόπους καὶ ὑδροφόρους πάσῃ τῇ συνα γωγῇ καὶ τῷ θυσιαστηρίῳ τοῦ θεοῦ. διὰ τοῦτο ἐγένοντο οἱ κατοικοῦντες Γαβαὼν ξυλοκόποι καὶ ὑδροφόροι τῷ θυ σιαστηρίῳ τοῦ θεοῦ καὶ πάσῃ τῇ συναγωγῇ ἕως τῆς ἡμέρας ταύτης καὶ εἰς τὸν τόπον οὗ ἂν ἐκλέξηται κύριος. ἐπεὶ οὖν ταῦτα παρελογίσαντο, διὰ τοῦτο καὶ μετὰ τὴν ἐκείνου τελευτὴν ὑπέστησαν τὴν διὰ τοῦ λιμοῦ παιδείαν. διδάσκει 181 γοῦν ἡμᾶς ὁ λόγος μὴ παραβαίνειν τὰς ἐπὶ θεοῦ γινομένας μεθ' ὅρκων συνθήκας, κἂν εἰς ἄλλων ὠφέλειαν ἡ παρά βασις γίνεται. ἀγνοῶν δὲ τὴν αἰτίαν ὁ Δαυὶδ τῆς θεηλά του πληγῆς τοῦ λιμοῦ τὸν θεὸν ἠρώτησεν, καὶ μαθὼν ὡς ἕνεκεν τῆς τῶν Γαβαωνιτῶν ἀδίκου ἀναιρέσεως εὐθύνας εἰσπράττονται, αὐτοῖς ἐκείνοις ἐχρήσατο κριταῖς τοῖς ἠδικη μένοις λέγων· τί ποιήσω ὑμῖν; καὶ ἐν τίνι ἐξιλάσομαι; καί φασιν· οὐκ ἔστιν ἡμῖν ἀργύριον οὐδὲ χρυσίον μετὰ Σαοὺλ καὶ μετὰ τοῦ οἴκου αὐτοῦ, καὶ οὐκ ἔστιν ἡμῖν θανατῶσαι ἄνδρα ἐκ παντὸς Ἰσραήλ, ἀλλ' ὁ ἀνὴρ ὁ διώξας ἡμᾶς καὶ συν τελέσας, καὶ ὥσπερ ἐλογίσατο ἡμᾶς ἐξολοθρεῦσαι, ἀφανίσω μεν αὐτὸν τοῦ μὴ ἀντικαθίστασθαι παντὶ ὁρίῳ Ἰσραήλ, καὶ δοθήτωσαν ἡμῖν ἄνδρες ζʹ ἐκ τῶν υἱῶν αὐτοῦ, καὶ ἐξιλασό μεθα ἐν αὐτοῖς κυρίῳ ἐν τῷ βουνῷ τοῦ Σαούλ. ἐν ἐκείνῳ τοίνυν τῷ χωρίῳ τοὺς ἐκδοθέντας αὐτοῖς ἀνεσκολόπισαν ἄνδρας, ἐν ᾧ τὰς παρανόμους ἐτόλμησεν ἐκεῖνος μιαιφονίας. οὗτοι δὲ ἦσαν τοῦ Σαοὺλ δύο μὲν υἱοὶ νόθοι, πέντε δὲ υἱῶν αὐτοῦ ὑστέρων. τῆς οὖν τιμωρίας γεγενημένης ἵλεως ὁ δεσπότης ἐγένετο, καὶ ἡ γῆ τὸν ἐξ ἔθους καρπὸν ἔδωκεν. ἡμεῖς δὲ μανθάνομεν διὰ τούτων, ὡς γένους ὁ θεὸς οὐκ οἶδε διαφοράν, ἀλλὰ τοῖς ἠδικημένοις, κἂν ἀλλογενεῖς ὦσιν, ἐπαμύνει δικαίως, εἰ καὶ παρὰ πόδας οὐκ ἀπαιτεῖ δίκας. ἀμέλει γὰρ καὶ τότε μακροθυμήσας ἔτη μʹ οὕτω τὰς εὐθύ νας εἰσπράττεται νῦν ἐπὶ τοῦ Δαυίδ. αὔξει δὲ αὐτῶν τὴν 182 κατηγορίαν τὸ τὸν μὲν Σαοὺλ καταψηφισθέντα καὶ τῆς θείας χάριτος γυμνωθέντα μὴ καταλιπεῖν μέχρι τέλους ζωῆς αὐτοῦ, τὸν δὲ μυρίων αὐτοῖς ἀγαθῶν γενόμενον πρόξενον καὶ τὸ τῶν ἀλλοφύλων καταλύσαντα θράσος καὶ τὸν Ἀμα λὴκ πανωλεθρίᾳ μὲν παραδώσαντα, Ἰδουμαίους δὲ καὶ Μωα βίτας καὶ Ἀμμανίτας καὶ Σύρους ἑκατέρους χειρωσάμενον καὶ δουλωσάμενον καὶ φόρους ἀναγκάσαντα φέρειν καὶ προφητικῆς χάριτος ἀπολαύσαντα οὐ μόνον κατέλιπεν, ἀλλὰ καὶ ἀντιπαρατάξασθαι καὶ δρᾶσαι τὰ πολεμίων καὶ συμπρᾶ ξαι μιαιφόνῳ καὶ παρανόμῳ τέκνῳ. ὅθεν ὁ δίκαιος κριτὴς αὐτοὺς δίκας εἰσεπράξατο διὰ τῆς ὑποθέσεως Δαυίδ. καὶ γὰρ αὐτὸν ἠδίκησαν, καθὼς δηλοῖ καὶ ἡ ἱστορία λέγουσα· καὶ προσέθετο ὀργῇ κύριος ἐκκαῆναι ἐν Ἰσραήλ. οὐ μὴν δὲ ἀλλὰ καὶ αὐτὸς διὰ τῆς αὐτῆς ἐπαναστάσεως τοῦ υἱοῦ δίκας ἐναργεῖς ἔτισε τοῦ τε φόνου καὶ τῆς μοιχείας κατὰ τὴν θείαν πρόρρησιν. φησὶ γάρ· τάδε λέγει κύριος· ἰδοὺ ἐγὼ ἐγείρω κακὰ ἐπὶ σὲ ἐκ τοῦ οἴκου σου, καὶ τὰ ἑξῆς. Ὅσον τοίνυν ὀνίνησι θλίψις καὶ συμφορὰ καὶ μέριμνα καὶ ἐκ ταύτης δὲ τῆς ἱστορίας μανθάνομεν. διωκόμενος γὰρ ὑπὸ τοῦ Σαοὺλ ὁ θεῖος οὗτος Δαυὶδ πᾶσαν κατώρθου φιλοσοφίαν, καὶ παραταττόμενος μὲν καὶ ταῖς φροντίσι τῶν πολέμων ἐνασχολῶν τὴν διάνοιαν κατὰ τοὺς ἱεροὺς ἐπολιτεύετο νόμους, ἀνακωχῆς δὲ τυχὼν ὀλίγης τὸν ὄλισθον ἐκεῖνον