Chronicon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-hamartolus" aria-label="More works by Georgius Hamartolus">
—
⋯
Original / primary: Pg Scrape Grc
183.1.1
ὑπέμεινεν. ἐγένετο, γάρ φησιν, ἐν τῷ καιρῷ τῆς δείλης, καὶ ἀνέστη Δαυὶδ ἀπὸ τῆς κοίτης αὐτοῦ καὶ περιεπάτει ἐπὶ τοῦ δώματος τοῦ οἴκου τῶν βασιλέων, καὶ εἶδε γυναῖκα λουομένην ἀπὸ τοῦ δώματος, καὶ ἡ γυνὴ καλὴ τῇ ὄψει σφόδρα. πολὺς ὁ πόλεμος καὶ σφοδρός, ἄνεσις καὶ τρυφὴ καὶ βασιλεία καὶ ἐξουσία καὶ σώματος ὥρα καὶ μετὰ τροφῆς κόρον ἡ προσβολή, ὅτε καὶ τοῖς μὴ βουλομένοις ὁ σπινθὴρ ὑποτύφεται οἷον εἰς συμμαχίαν καὶ ἀνδρείαν τὴν τροφὴν δεχόμενος. δῆλος δέ ἐστιν, ὅτι σφοδρότερον κατὰ φύσιν εἶχε τῆς ἐπιθυμίας τὸ πάθος. οὐ γὰρ ἂν πλείοσιν ἐχρήσατο γυναιξίν, εἰ μὴ τῆς φύσεως τοῦτο δρᾶσαι βιασαμένης. Ὅθεν φησὶν ὁ μέγας Ἀναστάσιος Θεουπόλεως· ἰστέον ὅτι πολλὰ καὶ διάφορά εἰσι παρὰ τῷ δικαιοκρίτῃ θεῷ τὰ κρίματα καὶ αἱ ἀνταποδόσεις, ἃς μέλλει ποιεῖν ἐπὶ τῶν εἰς τὸ σῶμα ἁμαρτανόντων καὶ ἀκρατῶς τε καὶ ἀφειδῶς ἐξοι στρουμένων καὶ λαγνευόντων. εἰσὶ γὰρ καὶ χῶραι θερμαί τινες, αἳ πεφύκασιν ἐκ θερμότητος ἀέρων ἢ καὶ ὑδάτων καὶ τροφῶν τὰ σώματα διεγείρειν πρὸς ἀκρατεῖς μίξεις, καθάπερ Αἴγυπτος καὶ Αἰθιοπία καὶ Ἱεριχώ, Γομορρῖτις ἐνορία, καὶ ἡ Περσικὴ χώρα. εἰσὶ δὲ πάλιν καὶ γένη πρὸς ἀσέλγειαν καὶ ἀκολασίαν εὐρίπιστα μᾶλλον, ἃ καὶ ἐκ συνηθείας ἢ καὶ ἐξ ἑτέρας αἰτίας ῥυπαρώτερα καὶ ἀκολαστότερα ὑπάρχουσιν, 184 ὡς τὰ τῶν Περσῶν καὶ Ἀσσυρίων. ἀλλ' εἰ καὶ οὕτως ὁ κατὰ θεὸν ζῶν ἄνθρωπος ἐφέλκεται καὶ διὰ τοιαύτην αἰτίαν πρὸς ἁμαρτίαν, ἀλλὰ δεῖ τὴν φύσιν ἐκβιάζεσθαι κατὰ πάντα τρόπον. βιαστὴ γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν καὶ βια σταὶ ἁρπάζουσιν αὐτήν. καί· χρὴ μέχρις αἵματος πρὸς τὴν ἁμαρτίαν ἀνταγωνίζεσθαι. οὐδεὶς γάρ, φησιν, στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. διακύψας τοίνυν ἁπλοϊκῶς, οὐ περιέργως, καὶ ἰδὼν τὸ γύναιον λουόμενον, οὐκ ἔφυγε τὴν θέαν ὡς ὀλεθρίαν, ἀλλὰ καταθελχθεὶς τῷ τῆς ὥρας δελέατι τὸ τῆς ἁμαρτίας κατέπιεν ἄγκιστρον. ὅμως οὐκ ἐκ πονηρᾶς γνώμης τε καὶ συνηθείας, ἀλλ' ἐκ περιστάσεως καὶ συναρ παγῆς τὴν ἄγραν τε καὶ πληγὴν ἐδέξατο. καὶ ἑτέρου πά θους χείρονος ἴαμα τάχα γέγονεν, ἐπάρσεως, ὅπερ δὴ καὶ αὐτὸς ὑπεμφαίνων ἔλεγεν· ὑψωθεὶς δὲ ἐταπεινώθην καὶ ἐξηπορήθην. καί· ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου· οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. ἀπέστρεψας δὲ τὸ πρόσωπόν σου, καὶ ἐγενήθην τεταραγμένος. ἀλλ' ἀγαθόν μοι ὅτι ἐταπεί νωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου. τὰ γάρτοι σφάλματα καὶ ἐλαττώματα τῶν εὐλαβῶν γίνονται πολλάκις κατ' οἰκονομίαν πρὸς τὸ συμφέρον, τοῦ θεοῦ συγχωροῦντος 185 ἐνίοτε ὀλισθῆσαι εἰς θεραπείαν ἐπάρσεως προλαβούσης, οἷόν ἐστι τὸ ὑπὸ Πέτρου εἰρημένον καὶ ἐπ' αὐτοῦ γεγενημένον. καὶ ἁπλῶς ῥᾳθυμίας ἦν, οὐ κακοηθείας ἡ ἁμαρτία, ἥτις αὐτὸν καὶ συγγνώμης μεταλαχεῖν παρεσκεύασεν. οἱ μὲν γὰρ τῶν ἀνθρώπων ἀπὸ κακίστης ἕξεως καὶ συνηθείας ἁμαρτά νουσιν, οἱ δὲ κατὰ συναρπαγὴν καὶ παρὰ προαίρεσιν, ὥς φησιν ὁ σοφός· ἔστιν ὀλισθαίνων καὶ οὐκ ἀπὸ ψυχῆς. καὶ τίς οὐχ ἥμαρτεν; διὸ τὰς χαλεπὰς ἀπειλεῖ τιμωρίας ὁ τῶν ψυχῶν ἰατρὸς καὶ ἐπάγει αὐτάς, αἵτινες λαμπρότερον ἔδειξαν τοῦ θαυμαστοῦ βασιλέως τὸ κλέος. αἱ γὰρ θεήλατοι πληγαὶ τὴν νόσον ἐκείνην ἐξήλασαν καὶ τὴν προτέραν ὑγείαν ἀπέ δωκαν. καὶ γὰρ παντοδαπαῖς αὐτὸν οἷα δὴ πάνσοφος ἰατρὸς παιδείαις ὑπέβαλε μετὰ τὴν ὁμολογίαν τῆς ἁμαρτίας. εἰρη κὼς γὰρ ὁ προφήτης· οὐ μὴ ἀποθάνῃς, ἐπήγαγεν· πλὴν παροργίζων παρώργισας ἐν τοῖς ὑπεναντίοις τὸν κύριον. καὶ πρῶτον μέντοι τὸ μοιχαλίδιον παιδίον ἐπάταξεν ὁ θεός, ἔπειτα δὲ καὶ τὴν τοῦ υἱοῦ κατ' αὐτοῦ ἐπανάστασιν παρα δηλῶν φησιν· καὶ νῦν οὐκ ἐξαρθήσεται ῥομφαία ἐκ τοῦ οἴκου σου. εἰκότως οὖν ἔλεγεν· παιδεύων ἐπαίδευσέ με ὁ κύριος, τῷ δὲ θανάτῳ οὐ παρέδωκέ με. ὅταν τοίνυν ἴδῃς ἁμαρτωλόν τινα πλουτοῦντα, εὐημεροῦντα, ὑγιαίνοντα καὶ μηδὲν κακὸν πάσχοντα, στέναξον, δάκρυσον, πένθησον αὐ τόν, ὡς προσθήκην εἰς κόλασιν αὐτῷ ταῦτα συμβαίνοντα. ὥσπερ γὰρ οἱ πολλὰ ἁμαρτάνοντες καὶ μὴ μετανοοῦντες θησαυρίζουσιν ἑαυτοῖς ὀργῆς θησαυρόν, οὕτως οἱ μετὰ τοῦ 186 μηδὲν κολάζεσθαι καὶ εὐπραγίας ἀπολαύοντες μείζονα τὴν τιμωρίαν ὑποστήσονται. καὶ δῆλον οὐκ ἀπὸ τῶν μελλόν των μόνον, ἀλλὰ καὶ ἀπὸ τοῦ παρόντος βίου τὸ ὑπόδειγμα. ὁ γάρτοι Δαυὶδ οὗτος μετὰ τὴν ἁμαρτίαν ἐκείνην ἐνεκα λεῖτο σφοδρότερον ὡς πολλῆς ἀπολαύσας ἀδείας καὶ τοιοῦτος γενόμενος. φησὶ γὰρ ὀνειδίζων αὐτὸν ὁ θεὸς διὰ Νάθαν πάλιν οὕτως· ἐγὼ ἔχρισά σε εἰς βασιλέα ἐπὶ Ἰσραὴλ καὶ ἐρρυσάμην σε ἐκ χειρὸς Σαοὺλ καὶ ἔδωκά σοι τὸν οἶκον τοῦ κυρίου σου καὶ τὸν οἶκον Ἰσραὴλ καὶ Ἰούδα, καὶ εἰ μικρόν ἐστιν, καὶ προσθήσω σοι κατὰ ταῦτα. καὶ τί ὅτι οὐκ ἐφύλαξας τὴν ἐντολήν μου. τότε ἀκούσονται οἱ εὐημε ροῦντες νῦν καὶ τὰς ἐντολὰς κυρίου μὴ φυλάξαντες· ἀμήν, λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. πορεύεσθε εἰς τὸ πῦρ τὸ ἐξώ τερον. καὶ ταῦτα μὲν οὕτως. Ὁ οὖν μακάριος Δαυὶδ πρὸ τῆς τελευτῆς αὐτοῦ καλέσας τὸν υἱὸν αὐτοῦ Σολομῶντα εἶπεν αὐτῷ· Σολομών, τέκνον μου, ἐμοὶ ἐγένετο ἐπὶ ψυχὴν τοῦ οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι κυρίου τοῦ θεοῦ, καὶ ἐγένετο λόγος κυρίου ἐπ' ἐμὲ λέγων· αἷμα εἰς πλῆθος ἐξέχεας καὶ πολέμους ἐποίησας μεγάλους, οὐκ οἰκοδομήσεις οἶκον τῷ ὀνόματί μου. ἰδοὺ υἱὸς τίκτεταί σοι, καὶ ἀναπαύσω αὐτὸν ἀπὸ πάντων τῶν ἐχθρῶν αὐτοῦ τῶν ὄντων κυκλόθεν, ὅτι Σολομὼν ὄνομα αὐτῷ, καὶ οὗτος οἰκοδομήσει οἶκον τῷ ὀνόματί μου. καὶ νῦν ἀνδρίζου καὶ ἴσχυε. καὶ ἰδοὺ ἐγὼ κατὰ τὴν πτωχείαν 187 μου ἡτοίμασα εἰς οἶκον κυρίου χρυσίου τάλαντα χιλιάδας ρʹ καὶ ἀργυρίου τάλαντα χιλίας χιλιάδας καὶ χαλκὸν καὶ σίδηρον οὗ οὔκ ἐστιν ἀριθμός. καὶ πρὸς ταῦτα πρόσθες εἰς οἰκοδομὴν ναοῦ κυρίου. τὸ δὲ τάλαντον ἔχει λίτρας ρκεʹ. καὶ Δαυὶδ πρεσβύτης καὶ πλήρης ἡμερῶν. καὶ βασιλεύσας τὸν υἱὸν αὐτοῦ Σολομῶντα πάλιν εἶπε πρὸς αὐτὸν ἐνώπιον τοῦ λαοῦ· ἰδοὺ ἡτοίμασα εἰς οἶκον θεοῦ μου χρυσίον, ἀργύριον, χαλ κόν, σίδηρον καὶ λίθους πολυτελεῖς καὶ ποικίλους καὶ πάντα λίθον τίμιον, καὶ πρὸς τούτοις δέδωκα ἐκτὸς ὧν ἡτοίμασα εἰς τὸν οἶκον τῶν ἁγίων τάλαντα τρισχίλια χρυσίου τοῦ ἐκ Σουφὴρ καὶ ἑπτακισχίλια τάλαντα ἀργυρίου δοκίμου ἐξα λειφθῆναι ἐν αὐτοῖς τοὺς τοίχους τοῦ ἱεροῦ. οἱ δὲ ἄρχον τες τῶν υἱῶν Ἰσραὴλ ἔδωκαν εἰς τὰ ἔργα οἴκου κυρίου τοῦ θεοῦ χρυσίου τάλαντα ἑπτακισχίλια καὶ ἀργύριον καὶ λίθους τιμίους καὶ χαλκὸν ἄπειρον. καὶ εὐλογήσας τὸν λαὸν ὁ Δαυὶδ καὶ ἀποστείλας εἶπεν αὖθις τῷ υἱῷ αὐτοῦ· καὶ νῦν, Σολομών, γνῶθι τὸν θεὸν τῶν πατέρων σου καὶ δούλευε αὐτῷ ἐν καρδίᾳ τελείᾳ καὶ ψυχῇ θελούσῃ, ὅτι καρδίας πάσας ἐτάζει κύριος καὶ πᾶν ἐνθύμημα γινώσκει. καὶ ἐὰν ζητήσῃς αὐτόν, εὑρεθήσεταί σοι, καὶ ἐὰν κατα λείψῃς αὐτόν, καταλείψει σε εἰς τέλος. καὶ ἔδωκε Δαυὶδ Σολομὼν τῷ υἱῷ αὐτοῦ τὸ παράδειγμα τοῦ ναοῦ παντὸς καὶ τῶν χερουβὶμ τῶν διαπεπετασμένων ταῖς πτέρυξι καὶ σκιαζόντων ἐπὶ τῆς κιβωτοῦ διαθήκης κυρίου, πάντα ἐν 188 γραφῇ χειρὸς κυρίου δέδωκε Δαυὶδ Σολομὼν τῷ υἱῷ αὐτοῦ λέγων· ἴσχυε καὶ ἀνδρίζου, ὅτι κύριος ὁ θεός μου μετά σου. καὶ μετὰ ταῦτα ἐτελεύτησε Δαυὶδ ἐν γήρει καλῷ καὶ πλήρης ἡμερῶν, πλούτῳ καὶ δόξῃ καὶ εὐσεβείᾳ, ἐτῶν οʹ. φησὶ γάρ· καὶ ἐγένετο μετὰ τὸ ἀποθανεῖν τὸν Σαούλ, καὶ ἔρχονται ἄνδρες τῆς Ἰουδαίας ἐν Χεβρὼν καὶ χρίουσι τὸν Δαυὶδ ἐκεῖ τοῦ βασιλεύειν ἐπὶ τὸν οἶκον Ἰούδα. καὶ πάλιν· ἔρχονται πάντες οἱ πρεσβύτεροι Ἰσραὴλ πρὸς τὸν Δαυὶδ εἰς Χεβρὼν καὶ χρίουσιν αὐτὸν εἰς βασιλέα ἐπὶ πάντα Ἰσραήλ. υἱὸς τριάκοντα ἐτῶν Δαυὶδ ἐν τῷ βασιλεύειν αὐτόν, καὶ ἐβασί λευσεν ἔτη μʹ. ἀλλὰ τῆς μὲν βασιλικῆς χρίσεως διὰ Σα μουὴλ ἠξιώθη, τὰς δὲ τοῦ λαοῦ ἀναγορεύσεις ἡ ἱστορία χρίσεις ἀδιαφόρως ὠνόμασεν. τελευτήσας τοίνυν ἐτάφη ἐν τῇ πόλει Ἱερουσαλὴμ εἰς τὸ μέγιστον μνῆμα, ὃ κατεσκεύασεν ὁ σοφώτατος υἱὸς αὐτοῦ Σολομὼν παρὰ τὸν Σιλωὰμ ἀν τρῶδες ἔχον τὸ σχῆμα διὰ βάθους μεμηχανευμένον πρὸς τὸ μὴ φαίνεσθαι καὶ τὴν Σολομώντειον δηλοῦν σοφίαν τε καὶ πολυτέλειαν, ἐν ᾧ δὴ καὶ συγκατώρυξε τῷ πατρὶ πολλὰς μυριάδας ταλάντων χρυσίου, καθώς φησιν Ἰώσηπος. καὶ δῆλον ἐκ τῶν ὕστερον γενομένων. ὁ γάρτοι ἀρχιερεὺς Ὑρκανὸς πολιορκουμένης τῆς πόλεως
183.2.1
Ἀντιόχου τοῦ Δημητρίου παιδὸς ἀνοίξας τὸ μνῆμα τάλαντα τρισχίλια ἐκεῖ θεν ἐξεφόρησεν. μεθ' ὃν Ἡρώδης γνοὺς ὡς Ὑρκανὸς τοῦτο πεποίηκεν, ἤνοιξε καὶ αὐτὸς τὸν τάφον, καὶ χρήματα μὲν 189 οὐχ εὗρεν, κόσμον δὲ χρύσεον καὶ κειμήλια πάμπολλα ἀνεί λατο. πειραθέντος δὲ αὐτοῦ ἐνδοτέρω χωρεῖν, οὗ τὰ σώ ματα Δαυίδ τε καὶ Σολομῶντος ἐτέθησαν, πῦρ ἐξελθὸν δύο τῶν δορυφόρων αὐτοῦ διέφθειρεν.
183.3.1
Περὶ Σολομῶντος.] Μετὰ δὲ τὸν Δαυὶδ ἐβασίλευσε Σολομὼν υἱὸς αὐτοῦ ἔτη μʹ. ὃς τὴν πανθαύμαστον καὶ θεόσδοτόν τε καὶ ὑπὲρ ἄνθρωπον σοφίαν ὁ θαυμάσιος ὄντως δεξάμενος, καὶ ἐν τῷ υʹ καὶ μʹ ἔτει τῆς ἐξόδου τῶν υἱῶν Ἰσραήλ, ἐν τῷ τετάρτῳ ἔτει τῆς βασιλείας αὐτοῦ, ἐν τῷ πρώτῳ μηνὶ Νισάν, ὑπάρ χων ἐτῶν λγʹ συνήγαγεν ἐργάτας χιλιάδας πʹ καὶ λατόμους χιλιάδας οʹ ἐν τῷ Λιβάνῳ ὄρει καὶ ἐπιστάτας# 22γχʹ προ στησάμενος ἀπήρξατο τῆς οἰκοδομῆς ἐν ὄρει, οὗ ὤφθη κύριος Δαυὶδ τῷ πατρὶ αὐτοῦ, ἐν ἅλωνι Ὀρνὰ τοῦ Ἰεβουσαίου, ἐν ᾧ καὶ πρότερον Ἁβραὰμ θυσιαστήριον ᾠκοδόμησεν. καὶ δὴ λίθους ἀκροτόμους καὶ ἀπελεκήτους ἤτοι ἀδαμαν τίους καὶ παμμεγέθεις λίαν εἰς τὰ θεμέλια θέμενος ἔχοντα πήχεις ιʹ τὸ σύμπαχον καὶ πάσης ὁμοῦ τῆς δομήσεως τοῦ τοίχου τοῦ ναοῦ ᾠκοδόμησε τήν τε πόλιν Ἱερουσαλὴμ καὶ 190 τὸν ναὸν κυρίου ἐν ἔτεσιν ζʹ, μῆκος πηχῶν ξʹ καὶ εὖρος πηχῶν κʹ καὶ ὕψος πηχῶν ρκʹ. διώροφος γὰρ ἦν, ὥς φησιν Ἰώσηπος, ὅπερ οὖν καὶ ἡ τῶν παραλειπομένων βίβλος δεδήλωκεν. μηδεὶς δὲ νομιζέτω τήνδε τὴν βίβλον πρὸς τὰς βασιλείας διαφωνεῖν, ἐπειδὴ τοῦ ναοῦ τὸ μῆκος ἐνταῦθα μὲν εὑρίσκομεν πηχῶν ξʹ, ἐκεῖ δὲ μʹ. εὑρήσει γὰρ πρὸς τοῖς μʹ ἄλλας κʹ τοῦ καλουμένου Δαβήρ, τοῦτ' ἔστι τοῦ ἁγίου τῶν ἁγίων. οὕτω πάλιν ἐκεῖ μὲν τὸ ὕψος πηχῶν κεʹ, ἐνταῦθα δὲ ρκʹ. ἀμέλει γέ τοι καὶ ἐν τῷ παραδείγματι προϋπέφηνεν ὁ θεῖος Δαυὶδ πρὸς τὸν υἱὸν λέγων· καὶ τὰ ὑπερῷα ποιήσεις. καὶ γὰρ καὶ ἡ ἱστορία διδάσκει τῶν βα σιλειῶν, ὅτι οὐ μόνον διώροφα ἀλλὰ καὶ τριώροφα εἶχεν ὁ οἶκος ὑπερῷα. ἑλικτή, γάρ φησιν, ἡ ἀνάβασις ἦν εἰς τὴν μέσην καὶ ἐκ τῆς μέσης ἐπὶ τὰ τριώροφα. εὐρότατος γὰρ ὑπάρχων ὁ τοῖχος κοχλιοειδῆ τὴν ἀνάβασιν εἶχεν. καὶ κατε χρύσωσε τὸ ὑπερῷον ὅλον καὶ πᾶν τὸ ἔδαφος καὶ τοὺς τοίχους ποιήσας πλίνθους χρυσᾶς πενταπήχεις, καὶ ἥλοις ἀργυρέοις μαστοειδέσι ταλαντιαίοις ἐφ' ἑκάστης πλίνθου καθήλωσε τέσσαρας, καὶ χερουβὶμ ἐπὶ τὸν τοῖχον ὅλον ἔγλυψεν. κατακοσμήσας οὖν λίθοις τιμίοις καὶ χρυσίῳ τῷ ἐκ Σουφὴρ καταχρυσώσας τόν τε οἶκον, ὡς εἴρηται, καὶ 191 τοὺς τοίχους καὶ τὰ ὀροφώματα καὶ τοὺς πυλῶνας καὶ τὰ θυρώματα κεραμίσι χαλκαῖς κεχυμέναις τοῦτον ἐσκέπασεν, καὶ διαχωρίσας ἔνδοθεν μέσον τοῦ ναοῦ τόπον δοῦναι τὴν κιβωτὸν ἐκεῖ διαθήκης κυρίου πήχεις κʹ τὸ μῆκος καὶ τὸ πλάτος πήχεις κʹ καὶ τὸ ὕψος αὐτοῦ πήχεις κʹ περιέσχεν αὐτὸν καὶ τὴν θύραν αὐτοῦ χρυσίῳ συγκεκλεισμένῳ, ὃ καὶ ἅγιον ἁγίων καὶ Δαβὴρ προσηγορεύετο. καὶ δύο χερουβὶμ κατασκευάσας ἐκ ξύλων ἀσήπτων ἀνὰ πηχῶν ιʹ τὸ μέγεθος καὶ ἀνὰ πηχῶν εʹ τὰ πτερύγια ἔχοντα, πτέρυξ πτέρυγος ἥπτετο, καὶ ἀμφοτέρων αἱ λοιπαὶ δύο πτέρυγες τοῦ τοίχου τοῦ οἴκου, καὶ αἱ πτέρυγες αὐτῶν διαπεπετασμέναι πηχῶν κʹ. ἃ καὶ περιχρυσώσας ἔστησεν ἑκατέρωθεν μέσον τοῦδε τοῦ ἐσωτάτου οἴκου πρὸς τὸ τὴν κιβωτὸν συγκαλύπτειν. οὗ καὶ κατὰ πρόσωπον ἐποίησε θυσιαστήριον χρυσοῦν ἐσώτερον τοῦ καταπετάσματος, ἐν ᾧ τῆς προθέσεως οἱ ἄρτοι ἔκειντο. τὸ δὲ καταπέτασμα ποιήσας ἐξ ὑακίνθου καὶ κοκκίνου καὶ βύσσου καὶ πορφύρας ἐξύφανεν αὐτῷ χερουβίμ. τῷ δὲ ναῷ συνῳκοδόμησε πλευρὰ κυκλόθεν ἔξω ἀπὸ πηχῶν ἕξ, ἃ καὶ μέλαθρα κέκληκεν, ὥστε τὴν οἰκοδομίαν συνέχειν καὶ μηδένα τῶν Λευιτῶν προσψαύειν τοῖς τοῦ ναοῦ τοίχοις, ὅτι διάστημα, φησίν, δέδωκε τῷ οἴκῳ, ὅπως μὴ ἐπιλαμβάνωνται τῶν τοίχων τοῦ οἴκου. μόνοις μὲν γὰρ ἱερεῦσιν εἰσιτητὸς ἦν ὁ πρῶτος ναὸς ὁ καλούμενος ἅγια, εἰς δὲ τὰ ἅγια τῶν ἁγίων οὐδὲ τούτοις ἐπιβαίνειν ἐξῆν, ἀλλὰ μόνος ὁ ἀρχιερεὺς ἅπαξ τοῦ ἐνιαυτοῦ. 192 πάντα μέντοι χρυσὸς συνεκάλυπτε καὶ τὰ ὀροφώματα καὶ τὸ ἔδαφος καὶ τὰ χερουβὶμ καὶ τοὺς τοίχους καὶ τὰς θύρας, ὥστε μηδεμίαν σχεδὸν ἑτέραν ὕλην ἔνδον ὁρᾶσθαι. ὅτι δὲ καὶ μαρμάροις καλλίστοις ὁ ναὸς ἐπεποίκιλτο, δηλοῖ πάλιν ἡ ἱστορία λέγουσα· ὄνυχος καὶ λίθους πληρώσεως, πολυτελεῖς λίθους καὶ ποικίλους καὶ πάντα λίθον τίμιον εἰς πλῆθος. δύο δὲ στύλους ποιήσας χαλκοῦς ἀνὰ πηχῶν λεʹ τὸ ὕψος καὶ τὰς κεφαλὰς ἔχοντας ἀνὰ πηχῶν εʹ καὶ σπαρτίον δεκάπηχυ περι κυκλῶν ἑκάστῳ στύλῳ τὸ πάχος καὶ χρυσοπετάλοις ἐκ δακτύ λου τὸ πάχος περικαλύψας ἔστησεν αὐτοὺς κατὰ πρόσωπον τοῦ ναοῦ, ἕνα ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων, καλέσας τὸ ὄνομα τοῦ μὲν Κατόρθωσις, τοῦ δὲ Ἰσχύς. ἐπὶ δὲ τῶν κεφαλῶν ἐποίησεν ἔργον κρεμαστὸν δεδικτυωμένον ἐκ χρυσοῦ καὶ κώ δωνας χρυσοῦς υʹ εἰς τὰ δύο δίκτυα καὶ δύο γένη ῥοΐσκων ἐν τοῖς δικτύοις ἅ ἐστιν ἐπάνω τῶν στύλων. καὶ ποιήσας χαλκοῦν δίκτυον ἐκ δακτυλίων καὶ κώδωνας ωʹ χαλκοῦς ταλαντιαίους ἐπ' αὐτοῦ ἐξαρτήσας ἐπέθηκεν αὐτὸ ἐπὶ μηχανη μάτων ὑψηλῶν ἐξεχόντων τοῦ ναοῦ τὸ ὕψος πήχεις κʹ, ὅπως ἐπισκιάζοι τὸ ἱερὸν καὶ ἀποσοβοῖ τὰ ὄρνεα ἐφιζάνοντα καὶ ἐκκρίσει μολύνειν μέλλοντα τῷ κτύπῳ τῶν κωδώνων ἀεὶ κινου μένων καὶ ἀναρριπιζομένων. καὶ ἐποίησε θυσιαστήριον χαλ κοῦν πηχῶν κʹ τὸ μῆκος καὶ πηχῶν κʹ τὸ πλάτος καὶ πηχῶν ιʹ τὸ ὕψος, ὡσαύτως δὲ καὶ θάλασσαν ποιήσας χυτὴν στρογ γύλην καὶ τὰ ὑποστηρίγματα αὐτῆς ἔχουσαν τὸ μὲν ὕψος 193 πήχεις εʹ, τὸ δὲ κύκλωμα πήχεις λγʹ καὶ τὸ πάχος παλαιστῆς χωροῦσαν τρισχιλίους μετρητὰς ἔστησεν ὑποκάτω αὐτῆς μό σχους ιβʹ χυτοὺς μεγάλους πρὸς τὸ νίπτεσθαι τοὺς ἱερεῖς ἐν αὐτῇ. καὶ ποιήσας βάσιν χαλκῆν πηχῶν εʹ τὸ μῆκος καὶ πηχῶν εʹ τὸ πλάτος καὶ πηχῶν εʹ τὸ ὕψος αὐτῆς ἔθη κεν αὐτὴν ἐν μέσῳ τῆς αὐλῆς τοῦ ἱεροῦ. καὶ ἐποίησε τραπέζας χαλκᾶς ιʹ καὶ λουτῆρας ιʹ καὶ λυχνίας χρυσᾶς μεγάλας ιʹ καὶ ἔθηκεν ἀνὰ εʹ ἐκ δεξιῶν τοῦ ναοῦ καὶ ἀνὰ εʹ ἐξ ἀριστερῶν. ἐποίησε δὲ καὶ φιάλας χρυσᾶς ρʹ καὶ θυΐσκας καὶ πυρεῖα καὶ σκεύη εἰς πλῆθος, ὅτι οὐκ ἐξέ λιπεν ἡ ὁλκὴ τοῦ χρυσίου. ἐπεὶ οὖν συνετελέσθη πᾶν ἔργον, εἰσήγαγον οἱ ἱερεῖς τὴν κιβωτὸν διαθήκης κυρίου εἰς τὰ ἅγια τῶν ἁγίων ὑποκάτω τῶν πτερύγων τῶν χε ρουβίμ, καὶ ἀρξαμένων ἐξομολογεῖσθαι τῷ κυρίῳ ἐν σάλ πιγξι καὶ κυμβάλοις καὶ ἐν ὀργάνοις ἐπλήσθη νεφέλης ὁ οἶκος κυρίου καὶ δόξης πολλῆς. καὶ οὐκ ἠδύναντο οἱ ἱερεῖς στῆναι καὶ λειτουργεῖν ἀπὸ προσώπου τῆς νεφέλης. ὁ δὲ βασιλεὺς Σολομὼν ἀναβὰς ἐπὶ τὴν χαλκῆν βάσιν καὶ τῷ θεῷ προσκυνήσας διεπέτασε τὰς χεῖρας εἰς τὸν οὐρανὸν λέγων· κύριε ὁ θεὸς Ἰσραήλ, οὐκ ἔστιν ὅμοιός σοι θεὸς ἐν οὐρανῷ καὶ ἐπὶ γῆς, καὶ τὰ ἑξῆς. καὶ ὡς συνετέλεσε προσ ευχόμενος, κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγε τὰ ὁλοκαυτώματα καὶ τὰς θυσίας, καὶ δόξα κυρίου ἐπλήρωσε τὸν οἶκον. καὶ πάντες οἱ υἱοὶ Ἰσραὴλ ἐθεώρουν τὸ πῦρ, 194 καὶ ἡ δόξα κυρίου ἐπὶ τὸν οἶκον, καὶ ἔπεσον ἐπὶ πρόσωπον εἰς τὴν γῆν ἐπὶ τὸ λιθόστρωτον προσκυνοῦντες καὶ αἰνοῦν τες κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. καὶ τότε Σολομὼν ἐνεκαίνισε τὸν οἶκον θύσας μόσχους χι λιάδας κβʹ καὶ πρόβατα χιλιάδας ρκʹ καὶ ποιήσας ἑορτὴν μεγάλην, καὶ πᾶς Ἰσραὴλ μετ' αὐτοῦ ἐν τῷ ναῷ ἐσθίων καὶ πίνων καὶ εὐφραινόμενος ἐνώπιον κυρίου ἡμέρας ζʹ. τῇ δὲ ηʹ ἡμέρᾳ εὐλογήσας τὸν λαὸν ἐξαπέστειλεν. καὶ μετὰ τὸ προσεύξασθαι αὐτὸν ὑπὲρ τοῦ λαοῦ καὶ τοῦ ναοῦ ὤφθη αὐτῷ κύριος λέγων· ἤκουσα τῆς φωνῆς τῆς προσευχῆς σου καὶ ἡγίακα τὸν οἶκον τοῦτον, ὃν ᾠκοδόμησας, τοῦ θέσθαι τὸ ὄνομά μου ἐκεῖ εἰς τὸν αἰῶνα. καὶ ἔσονται οἱ ὀφθαλ μοί μου ἐκεῖ καὶ ἡ καρδία μου πάσας τὰς ἡμέρας. καὶ σὺ ἐὰν πορευθῇς ἐνώπιόν μου, καθὼς ἐπορεύθη Δαυὶδ ὁ πα τήρ σου ἐν ὁσιότητι καρδίας καὶ εὐθύτητι τοῦ ποιεῖν κατὰ πάντα ἃ ἐνετειλάμην αὐτῷ, καὶ τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου φυλάξῃς, καὶ ἀναστήσω τὸν θρόνον τῆς βασι λείας σου ἐπὶ Ἰσραὴλ εἰς τὸν αἰῶνα, καθὼς ἐλάλησα τῷ πατρί σου λέγων· οὐκ ἐξαρθήσεται ἀνὴρ ἡγούμενος ἐν Ἰσ ραήλ. ἐὰν δὲ ἀποστραφέντες ἀποστραφῆτε ὑμεῖς καὶ τὰ τέκνα ὑμῶν ἀπ' ἐμοῦ καὶ μὴ φυλάξητε τὰς ἐντολάς μου καὶ πορευθῆτε καὶ δουλεύσητε θεοῖς ἑτέροις καὶ προσκυνή σητε αὐτοῖς, καὶ ἐξαρῶ τὸν Ἰσραὴλ ἀπὸ τῆς γῆς, ἧς ἔδωκα αὐτῷ, καὶ τὸν οἶκον τοῦτον, ὃν ἡγίασα τῷ ὀνόματί μου, ἀπορρίψω ἐκ προσώπου μου. καὶ ἔσται Ἰσραὴλ εἰς ἀφα νισμὸν καὶ εἰς λάλημα εἰς τὰ ἔθνη πάντα, καὶ ὁ οἶκος οὗτος ὁ ὑψηλὸς καὶ μέγας ἔσται πᾶς ὁ διαπορευόμενος δι' 195 αὐτοῦ ἐκστήσεται καὶ συριεῖ, καὶ ἐροῦσιν· ἀνθ' ὧν ἐγκατέ λιπον κύριον τὸν θεὸν αὐτῶν καὶ ἀντελάβοντο θεῶν ἀλλο τρίων, διὰ τοῦτο ἐπήγαγε κύριος τὴν κακίαν ταύτην. Τὸν μέντοι ναὸν ὁ Σολομὼν μέσον τῆς πόλεως δειμά μενος κατὰ νότον τετραμμένον τὰ ὀπίσθια πρὸς βορρᾶν ἔχοντα λιθίνῳ περιβόλῳ τοῦτον συνέκλεισεν. τὴν δὲ πόλιν μεγίστην καὶ περικαλλῆ καταρτίσας καὶ ἐκ λίθων λευκῶν πᾶσαν καταστρώσας καὶ τὸ περίμετρον αὐτῆς ποιήσας ἀπὸ τεῖχος εἰς τεῖχος μεταξὺ τὸ διάστημα ἔχουσαν στάδια μʹ γινόμενα μίλια ἓξ ἥμισυ δυσάλωτον πάντοθεν ταύτην κατ εσκεύασεν. περικλείσας γὰρ αὐτὴν τρισὶ τείχεσι καὶ φάραγξιν ἀπερρωγυΐαις κατάρρυτον ὕδασιν ὅλην ἐποίησεν, ὥστε ἐκ τῆς ἀπορροίας τοὺς κήπους αὐτῶν ἀρδεύεσθαι. ἔκειτο γὰρ ἡ πόλις ἐπὶ μετεώρου καὶ τραχέος τόπου, ἐν ᾗ καὶ ὑπῆρχε πηγή τις πολύρρυτος ἀεννάως ἐπιρρέουσα, πολλὰ δὲ καὶ ἄλλα ὕδατα ἔβρυον ἐν αὐτῇ πότιμα καὶ ἀδιάλειπτα. ὁ δέ γε λαμπρὸς καὶ περιώνυμος ναὸς ἐκεῖνος ἀξιάγαστος ἦν ὄντως ἀληθῶς καὶ περίδοξος πάνυ καὶ τῆς Σολομῶντος σοφίας ἐναργέστατος κήρυξ, μᾶλλον δὲ τῆς τοῦ προστεταχό τος γενεσιουργοῦ πάντων θεοῦ καὶ συνεργήσαντος. οὐ γὰρ γέγονε τοιοῦτος πώποτε ναὸς ἐπὶ τῆς γῆς, ὅθεν καὶ Ἰου δαῖοι ἐπὶ τῇ μεγαλουργίᾳ τούτου καὶ πολυολβίᾳ σεμνυνό