Chronicon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-hamartolus" aria-label="More works by Georgius Hamartolus">
—
⋯
Original / primary: Pg Scrape Grc
196.1.1
μενοι καὶ μέγα φρονοῦντες καὶ ἐναβρυνόμενοι ἔλεγον· ναὸς κυρίου, ναὸς κυρίου, ναὸς κυρίου. καὶ γὰρ ὁ διαταξάμενος θεὸς ἐκέλευσεν αὐτὸν μετὰ φιλοτιμίας γενέσθαι πολλῆς, ἐπειδὴ κἀκεῖνοι τοῖς σωματικοῖς μᾶλλον ἐφείλκοντο καὶ ἐπε σπῶντο. καὶ οὐκ ἐν τούτῳ μόνον σεμνὸς ἦν, ἀλλὰ καὶ ἐν τῷ εἷς εἶναι καὶ μόνος ἐν τῷ κόσμῳ. οἱ γὰρ ἀπὸ τῶν περάτων τῆς γῆς ἐκεῖσε ἤρχοντο καὶ μάλιστα μετὰ τοὺς μετέπειτα χρόνους. καὶ τοῦτο δηλῶν ὁ Λουκᾶς ἐν ταῖς πράξεσιν ἔλεγεν· ἦσαν ἐκεῖ Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖ ται καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν Ἰουδαίαν τε καὶ Καππαδοκίαν Πόντον καὶ τὴν Ἀσίαν Φρυγίαν τε καὶ Παμφυλίαν Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρή νην. οἱ οὖν πανταχοῦ τῆς οἰκουμένης ἐκεῖ συνήγοντο καὶ πολυθρύλλητον ἄγαν καὶ διαβόητον ἐτύγχανε τοῦ ναοῦ τὸ ὄνομα, κἂν διαφόρως κατελύθη καὶ πάλιν ᾠκοδομήθη μέχρι τῆς ἐσχάτης αὐτοῦ καταπτώσεως. καὶ ἁπλῶς ὅσα ἡ Σολο μῶντος κατεσκεύασε σοφία τῷ θεσπεσίῳ Ἰεζεκιὴλ ὦπται σα φῶς μετὰ τὴν καταστροφὴν τῆς πόλεως καὶ τοῦ ναοῦ καὶ τὴν εἰς Βαβυλῶνα τοῦ λαοῦ αἰχμαλωσίαν. Ὁ τοίνυν Σολομὼν ποιήσας ἐλεφάντινον θρόνον ἐκ με γάλων ὀδόντων ἔχοντα βαθμοὺς ϛʹ καὶ προτομὰς μόσχων ἐκ τῶν ὀπίσω αὐτοῦ ἔνθεν καὶ ἔνθεν καὶ λέοντας ιβʹ ἑστη κότας παρὰ τὰς χεῖρας καὶ ἄλλους ιβʹ λέοντας ἑστῶτας ἐπὶ τῶν ἓξ ἀναβαθμῶν ἑκατέρωθεν περιεχρύσωσεν αὐτὸν χρυσίῳ δοκίμῳ, ὅπερ οὐ γέγονεν οὕτω πάσῃ βασιλείᾳ πώποτε. ἐφ' ᾧ καθεζόμενος μετὰ λαμπρᾶς καὶ πολυτελοῦς ἐσθῆτος ὁ 197 θαυμάσιος καὶ πάνσοφος ἀνὴρ ἐκεῖνος τὰς τοῦ θείου πνεύ ματος χάριτας διηγόρευεν. διό φησιν ὁ κύριος· οὐδὲ Σολο μὼν ἐν πάσῃ τῇ δόξῃ αὐτοῦ περιεβάλετο ὡς ἓν τούτων, ὑπεμφαίνων ὡς ὑπέρτερος ἦν καὶ περιφανέστερος τῶν βασι λέων πάντων ἐπί τε πλούτῳ καὶ δόξῃ. καὶ σὺν τούτοις ἐποίησε θυρεοὺς χρυσοῦς ἐλατοὺς ωʹ μεγάλους καὶ δόρατα τʹ καὶ ἕτερα ὅπλα χρυσᾶ πλεῖστα, καὶ μέντοι καὶ τὰ σκεύη τοῦ οἴκου αὐτοῦ καὶ οἱ λουτῆρες χρυσᾶ πάντα ὑπῆρχον, καὶ οὐκ ἦν ἀργύριον λογιζόμενον ἐν ταῖς ἡμέραις αὐτοῦ, ὅτι ναῦς αὐτῷ ἐπορεύετο εἰς Θαρσεῖς καὶ διὰ χρόνων τριῶν ἤρχετο φέρουσα χρυσίον πολὺ καὶ ἀργύριον καὶ λίθους τορευτοὺς καὶ ὀδόντας ἐλεφάντων καὶ πιθήκους. καὶ ἔδωκε Σολομὼν τὸ χρυσίον καὶ τὸ ἀργύριον ἐν Ἱερουσαλὴμ ὡς λίθους καὶ τὰς κέδρους ὡς συκαμίνους εἰς πλῆθος. τὰς γάρτοι κέδρους ἐκείνας ἀσήπτους ἔφη Θεοδώρητος εἶναι, καθάπερ δὴ καὶ τὰς κυπαρίσσους καὶ τὰς πεύκας δυσφθάρτους καὶ λευκοτά τας καὶ ταῖς παρ' ἡμῖν ἀνομοίας ὑπαρχούσας. Τὸ δέ γε ἄριστον αὐτοῦ ἦν καθ' ἡμέραν κόροι σεμιδά λεως λʹ καὶ κόροι ἀλεύρου κεκοπανισμένου ξʹ καὶ μόσχοι ἐκλεκτοὶ ιʹ καὶ βόες νομάδες κʹ καὶ πρόβατα ρʹ ἐκτὸς ἐλά φων καὶ δορκάδων καὶ ὀρνίθων ἐκλεκτῶν καὶ σιτευτῶν. καὶ ὁ μὲν κόρος ἐποίει μόδια λʹ, ὁμοῦ γινόμενα μόδια# 22βψʹ, οἱ δὲ χορηγοῦντες αὐτὰ ἐξ Αἰγύπτου καθ' ἕκαστον μῆνα ἄρχοντες ἦσαν ιβʹ. 198 Περὶ δέ γε τῆς πολλῆς φρονήσεως αὐτοῦ καὶ σοφίας, ἧς εἴληφε παρὰ θεοῦ, ἄκουσον τί πάλιν ὁ θεός φησι πρὸς αὐτόν· ἰδοὺ δέδωκά σοι καρδίαν φρονίμην καὶ σοφήν, ὡς σὺ οὐ γέγονεν ἔμπροσθέν σου καὶ μετά σε οὐκ ἀναστήσεται ὅμοιός σοι, καὶ πλοῦτον καὶ χρήματα καὶ δόξαν δώσω σοι. ὡς σὺ οὐκ ἐγενήθη ὅμοιός σοι ἐν τοῖς βασιλεῦσιν, καὶ μετά σε οὐκ ἀναστήσεται. καὶ τοῦτο δηλοῦσα ἡ γραφὴ ἐπάγει λέγουσα· καὶ ἔδωκε κύριος φρόνησιν τῷ Σολομὼν καὶ σοφίαν πολλὴν σφόδρα καὶ χύμα καρδίας ὡς ἡ ἄμμος ἡ παρὰ τὴν θάλασσαν, καὶ ἐπληθύνθη ἡ φρόνησις αὐτοῦ ὑπὲρ πᾶσαν φρόνησιν πάντων ἀρχαίων ἀνθρώπων καὶ ὑπὲρ πάντας φρονίμους Αἰγύπτου. δεῖξαι γοῦν βουλομένη τὴν σοφίαν αὐτοῦ εἰκότως ἐκ παραλλήλου καὶ τῶν πάλαι γεγενημένων ἀρίστων σοφῶν ἐμνήσθη καὶ τοὺς Αἰγυπτίους προστέθεικεν ὡς δοκοῦντας παρὰ πᾶσιν εἶναι σοφωτέρους τε καὶ φρονί μους. καὶ γάρ, ὡς Ἕλληνες ἱστοροῦσιν, καὶ Φερεκύδης ὁ Σύριος καὶ Πυθαγόρας ὁ Σάμιος καὶ Ἀναξαγόρας ὁ Κλαζομένιος καὶ Πλάτων ὁ Ἀθηναῖος πρὸς τούτους ἐξεδήμησαν θεολογίαν καὶ φυσιολογίαν ἀκριβεστέραν μαθήσεσθαι παρ' αὐτῶν ἐλπίσαντες. καὶ δὴ καὶ περὶ τοῦ Μωϋσέως διεξιὼν 199 ὁ θεῖος λόγος ἔφη ὅτι· ἐπαιδεύθη ἐν πάσῃ σοφίᾳ Αἰγυπτίων. τούτους, φησίν, ἅπαντας ὁ Σολομὼν ἀπέκρυψεν ἅτε θεόθεν τῆς σοφίας τὸ δῶρον δεξάμενος. ὅθεν ἐπήγαγεν· καὶ ἐσο φίσατο ὑπὲρ πάντας ἀνθρώπους καὶ ἐλάλησε τρισχιλίας παρα βολάς, καὶ ἦσαν ᾠδαὶ αὐτοῦ πεντακισχίλιαι, καὶ ἐλάλησε περὶ τῶν ξύλων ἀπὸ τῆς κέδρου τῆς ἐν τῷ Λιβάνῳ καὶ ἕως τῆς ὑσσώπου τῆς ἐκπορευομένης διὰ τοῦ τοίχου, καὶ ἐλάλησε περὶ τῶν κτηνῶν καὶ περὶ τῶν ἑρπετῶν καὶ περὶ τῶν πετεινῶν καὶ περὶ τῶν ἰχθύων. τὴν δὲ τούτων ἀπώ λειαν ὁ πολυΐστωρ Εὐσέβιος οὕτως ἔφη· τὰς γάρτοι βίβλους τοῦ Σολομῶντος τὰς περὶ τῶν παραβολῶν καὶ ᾠδῶν, ἐν αἷς περὶ φυτῶν καὶ παντοίων ζώων φυσιολογίας χερσαίων πε τεινῶν τε καὶ νηκτῶν καὶ ἰαμάτων πάθους παντὸς γραφεί σας αὐτῷ, ἀφ' ὧν οἱ τῶν Ἑλλήνων ἰατροσοφισταὶ σφετερι σάμενοι καὶ τὰς ἀφορμὰς εἰληφότες, ἀφανεῖς ἐποίησεν Ἐζεκίας ὁ βασιλεύς, ἐπειδὴ τὰς θεραπείας τῶν νοσημάτων ἔνθεν κομιζόμενος ὁ λαὸς περιώρα τὰς ἰάσεις αἰτεῖν παρὰ θεῷ. καὶ μέντοι καὶ Ἰώσηπος τούτου πολλῶν μέμνηται πονημάτων ἐγγράφως πεποιημένων, ὡς ὅτι καὶ ἐπῳδὰς κατὰ δαιμόνων καὶ ἐξορκισμοὺς ἐπενόησεν, αἷς, φησίν, οἶδα χρώ μενον Ἐλεάζαρ τὸν Ἰουδαῖον ἐπὶ Οὐεσπασιανοῦ καὶ Τίτου δακτύλιον τιθέντα ἐν τῇ ῥινὶ τοῦ πάσχοντος ἐν σφραγῖδι ῥίζαν ἔχοντα, ἐξ ὧν ὁ Σολομὼν ὑπέδειξεν, καὶ ὀσφραινό 200 μενον τὸ δαιμόνιον εὐθὺς ἐξέλκεσθαι, σημείου ὑπὸ τοῦ Ἐλεαζάρου τιθεμένου ποτηρίου μεστοῦ ὕδατος ἢ ποδονιπτῆ ρος, ὃ καὶ συνέτριβε τὸ δαιμόνιον φεῦγον. Καὶ ἐμεγαλύνθη Σολομὼν ὑπὲρ πάντας τοὺς βασιλεῖς τῆς γῆς πλούτῳ καὶ φρονήσει, καὶ πάντες οἱ βασιλεῖς ἐζήτουν ἰδεῖν τὸ πρόσωπον αὐτοῦ καὶ ἀκοῦσαι τῆς φωνῆς αὐτοῦ, καὶ παρεγένοντο φέροντες ἕκαστος κατ' ἐνιαυτὸν τὰ δῶρα αὐτῶν, σκεύη χρυσᾶ καὶ ἱματισμὸν καὶ ἡδύσματα καὶ ἵππους καὶ ἡμιόνους. καὶ ἦσαν αὐτῷ χίλια τετρακόσια ἅρματα καὶ ἵπ ποι θήλειαι τοκάδες χιλιάδες μʹ καὶ ἵπποι εἰς ἅρματα χιλιά δες ιβʹ. καὶ ἦν ἡγούμενος τῶν βασιλέων πάντων ἀπὸ τοῦ ποταμοῦ Εὐφράτου ἕως γῆς ἀλλοφύλων καὶ ἕως ὁρίων Αἰ γύπτου. καὶ βασίλισσα Σαβά, ἥτις ἐλέγετο Σίβυλλα παρ' Ἕλλησιν, ἀκούσασα τὸ ὄνομα αὐτοῦ ἦλθεν εἰς Ἱερουσαλὴμ πειράσαι αὐτὸν ἐν αἰνίγμασιν, καὶ κάμηλοι αἴρουσαι ἡδύ σματα πολλά τε καὶ ἐξαίρετα καὶ χρυσὸν πολὺν καὶ λίθους τιμίους καὶ ἐν δυνάμει βαρείᾳ σφόδρα. καὶ εἰσελθοῦσα πρὸς αὐτὸν καὶ λαλήσασα αὐτῷ πάντα ὅσα ἦν ἐν τῇ καρδίᾳ αὐτῆς, καὶ πάντα διαλύσας αὐτῇ ἐν συντάξει λόγων καὶ ἑρμηνείᾳ γλυκυτάτῃ, προσέθετο πειράσαι αὐτὸν καὶ τοῦτο· εὐόπτους γὰρ παῖδας ἄρρενάς τε καὶ θηλείας ὁμοτρόπῳ στολῇ καὶ κουρᾷ τῇ αὐτῇ περικαλλωπίσασα παρέστησεν αὐτῷ ζη 201 τοῦσα ἑκατέρου γένους αὐτῶν διάκρισιν ποιήσασθαι. ἦν γὰρ καὶ αὐτὴ Σίβυλλα πάνυ ἐπ' ἀγχινοίᾳ τε καὶ σοφίᾳ καὶ πολυπειρίᾳ διαβόητος. ὁ δὲ βασιλεὺς νίψασθαι τούτοις προστάξας τὸ πρόσωπον τὴν φύσιν ἑκατέρων διέγνωκεν, τῶν μὲν ἀρρένων εὐτόνως καὶ ἀνδρικῶς τὰς ὄψεις καταψωχόν των, τῶν δὲ θηλειῶν ἁπαλῶς καὶ παρειμένως, ὡς τὴν βασίλισσαν καταπλαγεῖσαν πάνυ καὶ μέντοι καὶ πᾶσαν αὐ τοῦ τήν τε φρόνησιν καὶ τὸν οἶκον, ὃν ᾠκοδόμησεν, ἰδοῦσα καὶ τὴν καθέδραν καὶ τὴν στολὴν αὐτοῦ τε καὶ τῶν λει τουργῶν αὐτοῦ καὶ τὸν ἱματισμὸν καὶ τὰ βρώματα καὶ πᾶσαν τὴν κατάστασιν τοῦ οἴκου αὐτοῦ καὶ ἐξ ἑαυτῆς γενο μένη εἶπεν· ἀληθινὸς ὁ λόγος, ὃν ἤκουσα ἐν τῇ γῇ μου περὶ τούτων πάντων, καὶ οὐκ ἐπίστευον. καὶ ἰδοὺ οὐκ ἔστι τὸ ἥμισυ καθὼς ἀπηγγέλη μοι, ὅτι πλείονα ἑώρακα ὑπὲρ ὧν ἤκουσα. μακάριαι οὖν αἱ γυναῖκες καὶ οἱ παῖδές σου οἱ παρεστηκότες οὗτοι ἐνώπιόν σου καὶ ἀκούοντες τοὺς λόγους τῆς φρονήσεώς σου. καὶ δοῦσα αὐτῷ χρυσίου τά λαντα ρκʹ καὶ ἡδύσματα πολλὰ σφόδρα καὶ λίθους τιμίους καὶ δὴ καὶ τὴν τοῦ ὀποβαλσάμου ῥίζαν, ἀφ' οὗ ἡ Παλαι στίνη τοῦτο γεώργιον ἔσχεν, ὥς φησιν Ἰώσηπος, ὑπέστρεψεν εἰς τὴν γῆν αὐτῆς ὑπερεκπληττομένη λίαν. περὶ ἧς καὶ ὁ κύριος ἔφη· βασίλισσα νότου ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς, ἵνα ἴδῃ τὴν σοφίαν Σολομῶντος. Πρὸς ὃν μέντοι γε καὶ Σιρὰχ τραγικώτερον ἔλεγεν· Σο 202 λομών, ἐσοφίσθης ἐν νεότητί σου καὶ ἐνεπλήσθης ὡς ποτα μὸς συνέσεως. γῆν ἐπεκάλυψεν ἡ σοφία σου, καὶ ἐνέπλη σας ἐν παραβολαῖς αἰνιγμάτων. εἰς νήσους πόρρω καὶ μακρὰς χώρας ἀφίκετό σου τὸ μνημόσυνον, καὶ ἠγαπήθης ἐν τῇ εἰρήνῃ σου, ᾗ κατέπαυσεν ὁ θεὸς κυκλόθεν. ἐν ᾠδαῖς καὶ παροιμίαις καὶ παραβολαῖς καὶ ἑρμηνείαις ἐθαυμαστώθης, καὶ συνήγαγες ὡς κασσίτηρον τὸ χρυσίον καὶ ὡς μόλιβδον ἐπλήθυνας ἀργύριον. ἀλλὰ παρενέκλινας τὰς λαγόνας σου γυναιξὶ καὶ ἐνεξουσιάσθης ἐν τῷ σώματί σου. ἔδωκας μῶ μον ἐν τῇ δόξῃ σου καὶ ἐβεβήλωσας τὸ σπέρμα σου ἐπα γαγεῖν ὀργὴν ἐπὶ τὰ τέκνα σου. οὐ μὴν δὲ ἀλλὰ καὶ αὐτὸς δι' ἑαυτοῦ σαφέστατα περὶ τῆς ἰδίας σοφίας καὶ τοῦ πλού του φησίν· ἐμοὶ δὲ δῴη ὁ θεὸς κατὰ γνώμην εἰπεῖν καὶ ἐνθυμηθῆναι ἀξίως τῶν λεγομένων, ὅτι αὐτὸς ὁ κύριος καὶ τῆς σοφίας ὁδηγός ἐστι καὶ τῶν σοφῶν διορθωτής. ἐν γὰρ χειρὶ αὐτοῦ καὶ ἡμεῖς καὶ οἱ λόγοι ἡμῶν. αὐτὸς γάρ μοι δέδωκε τῶν ὄντων τὴν γνῶσιν ἀψευδῆ εἰδέναι σύστασιν κόσμου καὶ ἐνεργείας στοιχείων, ἀρχὴν καὶ τέλος καὶ μεσό τητα χρόνων, τροπῶν ἀλλαγὰς καὶ μεταβολὰς χρόνων, ἐνιαυ τῶν κύκλους καὶ ἀστέρων θέσεις, φύσεις ζώων καὶ θυμοὺς θηρίων, πνευμάτων βίας καὶ διαλογισμοὺς ἀνθρώπων, δια φορὰς φυτῶν καὶ δυνάμεις ῥιζῶν, ὅσα τέ ἐστι κρυπτὰ καὶ ἐμφανῆ ἔγνων. ὁ γὰρ πάντων τεχνίτης ἐδίδαξέ με σοφίαν. καί· ἐγὼ ἐκκλησιαστὴς ἐγενόμην βασιλεὺς Ἰσραὴλ ἐν Ἱερου 203 σαλήμ, καὶ ἔδωκα τὴν καρδίαν μου τοῦ ἐκζητῆσαι καὶ τοῦ κατασκέψασθαι ἐν τῇ σοφίᾳ περὶ τῶν γινομένων πάντων ὑπὸ τὸν οὐρανόν. καί· ἰδοὺ ἐγὼ ἐμεγαλύνθην καὶ προσέ θηκα σοφίαν ἐπὶ πᾶσιν, οἳ ἐγένοντο ἔμπροσθέν μου ἐν Ἱερουσαλήμ. καὶ καρδία μου εἶδε πολλά, σοφίαν καὶ γνῶ σιν, καὶ ἔδωκα τὴν καρδίαν μου τοῦ γνῶναι σοφίαν καὶ γνῶσιν, καὶ ἔγνων παραβολὰς καὶ ἐπιστήμην. καί· ἐμεγά λυνα ποιήματά μου, ᾠκοδόμησά μοι οἴκους καὶ ἐφύτευσά μοι ἀμπελῶνας. ἐποίησά μοι κήπους καὶ παραδείσους καὶ ἐφύτευσα ἐν αὐτοῖς ξύλον πάγκαρπον. ἐποίησά μοι κολυμ βήθρας ὑδάτων τοῦ ποτίσαι ἀπ' αὐτῶν δρυμὸν βλαστῶντα ξύλα. ἐκτησάμην δούλους καὶ παιδίσκας, καὶ οἰκογενεῖς ἐγένοντό μοι, καί γε κτῆσις βουκολίου καὶ ποιμνίου ἐγένετό μοι πολλὴ ὑπὲρ πάντας τοὺς γενομένους ἔμπροσθέν μου ἐν Ἱερουσαλήμ. καὶ συνήγαγον καί γε ἀργύριον καί γε χρυσίον καί γε περιουσιασμοὺς βασιλέων καὶ τῶν χωρῶν. ἐποίησά μοι ᾄδοντας καὶ ᾀδούσας καὶ ἐντρυφήματα υἱῶν τοῦ ἀνθρώ που, οἰνοχόους καὶ οἰνοχόας. καὶ ἐμεγαλύνθην καὶ προσέ θηκα ὑπὲρ πάντας τοὺς γενομένους ἔμπροσθέν μου ἐν Ἱερουσαλήμ. καί γε σοφία μου ἐστάθη μοι, καὶ πᾶν ὃ ἂν ᾔτησαν οἱ ὀφθαλμοί μου οὐκ ἀφεῖλον ἀπ' αὐτῶν, καὶ οὐκ ἀπεκώλυσα τὴν καρδίαν μου ἀπὸ πάσης εὐφροσύνης. Καὶ γὰρ πολλῆς εἰρήνης καὶ πολυολβίας ἀδείας τε καὶ 204 τρυφῆς ἀπήλαυσεν. ἀλλ' ὕστερον εἰς πικρίαν ἡ σπατάλη καὶ ἡ ἡδονὴ γέγονεν αὐτῷ καὶ ἀκολασίας ὑπόθεσις. ὅθεν φησίν· ἐμίσησα σύμπασαν τὴν ζωὴν καὶ πάντα τὸν μόχθον μου, ὅτι πάντα ματαιότης. ἐξ ἧς προφάσεως καὶ παρατροπῆς ὁ γεν νάδας οἴμοι πρὸς τὴν ἀσέβειαν ἐξώκειλεν. ὅπερ οὖν καὶ αὐτὸς δηλῶν αὖθις διὰ τοῦ πρὸς γυναῖκας ὀλίσθου ἐπήγαγε φάσκων· εὗρον πικρότερον ὑπὲρ τὸν θάνατον σὺν τὴν γυ ναῖκα, ἥτις ἐστὶ θήρευμα καὶ σαγήνη καρδίας. ταύτῃ τοί φησιν· καὶ ὁ βασιλεὺς Σολομὼν ἦν φιλογύναιος, καὶ ἦσαν αὐτῷ ἄρχουσαι ψʹ καὶ παλλακαὶ τʹ. καὶ ἔλαβε γυναῖκας Μωαβίτιδας, Ἀμμανίτιδας, Σύρας καὶ Ἰδουμαίας, Χετταίαςκαὶ Ἀμορραίας ἐκ τῶν ἐθνῶν, ὧν ἀπεῖπε κύριος τοῖς υἱοῖς Ἰσραήλ. καὶ ἐγένετο ἐν καιρῷ γήρως αὐτοῦ, καὶ οὐκ ἦν ἡ καρδία αὐτοῦ μετὰ κυρίου θεοῦ αὐτοῦ καθὼς ἡ καρδία Δαυὶδ τοῦ πατρὸς αὐτοῦ. καὶ ἐξέκλιναν αἱ ἀλλότριαι γυ ναῖκες τὴν καρδίαν αὐτοῦ ὀπίσω θεῶν αὐτῶν. καὶ τότε ᾠκοδόμησε Σολομὼν ναὸν τῷ Χαμὼς εἰδώλῳ Μωὰβ καὶ τῇ Ἀστάρτῃ βδελύγματι Σιδωνίων, καὶ οὕτως ἐποίησε ταῖς ἀλ λοτρίαις αὐτοῦ γυναιξὶ πάσαις, αἵτινες ἐθυμίων καὶ ἔθυον τοῖς εἰδώλοις αὐτῶν. καὶ ἐποίησε Σολομὼν τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ οὐκ ἐπορεύθη ὀπίσω κυρίου ὡς Δαυὶδ ὁ πατὴρ αὐτοῦ. καὶ ὠργίσθη κύριος ἐπὶ Σολομών, ὅτι ἐξέκλινε καρδίαν αὐτοῦ ἀπὸ κυρίου θεοῦ Ἰσραὴλ τοῦ ὀφθέντος αὐτῷ δὶς καὶ ἐντειλαμένου αὐτῷ μὴ πορεύεσθαι ὀπίσω θεῶν ἑτέρων τὸ παράπαν. καὶ εἶπε κύριος πρὸς αὐτόν· ἀνθ' ὧν οὐκ ἐφύλαξάς μου τὰς ἐντολὰς καὶ τὰ 205 προστάγματα ἃ ἐνετειλάμην σοι, διαρρήσσων διαρρήξω τὴν βασιλείαν ἐκ χειρός σου καὶ δώσω αὐτὴν τῷ δούλῳ σου. πλὴν ἐν ταῖς ἡμέραις σου τοῦτο οὐ ποιήσω διὰ Δαυὶδ τὸν δοῦλόν μου καὶ πατέρα σου καὶ διὰ Ἱερουσαλὴμ τὴν πόλιν μου, ἣν ἐξελεξάμην. καὶ ἤγειρε κύριος τῷ Σολομὼν σατὰν Ἄδερ τὸν Ἰδουμαῖον καὶ τὸν Ἀδρααζὰρ βασιλέα Σουβά, καὶἦσαν τῷ Ἰσραὴλ σατὰν πάσας τὰς ἡμέρας Σολομῶντος. καὶ ἀπέθανε Σολομὼν ἐτῶν ογʹ καὶ ἐτάφη μετὰ τοῦ πατρὸς αὐτοῦ. ἐφ' οὗ ἦν Ὅμηρος καὶ Ἡσίοδος οἱ σοφοὶ παρ' Ἕλλησιν. Ἐντεῦθεν τοίνυν, Θεοδώρητός φησιν, ἐδιδάχθημεν ὅσον ὀνίνησιν ἡ τῶν προγόνων εὐσέβεια. ἀνέχεται γὰρ καὶ πο νηρῶν ὁ φιλάνθρωπος κύριος τῆς τῶν κατοιχομένων ἀρετῆς μεμνημένος. πλὴν οὖν ἐδρέψατο μερικῶς καὶ τοὺς τῆς ἀσεβείας καρποὺς ἐνδίκως παρὰ τῆς θείας δίκης. ἕως μὲν γὰρ τῆς ἄνωθεν ἀπήλαυε προμηθείας, ἐν εἰρήνῃ καὶ γαλήνῃ διῆγε πάντας ἔχων ὑποκειμένους, καὶ δασμὸν κομίζοντας ὅτι μάλιστα. ἐπειδὴ δὲ ταύτης ἐγυμνώθη, τοῖς δυσμενέσιν εὐ επιχείρητος γέγονεν. ἀληθῶς ὄντως φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας θεοῦ ζῶντος. ὥσπερ γὰρ ὁ ἔλεος ἄρρητος, οὕτω ἡ κόλασις ἀνυπόστατος. ὅτι δὲ τοῖς εἰδώλοις ἐλάτρευσε καταλείψας τὸν ὄντως ὄντα θεὸν τοῦ πατρὸς αὐτοῦ Δαυίδ, εὔδηλον ἐξ ὧν καὶ Ἀχίας ὁ προφήτης ἔφη πρὸς τὸν Ἱερο 206 βοὰμ οὕτως· τάδε λέγει κύριος. ἰδοὺ ἐγὼ ῥήσσω τὴν βασι λείαν ἐκ χειρὸς Σολομῶντος καὶ δώσω σοι τὰ δέκα σκῆπτρα, καὶ δύο σκῆπτρα δώσω αὐτῷ διὰ Δαυὶδ τὸν δοῦλόν μου καὶ Ἱερουσαλὴμ τὴν πόλιν μου, ἣν ἐξελεξάμην ἐμαυτῷ ἐκ πασῶν φυλῶν Ἰσραήλ, ἀνθ' ὧν ἐγκατέλιπέ με καὶ ἐδούλευσε τῇ Ἀστάρτῃ βδελύγματι Σιδωνίων καὶ τῷ Χαμὼς εἰδώλῳ Μωὰβ καὶ τῷ Μελχὸμ προσοχθίσματι υἱῶν Ἀμμών. ἡ μὲν οὖν Ἀστάρτη ἐστὶν ἡ παρ' Ἕλλησιν Ἀφροδίτη λεγομένη, ἐκτοῦ ἄστρου τὴν ἐπωνυμίαν πεποιηκότες· αὐτῆς γὰρ εἶναι τὸν ἑωσφόρον μυθολογοῦσιν. ὁ δὲ Χαμὼς θεὸς ἦν Τυρίων. τὸ δέ· Μελχὸμ προσοχθίσματι, εἴδωλον ἦν καὶ τοῦτο. προσ οχθίσματα γὰρ καὶ βδελύγματα τὰ εἴδωλα προσαγορεύειν εἴω θεν ἡ γραφή, ὅπερ δηλοῖ τὸ μῖσος καὶ τὸ ἀπόβλητον. Θαυμάσειε δ' ἄν τις μάλα εἰκότως, ὥσπερ ἐπὶ τοῦ θειοτάτου Μωϋσέως, οὕτω καὶ ἐπὶ τοῦδε τοῦ σοφωτάτου Σολομῶντος, πῶς ἑκάτερος αὐτῶν τοσαύτης πάλαι θείας δόξης καὶ προμηθείας ἀξιωθεὶς ὕστερον ὁ μὲν εἰς ἀγανά κτησιν καὶ λύπην τὸν θεὸν κινήσας τῆς ἐπαγγελίας ἐξέπε σεν, ὁ δὲ εἰς ὀργὴν καὶ θυμὸν αὐτὸν διεγείρας τούς τε προειργασμένους ἀρίστους πόνους ἄρδην ἐζημίωται καὶ τὴν ψυχὴν προσαπώλεσεν. ποῦ γὰρ ἡ τοιαύτη πρὸς θεὸν οἰ κείωσις καὶ παρρησία καὶ οἱ τοσοῦτοι καὶ τηλικοῦτοι πόνοι καὶ κόποι καὶ ἀγῶνες τοῦ θεσπεσίου Μωϋσέως; οἵτινες διὰ τὴν ἐπὶ τοῦ ὕδατος τῆς ἀντιλογίας ἁμαρτίαν παροραθέντες, 207 τὴν εἰς τὴν γῆν τῆς ἐπαγγελίας εἴσοδον ἀθρόως ὁ δίκαιος καὶ ἀσυγχωρήτως ἀπεστέρηται, καθὼς καὶ πρόσθεν εἴρηται. ποῦ δὲ καὶ ἡ πρὸς τὸν Σολομῶντα θεία φιλοστοργία καὶ ἡ τοσαύτη χάρις τε καὶ σοφία; καὶ τίς ἡ ὠφέλεια τῆς πολλῆς ἐκείνης φρονήσεως καὶ συνέσεως καὶ ἡ προλαβοῦσα τοιαύτη νηφαλεωτάτη ἔννοια καὶ θεολογία καὶ φυσιολογία ἔσχατον ἐκ γυναικομανίας εἰς εἰδωλομανίαν ἐκπεπτωκότος, ὡς σαφῶς δεδήλωται; τῷ ὄντι γὰρ οὐδὲν ὄφελος ἐναρξάμενον πνεύματι καὶ σαρκὶ ἐπιτελέσαι. διὸ προασφαλιζόμενος ἡμᾶς Ἰωάννης φησίν· βλέπετε ἑαυτούς, ἵνα μὴ ἀπολέσητε ἃ εἰργάσασθε, ἀλλὰ μισθὸν πλήρη ἀπολάβητε. οὐ γὰρ ὁ καλῶς ἀρχόμενος καὶ κακῶς μετερχόμενος οὗτος μακάριος καὶ τέλειος, ἀλλ' ὁ κα λῶς ἀποθέμενος τὸν βίον καὶ θεαρέστως διαπεράνας. ἐπεί περ ὁ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται. κἀντεῦθεν, ὡς ἔοικεν, εἰκότως διδασκόμεθα μὴ μακαρίζειν κυρίως ἄν θρωπον πρὸ τελευτῆς αὐτοῦ διὰ τὸ ἄδηλον τῆς ἐκβάσεως καὶ συμπληρώσεως. τοὺς γὰρ ἐκκλίνοντας εἰς τὰς στραγγα λιὰς ἀπάξει κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν. πολλοὶ γὰρ εὐδρομοῦντες ἐνάρετοι καὶ ἐπὶ μεγίστοις κατορ θώμασι θαυμαζόμενοι προσκόψαντες ἐξάπινα πεπτώκασι πτῶ μα δεινὸν καὶ ἐξαίσιον. 208 Ἀφ' ὧν ἐστι καὶ ὁ μοναχὸς ἐκεῖνος, πρὸς ὃν ὁ μέγας Βασίλειος ἔγραψε λέγων· οἴμοι τί γράψω ἢ τί λογίσομαι ἐν τριόδῳ ἀπειλημμένος; ἐὰν γὰρ ἔλθω εἰς μνήμην τῆς προτέ ρας σου ματαίας ἀναστροφῆς, ὅτε σε περιέρρει ὁ πλοῦτος καὶ τὸ χαμερπὲς δοξάριον, φρίττω· ἡνίκα εἵπετό σοι κολά κων πλῆθος καὶ τρυφῆς ἀπόλαυσις πρόσκαιρος. ἡνίκα ἐγυμνάζου πρὸς μεταβολὴν σεμνοῦ τρόπου σκυβαλίζων μέν σου τὴν περιουσίαν οἴκου τε θεραπείαν καὶ συνοίκου ὁμι λίαν ἀπαρνούμενος, ὅλος δὲ μετάρσιος ὥσπερ ξένος καὶ ἀλήτης ἀγροὺς καὶ πόλεις ἀμείβων κατέδραμες ἐπὶ τὰ Ἱερο σόλυμα, ἔνθα σοι καὶ αὐτὸς συνδιατρίβων ἐμακάριζον τῶν ἀθλητικῶν πόνων, ὅτε ἑβδοματικοῖς κύκλοις νῆστις διατελῶν θεῷ προσεφιλοσόφεις ὁμοῦ καὶ τὰς τῶν ἀνθρώπων ἀπο φεύγων συντυχίας, ἡσυχίαν δὲ καὶ μονοτροπίαν ἐφαρμόσας ἑαυτῷ τοὺς πολιτικοὺς θορύβους ἐξέκλινας, σάκκῳ δὲ τραχεῖ τὸ σῶμά σου διανύττων καὶ ζώνῃ σκληρᾷ τὴν ὀσφῦν περι σφίγγων καρτερικῶς τὰ ὀστᾶ σου διέθλιβες λαγόνας τε ταῖς ἐνδείαις κοιλαίνων μέχρι τῶν νωτιαίων μερῶν ὑπεχαύνω σας, καὶ φασκίας μὲν ἁπαλῆς τὴν χρῆσιν ἀπηρνήσω, ἔνδοθεν δὲ τὰς λαπάρας σικύας δίκην ὑφελκύσας τοῖς νεφριτικοῖς χωρίοις ἐβιάζου προσκολλᾶσθαι, ὅλην δὲ τὴν τῆς σαρκὸς πιμελὴν ἐκκενώσας τοὺς τῶν ὑπογαστρίων ὀχετοὺς γενναίως ἐξήρανας γαστέρα τε αὐτὴν ταῖς ἀσιτίαις συμπτύξας τὰ πλευριτικὰ μέρη ὥσπερ τινὰ στέγης ἐξοχὴν τοῖς τοῦ ὀμφα λοῦ μέρεσιν ἐπεσκίαζες καὶ συνεσταλμένῳ ὅλῳ τῷ σώματι 209 τὰς νυκτερινὰς ὥρας ἀνθομολογούμενος τῷ θεῷ τοῖς τῶν δακρύων ὀχετοῖς ἔμβροχον τὴν γενειάδα καθωμάλιζες. καὶ τί με δεῖ καταλέγειν ἕκαστα; μνήσθητι ὅσα ἁγίων στόματα φιλήματι κατησπάσω, ὅσα ἱερὰ σώματα περιεπτύξω, ὅσοι σου τὰς χεῖρας ὡς ἀχράντους περιέθαλπον, ὅσοι δοῦλοι θεοῦ τοῖς γόνασί σου περιεπλέκοντο. καὶ τί τούτων τὸ τέλος; μοιχικῆς φήμης διαβολὴ βέλους ὀξύτερον διϊπτα μένη τιτρώσκει ἡμῶν τὰς ἀκοὰς καὶ τὴν καρδίαν. ποῦ μοι τὰ διηγήματα τῶν σῶν πόνων; οἴχεται. κατῄσχυνας τὸ τῆς ἁγνείας καύχημα, ἐμωμήσω τῆς σωφροσύνης τὸ ἐπάγγελμα. ἐγενόμεθα ἐχθρῶν μὲν τραγῳδία, φίλων δὲ θρηνῳδία. διέ τεμες φρόνημα μοναχῶν, τοὺς ἀκριβεστέρους εἰς φόβον καὶ δειλίαν ἤγαγες θαυμάζοντας ἔτι τοῦ διαβόλου τὴν δύναμιν, τοὺς ἀδιαφόρους εἰς ἀκολασίας ζῆλον μετέθηκας. ἔλυσας ὅσον ἐπὶ σοὶ τὸ τοῦ Χριστοῦ καύχημα, θαρσεῖτε, λέγοντος, ἐγὼ νενίκηκα τὸν κόσμον καὶ τὸν τούτου ἄρχοντα. ἐκέρα σας τῇ πατρίδι κρατῆρα δυσθυμίας. ὄντως εἰς ἔργον ἤγα γες τὴν παροιμίαν· ὡς ἔλαφος τοξευθεὶς εἰς τὸ ἧπαρ. Ὅθεν ἀλλαχοῦ κοινὴν παραίνεσιν ποιούμενος πάλιν φησίν· δεῖ οὖν ἡμᾶς πολὺν καὶ ποικίλον τὸν οὐράνιον πλοῦτον συναγαγεῖν, εἰ μὴ μέλλοιμεν καταισχύνεσθαι ἐν τῇ ἐπιδείξει τῶν ἔργων οἱ λαβόντες τὸ τάλαντον μηδὲ ἀκούειν· δοῦλε πονηρὲ καὶ ὀκνηρέ, ἐνθεμένους δὲ τὰ ἀγώγιμα ἀσφα λῶς πειρᾶσθαι τὴν ζωὴν ταύτην διαπερᾶν. πολλοὶ γὰρ πολλὰ συναθροίσαντες ἐκ νεότητος περὶ τὰ μέσα τοῦ βίου γενόμενοι ἐπαναστάντων αὐτοῖς πειρασμῶν ἐκ τῶν πνευμά των τῆς πονηρίας οὐκ ἤνεγκαν τοῦ χειμῶνος τὸ βάρος διὰ 210 τὸ τὴν πανουργίαν καὶ τὴν κυβέρνησιν αὐτοῖς μὴ παρεῖναι. διὸ καὶ πάντων ἐκείνων τὴν ζημίαν ὑπήνεγκαν. ὅθεν οἱ μὲν περὶ τὴν πίστιν ἐναυάγησαν, ἄλλοι δὲ σωφροσύνην, ἣν συνήγαγον ἐκ νεότητος, ὥσπερ καταιγίδος τινὸς τῆς πονη ρᾶς ἡδονῆς ἐπιδραμούσης ἀπώλεσαν. ἐλεεινότατον θέαμα. μετὰ νηστείαν, μετὰ σκληραγωγίαν, μετὰ προσευχὴν ἐκτενῆ, μετὰ δάκρυον δαψιλές, μετὰ ἐγκράτειαν ἐτῶν κʹ που ἢ λʹ δι' ἀπροσεξίαν ψυχῆς καὶ ἀμέλειαν γυμνὸν ἁπάντων ἀπο δειχθῆναι καὶ παραπλήσιον γενέσθαι τὸν τῇ ἐργασίᾳ τῶν ἐντολῶν εὐθηνούμενον ἐμπόρῳ τινὶ μεγαλοπλούτῳ, ὃς τῷ πλήθει τῶν ἀγωγίμων ἐπαγαλλόμενος, ἐξ οὐρίας αὐτῷ τῆς νηὸς φερομένης, τὰ φοβερὰ πελάγη διαδραμὼν πρὸς τοῖς λιμέσιν αὐτοῖς διαρραγέντος τοῦ πλοίου πάντων ἀθρόως ἔρημος ἀνεδείχθη. ἐὰν γὰρ καὶ οὗτος τὰ μυρίοις πόνοις καὶ ἱδρῶσι κτηθέντα μιᾷ προσβολῇ δαίμονος ἀπολέσῃ καθάπερ τινὶ ἀγρίᾳ λαίλαπι τῇ ἁμαρτίᾳ βυθισθείς, πρέπουσα φωνὴ τῷ πᾶσαν ὁμοῦ τὴν ἀρετὴν ναυαγήσαντι· ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με. Ὡσαύτως καὶ ὁ Χρυσόστομός φησιν· καὶ γὰρ ὅταν ὁ διάβολος ἴδῃ πολλὰ συνειληχότας κατορθώματα οἷον νηστείαν, εὐχήν, ἐλεημοσύνην, παρθενίαν, τὴν ἄλλην ἅπασαν ἀρετήν, ὅταν ἴδῃ γέμον τὸ πλοῖον ἡμῶν τῶν πολυτελῶν τῆς εὐσε βείας ἀριστευμάτων, τότε προσβάλλει πάντοθεν διορύττων καὶ ἐπιβουλεύων τὸν θησαυρόν, ὥστε παρ' αὐτὰ τοῦ λιμένος τὰ στόματα καταδῦσαι τὸ σκάφος, καὶ γυμνοὺς καὶ ἐρήμους 211 ἀποφῆναι μηδὲ ῥᾳδίως ἀναστῆναι δυναμένους. καὶ γὰρ μετὰ τοιαύτην πτῶσιν δυσανάκλητος ἡ ἀνάστασις γίνεται· καταφρονῶν λοιπὸν ὡς εἰς κακῶν ἐλθὼν βάθος. καὶ τῷ μὲν ἐν ἀρχῇ πεσόντι συγγινώσκομεν ἅπαντες διὰ τὴν ἀ πειρίαν, τὸν δὲ μετὰ πολλοὺς διαύλους ὑποσκελισθέντα οὐκ ἄν τις ῥᾳδίως ἀξιώσειε συγγνώμης, ὡς ἐξ ἀμελείας τε καὶ ῥᾳθυμίας καταβληθέντα. καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ δει νόν, ἀλλ' ὅτι καὶ πολλῶν σκανδαλισθέντων καὶ ῥᾳθυμοτέ ρων πολλάκις γενομένων, αὐτὸς ὑπεύθυνος γίνεται καὶ ἀναπολόγητος. ταῦτ' οὖν εἰδότες εἰς τὸ τέλος μὴ διαφθεί ρωμεν, ὡς παραγγέλλει Δαυὶδ φάσκων· εἰς τὸ τέλος μὴ διαφθείρῃς. Ἐν γὰρ τῷ ἀποστρέψαι, φησίν, δίκαιον ἐκ τῆς δικαιο σύνης αὐτοῦ καὶ ποιῆσαι ἀδικίαν πᾶσαι αἱ δικαιοσύναι αὐτοῦ ἃς ἐποίησεν οὐ μὴ μνησθῶσιν· ἐν τῇ ἁμαρτίᾳ αὐτοῦ ἀποθανεῖται. καί· δικαιοσύνη δικαίου οὐ μὴ ἐξέληται αὐ τὸν ἐν ᾗ ἂν ἡμέρᾳ πλανηθῇ. ὅπερ οὖν εἰδὼς ὁ ἀπόστολος ἔλεγεν· καὶ ἐὰν ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομί μως ἀθλήσῃ. διὸ τὴν ἀρχομένην σπουδήν τε καὶ προθυ μίαν ἐν φόβῳ θεοῦ καὶ πίστει μέχρι θανάτου δεῖ καθάπερ καὶ τὴν ὑπομονὴν ἐπιδείκνυσθαι, ἵνα μὴ τὸ πᾶν εἰς τὸ τέλος ἀπολέσωμεν. μηδεὶς οὖν ἐνάρετος νυσταζέτω διὰ τὸ ἄδηλον τῆς μεταβολῆς. τί γὰρ τοῦ Δαυὶδ ὑψηλότερον; ἀλλὰ μικρὸν ἀπονυστάξας ἔπεσεν. τί δὲ τοῦ Σολομῶντος μακαριώτερον; ἀλλ' ἐν τῷ γήρει καὶ τῷ τέλει πεσὼν ἀπώ λετο. τί τοῦ Ἰούδα περιφανέστερον; ἀλλὰ προδότης γενό μενος ἀπήγξατο. τί τοῦ Πέτρου ζηλωτότερον; ἀλλ' ἐξάπινα πέπτωκε πτῶμα ἐξαίσιον. πόσας τοιαύτας μεταβολὰς ἔστιν 212 ἰδεῖν πάλαι γεγενημένας καὶ νῦν γινομένας καθ' ἑκάστην ἡμέραν. καὶ διὰ τοῦτο, φησίν, ἄνω καὶ κάτω προδιαμαρ τύρεται καὶ προασφαλίζει καὶ διεγείρει πρὸς νῆψιν καὶ ἐγρήγορσιν ἡ θεία γραφὴ λέγουσα· ὁ δοκῶν ἑστάναι βλεπέ τω μὴ πέσῃ. [δʹ. Περὶ Ῥοβοάμ.] Μετὰ δὲ Σολομῶντα ἐβασίλευσε Ῥοβοὰμ ὁ ἐκ τοσούτων γυναικῶν υἱὸς αὐτοῦ ἔτη ιζʹ, ἐφ' οὗ καὶ διῃρέθη ἡ βασι λεία εἰς δύο. καταλείψας γὰρ τὴν βουλὴν τῶν πρεσβυτέρων καὶ κατὰ τὴν συμβουλὴν τῶν συνεκτραφέντων καὶ παρεστη κότων αὐτῷ παιδαρίων λαλήσας τῷ λαῷ σκληρά, ἀπέστη ὁ Ἰσραὴλ ἀπ' αὐτοῦ καὶ ἀπῆλθεν. καὶ αἱ μὲν δύο φυλαὶ Ἰούδα καὶ Βενιαμὶν ἔμειναν μετ' αὐτοῦ ἐν Ἱερουσαλήμ, αἱ δὲ ἄλλαι δέκα ἀπῆλθον ἐν Σαμαρείᾳ καὶ ἐβασίλευσαν ἐπ' αὐτῶν Ἱεροβοὰμ τὸν δοῦλον Σολομῶντος. κἀντεῦθεν αἱ μὲν δύο φυλαὶ προσηγορεύθησαν Ἰούδα διὰ τὴν μεγάλην καὶ βασιλικὴν φυλὴν Ἰούδα, αἱ δὲ λοιπαὶ δέκα Ἰσραὴλ καὶ Ἐφραῒμ διά τε τὸ πλῆθος καὶ διὰ τὸ τὸν Ἱεροβοὰμ ἐκ τῆς φυλῆς Ἐφραῒμ τυγχάνειν υἱοῦ Ἰωσήφ. καὶ ἐποίησε Ῥοβοὰμυἱὸς Σολομῶντος τὸ πονηρὸν ἐνώπιον κυρίου ὡς ὁ πατὴρ αὐτοῦ καὶ ἀπέθανεν ἐν ταῖς ἁμαρτίαις αὐτοῦ. ἐφ' οὗ Σουσακὶμ ὁ Αἰγύπτου βασιλεὺς τὴν Ἱερουσαλὴμ ἑλὼν ἀφείλατο τὰ ἐν τῷ ναῷ καὶ ἐν τοῖς βασιλείοις χρήματα καὶ τὰ χρυσᾶ δόρατα καὶ τοὺς χρυσοῦς θυρεούς, ἀνθ' ὧν ἐγένοντο χαλκοῖ.