Chronicon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-hamartolus" aria-label="More works by Georgius Hamartolus">
—
⋯
Original / primary: Pg Scrape Grc
213.1.1
[εʹ. Περὶ Ἀβιά.] Μετὰ δὲ Ῥοβοὰμ ἐβασίλευσεν Ἀβιὰ υἱὸς αὐτοῦ καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἀπέθανε βασιλεύ σας ἔτη ϛʹ. ὃς πολεμήσας Ἱεροβοὰμ καὶ τὰς δέκα φυλὰς τοῦ Ἰσραὴλ ἀνεῖλεν ἐξ αὐτῶν ἄνδρας δυνατοὺς ἐν ἡμέρᾳ μιᾷ κατὰ θείαν ὀργὴν χιλιάδας φʹ. [ϛʹ. Περὶ Ἀσσά.] Μετὰ δὲ Ἀβιὰ ἐβασίλευσεν Ἀσσὰ υἱὸς αὐτοῦ καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον κυρίου πρότερον, εἶτα μικρὸν ἀπὸ τῆς εὐσεβείας ῥᾳθυμήσας ἠρρώστησε τοὺς πόδας καὶ τοῖς ἰατροῖς χρησάμενος τῷ θεῷ μὴ προσέχων οὕτως ἀπέθανε βασιλεύσας ἔτη ιϛʹ. [ζʹ. Περὶ Ἰωσαφάτ.] Μετὰ δὲ Ἀσσὰν ἐβασίλευσεν Ἰωσαφὰτ υἱὸς αὐτοῦ καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον κυρίου καὶ ἐτελεύτησε βασιλεύσας ἔτη κεʹ. ὃς διὰ τὴν πρὸς τὸν Ἀχαὰβ φιλοστοργίαν τε καὶ ἀγχιστείαν ἔφη πρὸς αὐτὸν ὁ προφήτης Ἰηοῦ ὁ τοῦ Ἀνανή· βασιλεῦ Ἰωσαφάτ, εἰ ἁμαρτωλῷ σὺ βοηθεῖς ἢ μισουμένῳ ὑπὸ κυρίου φιλιάζεις; διὰ τοῦτο ἐγένετο ἐπί σε ὀργὴ κυρίου, εἰ μὴ λόγοι ἀγαθοὶ εὑρέθησαν ἔν σοι· καὶ ὅτι ἐξῆρας τὰ ἄλση ἀπὸ τῆς γῆς Ἰούδα καὶ κατηύθυνας τὴν καρδίαν σου 214 ἐκζητῆσαι τὸν κύριον, καὶ εὑρέθη ἡ καρδία σου τελεία πρὸς κύριον, διὰ τοῦτο ἐφείσατό σου κύριος, πλὴν ὅτι διεκόπη τὰ ἔργα σου καὶ συνετρίβησαν τὰ πλοῖά σου. κἀν τεῦθεν οὖν διδασκόμεθα, ὡς ἐλαττοῖ τὰς ἐπὶ τοῖς ἁμαρτή μασι τιμωρίας τὰ προγεγενημένα κατορθώματα. ὁ γὰρ δί καιος κριτὴς ταῦτα ἐκείνοις ἀντιμετρῶν οὕτως ἐκφέρει τὴν ψῆφον. προσήκει τοίνυν ταῦτα μεμαθηκότας φεύγειν τῶν θεοστυγῶν καὶ τὴν φιλίαν καὶ τὴν συγγένειαν. οὐδεμία γὰρ κοινωνία φωτὶ πρὸς σκότος οὔτε μὴν ἀρετῇ καὶ κακίᾳ, καὶ οὔτε κλέπτῃ δεῖ συντρέχειν οὔτε μετὰ μοιχοῦ τὴν μερίδα τίθεσθαι. διό φησιν· οὐχὶ τοὺς μισοῦντάς σε, κύριε, ἐμί σησα καὶ ἐπὶ τοὺς ἐχθρούς σου ἐξετηκόμην; τέλειον μῖσος ἐμίσουν αὐτούς, εἰς ἐχθροὺς ἐγένοντό μοι. καί· παρανό μους ἐμίσησα, καὶ οὐκ ἐκολλήθη μοι καρδία σκαμβή. καὶ μέντοι γε καὶ ὅτι πταίοντες ὡς ἄνθρωποι οἱ τοῦ θεοῦ δοῦ λοι φιλανθρωπίας ἀξιοῦνται πολλάκις διὰ τὰς προειργασμέ νας ἀρετάς, εἰς δὲ τὰ κτήματα καὶ ὑπάρχοντα αὐτῶν ἡ θεία δίκη ἀνταποδίδωσιν ὑπὲρ τῶν πταισμάτων αὐτῶν λε ληθότως, οὐ μὴν δὲ ἀλλὰ καὶ ἑτέρων ἁμαρτωλῶν συνόντων δικαίοις τοῦτο διὰ τὴν τοῦ δικαίου δικαιοσύνην ὁ φιλά γαθος κύριος ποιεῖν εἴωθεν, ὅπερ ἤδη ἐπὶ Ἰωσαφὰτ καὶ Παύλου σαφῶς ἐδήλωσε διὰ τῆς τῶν πλοίων συντριβῆς τε 215 καὶ ἀπωλείας. ὅθεν οὖν πρὸς τοὺς ἐν τῷ πλοίῳ χειμαζομέ νους μετ' αὐτοῦ Παῦλός φησιν· ἔδει μὲν οὖν, ὦ ἄνδρες, πειθαρχήσαντάς μοι μὴ ἀνάγεσθαι ἀπὸ τῆς Κρήτης κερδῆ σαί τε τὴν ὕβριν ταύτην καὶ τὴν ζημίαν. καὶ τὰ νῦν παραινῶ ὑμῖν εὐθυμεῖν· ἀποβολὴ γὰρ ψυχῆς οὐδεμία ἔσται ἐξ ὑμῶν πλὴν τοῦ πλοίου. [ηʹ. Περὶ Ἰωράμ.] Μετὰ δὲ Ἰωσαφὰτ ἐβασίλευσεν Ἰωρὰμ υἱὸς αὐτοῦ καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον κυρίου, πρὸς δὲ καὶ τοὺς ἓξ ἀδελφοὺς αὐτοῦ ἀποκτείνας ἀπέθανε δυσεντερικῶς βασιλεύ σας ἔτη ηʹ. [θʹ. Περὶ Ὀχοζίου.] Μετὰ δὲ Ἰωρὰμ ἐβασίλευσεν Ὀχοζίας υἱὸς αὐτοῦ καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον κυρίου, καὶ ἀνεῖλεν αὐτὸν Ἰηοῦ βασιλεύσαντα ἔτος αʹ.
213.2.1
Περὶ Γοθολίας.] Μετὰ δὲ Ὀχοζίαν ἐβασίλευσε Γοθολία μήτηρ αὐτοῦ καὶ ἀποκτείνασα πάντας τοὺς υἱοὺς Ὀχοζίου παρεκτὸς ἑνὸς νη πίου διασωθέντος παραδόξως ὑπὸ τῆς γυναικὸς Ἰωδαὲ τοῦ ἱερέως, αἰφνίδιον τὸ κεκρυμμένον παιδίον Ἰωὰς ἀναγορεύεται βασιλεὺς ὑπὸ Ἰωδαὲ τοῦ ἱερέως καὶ τοῦ λαοῦ παντὸς ὑπάρ χων ἐτῶν ζʹ. καὶ ὁ μὲν λαὸς ἅπας εὐφράνθη καὶ ἡ πόλις 216 ἡσύχασεν, τὴν δὲ Γοθολίαν ἀπέκτειναν ἐν οἴκῳ τοῦ βασι λέως βασιλεύσασαν ἔτη ϛʹ. [ιαʹ. Περὶ Ἰωάς.] Μετὰ δὲ Γοθολίαν ἐβασίλευσεν Ἰωὰς υἱὸς Ὀχοζίου ἑπταέτης καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον κυρίου πρότερον. εἶτα παρατραπεὶς ἐσφάγη ἐν τῷ οἴκῳ αὐτοῦ βασιλεύσας ἔτη μʹ. ἕως μὲν γὰρ ἦν φωτιζόμενος ὑπὸ Ἰωδαὲ τοῦ ἱερέως τοῦ καὶ βιώσαντος διὰ τὴν πολλὴν εὐσέβειαν αὐτοῦ ἔτη ρλʹ κα λῶς ἐπολιτεύετο. μετὰ δὲ τὴν τελευτὴν τοῦ θείου ἱερέως πρὸς ἀσέβειαν ἀποκλίνας ἀπέκτεινε Ζαχαρίαν τὸν προφήτην καὶ υἱὸν τοῦ διδασκάλου αὐτοῦ. φησὶ γάρ· καὶ πνεῦμα κυρίου ἐνέδυσε Ζαχαρίαν τὸν τοῦ Ἰωδαὲ τοῦ ἱερέως καὶ ἀνέστη κατὰ πρόσωπον τοῦ λαοῦ καὶ εἶπεν· τάδε λέγει κύ ριος· ἵνα τί παραπορεύεσθε τὰς ἐντολὰς κυρίου; καὶ οὐκ εὐοδωθήσεσθε, ὅτι ἐγκατελείπατε τὸν κύριον, καὶ ἐγκατα λείψει ὑμᾶς. καὶ ἐπέθεντο αὐτῷ καὶ ἐλιθοβόλησαν αὐτὸν δι' ἐντολῆς Ἰωὰς τοῦ βασιλέως ἐν αὐλῇ οἴκου κυρίου. καὶ οὐκ ἐμνήσθη Ἰωὰς τοῦ ἐλέους οὗ ἐποίησεν Ἰωδαὲ ὁ πατὴρ μετ' αὐτοῦ, ἀλλ' ἐθανάτωσε τὸν υἱὸν αὐτοῦ. καὶ ὡς ἀπέ θνησκεν εἶπεν· ἴδοι κύριος καὶ κρινάτω. καὶ μετὰ ταῦτα ἐπέθεντο αὐτῷ οἱ παῖδες αὐτοῦ ἐν αἵμασιν υἱοῦ Ἰωδαὲ τοῦ ἱερέως καὶ ἐθανάτωσαν αὐτὸν ἐν τῷ οἴκῳ αὐτοῦ. ἐφ' οὗ Σίβυλλα ἡ Κυμαία ἐγνωρίζετο. Καὶ ἄνθρωπός τις ἐν τῷ Ἰσραὴλ πλούσιός τε καὶ ἀνε 217 λεήμων ἐλθὼν πρός τινα τῶν διδασκάλων καὶ ἀναπτύξας τὴν σοφίαν Σολομῶντος εὗρεν εὐθύς· ὁ ἐλεῶν πτωχὸν θεῷ δανείζει. καὶ εἰς ἑαυτὸν γενόμενος καὶ κατανυγεὶς ἀπελθὼν πέπρακε πάντα καὶ διένειμε πτωχοῖς μηδὲν ἑαυτῷ καταλείψας πλὴν νομισμάτων δύο. καὶ πτωχεύσας πάνυ καὶ ὑπὸ μηδε νὸς ἐκ θείας δοκιμασίας ἐλεούμενος ὕστερον ἐν ἑαυτῷ λέγει μικροψυχήσας· ἀπελεύσομαι εἰς Ἱερουσαλὴμ καὶ διακρινοῦ μαι τῷ θεῷ μου, ὅτι ἐπλάνησέ με διασκορπίσαι τὰ ὑπάρχον τά μου. πορευομένου δὲ αὐτοῦ εἶδεν ἄνδρας δύο μαχομέ νους πρὸς ἀλλήλους εὑρόντας λίθον τίμιον, καί φησι πρὸς αὐτούς· ἵνα τί, ἀδελφοί, μάχεσθε; δότε μοι αὐτὸν καὶ λάβετε νομίσματα δύο. τῶν δὲ μετὰ χαρᾶς τοῦτον παρασχόντων (οὐ γὰρ ᾔδεσαν τοῦ λίθου τὸ ὑπέρτιμον), ἀπῆλθεν εἰς Ἱε ρουσαλὴμ τὸν λίθον ἐπιφερόμενος, καὶ δείξας αὐτὸν χρυσο χόῳ παραχρῆμα τὸν λίθον ἐκεῖνος ἰδὼν ἀναστὰς προσεκύ νησε καὶ ἔκθαμβος γενόμενος ἐπυνθάνετο· ποῦ τὸν πολύ τιμον καὶ θεῖον λίθον τοῦτον εὗρες; ἰδοὺ γὰρ ἔτη τρία σήμερον Ἱερουσαλὴμ δονεῖται καὶ ἀκαταστατεῖ διὰ τὸν περι βόητον λίθον τοῦτον. ἀλλ' ἀπελθὼν δὸς αὐτὸν τῷ ἀρχιερεῖ καὶ σφόδρα πλουτήσεις. τοῦ δὲ ἀπερχομένου, ἄγγελος κυ ρίου εἶπε πρὸς τὸν ἀρχιερέα· νῦν ἐλεύσεται ἄνθρωπος πρός σε τὸν ἀπολεσθέντα πολυθρύλλητον λίθον ἐκ τῆς διπλοΐδος Ἀαρὼν τοῦ ἀρχιερέως ἔχων. λαβὼν αὐτὸν δὸς τῷ ἐνέγκαντι αὐτὸν χρυσίον πολὺ καὶ ἀργύριον, ἅμα δὲ καὶ ῥαπίσας αὐ τὸν μετρίως εἰπέ· μὴ δίσταζε ἐν τῇ καρδίᾳ σου μηδὲ ἀπίστει 218 τῷ θεῷ διὰ τῆς γραφῆς λέγοντι· ὁ ἐλεῶν πτωχὸν θεῷ δα νείζει. ἰδοὺ γὰρ ἐν τῷ νῦν αἰῶνι ἐξεπλήρωσά σοι πολυ πλασίονα ὑπὲρ ὧν ἐδάνεισάς μοι. καὶ εἰ πιστεύεις λήψῃ καὶ ἐν τῷ μέλλοντι πλοῦτον ἀνυπέρβλητον. καὶ ὁ μὲν ἀρ χιερεὺς τὰ διατεταγμένα πάντα πεποίηκε πρὸς τὸν ἄνθρωπον καὶ λελάληκεν, ὁ δὲ ἀκούσας καὶ ἔντρομος γενόμενος πάντα ἐάσας ἐν τῷ ναῷ ἐξῆλθεν εὐχαριστῶν καὶ πιστεύων κυρίῳ καὶ τὰ ἐν τῇ θείᾳ γραφῇ πάντα διηγορευμένα. [ιβʹ. Περὶ Ἀμεσίου.] Μετὰ δὲ Ἰωὰς ἐβασίλευσεν Ἀμεσίας υἱὸς αὐτοῦ καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον κυρίου καὶ ἐπάταξε μὲν τοὺς φονεύσαντας τὸν πατέρα αὐτοῦ, τοὺς δὲ υἱοὺς αὐτῶν οὐκ ἐθανάτωσε διὰ τὸ γεγράφθαι· οὐκ ἀποθανοῦνται πατέρες ὑπὲρ υἱῶν οὔτε υἱοὶ ὑπὲρ πατέρων, ἀλλ' ἕκαστος ἐν ταῖς ἁμαρτίαις αὐτοῦ ἀποθανεῖται. καὶ ἐσφάγη ἐν τῷ πολέμῳ βασιλεύσας ἔτη κθʹ. Διὸ δή φησιν ὁ θεῖος λόγος ἐν ταῖς ἀποστολικαῖς δια τάξεσιν· ἕκαστος περὶ ἑαυτοῦ ἀπολογήσεται, καὶ οὐ μὴ συναπολέσῃ ὁ θεὸς τὸν δίκαιον μετὰ ἀδίκου, ἐπεὶ γὰρ παρ' αὐτῷ τὸ ἀναμάρτητον ἀτιμώρητον. οὔτε γὰρ τὸν Νῶε κατέ κλυσεν, οὔτε τὸν Λὼτ κατέφλεξεν, οὔτε μὴν τὴν Ῥαὰβ συν 219 απώλεσεν. εἰ δὲ βούλεσθε γνῶναι καὶ τὰ ἐφ' ἡμῶν γενό μενα οὐκ ἀποκρύψομεν. Ἰούδας σὺν ἡμῖν ὢν ἔλαβε τὸν κλῆρον τῆς διακονίας, ὃν καὶ ἡμεῖς ἐλάβομεν, καὶ Σίμων ὁ μάγος τὴν ἐν Χριστῷ σφραγῖδα. ἀλλ' ἑκάτερος αὐτῶν ἀναδειχθεὶς φαῦλος, ὁ μὲν ἀπήγξατο, ὁ δὲ παρὰ φύσιν ἱπτάμενος συνετρίβη. καὶ ἐν τῇ κιβωτῷ Νῶε καὶ οἱ υἱοὶ αὐτοῦ ὑπῆρχον, ἀλλὰ πονηρὸς ὁ Χὰμ εὑρεθεὶς μόνος τὴν τιμωρίαν ἐδέξατο. εἰ δὲ καὶ πατέρες ὑπὲρ παίδων οὐ τιμω ροῦνται, οὔτε υἱοὶ ὑπὲρ πατέρων, δῆλον ὡς οὔτε γυναῖκες ὑπὲρ ἀνδρῶν, οὔτε οἰκέται ὑπὲρ δεσποτῶν, οὔτε συγγενεῖς ὑπὲρ συγγενῶν, οὔτε φίλοι ὑπὲρ φίλων, οὔτε δίκαιοι ὑπὲρ ἀδίκων, ἀλλ' ἕκαστος ὑπὲρ τοῦ ἰδίου ἔργου τὸν λόγον ἀπαι τηθήσεται. οὔτε γὰρ Νῶε ὑπὲρ τοῦ κόσμου καὶ σὺν τῷ κόσμῳ κατεκλύσθη, οὔτε Λὼτ ὑπὲρ Σοδόμων ἐπυρπολήθη, οὔτε Ῥαὰβ ὑπὲρ Ἱεριχουντίων ἐσφάγη, οὔτε ὁ Ἰσραὴλ ὑπὲρ Αἰγυπτίων κατεποντίσθη· οὐ γὰρ ἡ συνοίκησις καταδικάζει, ἀλλ' ἡ τῆς γνώμης ὁμόνοια. οὐ τοίνυν ἕτερος ὑπὲρ ἑτέρου ἀποθανεῖται, ἀλλὰ σειραῖς τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται. καί· ἰδοὺ ἄνθρωπος καὶ τὸ ἔργον αὐτοῦ πρὸ προσώπου αὐτοῦ. καί· δικαιοσύνη δικαίου ἐπ' αὐτὸν ἔσται καὶ ἀνομία ἀνόμου ἐπ' αὐτὸν ἔσται. καί· ἕκαστον κατὰ τὴν ὁδὸν ὑμῶν κρινῶ ὑμᾶς, οἶκος Ἰσραήλ, λέγει κύριος. καί· τί ὑμεῖς λέγετε τὴν παραβολὴν ταύτην· οἱ πατέρες ἔφαγον ὄμφακας καὶ οἱ ὀδόντες τῶν τέκνων ἐμωδίασαν; 220 ζῶ ἐγώ, λέγει Ἀδωναῒ κύριος, εἰ ἔστιν ἐν ὑμῖν ἔτι λεγομένη ἡ παραβολὴ αὕτη ἐν Ἰσραήλ, ὅτι πᾶσαι αἱ ψυχαὶ ἐμαί εἰσιν. ὃν τρόπον ἡ ψυχὴ τοῦ πατρός, οὕτως ἡ ψυχὴ τοῦ υἱοῦ ἐμή ἐστιν. ἡ ψυχὴ ἡ ἁμαρτάνουσα αὐτὴ καὶ ἀποθανεῖται. [ιγʹ. Περὶ Ὀζίου.] Μετὰ δὲ Ἀμεσίαν ἐβασίλευσεν Ὀζίας ὁ καὶ Ἀζαρίαςυἱὸς αὐτοῦ καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον κυρίου. καὶ εὐοδούμενος ἐπήρθη καὶ ἠθέλησε θυμιᾶσαι τῷ θεῷ αὐτὸς δι' ἑαυτοῦ, ὅπερ μόνοις ἔξεστι τοῖς ἱερεῦσιν· καὶ δὴ θυ μιάσας ἐν τῷ ναῷ εὐθὺς ἐλεπρώθη καὶ οὕτως ἐτελεύτησε βασιλεύσας ἔτη νβʹ. Περὶ οὗ καὶ ὁ Χρυσόστομός φησιν· ὁ οὖν Ὀζίας, ἡνίκα ἴσχυσεν, οὐκ ἤνεγκε τῆς δυναστείας τὸ μέγεθος, ἀλλ' ὥσπερ ἐξ ἀδηφαγίας μὲν γίνεται φλεγμονή, ἐκ δὲ φλεγμονῆς τίκτε ται πυρετός, εἶτα θάνατος ἐκεῖθεν πολλάκις, οὕτω κἀνταῦθα ἀπὸ τῆς τῶν πραγμάτων ὑπερβολῆς ἀπόνοια γέγονεν. ὅπερ γὰρ ἐπὶ τῶν σωμάτων φλεγμονή, τοῦτο καὶ ἐπὶ τῆς ψυχῆς ἀπόνοια. εἶτα ἐξ ἀπονοίας ἐπιθυμία τῶν οὐ προσηκόντων ἐπακολουθεῖν εἴωθεν. οὕτως οὖν λοιπὸν ὑψώθη ἡ καρδία αὐτοῦ, καὶ οὐκ ἔμεινεν ἔνδον ἡ ἀπόνοια οὐδὲ ἀπεσβέσθη, ἀλλ' ἐξώκειλε καὶ πρὸς ἔργον ἐλθοῦσα πονηρὸν πᾶσαν αὐ τοῦ τὴν ἀρετὴν διέφθειρεν. φησὶ γάρ· καὶ ὡς κατίσχυσεν, ὑψώθη ἡ καρδία αὐτοῦ τοῦ καταφθεῖραι, καὶ ἠδίκησεν ἐν 221 κυρίῳ θεῷ αὐτοῦ, καὶ εἰσελθὼν εἰς τὸν ναὸν κυρίου θυ μιᾶσαι ἐπὶ τὸ θυσιαστήριον τοῦ θυμιάματος, εἰσῆλθεν ὀπίσω αὐτοῦ Ζαχαρίας ὁ ἀρχιερεὺς καὶ μετ' αὐτοῦ ἱερεῖς κυρίου πʹ λέγοντες· οὐ σοί ἐστιν, Ὀζία, θυμιᾶσαι τῷ θεῷ, ἀλλὰ τοῖς ἱερεῦσιν, τοῖς υἱοῖς Ἀαρὼν τοῖς ἡγιασμένοις θυμιᾶσαι. ἔξελθε οὖν ἀπὸ τοῦ ἁγιάσματος, ὅτι ἀπέστης ἀπὸ κυρίου, καὶ οὐκ ἔσται σοι τοῦτο εἰς δόξαν παρὰ κυρίου θεοῦ Ἰσ ραήλ. καὶ ἐν τῷ θυμωθῆναι αὐτὸν πρὸς τοὺς ἱερεῖς, καὶ τὸ θυμιατήριον ἐν τῇ χειρὶ αὐτοῦ, ἐξανέτειλεν ἡ λέπρα ἐν τῷ μετώπῳ αὐτοῦ ἐναντίον τῶν ἱερέων ἐν οἴκῳ κυρίου. καὶ κατέσπασαν αὐτὸν ἐκεῖθεν. καὶ γὰρ αὐτὸς ἔσπευσεν ἐξελθεῖν, ὅτι ἤλεγξεν αὐτὸν ὁ κύριος. καὶ ἦν λεπρὸς καθή μενος ἐν τῷ οἴκῳ αὐτοῦ μέχρι τελευτῆς αὐτοῦ, ὅτι ἀπεσχίσθη ἀπὸ οἴκου κυρίου. ἐφ' οὗ σεισμὸς γενόμενος μέγας ἐκεῖσε, καὶ διαρραγέντος ὄρους μεγίστου, κατεκυλίσθη πρὸς τὴν πεδιάδα σταδίους μʹ. [ιδʹ. Περὶ Ἰωάθαν.] Μετὰ δὲ Ὀζίαν ἐβασίλευσεν Ἰωάθαν υἱὸς αὐτοῦ καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον κυρίου καὶ ἐτελεύτησε βασιλεύσας ἔτη ιϛʹ. [ιεʹ. Περὶ Ἄχαζ.] Μετὰ δὲ Ἰωάθαν ἐβασίλευσεν Ἄχαζ υἱὸς αὐτοῦ καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἀπέθανε βασιλεύσας ἔτη ιϛʹ. ὃν καὶ πολεμήσας Φακεὲ βασιλεὺς Ἰσραὴλ ἀνεῖλεν ἄνδρας μὲν αὐτοῦ δυνατοὺς ἐν ἡμέρᾳ μιᾷ χιλιάδας ρʹ, γυ ναῖκας δὲ καὶ παιδία ᾐχμαλώτευσε χιλιάδας τʹ. 222 [ιϛʹ. Περὶ Ἐζεκίου.] Μετὰ δὲ Ἄχαζ ἐβασίλευσεν Ἐζεκίας υἱὸς αὐτοῦ καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον κυρίου καὶ ἐτελεύτησε βασιλεύσας ἔτη κθʹ. ἐφ' οὗ ἦν ὁ Μωσαϊκὸς χαλκοῦς ὄφις, ἔτι γὰρ αὐτὸν Ἰουδαῖοι μετὰ τῶν ἄλλων βδελυγμάτων ἐθυμίων, καὶ ἠφάνισεν αὐτὸν Ἐζεκίας, ὥσπερ δὴ καὶ τὰς βίβλους τοῦ Σολομῶντος τὰς περὶ τῶν παραβολῶν καὶ ᾠδῶν, ἐν αἷς περὶ φυτῶν καὶ παντοίων ζώων φυσιολογίας, ὡς εἴρηται. ἐφ' ὧν χρόνων καὶ Ῥῶμος καὶ Ῥῆμος ἐβασίλευον ἐν Ῥώμῃ, καὶ Σίβυλλα ἡ Ἐρυθραία ἐγνωρίζετο. καὶ Σαλμανασὰρ ὁ τῶν Ἀσσυρίων βασιλεὺς παραλαβὼν τὴν ἐν Σαμαρείᾳ βασι λείαν Ἰσραὴλ τὰς ὑπ' αὐτὴν δέκα φυλὰς ᾐχμαλώτευσεν. κατὰ δὲ Ἐζεκίου ἀνέβη Σεναχειρὶμ ὁ διάδοχος Σαλμανασὰρ καὶ πλεῖστα μεγαλορημονήσας κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ λαοῦ αὐτοῦ, παρεκλήθη ὁ διασκεδάζων βουλὰς ἐθνῶν καὶ ἀθετῶν λογισμοὺς λαῶν καὶ βουλὰς ἀρχόντων καὶ φρονί μους ἀποστρέφων εἰς τὰ ὀπίσω καὶ τὴν βουλὴν αὐτῶν μωραίνων, καὶ ἀποστείλας ἄγγελον ἀνεῖλεν ἐκ τῆς παρεμβο λῆς τῶν Ἀσσυρίων χιλιάδας ρπεʹ. καὶ οὕτω μετ' αἰσχύνης καὶ λύπης ὁ Σεναχειρὶμ ἀναζεύξας εἰς Νινευὴ δεινῶς ἀνῄ ρει τοὺς αἰχμαλωτισθέντας ὑπὸ Σαλμανασὰρ ἀπὸ Σαμαρείας τοῦ Ἰσραήλ. ὃν αὐτίκα θεία δίκη μετελθοῦσα, καὶ ὑπὸ 223 τῶν ἰδίων τέκνων ἀναιρεθέντος, ἐπαύθη τῆς αἰχμαλωσίας ἡ ἄδικος σφαγὴ διὰ τῆς ἐνδίκου ἀναιρέσεως. Ἐξ ἧς αἰχμαλωσίας ὑπῆρχέ τις ἐλεήμων ἄνθρωπος καὶ θεοσεβὴς τοὔνομα Τωβὶτ καὶ πολλὴν ἔχων σπουδὴν εἰς τὸ θάπτειν τοὺς ἀποθνήσκοντας τῶν Ἰουδαίων. περὶ ὧν δια βληθεὶς τῷ βασιλεῖ καὶ φυγὼν ἐκοιμήθη ἔξω τοῦ τείχους. καὶ ὡς εἴωθε πολλάκις γίνεσθαι, κοιμώμενος καὶ τοὺς ὀφθαλμοὺς ἀνεῳγμένους ἔχων, καὶ στρουθίων ἀφοδευσάντων εἰς τοὺς ὀφθαλμοὺς αὐτοῦ, λευκώματα πεποίηκεν. ἦν δὲ καὶ ἐν Ἐκβατάνοις κόρη, συγγενὶς αὐτοῦ, ἥτις ἄνδρας ἑπτὰ λαβοῦσα, καὶ πάντων αὐτῶν ὑπὸ δαίμονος ἀναιρουμένων πρὸ τοῦ γνῶναι ταύτην, ηὔξατο, καὶ ἀπέστειλεν αὐτῇ βοηθὸν ὁ θεὸς τὸν ἄγγελον Ῥαφαήλ. ὁ οὖν Τωβὶτ παραγγείλας τῷ υἱῷ αὐτοῦ Τωβίᾳ μὴ λαβεῖν ἀλλαχόθεν γυναῖκα, εἰ μὴ ἐκ τῆς φυλῆς καὶ τοῦ γένους αὐτοῦ κατὰ τὸν νόμον, δίδωσιν αὐτῷ χειρόγραφον περὶ ταλάντων ιʹ χρυσίου, ἃ καὶ παρέ θετο ἐν τῇ Μηδείᾳ, πρὸς τὸ ἀπελθεῖν καὶ λαβεῖν αὐτὰ διὰ τάχους. τοῦ δὲ παιδὸς ζητοῦντος συνοδοιπόρον ὡς τὴν ὁδὸν ἀγνοοῦντος, εὑρίσκει θεοῦ προνοίᾳ τὸν ἄγγελον Ῥα φαὴλ ὡς ἄνθρωπον ἑστῶτα. ὃν μισθωσάμενος εἰδέναι τὴν ὁδὸν λέγοντα καὶ Ἀζαρίαν ὀνομαζόμενον συνοδεύει τούτῳ. καὶ δὴ ἐλθόντων αὐτῶν εἰς τὸν ποταμὸν Τίγριν, καὶ τοῦ παιδὸς εἰσελθόντος λούσασθαι, καὶ ἰχθύος αὐτῷ μεγάλου ἐπιπηδήσαντος, εἶπεν αὐτῷ ὁ ἄγγελος ἐπιλαβέσθαι τοῦ 224 ἰχθύος καὶ τεμεῖν αὐτοῦ τὴν γαστέρα καὶ λαβεῖν τό τε ἧπαρ καὶ τὴν καρδίαν καὶ τὴν χολὴν καὶ φυλάττειν. τοῦ δὲ πυνθανομένου τὸ χρήσιμον αὐτῶν, τὸ μὲν ἧπαρ, φησίν, καὶ ἡ καρδία θυμιώμενα διώκει δαίμονας, ἡ δὲ χολὴ καθαρίζει λευκώματα. εἶτα ὁ μὲν παῖς λαμβάνει τὴν ἐκ τοῦ γένους αὐτοῦ προλεχθεῖσαν κόρην εἰς γυναῖκα, τῇ συμβουλίᾳ καὶ συνεργίᾳ τοῦ ἀγγέλου διωχθέντος τοῦ δαίμονος ἐν τῷ θυ μιάματι τούτῳ, ὁ δὲ ἄγγελος ὁ καὶ Ἀζαρίας ἀπελθὼν εἰς τὴν Μηδείαν καὶ τὰ ιʹ τάλαντα λαβὼν ὑποστρέφει μετὰ τοῦ παιδὸς καὶ τῆς γυναικὸς αὐτοῦ πρὸς τὸν πατέρα Τωβίτ, οὗ τοὺς ὀφθαλμοὺς ὁ παῖς ἐγχρίσας τῇ χολῇ τοῦ ἰχθύος, καὶ παρευθὺ Τωβὶτ ἀναβλέψας, ἐφανέρωσεν ἑαυτὸν ὁ ἄγγελος, ὅτι οὐκ ἄνθρωπός ἐστιν, ἀλλὰ παρὰ θεοῦ ἄγγελος ἀπεστάλη πρὸς βοήθειαν αὐτοῖς τε καὶ τῇ κόρῃ Σάρρᾳ διὰ τὴν αὐ τῶν εὐσέβειαν, λέγων πρὸς αὐτούς· μυστήριον βασιλέως κρύπτειν καλόν, τὰ δὲ ἔργα κυρίου ἀνυμνεῖν ἐνδόξως ἀγαθόν. Ὅθεν φησὶν ὁ Χρυσόστομος· οὐκοῦν ἀγγέλους ἐγκωμιά ζειν χρή. καὶ γὰρ αὐτοὶ τὸν δημιουργὸν ἀσιγήτως ὑμνοῦν τες ἵλεων αὐτὸν καὶ εὐμενῆ τοῖς ἀνθρώποις παρασκευάζου σιν. ἀγγέλους δέ φημι τοὺς ἡμετέρους συμμάχους, τοὺς κατὰ τῶν ἀντικειμένων δυνάμεων ἐκστρατεύοντας, ὧν ἐστιν ὁ ἀρχάγγελος Μιχαὴλ πρὸς μὲν τὸν διάβολον ὑπὲρ τοῦ Μωσέως σώματος ἀντιτασσόμενος, πρὸς δὲ τὸν ἄρχοντα 225 Περσῶν ὑπὲρ τῆς ἐλευθερίας τοῦ λαοῦ ἀνθιστάμενος. προσ τάγματι γὰρ θεοῦ τὴν πᾶσαν κτίσιν διαλαχόντες καὶ τῶν ἐθνῶν τοῖς κρατίστοις ἐπιστατοῦντες τὸν μέν τινα τοὺς Πέρσας ἐφορᾶν ἐδικαίωσεν, τὸν δὲ Μιχαὴλ τὸν ἐκ περιτο μῆς λαὸν φρουρεῖν ἐκέλευσεν, συστῆναι δὲ τοῖς ἐφόροις ἄμφω διαπληκτισμὸν οὐ κατὰ πάθος ὀργῆς, ἀλλὰ κατὰ θεῖόν τινα καὶ ἀπόρρητον λόγον, τοῦ μὲν δουλεύειν Ἰου δαίους Πέρσαις ἀναγκάζοντος, τοῦ δὲ πρὸς τὴν ἐλευθερίαν ἀνθέλκοντος καὶ συνεχῶς τὰς ἱκεσίας τῷ θεῷ προσάγοντος καὶ λέγοντος· κύριε παντοκράτωρ, ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν Ἱερουσαλὴμ καὶ τὰς πόλεις Ἰούδα, ἃς ὑπερεῖδες τοῦτο ἑβδομηκοστὸν ἔτος; ὃν εἶδεν ἐν τῇ ὁράσει καὶ Δανιὴλ πετό μενον καὶ τὸ πρόσωπον αὐτοῦ ὡς ὅρασις ἀστραπῆς, φησίν, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ὡσεὶ λαμπάδες πυρός, καὶ οἱ βρα χίονες αὐτοῦ καὶ τὰ σκέλη ὡς ὅρασις χαλκοῦ στίλβοντος, καὶ ἡ φωνὴ τῶν λόγων αὐτοῦ ὡς φωνὴ ὄχλου. ὧν ἐστιν ὁ τὴν ὄνον ἀποστρέφων καὶ Βαλαὰμ τῆς ἀτόπου μαντείας εἴργων. ὧν ἐστιν ὁ τὴν μάχαιραν σπασάμενος καὶ τὸν Ἰησοῦν τοῦ Ναυὴ συμπλέκεσθαι τοῖς πολεμίοις διὰ τοῦ σχήματος προτρεπόμενος. ὧν ἐστιν ὁ τὰς ρπεʹ χιλιάδας τῶν Ἀσσυρίων ἐν μιᾷ νυκτὶ πατάξας καὶ τῷ ὕπνῳ τῶν βαρβάρων συνάψας τὸν θάνατον. ὧν ἐστιν ὁ τὸν προφή την Ἀμβακοὺμ ἀερίῳ μετακομίσας πηδήματι, ἵνα τὸν προ φήτην Δανιὴλ ἐν μέσῳ τῶν λεόντων διαθρέψῃ. οὗτοι μὲν οὖν καὶ οἱ τοιοῦτοι κατὰ τῶν ἐχθρῶν ἀριστεύουσιν. ὁποῖος ἦν ὁ θεσπέσιος Ῥαφαὴλ δι' ἑνὸς ἰχθύος ἀνατομῆς δαιμο νιῶσαν κόρην ἰασάμενος καὶ τυφλῷ γέροντι τὸν ἥλιον βλέ 226 πειν τεχνασάμενος. ἆρ' οὖν οὐ μεγίστης ἄξιοι τιμῆς οἱ τὴν ἡμετέραν ζωὴν διαφυλάττοντες; οὐ γὰρ μόνον ἐθνῶν φρουροὶ ἐτάχθησαν ἄγγελοι κατὰ τὸ εἰρημένον· ὅτε διεμέ ριζεν ὁ ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδάμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ, ἀλλὰ καὶ τῶν εὐσεβῶν ἀνθρώπων ἕκαστον ἔλαχεν ἄγγελος. τῆς γὰρ παι δίσκης Ῥόδης ἀπαγγελούσης τοῖς ἀποστόλοις πρὸ τῶν θυ ρῶν ἑστάναι τὸν Πέτρον τὸ Ἡρώδου δεσμωτήριον διαδράντα, ἔλεγον ἀπιστοῦντες· ὁ ἄγγελος αὐτοῦ ἐστιν. ἐπιμαρτυρεῖ δὲ τούτοις καὶ ὁ κύριος φάσκων· ὁρᾶτε, μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων. λέγω γὰρ ὑμῖν, ὅτι οἱ ἄγγελοι αὐτῶν διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. καὶ μέντοι καὶ καθ' ἑκάστην ἐκκλησίαν φύλακας ἀγγέλους ἐπέστησεν ὁ Χριστός, καθὼς ἀποκαλύπτων Ἰωάν νης φησίν· εἰπὲ τῷ ἀγγέλῳ τῆς ἐκκλησίας Σμύρνης· οἶδά σου τὴν πενίαν καὶ τὴν θλίψιν. ἀλλὰ πλούσιος εἶ. καλὸν οὖν ἡμᾶς θησαυρίζειν τὰ ἐπουράνια πτωχοὺς τρέφοντας καὶ ξένους ξενίζοντας καὶ τῆς καλλίστης εὐχῆς μὴ ἀμελεῖν πώ ποτε. ἅπερ θεωροῦντες ἄγγελοι ἐπὶ τὸν δίκαιον κριτὴν καὶ μισθαποδότην ἀναφέρουσιν, ὃς καὶ προστάττει λέγειν αὐτοὺς τῷ ἐργαζομένῳ τὸ ἀγαθόν· αἱ προσευχαί σου καὶ αἱ ἐλεη μοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἔμπροσθεν τοῦ θεοῦ. 227 Εἰκότως οὖν τοὺς ἀγαπῶντας ἡμᾶς ἀγγέλους γεραίρομεν ὡς ὑπὲρ ἡμῶν τῷ δεσπότῃ πρεσβεύοντας. καὶ γὰρ λειτουρ γικὰ πνεύματά εἰσι κατὰ τὸν ἀπόστολον εἰς διακονίαν ἀπο στελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν, οὓς καὶ ὑπερμαχοῦσι καὶ συμμαχοῦσιν, καθὼς καὶ ἀρτίως ἤκου σας τοῦ Δανιήλ, πῶς εἰσφέρει τὸν ἀρχάγγελον Μιχαὴλ τῷ Περσῶν ἐφόρῳ διαπληκτιζόμενον ὑπὲρ τῆς ἡμῶν ἐλευθερίας. ὁ μὲν γὰρ τὸν λαὸν δουλεύειν τοῖς Πέρσαις ἠνάγκαζεν, ὡς εἴρηται, ὁ δὲ λῦσαι τῆς αἰχμαλωσίας ἐσπούδαζεν. καὶ νικᾷ Μιχαὴλ τὸν ἀντίπαλον, καὶ τὸν Εὐφράτην Ἰουδαῖοι περάσαντες τὴν πατρῴαν πάλιν ἑστίαν ἀπέλαβον καὶ τὴν πόλιν καὶ τὸν ναὸν ᾠκοδόμησαν. Ὁμοίως δὲ καὶ ὁ μέγας Ἐπιφάνιος ἔφη· ἑκάστῳ ἔθνει ἄγγελον ἐφεστάναι φησὶν ἡ γραφή. ὁ γὰρ τῷ Δανιὴλ προσ διαλεγόμενος ἄγγελος καὶ ἄρχοντα Περσῶν εἴρηκε καὶ ἄρχοντα Ἑλλήνων καὶ τὸν Μιχαὴλ ἄρχοντα τῶν Ἰουδαίων. λέγει δὲ καὶ Μωϋσῆς· ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ. διὸ καὶ Ἰωάννης ἐν τῇ ἀποκαλύψει φάσκει· λῦσον τοὺς δʹ ἀγγέλους τοὺς ἐπὶ τοῦ Εὐφράτου, ἐφισταμένους δηλονότι καὶ ἐπεχομένους ἐπιτρέπειν ἔθνεσιν εἰς πόλεμον ἕως καιροῦ μακροθυμίας κυρίου, καὶ προστάξει δι' αὐτῶν ἐκδικίαν γί νεσθαι τῶν ἁγίων αὐτοῦ. κρατοῦνται γὰρ οἱ ἐπιτεταγμένοι ἄγγελοι ὑπὸ τοῦ πνεύματος μὴ ἔχοντες καιρὸν ἐπιδρομῆς 228 διὰ τὸ μηδέπω λύειν αὐτοῖς τὴν δίκην τοῦ τὰ λοιπὰ ἔθνη λύεσθαι τῆς εἰς τοὺς ἁγίους ὕβρεως εἵνεκα. λύονται γὰρ οἱ τοιοῦτοι καὶ ἐπέρχονται τῇ γῇ, καθώς φησιν Ἰωάννης καὶ οἱ προφῆται, καὶ κινούμενοι κινοῦσιν εἰς ὁρμὴν ἐκδι κίας τὰ ἔθνη. Καὶ μέντοι γε καὶ ὁ θεσπέσιος Νικηφόρος Κωνσταντι νουπόλεως εἶπεν· ἴσμεν δὲ καὶ πιστεύομεν τὰς πρὸς θεὸν δοξολογίας ἡμῶν διὰ τῶν ἁγίων ἀγγέλων προσάγεσθαι, εἴπερ ἐστὶν ἀληθὲς τό· οἱ ἄγγελοι αὐτῶν διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. τί πράτ τοντες ἢ τί λέγοντες, ἢ πάντως γε τὰς αἰτήσεις ἡμῶν εἰς τὰ ὦτα κυρίου Σαβαὼθ εἰσάγοντες ἵλεων ἡμῖν αὐτὸν ἐπὶ τοῖς πεπραγμένοις παρασκευάζουσιν; Ὅθεν δὴ λοιπὸν εἰκότως εἰς τιμὴν αὐτῶν καὶ ναοὺς ἐγείρομεν καὶ πνευματικῶς ἑορτάζοντες δοξολογοῦμεν θεὸν τὸν δοξάσαντα αὐτούς τε καὶ τοὺς ἁγίους πάντας, ὧν τὴν τάξιν γέ τοι καὶ στάσιν ἅμα καὶ τὴν ὑπεροχὴν τοῦ θείου φωτισμοῦ καὶ ὅπως οἱ ὑπερέχοντες τοῖς ὑποβεβηκόσι μετα διδόασι τοῦ τε φωτισμοῦ καὶ τῆς γνώσεως παρὰ τοῦ χριστο φόρου μυηθεὶς ὁ μέγας καὶ ἀποστολικὸς Διονύσιος οὕτως ἔφη· πάσας ἡ θεολογία τὰς οὐρανίους δυνάμεις ἐννέα κέ κληκεν ἐκφαντορικαῖς ἐπωνυμίαις καὶ εἰς τρεῖς ἀφορίζει τριαδικὰς διακοσμήσεις. καὶ πρώτην μὲν εἶναί φησι τὴν 229 περὶ θεοῦ οὐσίαν ἀεὶ καὶ προσεχῶς αὐτῇ καὶ πρὸ τῶν ἄλλων ἀμέσως ἡνῶσθαι παραδεδομένην. τούς τε γὰρ ἁγιω τάτους θρόνους καὶ τὰ πολυόμματα καὶ πολύπτερα Χερου βὶμ Ἑβραίων φωνῇ καὶ Σεραφὶμ ὠνομασμένα κατὰ τὴν πάντων ὑπερκειμένην ἐγγύτητα περὶ θεὸν ἀμέσως ἱδρύεσθαί φησι παραδιδόναι τὴν τῶν ἱερῶν λογίων ἐκφαντορίαν. τὸν τριαδικὸν οὖν τοῦτον διάκοσμον ὡς ἕνα καὶ ὁμοταγῆ καὶ ὄντως πρώτην ἱεραρχίαν ὁ κλεινὸς ἡμῶν ἔφη καθηγεμών, ἧς οὐκ ἔστιν ἑτέρα θεοειδεστέρα καὶ πρωτουργοῖς τῆς θε αρχίας ἐλλάμψεσιν ἀμέσως προσεχεστέρα, δευτέραν δὲ εἶναι τὴν τῶν ἐξουσιῶν καὶ κυριοτήτων καὶ δυνάμεων συμπληρου μένην καὶ τρίτην ἐπ' ἐσχάτῳ τῶν οὐρανίων ἱεραρχιῶν τὴν τῶν ἀρχῶν καὶ ἀρχαγγέλων καὶ ἀγγέλων διακόσμησιν. Ἰστέον τοίνυν ὡς οὐκ ἄλλου τινὸς ἀγγέλου προσηγορίαν ἐδήλωσεν ἡ γραφὴ παντελῶς ἢ μόνον τῶν τριῶν τούτων, Γαβριὴλ καὶ Μιχαήλ τε καὶ Ῥαφαήλ. οὐκοῦν ἐματαιώθησαν ἐκ διαμέτρου καὶ πεπλάνηνται λίαν οἱ πλαστολογοῦντες καὶ παρεισφέροντες ἑτέρας ὀνομασίας ἀγγέλων ἐπ' ὀλέθρῳ τῆς ἑαυτῶν ἀνοσίας καὶ παναθλίας ψυχῆς καὶ ἐπὶ καταστροφῇ τῶν ἀκουόντων καὶ πειθομένων τῇ θεοστυγεῖ πλάνῃ τῶν δυσωνύμων καὶ πλαστωνύμων. ἀμέλει γέ τοι εἰ καὶ τοιοῦ τοί εἰσι καὶ τηλικαύτης δόξης ἐκ τῆς θείας προσεδρείας ἠξιώθησαν, ἀλλ' οὐδὲν τῶν μελλόντων ἴσασιν, πρὶν ἂν τύ χωσι θείας ἀποκαλύψεως παρὰ τοῦ πάντα προγινώσκοντος φύσει καὶ προλέγοντος θεοῦ καὶ διαρρήδην εὖ μάλα φά 230 σκοντος· οὐκ ἔστιν ὁ ἀναγγέλλων τὰ ἐπερχόμενα πλὴν ἐμοῦ. καὶ τοῦτο δηλῶν ὁ ἀρχάγγελος ἔφη· κύριε παντοκράτωρ, ἕως τίνος οὐ μὴ ἐλεήσῃς τὴν Ἱερουσαλὴμ καὶ τὰς πόλεις Ἰούδα, ἃς ὑπερεῖδες; ὡς ἀγνοῶν δήπουθεν τῆς ἐλευθερίας τὸν χρόνον ἔφασκε ταῦτα. καὶ ἀλλοίως οὐκ ἔστιν. καὶ δὴ καὶ περὶ τῆς ἐσχάτης ἡμέρας καὶ συντελείας ἐναργῶς ὑπεμ φαίνων ὁ κύριος τὴν τούτων ἄγνοιαν ἔλεγεν· οὐδὲ οἱ ἄγγε λοι γινώσκουσιν. κἀντεῦθεν λοιπὸν οὐδὲ τὸ μυστήριον τῆς ἐνσάρκου θείας οἰκονομίας ᾔδεσαν τὸ ἀποκεκρυμμένον ἐν τῷ θεῷ μόνῳ, ἐν ᾧ οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώ σεως ἀπόκρυφοι. τίς γὰρ ἔγνω νοῦν κυρίου, φησίν, ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο; μετὰ δέ γε τῆς σωτηριώδους ἐνανθρωπήσεως ἐγνωρίσθη κατὰ τὸν αὐτὸν ἀπόστολον ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις διὰ τῆς ἐκκλησίας ἡ πολυποίκιλος τοῦ θεοῦ σοφία. μόνος γάρ ἐστι φύσει σοφὸς καὶ προφή της καὶ προγνώστης ἅμα καὶ τὸν νοῦν τῶν ἀνθρώπων ἀκριβῶς ἐπιστάμενος ὡς καρδιογνώστης. τὰ δὲ αὐτοῦ οὐ δεὶς ἔγνω, εἰ μὴ τὸ πνεῦμα αὐτοῦ. διό φησιν ὁ Δαυίδ· σὺ συνῆκας τοὺς διαλογισμούς μου ἀπὸ μακρόθεν. παρα κύψας γοῦν ὥσπερ ὁ τὸν Χριστὸν ἔχων ἐν ἑαυτῷ λαλοῦντα Παῦλος εἰς τὸ ἀκατάληπτόν τε καὶ ἀχανὲς πέλαγος τῶν 231 ἀδήλων τοῦ θεοῦ καὶ ἀπορρήτων κριμάτων καὶ μυστηρίων καὶ ὑπερεκπλαγεὶς σφόδρα καὶ λίαν ἰλιγγιάσας ἐξεβόησε τὴν ἀοίδιμον ἐκείνην φωνὴν λέγων· ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ. ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. καὶ μάλα εἰκότως· ἀνέκφραστα γάρ εἰσι πάντα καὶ ἀδιάγνωστα πάσῃ κτίσει τὰ τοῦ θεοῦ καὶ αὐτῷ μόνῳ ἐγνωσμένα. καὶ τί λέγω τὰ τοῦ θεοῦ; οὐδὲ γὰρ τὰ τοῦ ἀνθρώπου τις οἶδεν, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου. εἰ γὰρ μόνος ὁ θεὸς καρδιογνώστης καὶ διϊκνούμενος ἄχρι μερισμοῦ ψυχῆς καὶ πνεύματος, ἁρ μῶν τε καὶ μυελῶν, καὶ κριτικὸς ἐνθυμήσεων καὶ ἐννοιῶν, εὔδηλον ὡς οὐδὲ νοῦν ἀνθρώπου καὶ βούλημα καὶ ἐνθύ μιον κεκρυμμένον ἄγγελος οἶδεν, μήτι γε θεοῦ μυστήριον ἀπόκρυφον καὶ μὴ σαφῶς ὑπ' αὐτοῦ καὶ ἐξ αὐτοῦ δεδηλω μένον οἰκονομικῶς πρὸς τὸ συμφέρον. ὅθεν τοίνυν ἄδηλον ἐποίησε τὴν ἔνσαρκον οἰκονομίαν καὶ τοὺς πολλοὺς κρύπτων διὰ τῆς ἀσαφείας καὶ λανθάνων μέχρι πολλοῦ. καὶ τί λέγω τοὺς πολλούς; ὅπου γε οὐδ' αὐτὴ ἡ κυοφοροῦσα παρθένος