Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon
Georgius HamartolusChro 232 · pg-scrape-grcMore by Georgius Hamartolus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-hamartolus" aria-label="More works by Georgius Hamartolus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
232.1.1
ᾔδει τοῦ μυστηρίου τὸ ἀπόρρητον, οὐ μὴν δὲ ἀλλὰ καὶ αὐ τὸν τὸν διάβολον ἐλάνθανεν. εἰ γὰρ καὶ τὰς προφητείας τὰς περὶ τούτου ἤκουεν, ἀλλὰ τὸν τρόπον ἠγνόει. οὐδὲ γὰρ ἄν, εἴπερ ᾔδει, ἠρώτα αὐτὸν μετὰ τοσοῦτον χρόνον λέγων· εἰ υἱὸς εἶ τοῦ θεοῦ, καὶ ἅπαξ καὶ δὶς καὶ τρίτον τοῦτο. Ὁ δέ γε Μαροδὰχ ὁ καὶ διάδοχος Σεναχειρὶμ θεασά μενος τὴν ὑποστροφὴν τοῦ ἡλίου ἐπὶ τῇ ῥώσει Ἐζεκίου· πάσῃ γὰρ τῇ οἰκουμένῃ γέγονεν ἡ ἀναστροφὴ τοῦ ἡλίου γνώριμος· οὗ δὴ χάριν καὶ οὗτος ὁ τῶν Βαβυλωνίων βασι λεὺς καὶ τὸν ὄλεθρον τοῦ πρὸ αὐτοῦ βασιλέως ἐγνωκὼς καὶ τὰ κατὰ τὸν ἥλιον παραδόξως γεγενημένα μεμαθηκὼς διὰ τὴν τοῦ Ἐζεκίου εὐσέβειαν πρέσβεις εἰρήνης αὐτῷ καὶ δῶρα ἀπέστειλεν. ὅτι γὰρ διὰ τὸ ἀναστρέψαι τὸν ἥλιον ἀναβαθμοὺς ιεʹ πρὸς αὐτὸν ἀπέστειλεν ὁ βασιλεὺς Βαβυ λῶνος, φησὶ πάλιν ἡ ἱστορία· καὶ εὐοδώθη Ἐζεκίας ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ, καὶ οὕτως ἐν τοῖς πρεσβευταῖς Βαβυλῶ νος τοῖς ἀποσταλεῖσι πρὸς αὐτὸν πυθέσθαι παρ' αὐτοῦ τὸ τέρας, ὃ γέγονεν ἐπὶ τῆς γῆς. καὶ ἐγκατέλιπεν αὐτὸν κύ ριος τοῦ πειράσαι αὐτὸν εἰδέναι τὰ ἐν τῇ καρδίᾳ αὐτοῦ. δείξας γὰρ τοῖς πρεσβευταῖς ὅλον τὸν οἶκον αὐτοῦ καὶ τοὺς θησαυρούς, εἶπεν Ἡσαΐας πρὸς αὐτὸν ἐν λόγῳ κυρίου· ἀνθ' 233 ὧν ἔδειξας αὐτοῖς πάντα, ἰδοὺ ἡμέραι ἔρχονται, καὶ ληφθή σονται τὰ ἐν τῷ οἴκῳ σου πάντα, καὶ ὅσα ἐθησαύρισαν οἱ πατέρες σου ἀπενεχθήσονται εἰς Βαβυλῶνα, καὶ ἐκ τῶν υἱῶν σου λήψονται καὶ ἔσονται σπάδοντες τοῦ βασιλέως Βαβυλῶ νος. δεῖ τοίνυν καὶ χαρᾶς καὶ λύπης ὑψηλότερον εἶναι καὶ μετρίως καὶ ἐπιστημόνως τῆς ἑκατέρας φέρειν τὴν ἔφοδον. καὶ γὰρ αὐτὸς Ἐζεκίας, ἡνίκα εἶδε τρόπαιον κατὰ Περσῶν ἐγειρόμενον καὶ θαύματος κρεῖττον καὶ πάσης ἀνθρωπίνης ῥώμης καὶ ἐλπίδος ὑπέρτερον, καὶ λίαν ὑπὸ τῆς χαρᾶς φυ σηθεὶς καὶ μεῖζον ἢ κατὰ ἄνθρωπον φρονήσας, τότε δὴ τότε νόσῳ βάλλεται, ἵνα τὰ σκιρτήματα τῆς ψυχῆς χαλινοῦ ἀξιω θέντα μὴ ἔξω τοῦ δέοντος αὐτὸν ἀναγκάσωσι παριππεῦσαι καὶ τὴν τῆς νίκης ὑπόθεσιν ἀλαζονείας διαδέξεται πόλεμος. ὅπερ καὶ πέπονθε μικρὸν ὕστερον. περιχαρὴς γὰρ μάλα γενόμενος ἐπὶ τῇ παρὰ προσδοκίαν εὐρωστίᾳ καὶ ἐπὶ τῇ τῶν πρεσβευτῶν παρουσίᾳ τοσοῦτον, ὡς καὶ τοὺς θησαυροὺς κυρίου ἐκ πολλῆς μεγαλοφροσύνης θριαμβεῦσαι, δέχεται τὸ ῥηθὲν εἰκότως ἐπιτίμιον. ὅθεν φησίν· καὶ οὐ κατὰ τὸ ἀντ απόδομα, ὃ ἀνταπέδωκεν αὐτῷ κύριος, ἀνταπέδωκεν Ἐζεκίας, ἀλλ' ὑψώθη ἡ καρδία αὐτοῦ (ἐπιλαθόμενος τοῦ πατρὸς αὐτοῦ Δαυὶδ φάσκοντος· κύριε, οὐχ ὑψώθη ἡ καρδία μου, δηλαδὴ πρότερον· ἀλλ' ὕστερον ὑψωθεὶς ἐταπεινώθην καὶ ἐξηπορή θην. ἀλλ' ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου) καὶ ἐγένετο ἐπ' αὐτὸν ὀργὴ καὶ ἐπὶ Ἰούδαν καὶ ἐπὶ Ἱερουσαλήμ, καὶ ἐταπεινώθη Ἐζεκίας ἀπὸ τοῦ 234 ὕψους τῆς καρδίας αὐτοῦ καὶ οἱ κατοικοῦντες Ἱερουσαλήμ. ἀμέλει γέ τοι καὶ Σεναχειρίμ, ἐπειδὴ μείζονα δυνάμεως ἀν θρωπίνης ἠπείλησε τῷ Ἐζεκίᾳ, τούτου χάριν ἔγνω τῆς οἰκείας ἀσθενείας τὴν οὐθενότητα. ὁ γὰρ ἐξ ἐπιδρομῆς καὶ αὐτο βοῆς προσδοκήσας ἑλεῖν τὴν Ἱερουσαλὴμ πᾶσαν τὴν στρατείαν σχεδὸν ἄνευ πολέμου καὶ μάχης ἀποβαλὼν ἀγαθὸν ἡγήσατο διασωθῆναι μόνος καὶ διαφυγὼν οἴκαδε ὑπὸ τῶν οἰκείων ἀνῃρέθη, ὅπως καὶ τὴν οἰκείαν ἀσθένειαν γνοίη καὶ μὴ διαδράσῃ τὴν δίκην. οὕτω γε μὴν καὶ Ναβουχοδονόσωρ, ὁπόταν ἐπέκεινα τῆς ἀνθρωπίνης φύσεως καὶ φρονήσας καὶ πράξας ἐφωράθη, τότε τῆς τῶν ἀνθρώπων μὲν ἐξηλάθη συνουσίας τε καὶ τιμῆς, τοῖς δὲ θηρίοις συνέστιος καὶ σύν οικος γέγονεν· ἡνίκα δὲ τὴν προσήκουσαν ἔσχε περὶ θεοῦ δόξαν, τότε καὶ τὴν οἰκείαν δόξαν ἀπέλαβε καὶ τῆς ἀνθρω πίνης φύσεως τὰ μέτρα διέγνωκεν. τῆς γὰρ συμφορᾶς ἦν ὅρος ἡ τοῦ κρείττονος ἐπίγνωσις. ὅτι δὲ ἀπὸ χαρᾶς αἴρον ται πάντως αἱ ψυχαί, ἔδειξαν Ἰουδαῖοι. ὅτε γὰρ ἀπηλλά γησαν τῶν Αἰγυπτίων καὶ εἶδον τὸν βυθὸν τάφον αὐτῶν γεγενημένον, τότε εἰς εἰδωλολατρείαν ἐτράπησαν καὶ τὴν θάλασσαν διαβάντες ἀκινδύνως εἰς τὴν γῆν ἐναυάγησαν. ὅθεν ὁ Θηβαίων στρατηγὸς Ἐπαμινώνδας ἄριστα συνιδὼν 235 Λακεδαιμονίους νικήσας τῇ ἑξῆς ὤφθη τοῖς φίλοις κατη φὴς καὶ στυγνός. τῶν δὲ ἐρωτησάντων, μή τι λυπηρὸν συνέβη, ἀπεκρίνατο· οὐχί, φησίν, ἀλλὰ χθὲς ᾐσθόμην ἐμαυ τὸν μεῖζον ἢ καλῶς ἔχειν φρονήσαντα. διὸ σήμερον κολάζω τὴν ἀμετρίαν τῆς χαρᾶς καὶ νίκης ἑκουσίως, μήπως ἐκ ταύτης εἰς λύπην καὶ ἧτταν ἀκούσιον καταντήσω. καὶ γὰρ πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. [ιζʹ. Περὶ Μανασσῆ.] Μετὰ δὲ Ἐζεκίαν ἐβασίλευσε Μανασσῆς υἱὸς αὐτοῦ καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἀπέθανε βασιλεύσας ἔτη νεʹ. ὃς παρανομώτατος ὑπὲρ πάντας τοὺς ἔμπροσθεν αὐτοῦ γενόμενος ἐπὶ εἰδωλομανίᾳ τε καὶ αἱματεκχυσίᾳ καὶ τὸν μέγαν Ἡσαΐαν πρίσας καὶ τὴν Ἱερουσαλὴμ αἱμάτων ἀθῴων πληρώσας οὐχ ἧττον εἰδωλολάτρησε τῶν Ἀμορραίων. καὶ μέντοι καὶ τὸν οἶκον κυρίου καταμολύνας καὶ τετρα πρόσωπον εἴδωλον τοῦ Διὸς ἐν αὐτῷ στήσας οὐ διέλειπεν οἰωνιζόμενος καὶ φαρμακεύων καὶ αἰσχρουργῶν καὶ πᾶν εἶδος κακίας μεθ' ὑπερβολῆς διαπραττόμενος. διὸ καὶ κατὰ θείαν ὀργὴν συλληφθεὶς ὑπὸ Μαροδὰχ βασιλέως Ἀσσυρίων δέσμιος εἰς Νινευὴ τὴν πόλιν αἰχμάλωτος ἀπήχθη. περὶ οὗ φησι καὶ Ἰώσηπος, ὅτι συλληφθεὶς ὑπὸ τοῦ βασιλέως Ἀσσυρίων, καὶ χαλκοῖς δεσμοῖς αὐτὸν ὑποβαλὼν αἰχμάλωτον 236 ἀπήγαγεν. καὶ συνιεὶς ἐπὶ τοῖς πλημμελήμασιν ἀξίαν εἰ

Intertext edge

Open linked passage

Note