Chronicon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-hamartolus" aria-label="More works by Georgius Hamartolus">
—
⋯
Original / primary: Pg Scrape Grc
236.1.1
ληφέναι τὴν τιμωρίαν καὶ δι' εἰλικρινοῦς μετανοίας δεηθεὶς τοῦ θεοῦ, παραχρῆμα τὸν βασιλέα ὁ θεὸς ἠγάθυνε καὶ εἰς Ἱερουσαλὴμ αὐτὸν ἐξέπεμψεν. ὁ δὲ ἐπανελθὼν πᾶσαν μὲν εἰδωλικὴν κατέστρεψε σκηνήν, τὸ δὲ ἱερὸν τοῦ θεοῦ ἥγνισε καὶ τὸν νόμον ἐφύλαξε καὶ εὐσεβῶς ἐβίωσεν. Ὡσαύτως δὲ καὶ ἐν ταῖς τῶν ἀποστόλων διατάξεσιν οὕτω γέγραπται· Μανασσῆς οὖν υἱὸς Ἐζεκίου ποιήσας τὸ πονηρὸν ἐνώπιον κυρίου ὑπὲρ πάντας τοὺς ἔμπροσθεν αὐ τοῦ, καθώς φησιν ἡ γραφή, ἐπήγαγε κύριος ἐπ' αὐτὸν τοὺς ἄρχοντας τῆς δυνάμεως τοῦ βασιλέως Ἀσσούρ, καὶ δή σαντες αὐτὸν ἐν πέδαις χαλκαῖς ἀπήγαγον εἰς Βαβυλῶνα, καὶ ἦν δεδεμένος καὶ σεσιδηρωμένος ὅλος ἐν οἴκῳ φυλα κῆς, καὶ ἐδίδετο αὐτῷ ἐκ πιτύρων ἄρτος βραχὺς καὶ ὕδωρ ὀλίγον σὺν ὄξει ἐν μέτρῳ πρὸς τὸ ζῆν αὐτὸν καὶ μόνον. συνεχόμενος δὲ σφόδρα καὶ ὀδυνώμενος ἐζήτησε τὸ πρόσω πον κυρίου τοῦ θεοῦ καὶ προσηύξατο λέγων· κύριε παντο κράτωρ, ὁ θεὸς τῶν πατέρων ἡμῶν τοῦ Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ τὰ ἑξῆς. καὶ ἐπακούσας ὁ θεὸς τῆς φωνῆς αὐτοῦ καὶ διαλύσας τὰ δεσμὰ αὐτοῦ ἐπέστρεψεν αὐτὸν εἰς Ἱερουσαλὴμ ἐπὶ τὴν βασιλείαν αὐτοῦ. καὶ λατρεύσας κυρίῳ τῷ θεῷ μόνῳ ἐξ ὅλης καρδίας ἐλογίσθη δίκαιος. ὢ φιλαν θρωπίας θεοῦ. ὅτι μείζων εἰδωλολατρείας οὐκ ἔστιν ἁμαρ 237 τία, εἰς θεὸν γάρ ἐστιν ἡ δυσσέβεια· ἀλλ' ὅμως καὶ αὐτὴ διὰ γνησίας καὶ ὁλοψύχου μετανοίας συγκεχώρηται. Καὶ γὰρ ὄντως ἄξιον θαυμάσαι τὴν τοῦ θεοῦ φιλαν θρωπίαν, πῶς τὸν τοσαῦτα καὶ τηλικαῦτα πεπλημμεληκότα χρόνοις τοσούτοις ἐν μιᾷ καιροῦ ῥοπῇ συγγνώμης ἠξίωσεν. ὅτι γὰρ πᾶν εἶδος ἐπῆλθε κακίας, ἄκουσον, τί φησιν ἡ θεία γραφή· καὶ ᾠκοδόμησε Μανασσῆς τὰ ὑψηλά, ἃ κατέστρε ψεν Ἐζεκίας ὁ πατὴρ αὐτοῦ, καὶ ἀνέστησε θυσιαστήριον τῇ Βάαλ καὶ ἐποίησεν ἄλση, καθὼς ἐποίησεν Ἀχαὰβ ὁ βασιλεὺς Ἰσραήλ, καὶ προσεκύνησε πάσῃ τῇ στρατιᾷ τοῦ οὐρανοῦ καὶ ἐδούλευσεν αὐτοῖς, καὶ ἐποίησεν ἐγγαστριμύθους καὶ γνώστας ἐπλήθυνε καὶ ἐκληδονίζετο καὶ οἰωνίζετο. στρατιὰν μὲν οὐρανοῦ λέγει τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας, κληδονισμὸν δὲ τὰς διὰ τῶν λόγων παρατηρήσεις, οἰωνισμὸν δὲ τὰς διὰ τῶν πτηνῶν περιεργίας, γνώστας δὲ τοὺς δι' ἥπατος ἢ ἄλλως πως μαντευομένους καὶ προφητεύοντας δαιμονίως. περὶ ὧν εἶπεν ὁ θεὸς πρὸς Ἱερεμίαν· ὁράσεις ψευδεῖς καὶ μαντείας οἰωνίσματα καὶ προαιρέσεις καρδίας αὐτῶν αὐτοὶ προφητεύουσιν. Τῶν γὰρ προφητειῶν, ὥς φησιν ὁ μέγας Χρυσόστομος, ἡ μέν ἐστι πνευματική, ἡ δὲ διαβολική (λέγονται γὰρ καὶ 238 παρ' ἐκείνοις ὁμωνύμως προφητεῖαι), ἡ δὲ μέση τούτων φυσική τις ἢ τεχνική, ἡ δὲ κοινὴ καὶ δημώδης. τῆς μὲν οὖν πνευματικῆς προηγουμένως μὲν τοῖς ἁγίοις μέτεστιν, δι' οἰκονομίαν δὲ καὶ τοῖς μὴ τοιούτοις ὡς τῷ Φαραῷ καὶ Βαλαὰμ καὶ Ναβουχοδονόσωρ καὶ Καϊάφᾳ. τῆς δὲ διαβολικῆς τοῖς τούτου μόνον θεραπευταῖς· αὐτοῦ γὰρ οἱ ἀλευρομάντεις καὶ κριθομάντεις καὶ ἡ διὰ τῶν μορίων μαντευομένη Πυθία καὶ ἡ διὰ δρυός, ἡ Δωδωνὶς ἱέρεια, καὶ μέντοι καὶ ἡ διὰ σπλάγχνων καὶ πτήσεως ὀρνέων καὶ κλαγγῶν συμβόλων τε καὶ πταρμῶν καὶ κληδόνων καὶ βροντῆς μυῶν τε καὶ γαλῆς καὶ τρισμῶν ξύλων καὶ ὤτων ἤχου καὶ παλμῶν σώματος καὶ δι' ὀνομάτων νεκρῶν τε καὶ ἄστρων καὶ ὑδάτων καὶ μυρίων τοι ούτων. ἡ γὰρ δι' ὀνείρων καὶ παρ' ἡμῖν διὰ κατοχῆς μὲν καὶ αὕτη, ἡ δὲ πρόγνωσις αὐτοῖς οὐ δι' ἀρετῆς ὡς ἡμῖν, ἀλλὰ διά τινος κακοτεχνίας. καὶ ὁ μὲν θεὸς προλέγων καὶ τὴν λύσιν ὑποτίθεται, καὶ τὸ πέρας μετὰ πάσης ἀκριβείας γί νεται, ἐκεῖνοι δὲ κατὰ συμβεβηκὸς ἔν τισιν ἀληθεύσαντες ἐν τοῖς πλείστοις διήμαρτον. καὶ τοιαύτη μὲν ἥ τε θεία καὶ ἡ διαβολικὴ προφητεία. φυσικὴ δὲ ἡ τῶν ἀλόγων. χελι δόνες γὰρ καὶ γέρανοι καὶ μύρμηκες ἐπιόντος χειμῶνος αἰσθάνονται ἐχῖνοί τε καὶ ἀλκυόνες φύσει τοῦτο κτησά 239 μενοι. ἡ δὲ τεχνικὴ προφητεία παρὰ ἰατροῖς καὶ συμβού λοις καὶ κυβερνήταις· οἱ μὲν γὰρ ἀρρωστίας καὶ τὰς λύσεις τούτων προλέγουσιν, οἱ δὲ πνευμάτων μεταβολάς, οἱ δὲ τοῦ μέλλοντος συνέσει καταστοχαζόμενοι. ἡ δὲ κοινὴ καὶ δη μώδης τοῦ μέλλοντος γνῶσις, οἷον ὅτι μετὰ μῆνας τρεῖς ὁ χειμὼν γίνεται· πάντες γὰρ ἔχουσι τὰς ἐκ περιόδων προρρή σεις. οὐδὲν οὖν μέγα καὶ δαίμονας πρόγνωσιν ἔχειν, ὅπου γε καὶ μύρμηκες ἔχουσιν, καὶ δεινοὶ ἄνθρωποι τοῦ μέλλον τος καταστοχασταί εἰσιν, ἀλλ' οὐχ ὡς πάντως ἢ πάντα εἰδέναι, ἐπεὶ καὶ ὁ διάβολος προεφήτευσεν· τοῦ γινώσκειν καλὸν καὶ πονηρόν, καὶ ἐγένετο. καὶ πάλιν ὁ Βαλαὰμ προεῖπεν ὅτι· πόρνας στῆσον, καὶ προδοθήσεται δι' αὐτὰς ὁ Ἰσραήλ, καὶ ἐγένετο οὕτως. ὅπερ στοχασμός ἐστι μᾶλλον ἢ πρόρρησις, μηδὲν παράδοξον αἱ τοιαῦται προφητεῖαι ἔχουσαι. [ιηʹ. Περὶ Ἀμώς.] Μετὰ δὲ Μανασσῆν ἐβασίλευσεν Ἀμὼς υἱὸς αὐτοῦ καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἐσφάγη ἐν τῷ οἴκῳ αὐτοῦ βασιλεύσας ἔτη βʹ. Ἄξιον τοίνυν ἐπαπορῆσαι τί δήποτε τὸν μὲν Ναβουχο δονόσωρ καὶ τὸν Μανασσῆν ὁ θεὸς παιδεύσας εἰς τὴν βασι λείαν αὐτοὺς ἐπανήγαγε πάλιν, τὸν δὲ Βαλτάσαρ καὶ τὸν Ἀμὼς αὐτίκα τῆς βασιλείας καὶ τῆς ζωῆς αἰσχίστως καὶ 240 ἀσυγγνώστως ἀπεστέρησεν. ἀλλ' εὔδηλον. τὴν μὲν πατρι κὴν ἀσέβειαν καὶ κακουργίαν ἐπειδὴ ἐμιμήσαντο μηδὲν ἐκ τῆς ἐκείνων παιδείας καὶ τιμωρίας πάμπαν σωφρονισθέντες, τὴν δὲ μετάνοιαν αὐτῶν καὶ ἐπιστροφὴν οὐκ ἐζήλωσαν, εἰ κότως ὁ δίκαιος κριτὴς ἐπ' ἐκείνους μὲν ῥητῷ χρόνῳ τὴν τιμωρίαν περιώρισεν, τούτους δὲ οὐδεμιᾶς ἠξίωσε συγγνώ μης, ἄλλως τε δὲ καὶ πάντα προορῶν ὁ θεὸς τὰ ἐσόμενα καὶ γινώσκων ἑκάστου καὶ τὸν τρόπον καὶ τὴν γνώμην καὶ ἐτάζων καρδίας καὶ νεφροὺς καὶ συνιῶν εἰς πάντα τὰ ἔργα ἡμῶν, διὰ τοῦτο πάντως ἐκείνων μὲν προειδὼς τὴν μετα μέλειαν οὕτω τὰ κατ' αὐτοὺς ᾠκονόμησεν, τούτων δὲ προ βλέπων τὴν μέχρι τέλους ἀσέβειαν τῷ θανάτῳ καταλύει τῆς κακουργίας καὶ σκληροκαρδίας τε καὶ δυστροπίας τὴν αὔξησιν. Ὅπερ οὖν καὶ ἐν ταῖς ἀποστολικαῖς διατάξεσιν ὑπεμφαί νων ὁ θεῖος λόγος οὕτω φησίν· ἐὰν δέ τις ἐκ παρατάξεως ἁμαρτάνῃ πειράζων τὸν θεὸν ὡς μὴ ἐπεξιόντα τοῖς πονη ροῖς, ὁ τοιοῦτος ἄφεσιν οὐχ ἕξει, κἂν λέγει παρ' ἑαυτῷ· ὅσιά μοι γένοιτο ὅτι πορεύσομαι ἐν τῇ ἀναστροφῇ τῆς πο νηρᾶς μου καρδίας, καὶ τότε μετανοήσω. τοιοῦτος γὰρ ἐγένετο καὶ Ἀμὼς ὁ τοῦ Μανασσῆ υἱός. φησὶ γάρ· καὶ παρελογίσατο Ἀμὼς λογισμὸν πονηρὸν καὶ εἶπεν· ὁ πατήρ 241 μου πολλὰ ἐκ νεότητος παρηνόμησε καὶ ἐν γήρει μετενόησεν. καὶ νῦν ἐγὼ πορεύσομαι καθὼς ἐπιθυμεῖ ἡ ψυχή μου, καὶ ὕστερον ἐπιστρέψω πρὸς κύριον. καὶ ποιήσας τὸ πονηρὸν ἐνώπιον κυρίου, ἐξωλόθρευσεν αὐτὸν ἐν τάχει. Διὸ δὴ λοιπὸν ὄντως ἀληθῶς εἰπεῖν· φοβερὸν τὸ ἐμπε σεῖν εἰς χεῖρας θεοῦ ζῶντος. τίς, γάρ φησιν ὁ προφήτης, σκληρὸς γενόμενος ἐναντίον κυρίου ὑπέμεινεν; ὅθεν ἐκβοᾷ Δαυὶδ σαφέστατα λέγων· σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παρα πικρασμῷ. ὅπερ δὴ καλῶς ἑρμηνεύων ὁ ἀπόστολός φησιν· βλέπετε, ἀδελφοί, μήποτε ἔσται ἔν τινι ὑμῶν καρδία πο νηρὰ ἀπιστίας ἐν τῷ ἀποστῆναι ἀπὸ θεοῦ ζῶντος, ἀλλὰ παρακαλεῖτε ἑαυτοὺς καθ' ἑκάστην ἡμέραν, μέχρις ἂν τὸ σήμερον καλεῖται, ἵνα μὴ σκληρυνθῇ τις ἐξ ὑμῶν ἀπάτῃ τῆς ἁμαρτίας. [ιθʹ. Περὶ Ἰωσίου.] Μετὰ δὲ Ἀμὼς ἐβασίλευσεν Ἰωσίας υἱὸς αὐτοῦ ἐτῶν ὑπάρχων ὀκτὼ καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον κυρίου καὶ ἐτελεύτησε τοξευθεὶς ἐν πολέμῳ βασιλεύσας ἔτη λαʹ. ὁ γὰρ Νεχαὼ βασιλεὺς Αἰγύπτου κατὰ τῶν Ἀσσυρίων στρατεύσας, ἐπικουρῆσαι τοῖς Ἀσσυρίοις οὗτος ἐσπούδασεν. ὅθεν φησὶν Ἔσδρας· καὶ εἶπεν ὁ βασιλεὺς Αἰγύπτου πρὸς Ἰωσίαν· τί 242 ἐμοὶ καὶ σοί, βασιλεῦ τῆς Ἰουδαίας; οὐχὶ πρὸς σὲ ἐξαπέ σταλμαι ὑπὸ κυρίου τοῦ θεοῦ ποιῆσαι πόλεμον, ἀλλ' ἐπὶ τοῦ Εὐφράτου. καὶ νῦν κύριος μετ' ἐμοῦ ἐστιν. ἀπόστηθι καὶ μὴ ἐναντιοῦ τῷ κυρίῳ. καὶ οὐκ ἀπέστρεψεν ἀπ' αὐτοῦ Ἰωσίας, ἀλλὰ πολεμεῖν αὐτὸν ἐπεχείρησεν οὐ προσέχων ῥή μασιν Ἱερεμίου τοῦ προφήτου λαλοῦντος ἐκ στόματος κυρίου, καὶ συνεστήσατο πρὸς αὐτὸν πόλεμον ἐν τῷ πεδίῳ παρὰ γνώμην θεοῦ καὶ τοξευθεὶς ὑπὸ τῶν πολεμίων εἶπε τοῖς παισὶν αὐτοῦ· ἐξαγάγετέ με, ὅτι ἐπόνεσα σφόδρα. καὶ εὐθέως ὑποστρέψαντος αὐτοῦ εἰς Ἱερουσαλὴμ καὶ τὸν βίον μεταλλάξαντος, ἐγένετο πένθος μέγα κατὰ πᾶσαν τὴν Ἰου δαίαν, καὶ μᾶλλον Ἱερεμίας ἐθρήνησεν ὑπὲρ Ἰωσίου. ὃς δικαιότατος ὑπὲρ τοὺς ἔμπροσθεν αὐτοῦ βασιλεῖς γενόμενος καὶ τὸν νόμον κυρίου ἀναγινωσκόμενον ἀκριβῶς ἀκούσας καὶ λίαν ἀθυμήσας, εἰδὼς τοῦτον ἐν τοσούτοις ἔτεσι κατα πατούμενον, τὰ ἱμάτια διαρρήξας καὶ ἔμφοβος γενόμενος ἀπέστειλε πρὸς Ὀλδὰν τὴν προφῆτιν πυνθανόμενος τί βού λεται κύριος περὶ αὐτοῦ καὶ παντὸς τοῦ λαοῦ. ἡ δέ φησιν· τάδε λέγει κύριος· ἀνθ' ὧν ἡπαλύνθη σου ἡ καρδία καὶ ἐνετράπης ἀπὸ προσώπου μου, ὡς ἤκουσας ὅτι ἐλάλησα ἐπὶ τὸν τόπον τοῦτον καὶ ἐπὶ τοὺς ἐνοικοῦντας αὐτὸν τοῦ εἶναι εἰς ἀφανισμὸν καὶ εἰς κατάραν, καὶ διέρρηξας τὰ ἱμάτιά σου καὶ ἔκλαυσας ἐνώπιόν μου, ἰδοὺ προστίθημί σε πρὸς τοὺς πατέρας σου ἐν εἰρήνῃ, καὶ οὐκ ὄψει πᾶσι τοῖς κα 243 κοῖς, οἷς ἐπάξω ἐπὶ τὸν τόπον τοῦτον. ὅθεν ζήλῳ θείῳ κινούμενος οὐ μόνον τὰ πανταχοῦ εἰδωλά τε καὶ σεβάσματα κατέστρεψεν ἐκ βάθρων, ἀλλὰ καὶ τοὺς εἰδωλολάτρας τοὺς μὲν ἔτι ζῶντας ὠλόθρευσεν, τοὺς δὲ ἤδη τεθνηκότας ἐν τοῖς τάφοις κατέκαυσεν. καὶ ἐπάρας τοὺς ὀφθαλμοὺς ἐπὶ τὸν τάφον τοῦ ἀνθρώπου τοῦ θεοῦ εἶπεν· τί τὸ σκόπελον ἐκεῖνο ὃ ἐγὼ βλέπω; καί φησιν οἱ ἄνδρες τῆς πόλεως· ὁ ἄνθρωπος τοῦ θεοῦ ἐστιν ὁ προφητεύσας τοὺς λόγους τού τους ἐπὶ τὸ θυσιαστήριον Βεθήλ. καὶ εἶπεν· ἄφετε αὐτόν. μηδεὶς κινήσῃ τὰ ὀστᾶ αὐτοῦ. καὶ μέντοι καὶ τοὺς ἐγγα στριμύθους καὶ τοὺς ψευδοπροφήτας καὶ πᾶν βδέλυγμα καὶ προσόχθισμα ἐν Ἱερουσαλὴμ ἐξῆρεν, καὶ ἐπέστρεψε πρὸς κύριον ἐν ὅλῃ καρδίᾳ καὶ ἰσχύϊ καὶ ἐν ὅλῃ ψυχῇ αὐτοῦ κατὰ τὸν νόμον Μωϋσέως. διὸ δὴ καὶ τὸ πάσχα τοιοῦτον ἐποίησεν, οἷον οὐ γέγονεν ἀπὸ χρόνων Ἰησοῦ τοῦ Ναυὴ καὶ Σαμουήλ. ἐν ᾧ βόας μὲν ἔθυσε χιλιάδας ιβʹ, πρόβατα δὲ χιλιάδας ληʹ. καὶ κατωρθώθη, φησίν, τὰ ἔργα Ἰωσίου ἐνώπιον κυρίου ἐν καρδίᾳ πλήρει εὐσεβείας. καὶ γὰρ ὅμοιος αὐτῷ οὐκ ἐγενήθη ἔμπροσθεν αὐτοῦ, καὶ οὐκ ἀνέστη ὅμοιος αὐτῷ, πλὴν οὐκ ἀπεστράφη κύριος ἀπὸ θυμοῦ τῆς ὀργῆς αὐτοῦ, οὗ ἐθυμώθη ἐν τῷ Ἰούδᾳ ἐπὶ τοὺς παροργισμούς, οὓς παρώργισεν αὐτὸν Μανασσῆς. ἐφ' ὧν χρόνων καὶ 244 Σίβυλλα ἡ Σαμωναία ἐγνωρίζετο, καὶ τὸ Βυζάντιον ὑπὸ Βύζου βασιλέως τῆς Θρᾴκης ἐκτίσθη. [κʹ. Περὶ Ἰωάχαζ.] Μετὰ δὲ Ἰωσίαν ἐβασίλευσεν Ἰωάχαζ υἱὸς αὐτοῦ καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ληφθεὶς ὑπὸ Νεχαὼ βασιλέως Αἰγύπτου ἀπήχθη εἰς Αἴγυπτον, ἐν ᾗ καὶ ἀπέ θανε βασιλεύσας μῆνας γʹ. ἐφ' οὗ οἱ Ἰσραηλῖται, καθώς φησιν Ἰώσηπος, ἐκ τοῦ περικρατῆσαι τὴν τοῦ Ἰούδα φυλὴν καὶ κατοικῆσαι τὴν πόλιν Ἱερουσαλὴμ οὗτοι μὲν ἐκλήθησαν Ἰουδαῖοι, ἡ δὲ πόλις, ἡ καὶ Σιών, Ἰουδαία, ἥτις πάλαι μὲν Ἰεβοὺς ἐλέγετο διὰ τὸ τὸν Ἰεβουσαῖον κατοικῆσαι τὸν τόπον ἐκεῖνον, Δαυὶδ δὲ Ἱερουσαλὴμ προσηγόρευσεν ἐκ τοῦ συμβε βηκότος τὸ ὄνομα τεχνασάμενος. ἐν ὄρει γάρ ἐστιν ὑψη λοτάτῳ κατῳκοδομημένη, ἐν ᾧ κύριος ὤφθη τῷ Δαυὶδ ἐν ἅλωνι Ὀρνᾶ τοῦ Ἰεβουσαίου ἐν τῇ θραύσει τοῦ λαοῦ διὰ τὴν ἄλογον ἀπαρίθμησιν. καὶ τὸ μὲν ὄρος τῇ Ἑβραΐδι φωνῇ λέγεται ἄρ, ἡ δὲ πόλις Σαλήμ. ὁ οὖν Δαυὶδ νέον τόπον εἰς βασίλειον κατασκευάζων Ἀρσαλὴμ ὠνόμασεν, ὅ ἐστιν ὄρος εἰρήνης, Ἱερουσαλὴμ δὲ εἰς τὸ Ἑλληνικὸν παρενηνεγμένη κέκληται διὰ τὴν καλλιφωνίαν. [καʹ. Περὶ Ἰωακείμ.] Μετὰ δὲ Ἰωάχαζ ἐβασίλευσεν Ἰωακεὶμ ὁ καὶ Ἐλιακὶμ 245 ἀδελφὸς αὐτοῦ καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον κυρίου, καὶ ἐλθὼν Ναβουχοδονόσωρ ὁ διάδοχος Μαροδὰχ καὶ πο λιορκήσας τὴν Ἰουδαίαν ὑπόφορον αὐτὴν ἐποίησεν. ἀθετή σαντος δὲ τὴν φορολογίαν Ἰωακείμ, ἦλθε πάλιν εἰς Ἱερουσαλὴμ Ναβουχοδονόσωρ. καὶ τοῦτον χειρωσάμενός τε καὶ ἀνελὼν καὶ ἀπὸ τοῦ τείχους ῥιφῆναι κελεύσας ἄταφον ἐπὶ πολὺν κατέλιπε χρόνον βασιλεύσαντα ἔτη ιαʹ. περὶ οὗ φη σιν Ἱερεμίας· τάδε λέγει κύριος ἐπὶ Ἰωακεὶμ υἱὸν Ἰωσίουβασιλέως Ἰούδα· οὐαὶ ἐπὶ τὸν ἄνδρα τοῦτον. οὐ μὴ κόψονται αὐτόν, ὦ ἀδελφέ, οὐδὲ μὴ κλαύσονται αὐτόν, οἴμοι κύριε, καὶ οἴμοι ἀδελφέ, ἀλλὰ ταφὴν ὄνου ταφήσεται καὶ συμψηφισθεὶς ῥιφήσεται ἐπέκεινα τῆς πύλης Ἱερουσα λήμ. τότε δὲ καὶ Δανιὴλ ἀπήχθη καὶ οἱ τρεῖς παῖδες καὶ ἄλλοι τοῦ λαοῦ πλεῖστοι καὶ μέρος τῶν σκευῶν κυρίου εἰς Βαβυλῶνα. [κβʹ. Περὶ Ἰεχονίου.] Μετὰ δὲ Ἰωακεὶμ ἐβασίλευσεν Ἰεχονίας υἱὸς αὐτοῦ, ὁ καὶ Ἰωακείμ, διὰ προστάγματος Ναβουχοδονόσωρ καὶ ἐποί ησε τὸ πονηρὸν ἐνώπιον κυρίου. καὶ περὶ τοὺς φόρους ἀγνωμονήσαντος αὐτοῦ, ἦλθεν αὖθις Ναβουχοδονόσωρ εἰς Ἱερουσαλὴμ καὶ ἐπολιόρκει ταύτην· πρὸς ὃν Ἰεχονίας ἐξελθὼν σὺν μητρὶ καὶ τέκνοις καὶ τοῖς ἄρχουσιν αὐτοῦ, εἰσῆλ θον οἱ μεγιστάνες Ναβουχοδονόσωρ εἰς τὴν πόλιν καὶ ἐξή νεγκαν τοὺς θησαυροὺς κυρίου καὶ τοῦ βασιλέως καὶ τὰ χρυσᾶ σκεύη πάντα, ἃ ἐποίησε Σολομὼν ἐν ναῷ κυρίου. τὸν δὲ Σεδεκίαν ἀντὶ Ἰεχονίου καταστήσας ἀπῴκισεν Ἰεχο 246 νίαν εἰς Βαβυλῶνα καὶ τὴν μητέρα καὶ τοὺς ἄρχοντας αὐτοῦ βασιλεύσαντα μῆνας τρεῖς. περὶ οὗ πάλιν Ἱερεμίας ἔλεγεν· ἠτιμώθη Ἰεχονίας ὡς σκεῦος οὗ οὐκ ἔστι χρεία αὐτοῦ, ὅτι ἀπερρίφη καὶ ἐξεβλήθη εἰς γῆν, ἣν οὐκ ᾔδει, λέγει κύριος. γῆ, γῆ, ἄκουσον λόγον κυρίου. γράψον τὸν ἄνδρα τοῦτον ἐκκήρυκτον ἄνθρωπον, ὅτι οὐ μὴ αὐξηθῇ ἐκ τοῦ σπέρματος αὐτοῦ ἀνὴρ καθήμενος ἐπὶ θρόνου Δαυὶδ ἄρχων ἔτι ἐν τῷ Ἰούδα. [κγʹ. Περὶ Σεδεκίου.] Μετὰ δὲ Ἰεχονίαν ἐβασίλευσε Σεδεκίας πατράδελφος αὐτοῦ καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον κυρίου, καὶ περὶ τὴν φορολογίαν ὡσαύτως παρασπονδήσαντος αὐτοῦ, ἦλθε πάλιν Ναβουχοδονόσωρ εἰς Ἱερουσαλὴμ καὶ ἐπολιόρκει αὐτὴν ἔτη βʹ. καὶ προφητεύσας Ἱερεμίας τὴν ἅλωσιν τῆς πόλεως δέσμιος ἐβλήθη ὑπὸ Σεδεκίου ἐν λάκκῳ. μετὰ δὲ τὸ λυ θῆναι αὐτὸν τοῦ δεσμοῦ λαβὼν τὴν κιβωτὸν καὶ τὸ θυσια στήριον καὶ τὴν τράπεζαν καὶ τὴν λυχνίαν ἐκ τοῦ ναοῦ ἐν λόγῳ κυρίου, μέλλουσαν τὴν πόλιν ἤδη παραλαμβάνεσθαι, κατέκρυψεν ἐν ἀδήλῳ τόπῳ, καὶ οὐχ εὑρέθησαν ἔτι. φησὶ δὲ καὶ ἡ τῶν Μακκαβαίων βίβλος· ἐξῆλθεν Ἱερεμίας, χρη ματισμοῦ γενηθέντος αὐτῷ, εἰς τὸ ὄρος, οὗ Μωϋσῆς ἀναβὰς ἐθεάσατο τὴν τοῦ θεοῦ κληρονομίαν, καὶ ἐλθὼν εἰς τὸν τόπον καὶ εὑρὼν οἶκον ἀντρώδη εἰσήνεγκε τὴν κιβωτὸν καὶ τὸ θυσιαστήριον τοῦ θυμιάματος καὶ τὴν θύραν ἔφραξεν. καὶ προσελθόντες τινὲς τῶν συνακολουθούντων ὥστε τὴν ὁδὸν ἐπισημήνασθαι οὐκ ἠδυνήθησαν εὑρεῖν. ὡς δὲ Ἱερε μίας ἔγνω, μεμψάμενος αὐτοὺς εἶπεν· ἄγνωστος ὁ τόπος ἔσται, ἕως ἂν συναγάγῃ ὁ θεὸς ἐπισυναγωγὴν τοῦ λαοῦ, καὶ 247 ἔλεος γένηται. καὶ τότε κύριος ἀναδείξει ταῦτα, καὶ ὀφθή σεται ἡ δόξα κυρίου καὶ ἡ νεφέλη, καθὼς καὶ ἐπὶ Μωϋ σέως ἐδηλοῦτο. ὁ δέ γε Ναβουχοδονόσωρ παραλαβὼν τὴν πόλιν ἐνέπρησεν αὐτὴν πᾶσαν, τὸν δὲ Σεδεκίαν χειρωσά μενος τὴν μὲν γυναῖκα καὶ τὰ τέκνα αὐτοῦ κατ' ὀφθαλ μοὺς αὐτοῦ ἀνεῖλεν, αὐτὸν δὲ ἐκτυφλώσας καὶ δεσμοῖς καθείρξας εἰς Βαβυλῶνα αἰχμάλωτον ἀπήγαγε βασιλεύσαντα ἔτη γʹ. περὶ οὗ Ἱερεμίας αὖθις ἔφη· οὕτως εἶπε κύριος ἐπὶ Σεδεκίαν· ἰδοὺ ἐγὼ δίδωμι αὐτὸν εἰς χεῖρας βασιλέως Βαβυλῶνος, καὶ πατάξει αὐτόν. καὶ λήψονται ἐπ' αὐτὸν κατάραν λέγοντες· ποιήσαι σε κύριος ὡς Σεδεκίαν ἐποίησε καὶ ὡς Ἀχιάβ, οὓς ἀπετηγάνισε βασιλεὺς Βαβυλῶνος, ἐν πυρί, δι' ἣν ἐποίησαν ἀνομίαν ἐν Ἱερουσαλὴμ καὶ ἐμοιχῶντο τὰς γυναῖκας τῶν πολιτῶν αὐτῶν καὶ λόγον ἐχρημάτισαν ἐπὶ τῷ ὀνόματί μου, ὃν οὐ προσέταξα αὐτοῖς, φησὶ κύριος. Ἐν δὲ τῷ τρίτῳ ἔτει τῆς αἰχμαλωσίας ἀπέστειλε Ναβου χοδονόσωρ τὸν Ναβουζαρδὰν ἀρχιμάγειρον αὐτοῦ εἰς Ἱερου σαλήμ, καὶ τὸν μὲν οἶκον κυρίου καὶ τὸν οἶκον τοῦ βασι λέως καὶ τοὺς περιλειφθέντας πάντας οἴκους ἐν τῇ πόλει ἐνέπρησεν, διαρκέσαντα δὴ τὸν θεῖον οἶκον ἀπὸ τῆς πρώ της οἰκοδομῆς ἔτεσι υμβʹ. τοὺς δὲ χαλκοῦς δύο μεγάλους στύλους καὶ τὴν χαλκῆν θάλασσαν καὶ τοὺς ὑποκάτω αὐτῆς 248 ιβʹ μόσχους καὶ τὰ ὑποστηρίγματα καὶ πάντα τὸν ἐν ναῷ κυρίου χαλκὸν συντρίψας ἀπήγαγεν εἰς Βαβυλῶνα καὶ μέν τοι καὶ τοὺς λέβητας καὶ τὰς θυΐσκας καὶ τὰ πυρεῖα καὶ τὰς χρυσᾶς φιάλας καὶ τὰς ἀργυρᾶς καὶ τὰς χαλκᾶς. καὶ οὐκ ἦν σταθμὸς τοῦ χαλκοῦ τῶν σκευῶν πάντων, ὧν ἔλα βεν ὁ ἀρχιμάγειρος. τῶν δὲ ἐπιλοίπων Ἰουδαίων τοὺς ἐπι σήμους ἀπαγαγὼν πρὸς Ναβουχοδονόσωρ τοὺς μὲν ἐθανά τωσεν, τοὺς δὲ δούλους παρέδωκε τοῖς ἄρχουσιν αὐτοῦ, τὸν δὲ Σεδεκίαν ἐπὶ σκότους κατακλείσας μυλωθρεῖν κατεδίκασεν. ἐφ' οὗ γέγονεν ἡ παντελὴς καὶ πρώτη ἅλωσις τῆς Ἱερου σαλὴμ οὐκέτι βασιλευθείσης ὑπὸ Ἰουδαίων, ἀλλ' ὑπὸ τῶν Χαλδαίων κρατηθείσης. τοιγαροῦν τρίτον Ναβουχοδονόσωρ ἐπόρθησε τὴν Ἱερουσαλήμ, ὡς εἴρηται, πρῶτον μὲν ἐπὶ Ἰωακείμ, δεύτερον δὲ πάλιν ἐλθὼν ἐπὶ Ἰεχονίου, τρίτον δὲ παραγενόμενος πάλιν ἐπὶ Σεδεκίου τὸν μὲν ναὸν ἐνέπρησεν, τὸν δὲ Σεδεκίαν ἐξετύφλωσε καὶ τοὺς υἱοὺς αὐτοῦ σὺν ἑτέ ροις πολλοῖς κατέσφαξε καὶ τὸ λοιπὸν ᾐχμαλώτευσε πλῆθος. Περὶ ὧν καὶ ὁ μέγας Γρηγόριος μνημονεύσας τάδε φησίν· καὶ ἵνα παρῶ δήμους καὶ πόλεις καὶ βασιλείας ἔτι δὲ καὶ χοροὺς καὶ στρατοὺς καὶ οἴκους καὶ νηῶν πληρώ ματα καὶ συζυγίας καὶ ἑταιρείας ὑπὸ μὲν εἰρήνης συνεχο