Chronicon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-hamartolus" aria-label="More works by Georgius Hamartolus">
—
⋯
Original / primary: Pg Scrape Grc
23.1.1
φὸν αὐτοῦ διδύμους ἐκ πορνείας τεχθῆναι καὶ ῥιφῆναι ἐν ἀλσώδει τόπῳ καὶ ὑπό τινος ἀγροικικῆς γυναικὸς πρόβατα νεμούσης εὑρεθέντας ἀνατραφῆναι. ὄνειδος δὲ ὑπῆρχε παρὰ Ῥωμαίοις τὸ ἐξ ἀλλοτρίων ἐκτρέφεσθαί τινα. διὸ καὶ ἐν τοῖς συμποσίοις ἕκαστος τὸ ἴδιον βρῶμα καὶ πόμα κομίζων καὶ εἰς τὸ κοινὸν τὰ πάντα παρατιθέμενοι ἤσθιον τὸ ὄνειδος ἐκ φεύγοντες μὴ ἀκούειν ἀλλοτριοφάγοι. οὗ δὴ χάριν ἐπενόησε Ῥῶμος τὰ Βρουμάλια εἰρηκὼς ἀναγκαῖον εἶναι τρέφειν τὸν βασιλέα τὴν ἑαυτοῦ σύγκλητον ὡς ἐντίμους ἐν τῷ χειμῶνι, ὅταν ἠρεμοῦσιν ἐκ τοῦ πολέμου, καὶ ἤρξατο καλεῖν τοὺς ἀπὸ τοῦ ἄλφα ἔχοντας ὄνομα καὶ ἀκολούθως ἕως τοῦ ˉω, κελεύσας καὶ τὴν σύγκλητον καλεῖν τῷ αὐτῷ σχήματι καὶ ἐκτρέφειν τὸν στρατὸν ἅπαντα. ὅθεν οἱ στρατιῶται εἰς τοὺς οἴκους ἀπιόντες τῶν καλεσάντων αὐτοὺς ἐπ' ἀρίστῳ ἀφ' ἑσπέρας ηὔλουν καὶ ἐχόρευον πρὸς τὸ γνῶναι πάντας ὅτι παρ' αὐτῷ αὔριον τραφήσονται. τοῦτο οὖν πεποίηκε Ῥῶμος, ὡς εἴρηται, πρὸς τὸ ἀπαλλαγῆναι τῆς ὕβρεως ἑαυτοῦ, κα λέσας τὸ ὄνομα τοῦ ἀρίστου ἐκείνου Βρωμαλιούμ, ὅ ἐστι ῥωμαϊστὶ ἐκ τῶν ἀλλοτρίων τραφῆναι. ἡ δὲ θεία δίκη τοῦτον μετὰ ταῦτα διὰ τὴν τοῦ ἀδελφοῦ ἀναίρεσιν μετῆλ θεν, καὶ αὐτὸς ἀναιρεῖται μεληδὸν κατατμηθεὶς ἐν τῷ τῆς Ῥώμης βουλευτηρίῳ βασιλεύσας ἔτη λζʹ. [ιϛʹ. Περὶ Μαλίου.] Μετὰ δὲ Ῥῶμον συνέβη τὴν Ῥώμην ὑπὸ ὑπάτων διοικεῖσθαι καὶ στρατηγῶν ἔτη υξϛʹ. ἐξ ὧν γέγονέ τις στρα