Chronicon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-hamartolus" aria-label="More works by Georgius Hamartolus">
—
⋯
Original / primary: Pg Scrape Grc
249.1.1
μένας, ὑπὸ δὲ στάσεως καταλυομένας, ἐπὶ τὸν Ἰσραὴλ εἶμι τῷ λόγῳ καὶ τῶν ἐκείνου παθῶν ὑπομνήσας ὑμᾶς ἐρήσομαι, τί τῶν συμφορῶν τούτων αἴτιον, ἵνα παιδευθῶμεν τοῖς ἄλλων κακοῖς τὴν ὁμόνοιαν. οὐχ ἕως μὲν εἰρήνην εἶχον καὶ πρὸς ἀλλήλους καὶ πρὸς θεὸν Αἰγύπτῳ τῇ σιδηρᾷ καμίνῳ πιεζόμενοι καὶ ὑπὸ τῆς κοινῆς θλίψεως συναγόμενοι (ἔστι γὰρ ὅτε καὶ τοῦτο φάρμακον ἀγαθὸν εἰς σωτηρίαν ἡ θλίψις) λαός τε περιούσιος ἤκουον καὶ μερὶς κυρίου καὶ βασίλειον ἱεράτευμα καὶ ἔθνος ἅγιον; καὶ οὐ τοῖς μὲν ὀνό μασιν οὕτως, τοῖς δὲ ἔργοις ἑτέρως, ἀλλὰ καὶ στρατηγοῖς ἤγοντο ἀγομένοις ὑπὸ θεοῦ καὶ στύλῳ πυρὸς καὶ νεφέλης ὡδηγοῦντο νυκτὸς καὶ ἡμέρας, καὶ θάλασσα μὲν αὐτοῖς διΐστατο φεύγουσιν, πεινῶσι δὲ οὐρανὸς ἐχορήγει τροφήν, πολεμοῦσι δὲ χειρῶν ἔκτασις ἀντὶ μυριάδων ἦν δι' εὐχῆς ἐγείρουσα τρόπαια καὶ ὁδοποιοῦσα τὰ ἔμπροσθεν, ποταμοὶ δὲ ὑπεχώρουν τὴν συγγενῆ μιμούμενοι θάλασσαν, καὶ στοι χεῖα ἵστατο, καὶ τείχη σάλπιγξι κατεσείετο. καὶ τί δεῖ λέγειν Αἰγυπτίων πληγὰς τούτοις χαριζομένας, καὶ θεοῦ φωνὰς ἐξ ὄρους ἀκουομένας, καὶ νομοθεσίαν διπλῆν, τὴν μὲν ἐν γράμματι, τὴν δὲ ἐν πνεύματι, καὶ τἄλλα οἷς ἐτιμῶντο πά λαι παρὰ τὴν ἑαυτῶν ἀξίαν. ἐπεὶ δὲ νοσεῖν ἤρξαντο καὶ κατὰ θεοῦ καὶ κατ' ἀλλήλων ἐμάνησαν καὶ διέστησαν εἰς μέρη πολλά, τί γίνεται καὶ τί πεπόνθασιν; θρηνεῖ μὲν τού τους Ἱερεμίας εἰκότως ἐπὶ τοῖς ἀνηκέστοις πάθεσι καὶ τὴν ἐπὶ Βαβυλῶνα αἰχμαλωσίαν ὀδύρεται· καὶ γὰρ ἦν ὄντως 250 θρήνων καὶ ὀδυρμῶν ἄξια. πῶς δὲ οὐ τῶν μεγίστων; τείχη κατεσκαμμένα, πόλις ἠδαφισμένη, ἁγίασμα καθῃρη μένον, ἀναθήματα σεσυλημένα, πόδες βέβηλοι καὶ χεῖρες οἱ μὲν τοῖς ἀβάτοις ἐμβατεύοντες, αἱ δὲ καὶ τῶν ἀψαύστων κατατρυφῶσαι, προφῆται σιγῶντες, ἱερεῖς ἀγόμενοι, πρεσβῦ ται μὴ ἐλεούμενοι, παρθένοι καθυβριζόμεναι, νεότης πί πτουσα, πῦρ ἀλλότριον καὶ πολέμιον, αἵματος ποταμοὶ ἀντὶ τοῦ ὁσίου πυρὸς καὶ αἵματος, Ναζηραῖοι κατασυρόμενοι, καὶ ἵνα ἐξ αὐτῶν εἴπω τι τῶν τοῦ Ἱερεμίου θρήνων· οἱ υἱοὶ Σιὼν οἱ τίμιοι καὶ ἀντιτιθέμενοι χρυσίῳ, οἱ τρυφεροὶ καὶ κακῶν ἀπαθεῖς ξένην ὁδὸν ὁδεύοντες. καί· ὁδοὶ Σιὼν πενθοῦσαι παρὰ τὸ μὴ εἶναι τοὺς ἑορτάζοντας. καὶ μικρῷ πρὸ τούτων· χεῖρες γυναικῶν οἰκτιρμόνων οὐ τροφὴν ὀρέ γουσαι τέκνοις, τῆς πολιορκίας ἐπικρατούσης, ἀλλ' ἐπὶ τρο φὴν ταῦτα σπαράττουσαι καὶ λιμοῦ φάρμακον τὰ ἑαυτῶν ποιούμεναι φίλτατα. πῶς οὐ δεινὰ ταῦτα καὶ πέρα δεινῶν οὐ τοῖς πάσχουσι τότε μόνον, ἀλλὰ καὶ τοῖς νῦν ἀκούουσιν; καὶ ταῦτα μὲν ὡδί. Γίνονται οὖν ὁμοῦ τῶν ἐν Ἱερουσαλὴμ βασιλευσάντων ἀπὸ Δαυὶδ ἕως Σεδεκίου τὰ ἔτη υϟηʹ, οἱ δὲ βασιλεῖς ὑπ ῆρχον τὸν ἀριθμὸν κβʹ, πάντες δὲ ἐξ ἑνὸς ἐγένοντο γένους τοῦ Δαυίδ. ἐφ' ὧν ἦσαν καὶ προφῆται οἵδε· ἐπὶ μὲν Σαοὺλ Δαυὶδ καὶ Σαμουήλ, ἐπὶ δὲ Δαυὶδ Γάδ, Νάθαν, Ἀσάφ, ἐπὶ δὲ Σολομῶντος καὶ τῶν μετ' αὐτὸν Ἀχίας ὁ 251 Σιλωνίτης, Σαμαίας ὁ Ἀδδώ, ἐπὶ δὲ Ἰωσαφὰτ καὶ τῶν μετ' αὐτὸν Μιχαίας, Ἡλίας, Ἐλισσαῖος, Ἀβδίας, Ἰηοῦ, ὈζιήἘλεάζαρ, Ἀζαρίας, ἐπὶ δὲ Ἐζεκίου καὶ τῶν μετ' αὐτὸνὨσηέ, Ἀμώς, Ἡσαΐας, Ἰωνᾶς, ἐπὶ δὲ Ἰωσίου καὶ τῶν μεαὐτὸν Ἱερεμίας, Σοφονίας, Ὀλδά, Βαρούχ, ἐπὶ δὲ Σεδεκίου πάλιν Ἱερεμίας καὶ Ἀμβακούμ. μετὰ δὲ τὴν αἰχμαλωσίαν ἐπὶ Ἰησοῦ τοῦ ἱερέως Ἰωσεδὲκ προφητεύουσιν Ἀγγαῖος καὶ Ζαχαρίας τελευταῖοι προφῆται γενόμενοι. Δανιὴλ γὰρ καὶ Ἰεζεκιὴλ ἐν τῇ αἰχμαλωσίᾳ προεφήτευσαν ἐν Βαβυλῶνι. [Βιβλίον Εʹ.]
249.2.1
Περὶ Ἱεροβοάμ.] Μετὰ δὲ τὴν διαίρεσιν τῶν δέκα σκήπτρων ἐβασίλευσεν Ἱεροβοὰμ υἱὸς Ναβὰτ ἐκ φυλῆς Ἐφραΐμ, ὁ δοῦλος Σολομῶντος καὶ ἀποστάτης τοῦ ἀποστατήσαντος Ἰσραὴλ ἐν Σα μαρείᾳ καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον κυρίου, καὶ ἐπά ταξεν αὐτὸν ὁ θεός, καὶ ἀπέθανεν ἐν ταῖς ἁμαρτίαις αὐτοῦ βασιλεύσας ἔτη μβʹ. ποιήσας γὰρ δαμάλεις χρυσᾶς δύο καὶ τὴν μὲν στήσας ἐν Βεθήλ, τὴν δὲ ἐν Δάν, ἔφη πρὸς τὸν λαόν· ἱκανούσθω ὑμῖν ἀναβαίνειν ἐν Ἱερουσαλήμ. ἰδοὺ οἱ θεοί σου, Ἰσραήλ, οἱ ἀναγαγόντες σε ἐκ γῆς Αἰγύπτου. καὶ ἔξωσε τὸν Ἰσραὴλ ἐξόπισθεν κυρίου καὶ ἐξήμαρτεν αὐτοὺς 252 ἁμαρτίαν μεγάλην, καὶ ἐπορεύθησαν οἱ υἱοὶ Ἰσραὴλ ἐν πάσῃ ἁμαρτίᾳ Ἱεροβοὰμ καὶ ἐλάτρευσαν καὶ προσεκύνησαν τοῖς ματαίοις, ἕως οὗ μετέστησεν αὐτοὺς κύριος ἀπὸ προσώπου αὐτοῦ εἰς Ἀσσυρίους. [βʹ. Περὶ Ναβάτ.] Μετὰ δὲ Ἱεροβοὰμ ἐβασίλευσε Ναβὰτ υἱὸς αὐτοῦ καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἐσφάγη ὑπὸ Βαασὰ βασιλεύσας ἔτη βʹ. [γʹ. Περὶ Βαασά.] Μετὰ δὲ Ναβὰτ ἐβασίλευσε Βαασὰ καὶ ἐποίησε τὸ πο νηρὸν ἐνώπιον κυρίου καὶ ἐσφάγη ἐν τῷ πολέμῳ βασιλεύσας ἔτη κδʹ. [δʹ. Περὶ Ἡλά.] Μετὰ δὲ Βαασὰ ἐβασίλευσεν Ἡλὰ υἱὸς αὐτοῦ καὶ ἐποί ησε τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἐσφάγη ὑπὸ Ζαμβρὶ βασιλεύσας ἔτη βʹ. [εʹ. Περὶ Ζαμβρί.] Μετὰ δὲ Ἡλὰ ἐβασίλευσε Ζαμβρὶ καὶ ἐποίησε τὸ πονη ρὸν ἐνώπιον κυρίου καὶ ἐκαύθη ἐν οἴκῳ προσφυγὼν ὑπὸ τῶν πολεμίων βασιλεύσας ἔτη
249.3.1
[ϛʹ. Περὶ Ἀχαάβ.] Μετὰ δὲ Ζαμβρὶ ἐβασίλευσεν Ἀχαὰβ υἱὸς αὐτοῦ καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἐσφάγη καὶ ἀπέ 253 θανεν ἐν ταῖς ἁμαρτίαις αὐτοῦ βασιλεύσας ἔτη κβʹ. τῆς γὰρ γυναικὸς αὐτοῦ Ἰεζάβελ ἀποκτεινάσης τὸν Ναβουθέ, καὶ οὗτος αὐτοῦ τὸν ἀμπελῶνα λαβών, εἶπεν Ἡλίας ὁ προ φήτης πρὸς αὐτόν· τάδε λέγει κύριος· ἀνθ' ὧν ἐφόνευσας καὶ ἐκληρονόμησας, ἐν τῷ τόπῳ ᾧ ἔλειξαν οἱ κύνες τὸ αἷμα Ναβουθέ, ἐκεῖ λείξουσιν οἱ κύνες τὸ αἷμά σου, καὶ τὴν Ἰεζάβελ καταφάγονται οἱ κύνες ἐν τῷ προτειχίσματι, καὶ ἐξολοθρεύσω τοῦ Ἀχαὰβ οὐροῦντα πρὸς τοῖχον καὶ συν εχόμενον, ἅπερ εἰσὶ κύων καὶ κάττης ὁ τὸν μῦν θηρεύων. ὁ τοίνυν Ἀχαὰβ κτίσας πόλεις μεγάλας καὶ ὀχυρὰς καὶ οἶκον ἐλεφάντινον ἐν Σαμαρείᾳ θαυμάσιον σφόδρα καὶ μετὰ ταῦτα ποιήσας πόλεμον πρὸς τοὺς Σύρους, ἀφ' ὧν πατάξας ἐν ἡμέρᾳ μιᾷ μυριάδας ιβʹ ἤτοι χιλιάδας ρκʹ καὶ τὸν βασιλέα τούτων υἱὸν Ἄδερ συλλαβών, ὃν καὶ περι ποιησάμενος καὶ ἀποστείλας παρὰ γνώμην θεοῦ, ἐλέγχεται σαφῶς ὑπὸ Μιχαίου τοῦ προφήτου λέγοντος· τάδε λέγει κύριος· ἐξαπέστειλας ἄνδρα ὀλέθριον ἐκ χειρός σου. ἡ ψυχή σου ἀντὶ τῆς ψυχῆς αὐτοῦ, καὶ ὁ λαός σου ἀντὶ τοῦ λαοῦ αὐτοῦ. καὶ ταῦτα ἀκούσας ἀπῆλθε συγκεχυμένος καὶ ἐκ λελυμένος πάνυ. καὶ ἐν τῷ τρίτῳ ἐνιαυτῷ πάλιν ἐξελθὼν εἰς πόλεμον κατὰ τοῦ ἀγνωμονήσαντος καὶ παρασπονδήσαν τος βασιλέως Συρίας, καὶ τοῦ Μιχαίου διακωλύοντος αὐτόν, εἶπε μετ' ὀργῆς πρὸς τοὺς περὶ αὐτόν· συλλαβόντες ἀπό θεσθε τοῦτον εἰς οἶκον φυλακῆς, καὶ ἐσθιέτω ἄρτον ὀδύνης καὶ πινέτω ὕδωρ θλίψεως, ἕως ἂν ἐπιστρέψω μετ' εἰρήνης. 254 καί φησι Μιχαίας· ἐὰν ἐπιστρέψῃς μετ' εἰρήνης, οὐκ ἐλά λησε κύριος ἐν ἐμοί. καὶ εἰσελθὼν ἐν τῷ πολέμῳ καὶ τοξευ θεὶς ἀνὰ μέσον τοῦ θώρακος καὶ τοῦ πνεύμονος καὶ ὑπο στρέψας διὰ τοῦ ἅρματος καὶ θανών, ἔλειξαν οἱ κύνες ἐκεῖ εἰς τὸν τόπον τὸ αἷμα αὐτοῦ κατὰ τὸ ῥῆμα, ὃ ἐλάλησε κύριος ἐν χειρὶ Ἡλιοῦ τοῦ προφήτου. Περὶ οὗ Θεοδώρητός φησιν· ἄξιον ὄντως διαπορῆσαι, τίνος ἕνεκεν ὁ τοιοῦτος θεῖος προφήτης καὶ ζηλωτὴς διά πυρος καὶ τηλικοῦτος τερατουργὸς τὸν μὲν Ἀχαὰβ παρρη σιαστικῶς καὶ ἀνενδοιάστως κατὰ πρόσωπον διήλεγχεν, τῆς δὲ γυναικὸς αὐτοῦ Ἰεζάβελ οὐδὲ ψιλὴν ἀπειλὴν ἐνεγκὼν ὁδὸν ἀπέδρα τεσσαρακοντήμερον. ἀλλὰ δῆλον ὅτι, εἰ καὶ τοιοῦτος ἦν ὁ παναοίδιμος ἐν ταῖς ὑπὲρ ἄνθρωπον θαυ ματουργίαις, ἀλλ' ἄνθρωπος ὑπῆρχεν οὐκ ἄμοιρος τῆς φυ σικῆς ἀσθενείας, ἄλλως τε καὶ τῆς θείας ἦν οἰκονομίας τὸ δέος. ἵνα γὰρ μὴ τῆς θαυματουργίας τὸ μέγεθος ἐπάρῃ τὸ φρόνημα, ἐνδέδωκεν ἡ χάρις τῇ φύσει τὴν δειλίαν εἰσδέξασθαι πρὸς ἐπίγνωσιν τῆς ἀνθρωπίνης ἀσθενείας. τούτου χάριν αὐτῷ καὶ μεμήνυκεν ὁ δεσπότης, ὅτι χιλιάδες ζʹ διέμειναν τῆς ἀσε βείας ἐλεύθεραι. πρὸς δὲ τούτοις ἐδίδαξεν αὐτὸν ὡς ἡμερότητι καὶ μακροθυμίᾳ πρυτανεύειν ἐδοκίμασε τῶν ἀνθρώπων τὸ γένος, καὶ ὅτι ῥᾴδιον ἦν αὐτῷ καὶ κεραυνοὺς καὶ σκηπτοὺς ἐπιπέμψαι τοῖς δυσσεβέσι καὶ κλονῆσαι τὴν γῆν καὶ τάφον αὐτοῖς αὐτοσχέδιον ἐπαφῆναι καὶ βιαίοις ἀνέμοις ἄρδην 255 πάντα διολέσαι. διό φησιν· καὶ πνεῦμα μέγα καὶ κραταιὸν διαλῦον ὄρη καὶ συντρῖβον πέτρας ἐνώπιον κυρίου. οὐκ ἐν τῷ πνεύματι κύριος. καὶ μετὰ τὸ πνεῦμα συσσεισμός. οὐκ ἐν τῷ συσσεισμῷ κύριος. καὶ μετὰ τὸν συσσεισμὸν πῦρ. οὐκ ἐν τῷ πυρὶ κύριος. καὶ μετὰ τὸ πῦρ φωνὴ αὔρας λεπτῆς, καὶ ἐκεῖ κύριος. διὰ γὰρ τούτων ἔδειξεν, ὅτι μακροθυμία καὶ φιλανθρωπία μόνη φίλη θεῷ, ἕκαστον δὲ τῶν ἄλλων ἡ πονηρία τὴν δικαίαν ὀργὴν ἐφέλκεται. τίνος δὲ χάριν πά λιν καὶ διὰ κόρακος τρέφεται ἄκουσον. ἐπειδὴ γὰρ ὁ θεὸς τὴν δικαίαν τοῦ δικαίου καὶ ζηλωτοῦ κατὰ τῶν παρανόμων Ἰουδαίων ἀγανάκτησιν ἐκμαλάξαι βουλόμενος παρεσκεύασεν αὐτὸν διὰ μισοτέκνου ὀρνέου τρέφεσθαι καὶ τίκτοντος μέν, οὐ τρέφοντος δέ. ὅθεν καὶ Δαυίδ, καίτοι πάσης τῆς κτί σεως φυσικῷ λόγῳ πρὸς τὸν δημιουργὸν ἀποβλεπούσης (οἱ ὀφθαλμοί, γάρ φησιν, πάντων εἰς σὲ ἐλπίζουσιν, καὶ σὺ δίδως τὴν τροφὴν αὐτῶν ἐν εὐκαιρίᾳ) κοράκων ἐμνημόνευσε κατ' ἐξοχὴν λέγων· τῷ διδόντι τοῖς κτήνεσι τροφὴν αὐτῶν καὶ τοῖς νεοσσοῖς τῶν κοράκων τοῖς ἐπικαλουμένοις αὐτόν. μάλιστα μὲν γὰρ πάντα ἡ θεία πρόνοια, φησίν, τρέφει, δια φερόντως δὲ τοὺς νεοσσοὺς τῶν κοράκων τοὺς παρὰ τῶν τεκόντων ἀμελουμένους. ζωύφια γὰρ μικρὰ ταῖς καλιαῖς περι ϊπτάμενα τροφὴ γίνεται τούτοις. μονονουχὶ τοίνυν συνεβού 256 λευσεν ὁ θεὸς τῷ Ἡλίᾳ ἐπὶ τῆς δικαίας ἐνδείας τοῦ λαοῦ μὴ σφοδροτάτῃ ἀγανακτήσει χρήσασθαι μηδὲ τῆς τοῦ μισο τέκνου πτηνοῦ φιλανθρωπίας τε καὶ ὑπηρεσίας ἀπάνθρωπον ὀφθῆναι καὶ ἀμείλικτον. τὸ μὲν γὰρ διὰ τὴν ἐμήν σε πρόσταξιν τρέφει, σὺ δὲ τῆς ἀγανακτήσεως ὅλος γενόμενος πειθήνιος τὰ τῆς φιλανθρωπίας ὑπερεῖδες δίκαια. [ζʹ. Περὶ Ὀχοζίου.] Μετὰ δὲ Ἀχαὰβ ἐβασίλευσεν Ὀχοζίας υἱὸς αὐτοῦ καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ πεσὼν ἐκ τοῦ ὑπε ρῴου τοῦ οἴκου αὐτοῦ καὶ ἀρρωστήσας ἀπέθανε βασιλεύσας ἔτη βʹ. [ηʹ. Περὶ Ἰωράμ.] Μετὰ δὲ Ὀχοζίαν ἐβασίλευσεν Ἰωρὰμ ἀδελφὸς αὐτοῦ καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἐσφάγη ὑπὸ Ἰοὺ βασιλεύσας ἔτη ιβʹ. ὃς ὑποτάξας τὸν Μασὰ βασιλέα Μωὰβ ἦν λαμβάνων ἐξ αὐτοῦ φόρον κατ' ἐνιαυτὸν ἀρνοὺς χιλιάδας ρʹ καὶ κριοὺς χιλιάδας ρʹ. ἐφ' οὗ ἀνελήφθη ὁ μέγας Ἡλίας, καὶ ἦλθεν Ἄδερ βασιλεὺς Συρίας καὶ περικαθίσας ἐπὶ Σαμάρειαν, γέγονε λιμὸς μέγας, ὥστε πραθῆναι κεφαλὴν ὄνου ἀργυρίων λʹ. καὶ ἦν Ἰωρὰμ διαπορευόμενος ἐπὶ τοῦ τείχους, καὶ γυνή τις ἐβόησε πρὸς αὐτόν· σῶσον, κύριε βασιλεῦ. καὶ ἀποκριθεὶς εἶπεν· μὴ σώσαι σε κύριος,