Chronicon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-hamartolus" aria-label="More works by Georgius Hamartolus">
—
⋯
Original / primary: Pg Scrape Grc
24.1.1
τηγὸς ὀνόματι Μάλιος, καὶ φθονηθεὶς διὰ τὴν ἀνδρείαν αὐτοῦ ὑπό τινος συγκλητικοῦ τοὔνομα Φευρουαρίου, παρε σκεύασε τοὺς συγκλητικοὺς ἐκδιῶξαι τῆς πόλεως τὸν Μάλιον. εἶτα ἐπελθόντες οἱ Γάλλοι παρέλαβον νυκτὸς τὴν Ῥώμην καὶ πολλοὺς κατέσφαξαν τῇ εἰκάδι τοῦ λεγομένου Σεξτιλίου μηνός. οἱ δὲ συγκλητικοὶ γνόντες τὴν παράληψιν τῆς πό λεως καὶ φυγόντες προσκαλοῦνται πάλιν μετὰ παρακλήσεως τὸν στρατηγὸν Μάλιον εἰς ἐπικουρίαν. ὃς καὶ συναγαγὼν πλῆθος στρατοῦ καὶ παραλαβὼν τοὺς Γάλλους ἀνεῖλε πάντας. καὶ κρατήσας αὖθις τῆς Ῥώμης ὁ Μάλιος καὶ λυπηθεὶς διὰ τὴν παράληψιν αὐτῆς ἐν τῷ Σεξτιλίῳ μηνὶ ἐκολόβωσε τὰς ἡμέρας τοῦ μηνὸς ὡς δυστυχοῦς γενομένου τῇ Ῥώμῃ, ἀπο χαράξας τὸ ὄνομα αὐτοῦ μηκέτι λέγεσθαι οὕτως. κατασχὼν δὲ τὸν ἐχθρὸν αὐτοῦ Φευρουάριον καὶ ἀφελόμενος αὐτοῦ τὰ ὑπάρχοντα καὶ γυμνὸν ἀποδύσας καὶ περιειλήσας ψιά θιον θρύϊνον καὶ σχοινίον περιζώσας ἐκέλευσε τοῖς ῥαβδού χοις τύπτειν αὐτὸν καὶ λέγειν· ἔξελθε Φευρουάριε. καὶ οὕτως ἀτίμως ἐκβληθεὶς τῆς Ῥώμης ἀνῃρέθη, τὸν δὲ Σεξ τίλιον μῆνα Φευρουάριον ἐκάλεσεν ὡς ἀξίου ὄντος τοῦ δυστυχοῦς μηνὸς τὸ ὄνομα Φευρουαρίου καλεῖσθαι. [ιζʹ. Περὶ Χόου.] Μετὰ δὲ τὸν προειρημένον Ἀρταξέρξην βασιλέα Περσῶν ἐβασίλευσε Χόος ὁ υἱὸς αὐτοῦ, ὃς πολεμήσας Αἴγυπτον παρ 25 έλαβεν αὐτὴν πᾶσαν καὶ ἀπώλεσεν, βασιλεύοντος τῶν Αἰγυ πτίων τότε Νεκταναβὼ τοῦ ποιήσαντος λεκανομαντείαν καὶ γνόντος τὴν παράληψιν τῆς Αἰγύπτου. ἔφυγε δὲ μόνος εἰς Μακεδονίαν ἀλλάξας τὴν βασιλικὴν ἐσθῆτα, καὶ δὴ φαντα σίας τινὰς καὶ μαγείας Αἰγυπτιακὰς ἐνδεικνύμενος καὶ προ αγορεύων τὰ μέλλοντα γνώριμος ἐντεῦθεν Φιλίππῳ καὶ Ὀλυμ πιάδι γυναικὶ αὐτοῦ γίνεται καὶ εἰσοικίζεται. καὶ οὕτω διὰ μαγγανείας Ὀλυμπιάδι μιγνύμενος ἔτεκε τὸν Ἀλέξανδρον. [ιηʹ. Περὶ Φιλίππου.] Τῆς δὲ Μακεδονίας βασιλεύσαντος Φιλίππου ἔτη κʹ καὶ τὴν Θεσσαλίαν ὑποτάξαντος, ἐν ᾗ καὶ πόλιν κτίσας ἐκά λεσεν αὐτὴν Θεσσαλονίκην. [ιθʹ. Περὶ τοῦ Μακεδόνος Ἀλεξάνδρου.] Μετὰ δὲ Φίλιππον ἐβασίλευσε τῆς Μακεδονίας Ἀλέξαν δρος ὁ υἱὸς αὐτοῦ, ἐφ' οὗ καὶ Δαρεῖος Ἀρσάμου μετὰ Χόον βασιλεύων κατεκυρίευσε πάντων. τῷ δὲ τετάρτῳ ἔτει τῆς βασιλείας αὐτοῦ ἐξανέστησεν ὁ θεὸς τοῖς Ἀσσυρίοις καὶ Πέρσαις καὶ Μήδοις καὶ Πάρθοις Ἀλέξανδρον τὸν Μακεδονίας βασιλέα, ὃς καθοπλισάμενος κατὰ Δαρείου βασιλέως Περσῶν καὶ ἐλθὼν εἰς Βύζου πόλιν τῆς Εὐρώπης καὶ κτίσας ἐκεῖσε τόπον, ἐν ᾧ καὶ τὸν λαὸν αὐτοῦ στρατηγήσας ἐκάλεσεν 26 αὐτὸν Στρατήγιν. κἀκεῖθεν ἀπάρας ὀλίγον καὶ ἀντιπεράσας καὶ τῷ λαῷ αὐτοῦ διανείμας χρυσὸν πολὺν καὶ τὸν τόπον Χρυσόπολιν ἐπονομάσας ὥρμησεν ὡς πάρδαλις μετὰ πολλῆς δυνάμεως ἐπὶ τὰς τῆς ἀνατολῆς χώρας καὶ πόλεις, καὶ τὴν Τύρον παραλαβὼν πρέσβεις ἀπέστειλε πρὸς Ἰουδαίους αἰτούμενος κατὰ Περσῶν συμμαχίαν. οἱ δὲ μὴ καταδεξάμενοι Δαρεῖον δεδοικότες ὡς ὑποχείριοι καὶ συνθήκας ἔχοντες μὴ πολεμεῖν αὐτῷ, θυμωθεὶς Ἀλέξανδρος ἐπῄει τῇ Ἰουδαίᾳ. ὁ δὲ ἀρχιερεὺς Ἰαδδοὺς τὴν ἱερατικὴν ἐσθῆτα περιθέμενος κατὰ θείαν ἀποκάλυψιν πρὸς ἔκπληξιν καὶ πίστωσιν Ἀλεξάν δρου ἐξῆλθεν εἰς ἀπάντησιν αὐτοῦ. Ἦν γὰρ ὁ ἀρχιερεὺς ἐπὶ τοῦ παλαιοῦ τοιαύτῃ στολῇ κοσμούμενος. ποδήρη μὲν ἠμφιέννυτο, τοῦτ' ἔστιν ἱμάτιον περικεχρυσωμένον ἀπὸ κεφαλῆς μέχρι ποδῶν, καὶ ζώνῃ περιε ζώννυτο ἐκ πορφύρας καὶ βύσσου καὶ ὑακίνθου καὶ χρυσοῦ πεποικιλμένῃ καὶ περικεκαλλωπισμένῃ. περὶ δὲ τὰ κράσπεδα ῥοΐσκους εἶχεν ἐρραμμένους καὶ ἀναμεταξὺ αὐτῶν χρυσοῦς κώδωνας. καὶ ἐποίησαν, γάρ φησιν, κάτωθεν τοῦ ὑποδύτου λώματα ὡς ἐξανθούσης ῥοᾶς ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου καὶ βύσσου κεκλωσμένης, καὶ ποιήσαντες κώδωνας ἐκ χρυσίου καθαροῦ ἐπέθηκαν αὐτοὺς ἀνὰ μέσον τῶν ῥοΐ σκων ἐπὶ τὰ λώματα τοῦ ὑποδύτου κύκλῳ. ἐπενδύετο δὲ καὶ ἄλλον χιτῶνα ἐκ βύσσου καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου καὶ χρυσοῦ καὶ παντοίων χρωμάτων περιωρα 27 ϊσμένον καὶ καθυφασμένον καὶ μέχρι τῶν μηρῶν κατερχό μενον καὶ ζώνῃ ὁμοίᾳ τῇ πρώτῃ κατασφιγγόμενον, ὅπερ ἐπωμὶς καὶ ἐφοὺδ προσηγορεύετο. διὸ καὶ Ἀκύλας ἐπένδυμα αὐτὸ κέκληκεν, ἐν ᾧ καὶ ἐπεπόρπουν σαρδόνυχες καθ' ἑκά τερον τῶν ὤμων χρυσίῳ δοκίμῳ περιεχόμενοι, καὶ ἄλλοι ιβʹ λίθοι μεγέθει καὶ κάλλει διαφέροντες καὶ ἀνθρώποις δυσ πόριστοι, οἵτινες ἐπὶ στίχων δʹ ἑκατέρωθι προσκείμενοι καὶ ὡσ αύτως χρυσῷ διακρατούμενοι καὶ τριάδα λίθων τοὺς στίχους ἔχοντα θαυμάσιόν τι χρῆμα τοῖς ὁρῶσιν ἐξεφαίνοντο. ὁ μὲν γὰρ πρῶτος στίχος εἶχε σαρδόνυχα, τοπάζιον, σμάραγδον, ὁ δὲ δεύτερος ἄνθρακα, ἴασπιν, σάπφειρον, ὁ δὲ τρίτος λιγύριον, ἀμέθυστον, ἀχάτην, ὁ δὲ τέταρτος χρυσόλιθον, ὀνύχιον, βη ρύλλιον, καὶ ἐν πᾶσι τούτοις πατριαρχῶν ἐγκεκόλαπτο τὰ ὀνό ματα, ἑκάστου λίθου ἴδιον ἔχοντος ὄνομα φυλάρχου. συνῆν δὲ τῷ ἐφοὺδ περίτμημα σπιθαμῆς μὲν τὸ μῆκος καὶ σπιθαμῆς τὸ εὖρος τετράγωνον περὶ τὸ στῆθος, τοῖς αὐτοῖς δὲ οἷς καὶ τὸ ἐφοὺδ κάλλεσι διηνθισμένον, ὅπερ δὴ καὶ αὐτὸ ἑβραϊστὶ μὲν ἐφοὺδ καὶ φώεσσιν ὠνομάζετο, ἑλληνιστὶ δὲ λόγιον καὶ δή λωσις προσηγορεύετο, δι' οὗ ὁ θεὸς μέλλουσι πολεμεῖν νίκην πρόδηλον προέλεγεν. τοσαύτη γὰρ ἐκ τῶν ἐν αὐτῷ λίθων ἀπ έστιλβεν αὐγή, μήπω τῆς στρατείας κεκινημένης, καὶ μάλιστα 28 τοῦ ἀδαμαντίου λίθου σημασίας ποιοῦντος, ὡς τῷ πλήθει τυγχάνειν γνώριμον τὸ παρεῖναι τὸν θεὸν εἰς ἐπικουρίαν αὐτοῖς. ἐν μέσῳ γὰρ εἶχεν ὥσπερ ἀστέρα ὁλόχρυσον καὶ ἑκατέρωθεν αὐτοῦ σμαράγδους ἔχοντας ἀνὰ ἓξ ἐγγεγραμ μένας τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ, ἐν δὲ τῷ μεταξὺ τῶν δύο σμαράγδων λίθον ἀδάμαντα. ἡνίκα γοῦν ἔμελλεν ὁ ἱερεὺς ἐπερωτᾶν τὸν θεόν, ἐδέσμει αὐτὸ ἐν τῇ ἐπωμίδι κατὰ μέσον τοῦ στέρνου καὶ ὑποτιθῶν τὰς χεῖρας ὑποκάτωθεν εὑρίσκετο ἐξηπλωμένον ταῖς παλάμαις αὐτοῦ καθάπερ πυξίον. ὅθεν φησὶν ὁ Σαοὺλ πρὸς τὸν ἱερέα βουλόμενος εἰς τὸν πό λεμον θᾶττον παρατάξασθαι· συνάγαγε τὰς χεῖράς σου καὶ ἆρον τὸ ἐφούδ. καὶ οὕτω λοιπὸν ἀφορῶν εἰς τὸ ἐφοὺδ ἠρώτα τὸν θεὸν τὸ ἐρώτημα προσέχων ἀκριβῶς τε καὶ μᾶλλον εἰς τὸν ἀδάμαντα λίθον, ὃς ἐναλλάττων τὴν χροιὰν ἐκ θείας μεταβολῆς καὶ ἀλλοιώσεως ἐδήλου προφανῶς τὰ τῷ λαῷ ἐσόμενα. μέλας μὲν γὰρ γινόμενος θάνατον, ἐρυθρὸς δὲ σφα γάς, λευκὸς δὲ διαλλαγὴν τοῦ θεοῦ προεσήμαινεν. καὶ πρὸς τούτοις ἦσαν καὶ γράμματα ἐκ χαλκοῦ καθαρωτάτου πεποιη μένα καὶ ἐκτετυπωμένα ἑκάστου στοιχείου τοῦ παρ' Ἑβραίοις ἀλφαβήτου, ἅπερ δὴ προσάγων ὁ ἱερεὺς τῷ κυρίῳ καὶ ἐπι τιθῶν ἐν τῷ ἐφοὺδ καὶ οὕτω διερωτῶν, εὐθὺς ἀνωρθοῦντο θείᾳ κινήσει τὰ στοιχεῖα δηλοῦντα σαφῶς τὴν ἐπίνευσιν τοῦ 29 θεοῦ ἢ τὴν ἀνάνευσιν. οἷον, εἰ μὲν ἦν τὸ ἐρώτημα καὶ τὸ πρᾶγμα κατὰ γνώμην θεοῦ, ἀνωρθοῦντο μόνα τὰ δηλοῦντα τὸ ναί, εἰ δὲ παρὰ γνώμην αὐτοῦ ἐτύγχανεν, ἀνωρθοῦντο μόνα τὰ σημαίνοντα τὸ οὔ. ὡσαύτως γε καὶ ἐπὶ τῶν ἄλλων ἀποκρίσεων τοῦ κυρίου τῶν διὰ τῶν δήλων γινομένων προ δήλως καὶ διαφόρως συνέβαινεν, εἴ γε πάντως εὐδόκιμοι αὐτῷ ὑπῆρχον· εἰ δὲ ὠργισμένος ἦν αὐτοῖς, οὐδὲν αὐτοῖς διὰ τῶν δήλων τούτων ἀπεκρίνατο οὔτε μὴν διὰ θείων ἀπο καλύψεων ἢ προφητειῶν. ὅθεν φησίν· εἶδε Σαοὺλ τὴν παρεμβολὴν τῶν ἀλλοφύλων καὶ ἐφοβήθη, καὶ ἐξέστη ἡ καρδία αὐτοῦ σφόδρα, καὶ ἐπηρώτησε διὰ κυρίου, καὶ οὐκ ἀπεκρίθη αὐτῷ κύριος καὶ ἐν τοῖς ἐνυπνίοις καὶ ἐν τοῖς δήλοις καὶ ἐν τοῖς προφήταις, καὶ οὐκ ἀπεκρίθη αὐτῷ. καὶ τότε εἶπε Σαοὺλ τοῖς παισὶν αὐτοῦ· ζητήσατέ μοι γυ ναῖκα ἐγγαστρίμυθον. ἐπὶ δὲ τὴν κεφαλὴν ἐφόρει τελαμῶνα χρυσόνημον ἤτοι μίτραν καὶ κίδαριν λεγομένην, ἐν ᾗ πέταλον χρυσοῦν ἐπέκειτο πρὸς τὸ μέτωπον αὐτοῦ, ἐν ᾧ γράμμασιν ἱεροῖς τοῦ θεοῦ ἡ προσηγορία ἐντετύπωτο, καθὼς αὐτὸς ἐδήλωσε τὴν θείαν ὀνομασίαν ταύτην πρὸς Μωϋσέα λέγων· ἐγώ εἰμι ὁ ὤν. τοῦτο δὲ παρ' Ἑβραίοις ἄφραστον μὲν ὀνο μάζεται, ἀπείρηται γὰρ αὐτοῖς τοῦτο διὰ γλώσσης προφέρειν, γράφεται δὲ διὰ τῶν τεσσάρων στοιχείων, ὅθεν καὶ τετρά γραμμον αὐτὸ λέγουσιν, καλοῦσι δὲ αὐτὸ Σαμαρεῖται μὲν