Chronicon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-hamartolus" aria-label="More works by Georgius Hamartolus">
—
⋯
Original / primary: Pg Scrape Grc
257.1.1
πόθεν σώσω σε; μὴ ἀπὸ τῆς ἅλωνος ἢ ἀπὸ τῆς ληνοῦ; καί φησιν ἡ γυνή· οὐχί, βασιλεῦ, ἀλλ' ἡ γυνὴ αὕτη εἶπέ μοι· δὸς τὸν υἱόν σου, καὶ φαγόμεθα αὐτὸν σήμερον καὶ τὸν υἱόν μου αὔριον. καὶ ἑψήσαντες αὐτὸν χθὲς ἐφάγομεν, καὶ σήμερον τὸν υἱὸν αὐτῆς ἔκρυψεν. ὅπερ ἀκούσας ὁ βασιλεὺς διέρρηξε τὰ ἱμάτια αὐτοῦ, καὶ εἶδεν ὁ λαὸς τὸν σάκκον ἐπὶ τῆς σαρκὸς αὐτοῦ ἔσωθεν. καὶ ἀποκριθεὶς εἶ πεν· τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη, εἰ στή σεται ἡ κεφαλὴ Ἐλισσαίου σήμερον ἐπ' αὐτῷ. καὶ ἀποστεί λας τὸν τριστάτην, ἐφ' ὃν ἐπανεπαύετο, εἶπε πρὸς αὐτὸν ὁ προφήτης· τάδε λέγει κύριος· αὔριον ὡς ἡ ὥρα αὕτη μέτρον σεμιδάλεως σίκλου καὶ δίμετρον κριθῶν σίκλου ἐν ταῖς πύλαις Σαμαρείας. καὶ εἶπεν ὁ τριστάτης· εἰ καταράκτας ποιήσει κύριος, οὐ μὴ ἔσται τοῦτο. ὁ δὲ Ἐλισσαῖός φησιν· ἰδοὺ ὄψει τοῖς ὀφθαλμοῖς σου καὶ ἐκεῖθεν οὐ μὴ φάγῃ. καὶ ἄνδρες λεπροὶ δʹ παρὰ τὴν πύλην τῆς πόλεως καθή μενοι καὶ τὸν λιμὸν μὴ φέροντες ἐβουλεύσαντο πρὸς τοὺς ἐναντίους αὐτομολῆσαι, καὶ δὴ ἀναστάντες ἐν τῷ σκότει εἰσῆλθον εἰς τὴν παρεμβολὴν Συρίας, καὶ ἰδοὺ οὐκ ἦν ἀνὴρ ἐκεῖ, ὅτι κύριος ἀκουστὴν ἐποίησε τῇ παρεμβολῇ Συ ρίας φωνὴν ἁρμάτων καὶ ἵππων καὶ δυνάμεως μεγάλης, καὶ ἀπέδρασαν ἐν τῷ σκότει πάντες καταλείψαντες ἅπαντα. καὶ τῶν λεπρῶν τοῦτο διασαφησάντων ἐν τῇ πόλει, ἀπέστειλεν ὁ βασιλεὺς γνῶναι, εἰ ἀληθὴς ὁ λόγος. καὶ πορευθέντες ὀπίσω τοῦ βασιλέως Συρίας ἕως τοῦ Ἰορδάνου, καὶ ἰδοὺ 258 πᾶσα ἡ ὁδὸς πλήρης ἱματίων καὶ σκευῶν, ὧν ἔρριψε Συρία ἐν τῷ θαμβεῖσθαι αὐτούς. καὶ ὑποστρεψάντων τῶν ἀπεσταλμέ νων ἐξῆλθεν ὁ λαὸς τῆς πόλεως καὶ διήρπασαν τὴν παρεμβο λὴν Συρίας, καὶ ἐγένετο μέτρον σεμιδάλεως σίκλου καὶ δίμετρον κριθῶν σίκλου κατὰ τὸ ῥῆμα κυρίου. τοῦ δὲ βασιλέως κατα στήσαντος τὸν τριστάτην ἐπὶ τῆς πύλης, συνεπάτησεν αὐτὸν ὁ λαός, καὶ ἀπέθανε μὴ φαγὼν ἐκ τοῦ σίτου κατὰ τὸν λόγον τοῦ προφήτου. καὶ μέντοι καὶ τὸ Ἱεριχούντιον ὕδωρ δι' εὐχῆς ἰάσατο. πικρὸν γὰρ ἦν φύσει καὶ δύσποτον καὶ πρὸς τεκνο γονίαν ἐμπόδιόν τε καὶ θανατηφόρον ἔσθ' ὅτε καὶ πρὸς ἀρδείαν ἀνεπιτήδειον. ὅπερ εἰς εὐχρηστίαν ἀνθρώποις καὶ κτήνεσι μεταβαλὼν [εἰς] εὐκαρπίας μάλιστα πολλῆς καὶ σω τηρίας ὑπῆρξε τῇ χώρᾳ πρόξενος. ἄχρι γὰρ δεῦρο πλημ μυρῶν μεγίστην πιαίνει πεδιάδα καὶ τρέφει παραδείσους καὶ φοινίκων γένη διάφορα μελιτοφόρα, ὧν οἱ πλεῖστοι πατού μενοι καὶ ἀποθλιβόμενοι μέλι πολὺ ἐκχέουσιν. ἔστι γὰρ μελιτοφόρος καὶ ἀρωματοφόρος ἡ χώρα πάνυ φέρουσα κύ προν καὶ μυροβάλανον καὶ ὀποβάλσαμον ὅτι πλεῖστον, ἥτις δι' ὀλίγων καρπῶν καὶ ἀνθρώποις ἐπιθυμητῶν εὖ μάλα τῷ παραδείσῳ ποσῶς παρεικάζεται. Περὶ οὗ φησι καὶ ὁ μέγας Ἀναστάσιος Θεουπόλεως· 259 φασὶν οἱ ἀκριβεῖς τῆς οἰκουμένης κοσμογράφοι, ὅτι περ ἀνατολικώτερος πάσης τῆς οἰκουμένης καὶ ὥσπερ θυσιαστή ριον αὐτῆς ὑπάρχει ὁ παράδεισος, οὗ αἱ χῶραι τῶν ἐσωτά των Ἰνδῶν πλησιάζουσαι, πάντες σχεδὸν οἱ καρποὶ εὐωδέ στατοί εἰσι καὶ ἀρωματώδεις. διὰ γὰρ αὔρας τῶν ἀνέμων κατακομιζομένης καὶ μεταδιδομένης αὐτοῖς τῆς εὐωδίας ἐκ τῶν τοῦ παραδείσου φυτῶν συλλαμβάνουσιν ὥσπερ τὰ τῶν ἀλλήλοις πλησιαζόντων φοινίκων καὶ μεταδιδόντων διὰ τῶν ἀνέμων ἀλλήλοις ἐκ τῶν ἀρρένων τὸ σπερμογόνον ἄνθος. πᾶσα τοίνυν εὐωδία καὶ μάλιστα ἡ διὰ τῶν Ἰνδικῶν ἀρω μάτων χωρίς τινος ὑγρᾶς ἐλαίου ἢ ἄλλων τοιούτων σκευα ζομένη ὑγιοποιὸς καὶ συγκρατικὴ τοῦ ἀνθρωπείου σώματός ἐστιν, ὥσπερ καὶ τὸ ἔμπαλιν φθοροποιὸς καὶ λοιμώδης ἡ δυσωδία. ὅθεν δὴ καί τις τῶν ἰατροσοφιστῶν ἀκριβὴς ἄγαν ἔφασκεν, ὅτι, εἰ καταλάβοι τὸν τελευτῶντα πρὸ τοῦ παρατραπῆναι τὸν νοῦν δύνασθαι διά τινος αὐτὸν κατα σκευῆς ἀρωμάτων ἐπὶ ὥραν ποιῆσαι νηφάλιον τὸν λογισμὸν αὐτοῦ ἔχειν καὶ τὰ καθ' ἑαυτὸν ἐκλαλῆσαι καὶ διαθέσθαι. ὅπερ οὖν καὶ ἡμεῖς πείρᾳ τοῦτο παρειλήφαμεν καὶ αὐτόπται γεγόναμεν, μαρτυροῦσι δὲ καὶ ἄλλοι πλεῖστοι μέχρι τῆς δεῦρο τοῦτο γινόμενον βλέποντες ὑπὸ τῶν ἀκριβῶς καὶ περιεσκεμ μένως τὴν ἐπιστήμην ἐξησκημένων. 260 [θʹ. Περὶ Ἰηοῦ.] Μετὰ δὲ Ἰωρὰμ ἐβασίλευσεν Ἰηοῦ υἱὸς Ναμεσίου, καὶ εἰσερχόμενος ἐν τῇ πόλει Σαμαρείας παρέκυψεν Ἰεζάβελ διὰ τῆς θυρίδος περικεκαλλωπισμένη. ὁ δὲ βασιλεὺς προστάξας τοῖς εὐνούχοις αὐτῆς κατακρημνίσαι αὐτήν, κατεπατήθη ὑπὸ τῶν ἵππων καὶ κατεβρώθη ὑπὸ τῶν κυνῶν. πατάξας δὲ καὶ τοὺς οʹ υἱοὺς Ἀχαὰβ καὶ τοὺς περιλειφθέντας αὐτοῦ πάντας ἐν Σαμαρείᾳ κατὰ τὸ ῥῆμα Ἡλιοῦ, καὶ συναθροίσας ἅπαν τὸ πλῆθος τοῦ λαοῦ ἔφη πρὸς αὐτοὺς μετὰ πανουρ γίας· Ἀχαὰβ μὲν ἐδούλευσε τῷ Βάαλ ὀλίγα, Ἰηοῦ δὲ πολλὰ δουλεύσει αὐτῷ. καὶ νῦν πάντας καλέσατε πρός με τοὺς προφήτας καὶ ἱερεῖς τοῦ Βάαλ, ὅτι μεγάλη μοι θυσία τῷ Βάαλ. πᾶς γὰρ ὃς ἂν ἀπολείψῃ οὐ ζήσεται. συναθροι σθέντες οὖν ἅπαντες, καὶ τοῦ εἰδωλείου πλησθέντος στόμα πρὸς στόμα, φησὶν ὁ βασιλεὺς τοῖς δούλοις τοῦ Βάαλ· ἐρευ νήσατε ἀκριβῶς, εἰ ἔστι μεθ' ὑμῶν τῶν δούλων κυρίου τις. καὶ μηδενὸς εὑρεθέντος, ἐκέλευσε τοῖς ὑπουργοῖς αὐτοῦ, καὶ ἐπάταξαν πάντας ἐν στόματι ῥομφαίας, καὶ τὸν Βάαλ καὶ τὰ αὐτοῦ πάντα ἐνέπρησεν. πλὴν οὐκ ἐφύλαξεν εἰς τέλος πορεύεσθαι ἐν νόμῳ κυρίου καὶ ἐσφάγη ἐν τῷ πολέμῳ βα σιλεύσας ἔτη κηʹ.