Chronicon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-hamartolus" aria-label="More works by Georgius Hamartolus">
—
⋯
Original / primary: Pg Scrape Grc
261.1.1
[ιʹ. Περὶ Ἰωάχας.] Μετὰ δὲ Ἰηοῦ ἐβασίλευσεν Ἰωάχας υἱὸς αὐτοῦ καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἀπέθανε βασιλεύσας ἔτη ιζʹ. [ιαʹ. Περὶ Ἰωάς.] Μετὰ δὲ Ἰωάχας ἐβασίλευσεν Ἰωὰς υἱὸς αὐτοῦ καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἀπέθανε βασιλεύσας ἔτη ιδʹ. ἐφ' οὗ Ἐλισσαῖος ἐτελεύτησε προφητεύσας τῷ Ἰωὰς τὴν προτέραν διὰ συμβόλων κατὰ Σύρων νίκην ἐπιτρέψας αὐτῷ ἐπὶ τὴν γῆν τοξεῦσαι πεντάκις. καὶ τὸ μὲν τρίτον εὐστόχως ἔρριψεν, τὸ δὲ τέταρτον ἠστόχησεν. καὶ προφητεύει αὐτῷ ἕως τρίτης συμβολῆς νικῆσαι τοὺς Σύρους, τὰς δὲ ἑτέρας ἡττηθῆναι. εἰ γὰρ ἄχρι τῶν πέντε τὰ βέλη ἐπὶ τῆς γῆς εὐστόχως ἐβεβλήκει, πεντάκις ἂν παραταξάμενος τὴν Σύρων ἀρχὴν κατέλυσεν. ὅστις ἀξιάγαστος προφήτης τελευτήσας καὶ ταφεὶς ἔν τῶ μνήματι, ἐν αὐτῷ τῷ μνήματι μονόζωνοι Μωαβιτῶν νεκρὸν θάψαντες, καὶ τοῖς ὀστέοις τοῦ μακαρίου προφήτου πλησιάσας ἀνέστη. [ιβʹ. Περὶ Ἱεροβοάμ.] Μετὰ δὲ Ἰωὰς ἐβασίλευσεν Ἱεροβοὰμ υἱὸς αὐτοῦ καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἀπέθανε βασιλεύσας ἔτη λδʹ. [ιγʹ. Περὶ Ἀζαρίου.] Μετὰ δὲ Ἱεροβοὰμ ἐβασίλευσεν Ἀζαρίας υἱὸς αὐτοῦ καὶ 262 ἐποίησε τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἐσφάγη ὑπὸ Σελοὺμ βασιλεύσας μῆνας ϛʹ. [ιδʹ. Περὶ Σελούμ.] Μετὰ δὲ Ἀζαρίαν ἐβασίλευσεν ὁ Σελοὺμ καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἐσφάγη ὑπὸ Μαναῒμ βασιλεύ σας μῆνα αʹ. [ιεʹ. Περὶ Μαναΐμ.] Μετὰ δὲ Σελοὺμ ἐβασίλευσε Μαναῒμ καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἐσφάγη ὑπὸ Φακεσία βασιλεύ σας ἔτη ιʹ. [ιϛʹ. Περὶ Φακεσία.] Μετὰ δὲ Μαναῒμ ἐβασίλευσε Φακεσίας υἱὸς αὐτοῦ καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἐσφάγη ὑπὸ Φακεὲ βασιλεύσας ἔτη βʹ. [ιζʹ. Περὶ Φακεέ.] Μετὰ δὲ Φακεσίαν ἐβασίλευσε Φακεὲ καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἐσφάγη ὑπὸ Ὠσηὲ βασιλεύσας ἔτη κʹ. ἐντεῦθεν διδασκόμεθα ὡς τοὺς πονηρίᾳ συζῶντας δι' ἀλλήλων ὁ θεὸς κολάζειν εἴωθεν καὶ τῷ πονηροτέρῳ τὸν πονηρὸν παραδίδωσιν οἷόν τισι δημίοις αὐτοῖς κεχρη μένος. [ιηʹ. Περὶ Ὠσηέ.] Μετὰ δὲ Φακεὲ ἐβασίλευσεν Ὠσηὲ ἔτη θʹ καὶ ποιήσας τὸ πονηρὸν ἐνώπιον κυρίου, ἦλθε Σαλμανασὰρ βασιλεὺς 263 Ἀσσυρίων ἐπὶ Σαμάρειαν καὶ ἀπῴκισεν αὐτὴν διὰ τὰς ἁμαρ τίας αὐτῶν τὰς μεγάλας. καὶ γὰρ ἐποίησαν δύο χρυσᾶς δαμάλεις καὶ προσεκύνησαν καὶ ἐλάτρευσαν αὐταῖς καὶ τῷ Βάαλ καὶ διῆγον τοὺς υἱοὺς καὶ τὰς θυγατέρας αὐτῶν ἐν πυρὶ καὶ ἐμαντεύοντο καὶ οἰωνίζοντο καὶ ἐφαρμακεύοντο. καὶ ἀπώσατο αὐτοὺς κύριος ἀπὸ προσώπου αὐτοῦ, καὶ οὐχ ὑπελείφθη πλὴν φυλὴ Ἰούδα μονωτάτη, καί γε Ἰούδας οὐκ ἐφύλαξε τὰς ἐντολὰς κυρίου, ἀλλ' ἐπορεύθησαν ἐν ταῖς ἁμαρτίαις Ἰσραήλ. καὶ ἔδωκεν αὐτοὺς κύριος εἰς χεῖρας ἁρπαζόντων αὐτούς, καὶ ἀπῳκίσθησαν εἰς Ἀσσυρίους. καὶ ἀπέστειλε βασιλεὺς Ἀσσυρίων ἔθνη δʹ, τοὺς Κουδιαίους καὶ Κουθιαίους καὶ Σεφαρουαίους καὶ Ἀναγαυαίους, καὶ κατῳκίσθησαν ἐν ταῖς πόλεσι Σαμαρείας, καὶ πέμψας κύριος ἐπ' αὐτοὺς λέοντας, ἀνήλισκον αὐτούς. καὶ ἀνήγγειλαν τῷ βασιλεῖ Ἀσσυρίων ὅτι· τὰ ἔθνη ἃ ἐκάθισας ἐν πόλεσι Σα μαρείας οὐκ ἔγνωσαν τὸ κρίμα τοῦ θεοῦ τῆς γῆς ἐκείνης, καὶ ἀπέστειλεν εἰς αὐτοὺς λέοντας, καὶ ὀλοθρεύονται. καί φησιν ὁ βασιλεύς· ἀπαγάγετε ἐκεῖ τινας, καὶ φωτιοῦσιν αὐ τοὺς τὸ κρίμα τοῦ θεοῦ. καὶ ἀποστείλας ἕνα τῶν ἱερέων, ὧν ἀπῴκισαν ἀπὸ Σαμαρείας, ἦν φωτίζων αὐτοὺς ὁ ἱερεὺς φοβεῖσθαι τὸν κύριον, καὶ ἐφοβοῦντο τὸν κύριον καὶ τοῖς θεοῖς αὐτῶν ἐλάτρευον καὶ κατῴκησαν ἐκεῖ ἕως τῆς ἡμέ ρας ταύτης. ἐπανελθόντες οὖν οἱ Ἰουδαῖοι ζηλοτύπως εἶχον πρὸς αὐτοὺς ἅτε ἀλλοφύλους καὶ οὐ συνεχρῶντο αὐτοῖς, 264 ἀλλ' ἀπὸ τοῦ Σόμωρ τοῦ ὄρους ἐκάλουν αὐτοὺς Σαμαρείτας. οἵ γε τὰ Μωϋσέως μόνα δεχόμενοι βιβλία τῶν λοιπῶν γραφῶν οὐ πολὺν ἐποιοῦντο λόγον, κἀντεῦθεν πρὸς τοὺς Ἰουδαίους φιλονείκως διακείμενοι πατέρα τὸν Ἁβραὰμ ἐπεγράφοντο ἅτε ἀπὸ τῆς Χαλδαίας ὁρμώμενον, ἀφ' ἧς καὶ αὐτοὶ γεγόνασιν. διὸ δὴ καὶ ἡ Σαμαρεῖτις πρὸς τὸν κύριον ἔλεγεν· οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν, τοὺς περὶ τὸν Ἁβραὰμ ὑπεμφαίνουσα, ἔνθα τὸν υἱὸν ἐκεῖ νος εἰς ὁλοκάρπωσιν ἀνήνεγκεν. Οἱ δὲ ἐν Σαμαρείᾳ βασιλεύσαντες ὑπῆρχον τὸν ἀριθμὸν ιηʹ ἀπὸ Ἱεροβοὰμ ἕως τοῦ εἰρημένου Ὠσηέ, ἐφ' οὗ πέπαυται καὶ ἀπώλετο Σαμάρεια, καὶ Ἀσσύριοι κατῴκησαν ἐκεῖ, ὡς εἴρηται, ἐξ ὧν οἱ αἱρετικοὶ Σαμαρεῖται καὶ Σαδδουκαῖοι πεφήνασιν. γίνονται οὖν ὁμοῦ τὰ πάντα ἔτη σνγʹ. καὶ ἐκ διαφόρων μὲν ἐγένοντο γενῶν, ἅπαντες δὲ τὸ πονηρὸν ἐποί ησαν ἐνώπιον κυρίου κατὰ τὴν ἁμαρτίαν Ἱεροβοάμ. [Βιβλίον ςʹ.]
261.2.1
Περὶ Ναβουχοδονόσωρ.] Μετὰ δὲ τοὺς προειρημένους Ἀσσυρίων βασιλεῖς ἐβασί λευσεν, ὡς εἴρηται, Ναβουχοδονόσωρ ἔτη κδʹ, ὃς καὶ τὴν Ἱερουσαλὴμ ἐκράτησεν ἔτη ζʹ, καὶ πόλιν μεγίστην εἰς Βαβυ λῶνα κτίσας ἐξ ὀπτῆς πλίνθου καὶ λίθων λελαξευμένων 265 ἐχόντων ἀνὰ πηχῶν γʹ τὸ πλάτος καὶ τὸ μῆκος ἀνὰ πηχῶν ϛʹ, τὸ μὲν περίμετρον αὐτῆς ἐποίησε σταδίων μʹ γινόμενα μίλια ϛʹ ἥμισυ, τὸ δὲ ὕψος τοῦ τείχους πηχῶν πʹ καὶ τὸ πλάτος πηχῶν λʹ, καὶ τοὺς πύργους ἔστησεν ἐπὶ ταῖς πύλαις αὐτῆς ἀνὰ πηχῶν ρʹ τὸ ὕψος καὶ τὸ πλάτος ἀνὰ πηχῶν ξʹ, καὶ ἐποίησε τὰς πύλας αὐτῆς χαλκᾶς καὶ διεγειρομένας εἰς ὕψος ἀνὰ πηχῶν νʹ καὶ τὸ πλάτος πηχῶν κʹ εἰς ἐξόδους καὶ εἰσόδους λαοῦ αὐτοῦ. πλησίον δὲ τῆς πόλεως ὤρυξε κιν στέρναν καὶ ᾠκοδόμησε καὶ περιετείχισεν αὐτὴν ἀξιολόγως τὸ περίμετρον αὐτῆς ἔχουσαν στάδια μʹ, τὸ δὲ βάθος ὀργυίας μʹ. ὡσαύτως κατεσκεύασε καὶ ἄλλο ἔργον ἀξιάγαστον. ἐγείρας γὰρ ἀναλήμματα λίθινα ὑψηλότατα σφόδρα καὶ παντοδαπὰ καταφυτεύσας ὕπερθεν δένδρα καρποφόρα ὡς ὅμοια δασυτά τοις ὄρεσι κρεμαστὸν παράδεισον αὐτὸν ἐπωνόμασεν, εἰς ὃν ἡ γυνὴ αὐτοῦ περιπολοῦσα καὶ πᾶσαν τὴν γῆν ἐκείνην ἐποπτεύουσα κατετέρπετο ὑπ' οὐδενὸς ὁρωμένη. αὕτη ἐστὶν ἡ πόλις, περὶ ἧς διαπορευόμενος ἔφη μετ' ἐπάρσεως πολλῆς καὶ ἀλαζονείας· οὐχ αὕτη ἐστὶ Βαβυλὼν ἡ μεγάλη, ἣν ἐγὼ εἰς οἶκον βασιλείας ἐν τῷ κράτει τῆς ἰσχύος μου εἰς τιμὴν 266 τῆς δόξης μου ᾠκοδόμησα; καὶ ἔτι τοῦ λόγου ἐν τῷ στό ματι αὐτοῦ ὄντος, φωνὴ ἐκ τοῦ οὐρανοῦ ἐγένετο· σοὶ λέγε ται, Ναβουχοδονόσωρ, ἡ βασιλεία σου παρῆλθεν ἀπό σου, καὶ ἀπὸ τῶν ἀνθρώπων ἐκδιώξουσί σε, καὶ μετὰ θηρίων ἡ κατοίκησίς σου, καὶ χόρτον ὡς βοῦν ψωμιοῦσί σε, καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπί σε, ἕως οὗ γνῷς ὅτι κυριεύει ὁ ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων καὶ ᾧ ἐὰν δόξῃ δώσει αὐτήν. καὶ αὐτῇ τῇ ὥρᾳ ὁ λόγος συνετελέσθη ἐπὶ Ναβουχοδονόσωρ καὶ ἀπὸ τῶν ἀνθρώπων ἐξεδιώχθη καὶ χόρτον ὡς βοῦς ἤσθιεν, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ τὸ σῶμα αὐτοῦ ἐβάφη, ἕως οὗ αἱ τρίχες αὐτοῦ ὡς λέοντος ἐμεγαλύνθησαν καὶ οἱ ὄνυχες ὡς ὀρνέου. μετὰ δὲ ταῦτα πάλιν φησὶν ὁ αὐτὸς περὶ τῆς ἑαυτοῦ ἀποκαταστάσεως· ἐν τῷ καιρῷ ἐκείνῳ αἱ φρένες μου ἐπεστράφησαν ἐπ' ἐμὲ καὶ εἰς τιμὴν τῆς βασιλείας μου ἦλθον, καὶ ἡ μορφή μου ἐπέ στρεψεν ἐπ' ἐμέ, καὶ οἱ τύραννοί μου καὶ οἱ μεγιστάνες μου ἐζήτουν με, καὶ ἐπὶ τὴν βασιλείαν μου ἐκραταιώθην, καὶ μεγαλωσύνη περισσοτέρα προσετέθη μοι. νῦν οὖν ἐγὼ Να βουχοδονόσωρ αἰνῶ καὶ ὑπερυψῶ καὶ δοξάζω τὸν βασιλέα τοῦ οὐρανοῦ, ὅτι πάντα τὰ ἔργα αὐτοῦ ἀληθινὰ καὶ αἱ τρίβοι αὐτοῦ κρίσεις, καὶ πάντας τοὺς πορευομένους ἐν ὑπερηφανίᾳ δύναται ταπεινῶσαι. Τὴν τοίνυν ἐκ θεοῦ δοθεῖσαν αὐτῷ πολυολβίαν καὶ ῥώμην τε καὶ περιφάνειαν ὁ θεῖος λόγος ὑπεμφαίνων διὰ Ἱερεμίου φάσκει· τάδε λέγει κύριος. ἰδοὺ δέδωκα πᾶσαν τὴν γῆν τῷ Ναβουχοδονόσωρ βασιλεῖ Βαβυλῶνος δουλεύειν 267 αὐτῷ καὶ τὰ θηρία τοῦ ἀγροῦ ἐργάζεσθαι αὐτῷ, καὶ τὸ ἔθνος καὶ ἡ βασιλεία, ὅσοι ἂν μὴ ἐμβάλωσι τὸν τράχηλον αὐτῶν ὑπὸ τὸν ζυγὸν αὐτοῦ, ἐν μαχαίρᾳ καὶ ἐν λιμῷ ἐπισκέψομαι αὐ τούς, ἕως ἂν ἐκλείπωσιν ἐν χειρὶ αὐτοῦ. καί· ἰταμός ἐστι καὶ οὐκ ἐλεήσει. φωνὴ αὐτοῦ ὡς θάλασσα κυμαίνουσα. ἐφ' ἵπποις πολλοῖς καὶ ἅρμασι παρατάξεται ὡς πῦρ εἰς πό λεμον ἐπί σε, θύγατερ Σιών. καί· ἀπὸ φωνῆς ὁρμῆς αὐτοῦ καὶ ἀπὸ τῶν ὅπλων τῶν ποδῶν αὐτοῦ καὶ ἀπὸ σεισμοῦ τῶν ἁρμάτων καὶ ἤχου τροχῶν αὐτοῦ. οὐκ ἐπιστραφήσονται πατέρες ἐπὶ υἱοὺς αὐτῶν ἀπὸ ἐκλύσεως χειρῶν αὐτῶν. καί· ἐκ Δὰν ἀκουσθήσεται φωνὴ ὀξύτητος ἵππων αὐτοῦ καὶ ἀπὸ φωνῆς χρεμετισμοῦ ἱππασίας αὐτοῦ σεισθήσεται πᾶσα ἡ γῆ ἐκείνη. καὶ ἥξει καὶ φάγεται τὴν γῆν καὶ τὸ πλήρωμα αὐτῆς, πόλεις καὶ τοὺς ἐν αὐταῖς κατοικοῦντας. ὡσαύτως δὲ καὶ διὰ Ἰεζεκιὴλ οὕτω λέγει· ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ Σὼρ τὸν Ναβουχοδονόσωρ βασιλέα Βαβυλῶνος, ὅς ἐστι βασιλεὺς βασιλέων, μεθ' ἵππων καὶ ἁρμάτων καὶ συναγωγῆς ἐθνῶν πολλῶν σφόδρα, καὶ περιβαλεῖ σοι τάφρον καὶ οἰκοδομήσει σε κύκλῳ χάρακα καὶ περίστασιν ὅπλων, καὶ τὰς λόγχας αὐτοῦ ἀπέναντί σου δώσει. τὰ τείχη σου καὶ τοὺς πύργους σου καθελεῖ ἐν τοῖς ὅπλοις αὐτοῦ, ἀπὸ δὲ τοῦ πλήθους τῶν ἵππων αὐτοῦ καλύψει σε ὁ κονιορτὸς αὐτῶν. καὶ 268 πάλιν· τάδε λέγει Ἀδωναῒ κύριος· ἰδοὺ ἐγὼ δίδωμι τῷ Να βουχοδονόσωρ τὴν γῆν Αἰγύπτου, καὶ λήψεται τὸ πλῆθος αὐτῆς καὶ σκυλεύσει τὰ σκῦλα αὐτῆς καὶ προνομεύσει τὴν προνομὴν αὐτῆς. ἀντὶ τῆς λειτουργίας, ἧς ἐδούλευσεν ἐπὶ Τύρον, δέδωκα αὐτῷ τὴν γῆν Αἰγύπτου. καί· ἀπολῶ τὸ πλῆθος Αἰγυπτίων διὰ χειρὸς Ναβουχοδονόσωρ. καί· ἐν μαχαίραις γιγάντων αὐτοῦ καταβαλῶ τὴν ἰσχὺν αὐτῶν. καὶ μετὰ ταῦτα· ἐξελεύσονται οἱ κατοικοῦντες τὰς πόλεις καὶ ἐκ καύσουσι καὶ ἀνάψουσιν ἐν τοῖς ὅπλοις καὶ θυρεοῖς καὶ πέλταις καὶ δόρασι καὶ τόξοις καὶ βέλεσι καὶ βακτηρίαις χειρῶν καὶ λόγχαις, καὶ καύσουσιν ἐν αὐταῖς πῦρ ἔτεσιν ἑπτά. καὶ οὐ μὴ λήψονται ξύλα ἐκ τοῦ ἀγροῦ οὐδὲ μὴ κόψουσιν ἐκ τῶν δρυμῶν, ἀλλ' ἢ τὰ ὅπλα καύσουσιν. εἰκότως οὖν ἔλεγε πρὸς αὐτὸν Δανιήλ· σύ, βασιλεῦ, βασιλεὺς βασιλέων, ᾧ ὁ θεὸς τοῦ οὐρανοῦ βασιλείαν ἰσχυράν τε καὶ κραταιὰν καὶ ἔντιμον ἔδωκεν ἐν παντὶ τόπῳ, ὅπου κατοικοῦσιν οἱ υἱοὶ τῶν ἀνθρώπων, θηρία τε τοῦ ἀγροῦ καὶ πετεινὰ τοῦ οὐρα νοῦ ἔδωκεν ἐν τῇ χειρί σου καὶ κατέστησέ σε κύριον πάντων, καὶ σὺ εἶ ἡ χρυσῆ κεφαλὴ τῆς εἰκόνος. καί· τὸ δένδρον, ὃ εἶδες, τὸ μεγαλυνθέν, οὗ τὸ ὕψος ἔφθασεν εἰς τὸν οὐρανὸν 269 καὶ τὸ κύτος αὐτοῦ εἰς πᾶσαν τὴν γῆν καὶ τὰ φύλλα αὐτοῦ εὐθαλῆ καὶ ὁ καρπὸς αὐτοῦ πολύς, καὶ τροφὴ πᾶσιν ἐν αὐτῷ, καὶ ὑποκάτω αὐτοῦ κατῴκουν τὰ θηρία καὶ ἐν τοῖς κλάδοις αὐτοῦ κατεσκήνουν, σὺ εἶ, βασιλεῦ, ὅτι ἐμεγαλύνθης καὶ ὑπερίσχυσας, καὶ ἡ μεγαλωσύνη σου ἔφθασεν εἰς τὸν οὐρανὸν καὶ ἡ κυρεία σου εἰς τὰ πέρατα τῆς γῆς. [βʹ. Περὶ Οὐλεμαροδάχ.] Μετὰ δὲ Ναβουχοδονόσωρ ἐβασίλευσεν Οὐλεμαροδάχ, ὁ καὶ Εὐιλάδ, υἱὸς αὐτοῦ ἔτη εʹ. ὃς τὸν Ἰεχονίαν λύσας τῶν δεσμῶν ἐποίησε συνεστιάτορα αὐτοῦ. περὶ οὗ καὶ ἡ τῶν βασιλειῶν ἱστορία καὶ ὁ θεῖος Ἱερεμίας ἔφη· καὶ ἐγέ νετο ἐν τῷ τριακοστῷ καὶ ἑβδόμῳ ἔτει ἀποικισθέντος τοῦ Ἰωακεὶμ βασιλέως Ἰούδα ἐν τῷ δεκάτῳ μηνὶ ἐν τῇ τετάρτῃ καὶ εἰκάδι τοῦ μηνός, ἔλαβεν Εὐιλὰδ Οὐλεμαροδὰχ βασιλεὺς Βαβυλῶνος ἐν τῷ ἐνιαυτῷ, ᾧ ἐβασίλευσεν, τὴν κεφαλὴν Ἰωακεὶμ βασιλέως Ἰούδα καὶ ἐξήγαγεν αὐτὸν ἐξ οἴκου, οὗ ἐφυλάττετο, καὶ ἐλάλησεν αὐτῷ χρηστὰ καὶ ἔδωκεν αὐτῷ τὸν δίφρον ἐπάνω τῶν θρόνων τῶν βασιλέων τῶν μετ' αὐτοῦ ἐν Βαβυλῶνι καὶ ἤλλαξε τὴν στολὴν τῆς φυλακῆς αὐτοῦ. καὶ ἤσθιε διὰ παντὸς ἄρτον κατὰ πρόσωπον αὐτοῦ πάσας τὰς ἡμέρας, ἃς ἔζησεν. Ἰωακεὶμ δὲ οὗτός ἐστιν ὁ καὶ Ἰεχονίας. Ἰωακεὶμ γὰρ τὸν τούτου πατέρα, ἐφ' οὗ καὶ 270 Δανιὴλ ᾐχμαλωτίσθη, Ναβουχοδονόσωρ ἀνελὼν ἐν Ἱερου σαλὴμ ἔρριψεν ἔξω τοῦ τείχους.
261.3.1
Περὶ Βαλτάσαρ.] Μετὰ δὲ Οὐλεμαροδὰχ ἐβασίλευσε Βαλτάσαρ ἀδελφὸς αὐτοῦ ἔτη
261.4.1
ὃς μιάνας τὰ ἱερὰ σκεύη τοῦ θεοῦ ἐν τῷ συμποσίῳ, ἅπερ ἤγαγεν ὁ πατὴρ αὐτοῦ Ναβουχοδονόσωρ ἐξ Ἱερουσαλήμ, ἀνῃρέθη κατὰ θείαν ὀργήν. φησὶ γὰρ τηνι καῦτα πρὸς αὐτὸν Δανιήλ· ὁ θεὸς ὁ ὕψιστος τὴν βασιλείαν καὶ τὴν μεγαλωσύνην καὶ τὴν δόξαν ἔδωκε Ναβουχοδονόσωρ τῷ πατρί σου, καὶ ἀπὸ τῆς μεγαλωσύνης αὐτοῦ πάντες οἱ λαοὶ φυλαὶ γλῶσσαι ἦσαν τρέμοντες καὶ φοβούμενοι ἀπὸ προσώπου αὐτοῦ, καὶ οὓς ἐβούλετο ἀνῄρει, καὶ οὓς ἤθελεν ἔσωζεν. καὶ ὅτε ὑψώθη ἡ καρδία αὐτοῦ καὶ τὸ πνεῦμα αὐτοῦ ἐκραταιώθη τοῦ ὑπερηφανεύεσθαι, κατηνέχθη ἀπὸ τοῦ θρόνου τῆς βασιλείας αὐτοῦ, καὶ ἡ τιμὴ αὐτοῦ ἀφῃρέθη ἀπ' αὐτοῦ, καὶ ἀπὸ τῶν ἀνθρώπων ἐξεδιώχθη καὶ μετὰ τῶν θηρίων ἐδόθη, καὶ μετὰ ὀνάγρων ἡ κατοίκησις αὐτοῦ, καὶ χόρτον ὡς βοῦν ἐψώμιζον αὐτόν, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ τὸ σῶμα αὐτοῦ ἐβάφη, ἕως οὗ ἔγνω, ὅτι κυριεύει ὁ ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων καὶ ᾧ ἐὰν δόξῃ δώσει αὐτήν. καὶ σὺ οὖν, ὁ υἱὸς αὐτοῦ Βαλτάσαρ, οὐκ ἐταπείνω σας τὴν καρδίαν σου, καὶ οἱ μεγιστάνες καὶ οἱ παράκοιτοι καὶ αἱ παλλακαί σου οἶνον ἐπίνετε ἐν τοῖς ἁγίοις σκεύεσιν. διὰ τοῦτο ἀπεστάλη ἀστράγαλος χειρὸς ἐκ προσώπου αὐτοῦ, καὶ 271 τὴν γραφὴν ταύτην ἐνέταξεν οὕτως· μανή, θεκέλ, φαρές, τοῦτ' ἔστιν· μανή· ἐμέτρησεν ὁ θεὸς τὴν βασιλείαν σου καὶ ἐπλήρωσεν αὐτήν. θεκέλ· ἐστάθη ἐν ζυγῷ καὶ εὑρέθη ὑστε ροῦσα. φαρές· διῄρηται ἡ βασιλεία σου καὶ ἐδόθη Μήδοις καὶ Πέρσαις. καὶ ἐν αὐτῇ τῇ νυκτὶ ἀνῃρέθη Βαλτάσαρ ὁ Χαλδαῖος, καὶ Δαρεῖος παρέλαβε τὴν βασιλείαν. Μὴ νομίσῃς, φησίν, οἰκείᾳ ῥώμῃ χρησάμενος ὁ πατήρ σου πᾶσαν ὑπέταξε τὴν οἰκουμένην. ὁ γὰρ θεὸς ἐπιφέρων ἀνθρώποις ἁμαρτωλοῖς τιμωρίαν ὥσπερ τισὶν ὀργάνοις κέ χρηται προδήλως ἐπιτηδείοις καὶ πονηροῖς εἰς ὑπηρεσίαν τῆς κατ' αὐτῶν θείας ὀργῆς. ὅθεν φησὶ διὰ Ἡσαΐου· μὴ δοξα σθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος ἐν αὐτῇ; ἢ ὑψωθήσεται πρίων ἄνευ τοῦ ἕλκοντος αὐτόν; οὕτως ἐάν τις ἄρῃ ῥάβδον ἢ ξύλον. ὥσπερ γάρ, φησίν, ἀδύνατον ἀξίνην αὐτομάτως ἢ πρίονα ἢ ῥάβδον κινηθῆναι, τότε γὰρ τούτων ἕκαστον ἐνεργεῖ, ἡνίκα ἄν τις τῇ χειρὶ χρησάμενος κινῆσαι θελήσειεν, οὕτω δὴ κἀγὼ τοῖς πονηροῖς κατὰ τῶν πονηρῶν ἀνθρώπων κέχρημαι. ταύτῃ τοι καὶ Ἱερεμίας φησίν· οὕτως εἶπε κύριος ὁ θεὸς Ἰσραήλ· ἐγὼ ἐποίησα τὴν γῆν τῇ μεγάλῃ ἰσχύϊ μου καὶ τῷ βραχίονί μου τῷ ὑψηλῷ, καὶ δώσω αὐτὴν ᾧ ἐὰν δόξῃ ἐν ὀφθαλμοῖς μου. καὶ ἰδοὺ δέδωκα πᾶσαν τὴν γῆν Ναβουχοδονόσωρ βασιλεῖ Βαβυλῶνος τῷ δούλῳ μου δου λεύειν αὐτῷ πάντα τὰ ἔθνη, καὶ τὰ ἑξῆς. ὃς ἐντεῦθεν ὑπὲρ ἄνθρωπον φρονήσας καὶ τῶν θείων κριμάτων καὶ τῆς ἀρρή του δικαιοκρισίας καὶ μακροθυμίας καταφρονήσας ἐπειράθη λοιπὸν ἐνδίκως τῆς θείας ὀργῆς τὸ ἀδέκαστόν τε καὶ ἀνα πόδραστον. [δʹ. Περὶ Δαρείου.] Μετὰ δὲ Βαλτάσαρ ἐβασίλευσε Δαρεῖος ὁ Μῆδος, ὁ καὶ 272 Ἀστυάγης καὶ Ἀρταξέρξης, ἔτη ιζʹ, ὃς ἔσχε γυναῖκα τὴν τοῦ Μαρδοχαίου Ἐσθὴρ ἐπιλεχθεῖσαν διὰ κάλλος ἐκ τῶν Ἑβραϊκῶν νεανίδων. ἥτις καὶ τὸν ἴδιον λαὸν Ἰουδαϊκὸν ἀναιρεῖσθαι μέλλοντα ἐξ ἐπιβουλῆς Ἀμὰν τοῦ ἀρχιστρατήγου λυτρωσαμένη παρεσκεύασεν ἐκεῖνον ἀνασκολοπισθῆναι εἰς ὅπερ ξύλον ἐβουλεύσατο Μαρδοχαῖον τὸν ἑαυτῆς ἀναρτῆσαι θεῖον μὴ τιμῶντα αὐτὸν καὶ προσκυνοῦντα. ἐν οἷς εἰκότως καὶ πεπλήρωται ἡ γραφὴ λέγουσα· ὃς δ' ἂν ἐκκαύσῃ κακίαν, ἀπολεῖται ὑπ' αὐτῆς. καί· ὃς παρασκευάζεται δίκτυον ἐπὶ πρόσωπον τοῦ πλησίον, περιβαλεῖ αὐτὸ τοῖς ἑαυτοῦ ποσίν. καί· ὁ ποιῶν πονηρὸν εἰς αὐτὸ ἐγκυλισθήσεται καὶ οὐ μὴ ἐπιγνῷ, πόθεν ἥκει αὐτῷ. καί· ὁ ὀρύσσων βόθρον τῷ πλη σίον εἰς αὐτὸν ἐμπεσεῖται. καί· δι' ὧν τις ἁμαρτάνει, διὰ τούτων κολάζεται. φησὶ γάρ τις τῶν μεγιστάνων· ἰδοὺ καὶ ξύλον ἔστησεν Ἀμὰν τῷ Μαρδοχαίῳ πηχῶν νʹ. καὶ εἶπεν ὁ βασιλεύς· σταυρωθήτω Ἀμὰν ἐκεῖ. καὶ ἐγένετο οὕτως κατὰ τὴν κέλευσιν τοῦ βασιλέως Ἀρταξέρξου. ἐφ' οὗ καὶ τῷ Δανιὴλ ὡράθησαν αἱ διὰ τοῦ ἀγγέλου Γαβριὴλ ὀπτασίαι, 273 καὶ ὁ χρόνος ἐδηλώθη τῆς Χριστοῦ παρουσίας. ὅστις καὶ φθονηθεὶς ὑπὸ τῶν μεγιστάνων διὰ τὸ μεγάλως τιμᾶσθαι ὑπὸ τοῦ βασιλέως ἐβλήθη ἐν τῷ λάκκῳ τῶν λεόντων. [εʹ. Περὶ Κύρου.] Μετὰ δὲ Δαρεῖον ἐβασίλευσε Κῦρος ὁ Πέρσης ἔτη λβʹ. ὃς ἀνελὼν Δαρεῖον πάσης ἐκράτησε τῆς γῆς, τήν τε τῶν Χαλδαίων καὶ Ἀσσυρίων καὶ Περσῶν Παλαιστίνην τε καὶ πᾶσαν τὴν Ἀσίαν καὶ τὴν Λυδῶν βασιλείαν ὑπέταξεν, ἀνε λὼν Κροῖσον, ὡς προείρηται. ἐφ' οὗ Δανιὴλ ἐπιφανέστερος ὑπάρχων ἔτι καὶ τὸν Βὴλ συντρίψας καὶ τὸν δράκοντα φονεύσας τὰ σεβάσματα Περσῶν ἐβλήθη πάλιν ἐν τῷ λάκκῳ τῶν λεόντων, καὶ ἦν ἐκεῖ ἡμέρας ϛʹ, ἐν ᾧ λέοντες ἦσαν ζʹ, καὶ ἐδίδετο αὐτοῖς τὸ καθ' ἡμέραν σώματα βʹ καὶ πρό βατα βʹ, τότε δὲ οὐκ ἐδόθη αὐτοῖς οὐδέν, ἵνα τὸν Δανιὴλ καταφάγωσιν. καὶ ἦν Ἀμβακοὺμ ὁ προφήτης ἐν τῇ Ἰουδαίᾳ καὶ ἥψησεν ἕψημα καὶ ἐνέθρυψεν ἄρτους εἰς σκάφην καὶ ἐπορεύετο εἰς τὸ πεδίον ἀπενέγκαι τοῖς θερισταῖς. καὶ εἶπεν ἄγγελος κυρίου πρὸς αὐτόν· ἀπένεγκε τὸ ἄριστον τοῦτο εἰς Βαβυλῶνα τῷ Δανιὴλ ἐν τῷ λάκκῳ τῶν λεόντων. ὁ δέ φησιν· κύριε, Βαβυλῶνα οὐχ ἑώρακα καὶ τὸν λάκκον οὐ γινώσκω ποῦ ἐστιν. καὶ ἐπιλαβόμενος ὁ ἄγγελος τῆς κο ρυφῆς αὐτοῦ καὶ βαστάσας ἔθηκεν αὐτὸν εἰς Βαβυλῶνα ἐπάνω τοῦ λάκκου ἐν τῷ ῥοίζῳ τοῦ πνεύματος αὐτοῦ. καὶ ἐβόησεν Ἀμβακοὺμ λέγων· Δανιήλ, Δανιήλ, λάβε τὸ ἄριστον, 274 ὃ ἀπέστειλέ σοι κύριος. καὶ εἶπε Δανιήλ· ἐμνήσθης γάρ μου, ὁ θεός, καὶ οὐκ ἐγκατέλιπες τοὺς ἀγαπῶντάς σε, κύριε. καὶ ἀναστὰς Δανιὴλ ἔφαγεν, καὶ πάλιν εὐθὺς ὁ ἄγγελος ἀπεκατέστησε τὸν Ἀμβακοὺμ ἐπὶ τὸν τόπον αὐτοῦ. ὁ δὲ βασιλεὺς τῇ ἑβδόμῃ ἡμέρᾳ ἐλθὼν ἐπὶ τὸν λάκκον καὶ εὑρὼν αὐτὸν μηδὲν ὑπὸ τῶν λεόντων ἀδικηθέντα καὶ τὸν σεσω κότα θεὸν δοξάσας τὸν μὲν Δανιὴλ εὐθὺς ἀνήγαγεν ἐκ τοῦ λάκκου, τοὺς δὲ αἰτίους τῆς ἀπωλείας αὐτοῦ κατήγαγεν εἰς τὸν λάκκον, καὶ παραχρῆμα κατεβρώθησαν ὑπὸ τῶν λεόντων ἐνώπιον αὐτοῦ. ὑφ' οὗ τῷ πρώτῳ ἔτει τῆς βασιλείας ἀνε κλήθησαν οἱ Ἰουδαῖοι. ἄφεσιν γὰρ αὐτοῖς προσφωνήσαντος αὐτοῦ καὶ τὴν πρὸς Ἱερουσαλὴμ ἐπάνοδον ἐπιτρέψαντος, ἐπληρώθη ὁ ἑβδομηκονταετὴς χρόνος τῆς αἰχμαλωσίας αὐτῶν κατὰ τὸν θεῖον ὅρον. τοῦ δὲ υἱοῦ Ζοροβάβελ Σαλαθιὴλ καὶ Ἰησοῦ τοῦ Ἰωσεδὲκ ἐλθόντων εἰς Ἱερουσαλὴμ καὶ τὸνναὸν οἰκοδομεῖν ἐξ ἐπιτροπῆς Κύρου καὶ φιλοτιμίας ἀρξα μένων, ἐκωλύθησαν ὑπὸ τῶν περιοίκων διαβεβληκότων αὐ τοὺς πρὸς τὸν βασιλέα. [ϛʹ. Περὶ Καμβύσου.] Μετὰ δὲ Κῦρον ἐβασίλευσε Καμβύσης υἱὸς αὐτοῦ ὁ καὶ Ναβουχοδονόσωρ κληθεὶς ἔτη ιηʹ. ὃς πόλεμον ἔχων πρὸς Ἀρφαξὰδ βασιλέα Μήδων καὶ συμμαχίαν αἰτήσας παρὰ τῶν ἐθνῶν πάντων ἕως Αἰγύπτου, καὶ μὴ δεδωκότων αὐτῷ, ἀλλὰ καὶ ἀντειρηκότων, πόλεμον ἔθετο μετὰ τὸ νικῆσαι καὶ 275 περιγενέσθαι τοῦ Ἀρφαξὰδ κατὰ τῶν μὴ δεδωκότων, καὶ δὴ ὑποστρέψας μετὰ νίκης ἀπέστειλε τὸν ἀρχιστράτηγον αὐτοῦ Ὁλοφέρνην μετὰ δυνάμεως πολλῆς κατ' αὐτῶν. καὶ παντὸς ἔθνους κυριεύσας ὁ Ὁλοφέρνης καὶ τὰ εἴδωλα τούτων συν τρίψας πρὸς Βετυλούαν τὴν τῶν Ἰουδαίων πόλιν ἦλθεν ἐν χιλιάσιν ὁπλιτῶν ρκʹ. καὶ ὁ μὲν Ὁλοφέρνης εἰς πόλεμον παρετάσσετο, κατησφαλισμένων ἐν τῇ πόλει τῶν υἱῶν Ἰσ ραήλ, ὁ δὲ στρατηγὸς αὐτοῦ Ἀχιὼρ συνεβούλευσεν αὐτῷ μὴ πολεμεῖν τὸ ἔθνος τῶν Ἑβραίων διὰ τὸ ὑπερασπίζειν αὐ τῶν τὸν θεόν. καὶ ὀργισθεὶς ὁ Ὁλοφέρνης ἀπέστειλεν αὐτὸν εἰς τὴν πόλιν ἀπειλήσας ἀναιρήσειν αὐτόν, εἰ ταύτης περι γένοιτο. καὶ ὁ μὲν Ἀχιὼρ ἦν ἐν τῇ πόλει Βετυλούᾳ, ὁ δὲ Ὁλοφέρνης ἐπολιόρκει τὴν πόλιν προκαταλαβὼν τὰ ὕδατα. τοῦ δὲ λαοῦ ἐκλυθέντος διὰ τὸ δίψος, καὶ μελλόντων ἐκ δοῦναι τὴν πόλιν, ἡ Ἰουδὶθ ἀποβαλοῦσα τὰ τῆς χηρεύσεως ἱμάτια (ἐπένθει γὰρ τὸν ἄνδρα καὶ δι' ὅλου ἔμενε νηστεύ ουσα) ἐκόσμησεν ἑαυτὴν ὡς νύμφην καὶ πολλὰ τοὺς ἄρχον τας ὡς ὀλιγοψύχους ἐλέγξασα καὶ νουθετήσασα καὶ παραγ γείλασα μὴ ἐκδοῦναι τὴν πόλιν ἄχρις ἡμερῶν εʹ ὑπεξῆλθε πρὸς τὸν Ὁλοφέρνην, καὶ τῇ τοῦ θεοῦ βοηθείᾳ καὶ τῇ ἑαυτῆς σοφίᾳ τοῦτον ἀπατήσασα καὶ ἀποκεφαλίσασα τῇ τρίτῃ ἡμέρᾳ καὶ πρὸς τὴν πόλιν ὑποστρέψασα νυκτὸς τὴν κεφα λὴν ἔδειξεν Ὁλοφέρνου. καὶ οἱ μὲν Ἰουδαῖοι σφόδρα θαυμάσαντες καὶ τῷ συνεργήσαντι καὶ σοφίσαντι θεῷ τὴν δόξαν ἀναπέμψαντες προθυμίαν πολλὴν ἔλαβον, ὁ δὲ στρατηγὸς Ἀχιὼρ μᾶλλον ὑπερεκπλαγεὶς τὴν μεγάλην καὶ ἰσχυρὰν καὶ 276 κραταιὰν βοήθειαν τοῦ θεοῦ αὐτίκα περιτμηθεὶς ἐπίστευσε κυρίῳ τῷ θεῶ Ἰσραήλ. καὶ οὕτω λοιπὸν οἱ μὲν Ἀσσύριοι πρωΐας γενομένης ἑωρακότες τὴν κεφαλὴν Ὁλοφέρνου κον τευθεῖσαν δεινῶς καὶ κατῃσχυμμένως ἔφυγον, οἱ δὲ υἱοὶ Ἰσραὴλ πανταχόθεν συνδραμόντες καὶ τοὺς πολεμίους συγκό ψαντες καὶ λαφυραγωγήσαντες δέδωκαν τῇ Ἰουδὶθ τὰ τοῦ Ὁλοφέρνου πάντα. ἡ δὲ ἀπελθοῦσα εἰς Ἱερουσαλὴμ καὶ πάντα κυρίῳ ἀναθεμένη ὑπέστρεψεν ἐν τῷ οἴκῳ αὐτῆς καὶ τὴν αὐτὴν ἀρετήν τε καὶ ἄσκησιν ἔχουσα ἐτελεύτησε χήρα ἐτῶν ρεʹ. ταύτην οὖν τὴν ἱστορίαν ᾠήθησάν τινες ἐπὶ τοῦ πρώτου Ναβουχοδονόσωρ συμβῆναι, πεπλάνηνται δὲ διὰ τὴν ὁμωνυμίαν ἀγνοοῦντες ὡς μετὰ τὴν αἰχμαλωσίαν τοῦτο γέγονεν. ὁ γὰρ πρῶτος Ναβουχοδονόσωρ ἐν τῷ τῆς αἰχμα λωσίας χρόνῳ προτετελευτήκει. [ζʹ. Περὶ Σπερδίου.] Μετὰ δὲ Καμβύσην ἐβασίλευσε Σπέρδιος ὁ μάγος μῆνας ζʹ. [ηʹ. Περὶ Δαρείου Ὑστάσπου.] Μετὰ δὲ Σπέρδιον ἐβασίλευσε Δαρεῖος Ὑστάσπου ἔτη κʹ. ἐφ' οὗ πάλιν Ζοροβάβελ καὶ Ἰησοῦς ἐπιτραπέντες ἐτελείωσαν τὴν οἰκοδομὴν τοῦ ναοῦ πρότερον ἀμεληθεῖσαν ἔτη μʹ. ὅθεν Ἰουδαῖοι κατὰ τοῦτο πρὸς τὸν κύριον ἔλεγον· τεσσαρά κοντα καὶ ἓξ ἔτεσιν ὁ ναὸς ᾠκοδομήθη, καὶ σὺ ἐν τρισὶν 277 ἡμέραις ἐγερεῖς αὐτόν; Κῦρος μὲν γὰρ τοῖς Ἰουδαίοις ἐλευ θερίαν ἔδωκε καὶ συγχώρησιν τῆς οἰκοδομῆς τοῦ ναοῦ καὶ τῆς πόλεως, ὡς εἴρηται, ὑπὸ δὲ τῶν Σαμαρειτῶν κωλυθέν τες ἔτη λʹ καὶ μετὰ τούτων ἄλλα θʹ εἰς τὸ ϛʹ ἔτος τῆς βασιλείας Δαρείου περαιοῦσιν. οὐκοῦν ἡ ἐπάνοδος τῶν υἱῶν Ἰσραὴλ ἐκ Περσίδος εἰς Ἱερουσαλὴμ γέγονεν ἐκ προστάγματος μὲν Κύρου πρότερον, ἔπειτα δὲ καὶ Δαρείου κελεύ σαντος ἐν χειρὶ Ἰησοῦ τοῦ Ἰωσεδὲκ καὶ Ζοροβάβελ καὶ Νεμεσίου εὐνούχου Ἰουδαίου. ἡ δὲ πρόφασις τῆς ἐπανόδου οὕτω γέγονεν. στρατιῶται τρεῖς τὸν βασιλέα φυλάσσοντες, ἐν οἷς ἦν καὶ Ζοροβάβελ, ἤρισαν ἐν προβλήμασιν, τεθείσης ἐπαγγελίας αἰτῆσαι τὸν νικῶντα ὅπερ ἂν θελήσῃ παρὰ τοῦ βασιλέως. τοῦ οὖν ἑνὸς εἰπόντος νικᾶν τὸν οἶνον, καὶ τοῦ ἑτέρου φήσαντος νικᾶν τὸν βασιλέα, ὁ Ζοροβάβελ ἔφη νικᾶν τὰς γυναῖκας καὶ ὑπὲρ πάντα τὴν ἀλήθειαν. καὶ ἐπειδὴ ταῦτα εἰρηκὼς ἐνίκησε καὶ ἐπετράπη αἰτήσασθαι ὃ βούλεται, ἠξίωσεν ἀφεθῆναι τὴν αἰχμαλωσίαν καὶ οἰκοδομηθῆναι τὴν Ἱερουσαλήμ. ὅπερ καὶ γέγονεν. καὶ τότε πεπλήρωται εἰς τέλος τὰ τῆς αἰχμαλωσίας καὶ ὀργῆς ἔτη
261.5.1
ὁ δέ γε ἀρχιε ρεὺς καὶ γραμματεὺς Ἔσδρας ἦν διδάσκων τὸν λαὸν τὸν νόμον καὶ διερμηνεύων ὡς εὐφυέστατος πάντων, ὃς καὶ τὰς ἱερὰς βίβλους ἀπεκατέστησε διαφθαρείσας ὑπὸ τῶν πολε μίων. οἱ γάρτοι Χαλδαῖοι μετὰ τὴν ἅλωσιν τῆς Ἱερουσαλὴμ ἐμπρήσαντες πάσας, ἐνέπνευσεν ὁ θεὸς τούτῳ ὥστε αὐτὰς ἐκθέσθαι. 278 Γίνονται οὖν ἀπὸ τῆς πρώτης οἰκοδομῆς τοῦ ναοῦ ἕως τῆς δευτέρας ἔτη φιαʹ. τὸ τοίνυν σχῆμα καὶ εἶδος τῆς δευτέρας οἰκοδομῆς τοῦ ναοῦ καὶ τῆς πόλεως Ἱερουσαλὴμ ἦν οὕτως· ἡ μὲν οὖν πόλις τρισὶ τείχεσιν ὠχυρωμένη καὶ δυσάλωτος ὑπῆρχεν, τοῦ δὲ τείχους οἱ πύργοι τετράγωνοι ὄντες εἶχον τὸ πλάτος καὶ τὸ ὕψος ἀνὰ πηχῶν νʹ, καὶ ἕκαστος λίθος τῆς δομήσεως ἦν εἰκοσάπηχυς. ἐφ' ὧν ἦσαν οἶκοι πολυτελεῖς καὶ ὑπερῷα καὶ δεξαμεναὶ πρὸς ὑποδοχὴν ὀμβριμαίων ὑδάτων. εἶχε δὲ καὶ μεταπύργια ὀκτάγωνα καὶ παμμεγέθη ἀνὰ πηχῶν ςʹ τὸ ὕψος ἔχοντα, ὡς καὶ τὴν Ἀραβίαν ἐκεῖθεν τοῦ ἡλίου ἀνίσχοντος ὁρᾶσθαι. καὶ τὸ μὲν μέτρον τῆς πόλεως καὶ περίμετρον ἀπ' ἄκρον εἰς ἄκρον εἶχε στάδια νʹ καὶ τὸ ὕψος πήχεις μʹ, οἱ δὲ λίθοι τῆς οἰκοδομῆς εἶχον ἀνὰ πηχῶν κʹ τὸ μῆκος, τὸ δὲ πλάτος ἀνὰ ιʹ ποδῶν, ὡσαύτως καὶ τὸ πάχος. καὶ οὕτως ἐν τῇ δομήσει οἱ λίθοι ἀλλήλοις ἥνωντο ὡς δοκεῖν μίαν εἶναι πέτραν μηδαμοῦ τῆς συναφείας καὶ τῆς ἁρμονίας διαφαινομένης. τὸ δὲ ἱερὸν ἐπὶ λόφου καρτερῶς δεδομημένον καὶ τέτρασι περιβόλοις κυκλούμενον, εἶχε λίθους ἡ οἰκοδομὴ αὐτοῦ λευ κούς τε καὶ ξυστοὺς ἀνὰ ποδῶν μʹ τὸ μέγεθος ἑκάστου 279 λίθου. μέσον δὲ τῆς πόλεως ὢν ὁ ναὸς δώδεκα βαθμοῖς ἀναβατὸς ὑπῆρχεν, καὶ τὸ μὲν κατὰ πρόσωπον αὐτοῦ ὕψος ἦν πηχῶν ρʹ, τὸ δὲ κατόπιν μʹ. κατάρροπον γὰρ ἐτύγχανε τὸ ἓν μέρος τῆς πόλεως, τὸ δὲ ἕτερον ὑπόλοφον κατὰ τὸ ὄρος. ἡ δὲ πρώτη πύλη τοῦ ναοῦ τὸ μὲν ὕψος εἶχε πή χεις οʹ, τὸ δὲ εὖρος κϛʹ, Κορινθίῳ χαλκῷ κεκαλυμμένη, ὡς ὑπεράγειν τῇ καλλονῇ τὰς διαχρύσους καὶ περιαργύρους πύλας. ἔνδοθεν γὰρ εἶχε πύλας ἀνὰ πηχῶν μʹ τὸ μέγεθος, ἐπὶ πάχος πολὺ τοῦ χρυσοῦ καὶ τοῦ ἀργύρου κεκοσμημένας, ὥστε καταστράπτεσθαι τὰ πάντα, καὶ τῷ ὁρῶντι νομίζεσθαι κεχρυσῶσθαι τὰ πάντα. ὁ οὖν πρῶτος οἶκος εἶχεν ἐντὸς ὑπερῷα τὸ μὲν ὕψος ἔχοντα πήχεις ϟʹ, τὸ δὲ μῆκος νʹ. ἡ δὲ πύλη τοῦ οἴκου κεχρυσωμένη οὖσα καὶ χρυσᾶς ὑπὲρ αὐ τὴν ἀμπέλους ἔχουσα, κατεκρέμαντο βότρυες ἀνδρομήκεις. μετὰ δὲ τὸ εἰσελθεῖν τὸ ἐπίπεδον τοῦ ναοῦ ἄλλος ἦν οἶκος τοῦ ἐνδοτάτου, οὗπερ τὸ μὲν ὕψος ἦν πηχῶν ξʹ, τὸ δὲ πλάτος κʹ, ἐν ᾧ λυχνία καὶ τράπεζα καὶ θυμιατήριον ἔκειντο, τὸ δὲ ἐνδότατον μέρος τοῦδε τοῦ οἴκου πηχῶν μὲν ὑπῆρχεν κʹ, διείργετο δὲ καταπετάσματι πρὸς τὸ ἔξωθεν, ἐν ᾧ οὐδὲν ἔκειτο, ἀλλ' ἦν ἄβατόν τε καὶ ἄχραντον, ὅθεν ἁγίου ἅγιον ἐλέγετο. τὸ δὲ ἄνω καὶ ἔξωθεν τοῦ ἀχράντου ναοῦ τούτου μεγίστην παρεῖχε τοῖς ὁρῶσιν ἔκπληξιν. πλαξὶ γὰρ χρυσαῖς στιβαρωτάταις κεκαλλωπισμένος ὑπὸ τὰς πρώτας ἀνατολὰς τοῦ ἡλίου πυρωδεστάτην αὐγὴν ἀπέπεμπεν καὶ τὰς ὄψεις τῶν ὁρώντων ἀπέστρεφεν ὥσπερ τις ἡλιακὴ αὐγὴ τοῖς ὀφθαλμοῖς προσπίπτουσα. διὸ τοῖς ἀφικνουμένοις ξένοις πόρρωθεν ὁ ναὸς ὁρώμενος ὅμοιος χιόνι ἐπ' ὄρους ὑψηλοῦ 280 κείμενος ἐξεφαίνετο διὰ τὸ ἐκ λευκοτάτης μαρμάρου συνε στηκέναι καὶ ἐπὶ λόφου δεδομῆσθαι. ἐπὶ δὲ τῆς κορυφῆς εἶχεν ἑστῶτας χρυσοῦς καὶ τεθηγμένους ὀβελοὺς ἀνὰ πηχῶν μʹ τὸ ὕψος καὶ ἀνὰ ἓξ τὸ πλάτος πρὸς τὸ κωλύειν ἐφιζά νειν τὰ πετεινὰ καὶ ἐκκρίσει τὸν ναὸν μολύνειν. τῶν δὲ κυκλούντων περιβόλων τεσσάρων τὸ ἱερὸν ἰδίας ἕκαστος παρατηρήσεως κατὰ τὸν νόμον ἠξίωτο. εἰς μὲν γὰρ τὸν πρῶτον καὶ ἐξώτατον πᾶσιν ἐγχωρίοις τε καὶ ἀλλοφύλοις εἰσελθεῖν ἐπετέτραπτο, εἰς δὲ τὸν δεύτερον Ἰουδαίοις ἠφίετο εἰσιέναι, εἰς δὲ τὸν τρίτον μόνοις τοῖς ἄρρεσι τῶν ἱερέων καθαροῖς καὶ ἁγνοῖς ὑπάρχουσιν, εἰς δὲ τὸν τέταρτον ἱερεῦσι μόνοις ἁγνεύουσιν, εἰς δὲ αὐτὸν τὸν ναὸν τοῖς ἀμώμοις ἱερεῦσι στολὰς ἱερατικὰς ἠμφιεσμένοις, εἰς δὲ τὰ ἄδυτα, ἔνθα ἦν ὁ βωμὸς καὶ ἡ τράπεζα καὶ τὸ θυμιατήριον καὶ ἡ ἄσβεστος λυχνία, μόνῳ τῷ ἀρχιερεῖ συγκεχώρητο ἅπαξ τοῦ ἐνιαυτοῦ. εἰκότως οὖν ἔλεγεν ὁ προφήτης· καὶ ἔσται ἡ δόξα τοῦ οἴκου τούτου ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην, λέγει κύριος. καὶ γὰρ ἡ δευτέρα οἰκοδομὴ αὕτη τοῦ ναοῦ λαμ προτέρα γέγονε τῆς πρώτης εἴς τε κάλλος καὶ μέγεθος καὶ τὰ λοιπὰ πάντα. Καὶ ταῦτα μὲν οὕτως. μετὰ δὲ ταῦτα ὁ βασιλεὺς Δα 281 ρεῖος ἐπιστρατεύσας μετὰ διαφόρων ἐθνῶν Συρίαν μὲν καὶ Φοινίκην καὶ τὴν παραλίαν πᾶσαν ἐσκύλευσεν, τῇ δὲ Ἱερουσαλὴμ ἐπελθὼν κατεβλήθη καὶ διόλωλε παμπληθεί, τοῦ θεοῦ θεηλάτοις αὐτὸν πληγαῖς καὶ σκηπτοῖς πατάξαντος καὶ τὰς σὺν αὐτῷ μυριάδας. κἀντεῦθεν νίκην μὲν παράδοξον ἔδωκεν ὁ θεὸς τότε τοῖς ἐν Ἱερουσαλὴμ ὅπλων καὶ μάχης ἐκτός, πλούτου δὲ καὶ λαφύρων ἀπείρων ἐνέπλησεν, ἄρχοντος τοῦ Ζοροβάβελ, μεθ' ὃν οὐκέτι ἕτερος ἐκ τοῦ Ἰούδα ἦρξεν, ἀλλ' οἱ ἀρχιερεῖς ἡγεμόνευον. μετὰ γὰρ τὴν ἀπὸ Βαβυλῶνος ἐπ άνοδον οὐκέτι βασιλεῖς ἀλλ' ἀρχιερεῖς αὐτῶν ἦρχον. Διό φησιν ὁ μέγας Βασίλειος· καθαιρεθείσης γὰρ τῆς Ἱερουσαλὴμ ὑπὸ τοῦ Ναβουχοδονόσωρ λέλυντο μὲν τὰ βασί λεια, οὐκέτι δὲ πατρικαὶ διαδοχαὶ τῶν ἡγεμονιῶν ἦσαν ὥσπερ καὶ πρότερον, ἀλλὰ τὸ μὲν ἐξ ἀρχῆς ἐπὶ τῆς αἰχμα λωσίας διῆγον οἱ ἀπόγονοι τοῦ Δαυίδ, ἐπανελθόντες δὲ οἱ περὶ τὸν Ζοροβάβελ καὶ Σαλαθιὴλ δημοτικώτερον καθη γοῦντο τοῦ λαοῦ, τῆς ἀρχῆς λοιπὸν ἐπὶ τῆς ἱερωσύνης μεταπεσούσης διὰ τὸ ἀναμιγῆναι τὴν ἱερατικὴν καὶ βασιλικὴν φυλήν· ὅθεν ὁ κύριος καὶ βασιλεύς ἐστι καὶ ἀρχιερεὺς εἰς τὰ πρὸς τὸν θεόν. καὶ οὐκ ἐξέλιπε μὲν ἡ βασιλικὴ φυλὴ μέχρι τῆς Χριστοῦ παρουσίας, οὐ μὴν δὲ κεκάθικεν ἔτι ἐπὶ τοῦ θρόνου Δαυὶδ τὸ σπέρμα Ἰεχονίου. θρόνος γὰρ δηλον ότι τὸ βασιλικὸν ἀξίωμα λέγεται. πάντως δὲ τῆς ἱστορίας μέμνησαι, ὅτι ὑπόφορος μὲν ἦν τῷ Δαυὶδ πᾶσα Ἰουδαία 282 καὶ Ἰδουμαία χώρα καὶ ἡ Μωαβῖτις καὶ τῆς Συρίας ὅσα τε πρόσχωρα καὶ τὰ πορρωτέρω μέχρι τῆς Μέσης τῶν πο ταμῶν καὶ καθ' ἕτερον μέρος ἕως ποταμοῦ Αἰγύπτου. εἰ οὖν οὐδεὶς ἐφάνη ἐπὶ τοσοῦτον ἀξιώματος τῶν μετ' αὐτοῦ, πῶς οὐκ ἀληθὴς ὁ τοῦ προφήτου Ἱερεμίου λόγος ὅτι· ἠτι μώθη Ἰεχονίας ὡς σκεῦος, οὗ οὐκ ἔστι χρεία, καὶ ὅτι ἀπ ερρίφη αὐτὸς καὶ τὸ σπέρμα αὐτοῦ καὶ οὐ μὴ ἀναστῇ ἐκ τοῦ σπέρματος αὐτοῦ καθήμενος ἐπὶ θρόνου Δαυὶδ ἄρχων ἐν τῷ Ἰούδᾳ. οὐδεὶς γὰρ φαίνεται τῆς ἀξίας ταύτης καὶ δυναστείας ἐπειλημμένος τῶν ἐξ αὐτοῦ. οὐ μέντοι ἐξέλιπεν ἡ Ἰούδα φυλή, ἕως οὗ ἦλθεν ᾧ ἀπέκειτο, ὃς οὐδ' αὐτὸς ἐκάθισεν ἐπὶ τοῦ σωματικοῦ θρόνου, μεταπεσούσης δὲ τῆς Ἰουδαϊκῆς βασιλείας ἐπὶ τὸν τοῦ Ἀσκαλωνίτου ἈντιπάτρουἩρώδην καὶ τοὺς ἐκείνου παῖδας, οἳ εἰς ἀρχὰς δʹ κατενεί μαντο τὴν Ἰουδαίαν, ἡγεμονεύοντος μὲν Πιλάτου, τὸ δὲ σύμπαν τῆς Ῥωμαϊκῆς κράτος ἔχοντος Τιβερίου Καίσαρος. ἀλλὰ θρόνον λέγει Δαυίδ, ἐφ' ὃν ὁ κύριος ἐκάθισεν, τὴν ἀκαθαίρετον καὶ αἰώνιον βασιλείαν· αὐτὸς γάρ ἐστι προσδο κία ἐθνῶν, οὐχὶ τοῦ ἐλαχίστου μέρους τῆς οἰκουμένης. ἔσται, γάρ φησιν, ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν. ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν. καί· τέθεικά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν. καί· θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ καὶ τὸν θρόνον 283 αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ. οὕτως οὖν καὶ βασι λεὺς διέμεινεν, εἰ καὶ μὴ τὰ σκῆπτρα τῆς Ἰουδαίας παρέ λαβεν, καὶ βασιλεὺς πάσης τῆς γῆς ἐστιν, ὡς θεός, καὶ ἡ εὐλογία τοῦ Ἰακὼβ ἐβεβαιώθη, καὶ ἐνευλογήθησαν ἐν τῷ σπέρματι αὐτοῦ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ πάντα τὰ ἔθνη μακαριοῦσι τὸν Χριστόν. Ἵνα δὲ σαφέστερον γένηται, πῶς ἡ ἱερατικὴ ἐμίγη τῇ βασιλικῇ, λέξωμεν οὕτως· ὁ μὲν οὖν Ἰούδας ἐγέννησε τὸν Φαρές, ὁ δὲ Φαρὲς τὸν Ἐσρώμ, ὁ δὲ Ἐσρὼμ τὸν Ἀράμ, οδὲ Ἀρὰμ τὸν Ἀμιναδάμ, ὁ δὲ Ἀμιναδὰμ τὸν Ναασσών, ὁδὲ Ναασσὼν τὸν Σαλμών, ὁ δὲ Σαλμὼν τὸν Βοόζ, ὁ δὲ Βοὸζ τὸν Ὠβήδ, ὁ δὲ Ὠβὴδ τὸν Ἰεσσαί, ὁ δὲ Ἰεσσαὶ Δαυὶδ τὸβασιλέα. ἐπεὶ οὖν ὁ Ναασσὼν υἱὸς ἦν τοῦ Ἀμιναδάμ, τού του τὴν ἀδελφὴν Ἐλισάβετ ἠγάγετο γυναῖκα ὁ μέγας ἀρχιερεὺς Ἀαρὼν ἀδελφὸς Μωϋσέως ἐκ φυλῆς ὑπάρχων τοῦ Λευΐ. καὶ μέντοι καὶ ὁ θεσπέσιος ἱεράρχης Ἰωδαὲ φυλῆς ὢν τῆς Λευ ιτικῆς ἠγάγετο γυναῖκα τὴν ἀδελφὴν Ὀχοζίου φυλῆς οὖσαν τοῦ Ἰούδα. κἀντεῦθεν λοιπὸν ἡ βασιλικὴ τῇ Λευιτικῇ φυλῇ συμμιγεῖσα, μάλα γε εἰκότως ὁ κύριος ἐκ Μαρίας τῆς παρθένου καὶ κατὰ σάρκα μητρὸς αὐτοῦ γενεαλογούμενος οὕτω βασιλεὺς καὶ ἱερεὺς εἰς τὰ πρὸς τὸν θεόν, ὡς ἔφην, ἀνθρώποις ἀναδέδεικται καὶ προδήλως κηρύττεται βασιλεὺς 284 αἰώνιος καὶ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισε δέκ. ἡ βασιλεία γὰρ αὐτοῦ βασιλεία αἰώνιος καὶ ἀδιά φθορος, καὶ τὴν γενεὰν αὐτοῦ, δηλαδὴ τὴν ἀκατάληπτον καὶ ὑπερούσιόν τε καὶ ἄναρχον τῆς θεότητος, τίς διηγήσεται; [θʹ. Περὶ Ἀρταβάνου.] Μετὰ δὲ Δαρεῖον ἐβασίλευσεν Ἀρταβάνης μῆνας ζʹ. [ιʹ. Περὶ Ἀρταξέρξου τοῦ Μακρόχειρος.] Μετὰ δὲ Ἀρταβάνην ἐβασίλευσεν Ἀρταξέρξης ὁ Μακρόχειρ ἔτη μαʹ. ἐφ' οὗ Σοφοκλῆς καὶ Ἡράκλειτος καὶ Ἀναξαγόρας καὶ Πυθαγόρας καὶ Θουκυδίδης καὶ Εὐριπίδης καὶ Ἡρόδοτος καὶ Ἐμπεδοκλῆς καὶ Διογένης καὶ Ζήνων καὶ Φερεκύδης καὶ Ἀρίσταρχος καὶ Ἱπποκράτης καὶ Παρμενίδηςκαὶ Πλάτων καὶ Ἀριστοτέλης καὶ Δημοσθένης ἐγνωρίζοντο, καὶ Σωκράτης ὡς φαυλίσας τοὺς νόμους τῶν Ἑλλήνων θανατοῦται κώνειον πιὼν ἐν τῷ δεσμωτηρίῳ. [ιαʹ. Περὶ Ἀλεξάνδρου.] Μετὰ δὲ Ἀρταξέρξην ἐβασίλευσεν Ἀρταξέρξης ἄλλος καὶ οἱ καθεξῆς ἕως Δαρείου Ἀρσάμου, ὃν Ἀλέξανδρος ἀνελὼν καὶ τὴν Περσῶν βασιλείαν καταλύσας καὶ πάσης τῆς γῆς κρατήσας, ἐν Βαβυλῶνι τελευτήσας, διαιροῦνται τὴν βασιλείαν οἱ παῖδες αὐτοῦ, ὡς καὶ πρόσθεν εἴρηται. οἱ τοίνυν Περσῶν βασιλεῖς ἀπὸ Ναβουχοδονόσωρ καὶ τῶν υἱῶν αὐτοῦ εἰσιν οἵδε· Δαρεῖος ὁ Ἀστυάγης ὁ καὶ Ἀρταξέρξης 285 ἐβασίλευσεν ἔτη ιζʹ, Κῦρος λβʹ, Καμβύσης ιηʹ, Σπέρδιος ὁ μάγος μῆνας ζʹ, Δαρεῖος Ὑστάσπου ἔτη κʹ, Ξέρξης υἱὸς αὐτοῦ ἔτη κεʹ, Ἀρταβάνης μῆνας ϛʹ, Ἀρταξέρξης ὁ Μακρόχειρ ἔτη μαʹ, Ἀρταξέρξης ὁ δεύτερος μῆνας
261.6.1
Σογδοάνης μῆνας ζʹ, Δαρεῖος ὁ Νόθος ἔτη ιθʹ, Ἀρταξέρξης υἱὸς αὐτοῦ μʹ, Ἀρταξέρξης ὁ καὶ Χόος κζʹ, Ἄρσης ὁ καὶ Χοῦ δʹ, Δαρεῖος Ἀρσάμου ϛʹ. ὃν Ἀλέξανδρος ἀνελών, ὡς ἔφην, καθεῖλε τὴν βασιλείαν Περσῶν διαρκέσασαν ἔτεσι σμʹ. Καὶ ταῦτα μὲν ἐπὶ τοσοῦτον· τῆς δὲ προτέρας ἀκολου θίας ὡς ὑπεσχόμεθα πάλιν ἐφαψώμεθα. οἱ οὖν παῖδες καὶ μεγιστάνες Ἀλεξάνδρου τὴν βασιλείαν αὐτοῦ διελόμενοι, τῆς μὲν Αἰγύπτου Πτολεμαῖος ἐβασίλευσεν ὁ Λαγοῦ καὶ οἱ καθε ξῆς Πτολεμαῖοι ιγʹ ἕως Κλεοπάτρας θυγατρὸς Διονυσίου, τῆς δὲ Ἀσίας πάσης Ἀντίγονος ἐκράτησεν, τῆς δὲ Συρίας καὶ Βαβυλωνίας καὶ Παλαιστίνης Σέλευκος ἐβασίλευσεν ὁ Νικάνωρ, ὃς καὶ πόλεις δύο κτίσας εἰς τὰ μέρη Κιλικίας καὶ ἄλλην ἐν Συρίᾳ τὴν μὲν Σελεύκειαν ἐκάλεσεν, τὴν δὲ Ἀντιόχειαν, τὴν δὲ Λαοδίκειαν εἰς τὸ ἑαυτοῦ ὄνομα καὶ τοῦ υἱοῦ καὶ τῆς θυγατρὸς αὐτοῦ Λαοδικείας. ἐφ' οὗ Ῥόδιοι θαλασσοκρατήσαντες ἀνέστησαν ἐν τῇ νήσῳ χαλκοῦν ἀνδριάντα τοῦ Ἡλίου, ὃν διὰ τὸ μέγεθος ἐκάλεσαν Κολοσ σόν, ἀφ' οὗ καὶ αὐτοὶ Κολασσαεῖς ὠνομάσθησαν.