Chronicon
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-hamartolus" aria-label="More works by Georgius Hamartolus">
—
⋯
Original / primary: Pg Scrape Grc
286.1.1
[Βιβλίον Ζʹ.]
286.2.1
Περὶ Ἀντιόχου τοῦ Ἐπιφανοῦς.] Μετὰ δὲ Σέλευκον ἐβασίλευσεν Ἀντίοχος υἱὸς αὐτοῦ καὶ ἄλλοι πέντε. εἶτα ἐβασίλευσεν Ἀντίοχος ὁ Ἐπιφανὴς υἱὸς Σελεύκου τοῦ Φιλοπάτορος, ὑφ' οὗ γέγονεν ἡ δευτέρα ἅλωσις τῆς Ἱερουσαλὴμ καὶ τὰ κατὰ Μακκαβαίων ἐπράχθη καὶ τὸ ἱερὸν ἐμολύνθη κατὰ τὴν τοῦ Δανιὴλ πρόρρησιν. φησὶ γὰρ ὁ προσδιαλεγόμενος αὐτῷ ἀρχάγγελος περὶ τῶν τριῶν ἥμισυ ἐνιαυτῶν τῆς αἰχμαλωσίας ταύτης· καὶ ἀπὸ καιροῦ παραλλάξεως τοῦ ἐνδελεχισμοῦ καὶ τοῦ δοθῆναι τὸ βδέλυγμα τῆς ἐρημώσεως ἡμέραι χίλιαι διακόσιαι ἐνενήκοντα. εἶτα τὴν λύσιν τῶν κακῶν εὐαγγελιζόμενος ἐπάγει λέγων· μακάριος ὁ ὑπομείνας καὶ φθάσας εἰς ἡμέρας χιλίας τλεʹ. περὶ ἧς ἁλώσεως οὕτω πάλιν γέγραπται· καὶ ἐγένετο μετὰ τὸ πατάξαι Ἀλέξανδρον τὸν Φιλίππου Δαρεῖον τὸν βασιλέα Περσῶν καὶ Μήδων καὶ βασιλεῦσαι ἀντ' αὐτοῦ καὶ πολλοὺς ποιῆσαι πολέμους καὶ κρατῆσαι ὀχυρωμάτων μεγάλων καὶ σφάξαι βασιλεῖς πολλοὺς τοπάρχας τε καὶ στρατηγοὺς καὶ σατράπας καὶ τυράννους καὶ φθάσαι ἕως ἄκρων τῆς γῆς καὶ πλοῦτον ἄπειρον συλλέξαι μηδενὸς ἀνθεστηκότος, ὑψώθη ἡ καρδία αὐτοῦ σφόδρα καὶ ἦρξε χωρῶν ἐθνῶν καὶ τυράν νων, καὶ ἐγένοντο αὐτῷ εἰς φόρον. καὶ μετὰ ταῦτα πεσὼν ἐπὶ τὴν κλίνην αὐτοῦ καὶ γνοὺς ὅτι ἀποθνήσκει προσεκαλέ σατο τοὺς ἐνδόξους καὶ συνεκτρόφους αὐτοῦ, καὶ διελὼν αὐτοῖς τὴν βασιλείαν ἀπέθανε βασιλεύσας ἔτη ιβʹ. καὶ 287 περιθέμενοι οἱ παῖδες αὐτοῦ ἕκαστος διαδήματα καὶ βασι λεύσαντες, ἐπλήθυναν ἐν τῇ γῇ τὰ κακά. ἀφ' ὧν ἐξῆλθε ῥίζα ἁμαρτωλός, Ἀντίοχος ὁ Ἐπιφανής, υἱὸς Σελεύκου τοῦ Φιλοπάτορος, ὃς ὑπάρχων δεινὸς ἀνὴρ καὶ πλεονέκτης καὶ πολλὰς ἁρπαγὰς καὶ λεηλασίας ποιήσας συνήγαγεν ἀργύριον καὶ χρυσίον, πλῆθος ἀμύθητον, καὶ πρὸς τούτοις ἐκ πολλῆς ἀκολασίας καὶ οἰστρηλασίας εἰς τοὺς μίμους ἑαυτὸν καθεὶς ἐν ὄψει πάντων ἀναιδῶς ταῖς γυναιξὶν ἐπεμαίνετο. ᾧ καὶ κατὰ πρόσωπον τῆς βασιλείας χωρούσης, κρατῆσαι τῆς Αἰ γύπτου προσώρμησεν, ὅπως μίαν βασιλείαν ποιήσῃ τήν τε Ἀντιόχειαν καὶ τὴν Αἴγυπτον. καὶ δὴ καταλαβὼν τὴν Αἴ γυπτον ἐν ὄχλῳ βαρεῖ καὶ ἐν ἅρμασι καὶ ἐλέφασι καὶ στόλῳ μεγάλῳ συνάπτει μάχην πρὸς Πτολεμαῖον βασιλέα Αἰγύπτου καὶ τρέψας αὐτὸν εἰς φυγὴν κατεκράτησε τὰς ἐν Αἰγύπτῳ πόλεις καὶ πάσας ἐσκύλευσεν. τῆς δὲ ἁγίας πόλεως κατοι κουμένης μετὰ πάσης εἰρήνης διὰ τὴν τοῦ ἀρχιερέως Ὀνίου μισοπονηρίαν τε καὶ εὐσέβειαν, συνέβη καθ' ὅλην τὴν πόλιν σχεδὸν ἐφ' ἡμέρας μʹ φαίνεσθαι διὰ τοῦ ἀέρος ἱππεῖς τρέ χοντας ἐνόπλους καὶ διαχρύσους στολὰς ἔχοντας καὶ προσβο λὰς ἑκατέρων γινομένων καὶ ὅπλων κινήσεις καὶ χρυσέων κόσμων ἐκλάμψεις, παντοίοις εἴδεσιν ἀμφιάσεων τεθωρακισμέ νους. διὸ πάντες ἠξίουν ἐπ' ἀγαθῷ γενέσθαι τὴν ἐπιφά νειαν. ἥτις καὶ προεδήλου τὴν πονηρὰν ἔφοδον Ἀντιόχου. ἀναζεύξας γὰρ μετὰ νίκης πολλῆς καὶ τεθηριωμένος τὴν ψυχὴν ἐξ ἄκρας ἀπονοίας τε καὶ ἀλαζονείας παρέλαβε τὴν 288 πόλιν δοριάλωτον, εἶτα προστάξας τοὺς στρατιώτας ἀφειδῶς κόπτειν τοὺς παρατυγχάνοντας, ἀνῃρέθησαν μυριάδες ιηʹ. κατατολμήσας οὖν καὶ εἰς τὸ ἁγίασμα εἰσελθὼν ἐν ὑπερη φανίᾳ πολλῇ καὶ στήσας βωμὸν καὶ εἴδωλον, βδέλυγμα ἐρη μώσεως, καὶ τὸν ναὸν μιάνας δι' ἀκαθάρτων θυσιῶν ἱερὸν Διὸς Ὀλυμπίου προσηγόρευσεν, καὶ οὕτως ἐφ' ὑψηλοῦ τόπου καθίσας, καὶ τῶν στρατευμάτων αὐτῷ παρεστηκότων κυκλό θεν ἐνόπλων, ἐκέλευσε τοῖς δορυφόροις ἕνα ἕκαστον Ἑβραῖον ἐπισπᾶσθαι καὶ κρεῶν χοιρείων καὶ εἰδωλοθύτων ἀναγκάζειν ἀπογεύεσθαι. εἰ δέ τινες μὴ θέλοιεν μιαροφαγῆσαι, τούτους τριχισθέντας ἀναιρεῖσθαι. πολλῶν δὲ συναρπασθέντων, ἐξ ὧν Ἐλεάζαρ τις τῶν πρωτευόντων γραμματέων, ἀνὴρ ἤδη προβεβηκὼς τὴν ἡλικίαν ἠναγκάζετο μιαροφαγῆσαι. ὁ δὲ τὸν μετ' εὐκλείας θάνατον μᾶλλον ἢ τὸν κατὰ μύσους βίον ἀναδεξάμενος αὐθαιρέτως ἐπὶ τὸ τύμπανον προσήγετο, καὶ οὕτω μετὰ πολλῶν πρότερον αἰκισμῶν καὶ μαστίγων ὑπαλ λάξας τὸν βίον οὐ μόνον τοῖς νέοις ἀλλὰ καὶ τοῖς προβεβη κόσι τὸν ἑαυτοῦ θάνατον ὑπόδειγμα γενναιότητος καὶ μνη μόσυνον ἀρετῆς κατέλιπεν. μεθ' ὃν καὶ ἄλλοι τινὲς ἑπτὰ ἀδελφοὶ μετὰ μητρὸς διαφόρως βασανισθέντες τὸν τοῦ μαρ τυρίου στέφανον ὡσαύτως ἀνεδήσαντο. Περὶ ὧν ὁ μέγας Γρηγόριός φησιν· οὕτως ἀπήλαυσε τῆς ἱερωσύνης ὁ θεῖος Ἐλεάζαρ μυηθεὶς καὶ μυήσας τὰ ἐπουράνια, καὶ οὐ τοῖς ἔξωθεν ῥαντισμοῖς τὸν Ἰσραὴλ ἁγιά 289 σας, ἀλλ' οἰκείοις αἵμασιν, καὶ ποιήσας τὴν τελευτὴν τελευ ταῖον μυστήριον. οὕτω καὶ οἱ νέοι παῖδες οὐχ ἡδοναῖς δουλεύσαντες, ἀλλὰ τῶν παθῶν κυριεύσαντες καὶ τὸ σῶμα καθαγνίσαντες πρὸς τὴν ἀπαθῆ ζωὴν μετέστησαν. οὕτως ἀπήλαυσε τῆς πολυτεκνίας ἡ μήτηρ, οὕτω καὶ ζῶσιν ἐκαλ λωπίσατο καὶ ἀπελθοῦσι συνανεπαύσατο καὶ οὓς ἐγέννησε κόσμῳ θεῷ παραστήσασα. ἠγάσθη δὲ καὶ Ἀντίοχος οὕτω μεταβαλὼν εἰς θαῦμα τὴν ἀπειλήν. ἴσασι γὰρ θαυμάζειν ἀνδρὸς ἀρετὴν καὶ πολέμιοι, ὅταν τοῦ θυμοῦ λήξαντος ἐφ' ἑαυτῆς ἡ πρᾶξις δοκιμάζηται, ὥστε καὶ ἀπῆλθεν ἄπρακτος καὶ ἀπληροφόρητος. Ὑφ' ὧν τοίνυν ὁ τύραννος καταισχυνθεὶς καὶ μᾶλλον ἐκμανεὶς καὶ τὰ ἱερὰ σκεύη πάντα λαβὼν χρυσόν τε καὶ ἄργυρον ἄπειρον καὶ πᾶσαν τὴν πόλιν λαφυραγωγήσας καὶ τὰ κτήνη κρεουργήσας καὶ πολλὴν φονοκτονίαν ποιήσας καὶ μεγαλορημονήσας ἀνεχώρησεν εἰς Ἀντιόχειαν μέγα πένθος καταλείψας τοῖς υἱοῖς Ἰσραήλ. καὶ μετὰ δύο ἔτη κατὰ Περσῶν ἐπιστρατεύσας ἀπέστειλεν ἄρχοντα φορολογῆσαι τὰς πόλεις Ἱερουσαλήμ. ὃς παραγενόμενος μετὰ πολλῆς δυνά μεως καὶ λαλήσας εἰρηνικοὺς λόγους μετὰ δόλου πρὸς τὴν πόλιν Ἱερουσαλὴμ καὶ εἰσελθὼν ἐπάταξεν αὐτὴν πληγῇ μεγάλῃ, καὶ καθελὼν τὰ τείχη πᾶσαν αὐτὴν ἐνέπρησε καὶ κατέστρεψεν. καὶ τὸ μὲν ἱερὸν ἀσωτίαις καὶ μιαραῖς θυ σίαις ἐπλήρωσεν, τοὺς δὲ μὴ προαιρουμένους τῶν Ἰουδαίων μεταβαίνειν εἰς τὰ Ἑλληνικὰ καὶ τῶν ἀθεμίτων ἀπογεύεσθαι ἀφειδῶς κατέκτενεν. πολλοὺς οὖν ἄνδρας τε καὶ γυναῖκας καὶ παιδία μετὰ πολλῶν καὶ χαλεπῶν κολάσεων ἀνελὼν καὶ 290 ἄλλους αἰχμαλωτεύσας ἀπῆλθεν ἄρχοντα καταλιπὼν εἰς τὸ βασανίζειν τοὺς Ἰουδαίους. Ματθίας δέ τις ἱερεὺς ἔχων υἱοὺς πέντε, ἀφ' ὧν Ἰούδας ὁ καὶ Μακκαβαῖος ἐτύγχανεν, ζήλου πλησθεὶς καὶ ὁρμήσας κατὰ τοῦ ἄρχοντος ἀνεῖλεν αὐτόν, καὶ συναγαγὼν ἅπαντας τοὺς περὶ αὐτὸν ἐπέρχεται καὶ κατασκάπτει τοὺς ἀκαθάρτους βωμοὺς τῶν Ἑλλήνων καὶ τοὺς ἀποστάντας τοῦ νόμου ἀναιρεῖ. ὁ δέ γε Ἀντίοχος ἀκόσμως τε καὶ ἡττημένος ἐκ τῶν κατὰ Περσίδα τόπων τὴν ἀνάζευξιν ποιούμενος καὶ ἐκ πολλῆς ἀθυμίας ἀρρωστήσας ἔφη πρὸς τοὺς ἑαυτοῦ μεγιστάνας· ἀφίσταται ὁ ὕπνος ἀπὸ τῶν ὀφθαλμῶν μου, καὶ συμπέπτωκα ἀπὸ τῆς μερίμνης. νῦν οὖν μιμνήσκομαι τῶν κακῶν, ὧν ἐποίησα ἐν Ἱερουσα λήμ, καὶ ἔγνων ὅτι χάριν τούτων εὗρόν με τὰ κακὰ ταῦτα, καὶ ἰδοὺ ἀπόλλυμαι ἐν γῇ ἀλλοτρίᾳ. καὶ συνέταξε τὸν ἁρματηλάτην ἀνενδότως ἐλαύνοντα κατανεύειν τὴν πορείαν ἐπαισθόμενος ἐναργῶς τῆς ἄνωθεν κρίσεως τὴν τιμωρίαν. συνέσχε γὰρ αὐτὸν ἀνήκεστος ἀλγηδὼν τῶν σπλάγχνων καὶ πικραὶ τῶν ἔνδον βάσανοι, συνέβη δὲ καὶ πεσεῖν αὐτὸν ἀπὸ τοῦ ἅρματος ῥοίζῳ φερόμενον, καὶ δυσχερεῖ πτώματι περι πεσόντα πάντα τοῦ σώματος ἀποστρεβλοῦσθαι τὰ μέλη. ἡ δὲ νόσος τοσοῦτον ἐπέτεινεν, ὥστε καὶ σκώληκας ἐκβρά σαι καὶ ἐν ὀδύναις μεγίσταις καταπίπτειν αὐτοῦ τὰς σάρκας 291 καὶ μέντοι καὶ ὑπὸ τῆς δυσωδίας τοῦ ἀθλίου αὐτοῦ καὶ δυστήνου σώματος πᾶν τὸ στράτευμα βαρύνεσθαι μεγάλως. καὶ ὁ πολλὰ μεγαλαυχήσας καὶ πάνδεινα πράξας οὕτως αἰσχίστῳ μόρῳ τὸν βίον ἐπὶ ξένης κατέστρεψεν, καὶ ἐνταῦθα μὲν ἐνδίκως ὁ ἄδικος τετιμώρηται, θανὼν δὲ οἰκτρῶς ἐκεῖ θεν μᾶλλον αἰωνίως κολάζεται. [βʹ. Περὶ Ἀντιόχου τοῦ Εὐπάτορος.] Μετὰ δὲ Ἀντίοχον ἐβασίλευσεν Ἀντίοχος ὁ καὶ Εὐπάτωρ υἱὸς αὐτοῦ. Ἐφ' οὗ Ἰούδας ὁ καὶ Μακκαβαῖος τοὺς φρουράρχους Ἀντιόχου τροπωσάμενος, ἐπέρχεται αὐτῷ Ἀντίοχος μετὰ χιλιάδας ἱππέων κʹ καὶ πεζῶν χιλιάδας ρʹ καὶ ἅρματα τʹ καὶ ἐλέφαντας νεʹ γεγυμνασμένους πρὸς πόλεμον. καὶ διελὼν τοὺς ἐλέφαντας εἰς τὰς φάλαγγας παρέστησεν ἑκάστῳ ἐλέφαντι χιλίους ἄνδρας τεθωρακισμένους ἐν ἀλυσι δωτοῖς, καὶ περικεφαλαῖαι χαλκαῖ ἐπὶ τὰς κεφαλὰς αὐτῶν, καὶ ἱππεῖς ἐκλεκτοὶ φʹ διατεταγμένοι ἑκάστῳ θηρίῳ, καὶ πύργοι ξύλινοι ἐφ' ἑκάστῳ θηρίῳ διὰ μηχανῆς, καὶ ἐφ' ἑκάστῳ ἄνδρες δυνάμεως ἔνοπλοι λβʹ. ὡς δὲ κατέλαμπεν ὁ ἥλιος ἐπὶ τὰς χρυσᾶς ἀσπίδας καὶ τὰ ἅρματα, ἔστιλβε τὰ ὄρη ἀπ' αὐτῶν καὶ κατηύγαζον ὡς λαμπάδες πυρός. κἀν 292 τεῦθεν ἐσαλεύοντο πάντες οἱ ὁρῶντες καὶ ἀκούοντες τὴν φωνὴν τοῦ πλήθους καὶ τὸν συγκρουσμὸν τῶν ἁρμάτων. ἦν γὰρ ἡ παρεμβολὴ μεγάλη καὶ ἰσχυρὰ λίαν καὶ λαὸς ἐπί μικτος ἄπειρος καὶ ἔνοπλος. καὶ ὡς ἐπέτεινεν ἡ μάχη, θεασάμενος Ἐλεάζαρ ὁ ἀδελφὸς Ἰούδα πεπυρωμένους τοὺς ἐλέφαντας καὶ τοξότας ἐπ' αὐτῶν φερομένους, ἕνα δὲ ἰδὼν ὑψηλότερον τῶν ἄλλων καὶ βασιλικοῖς θώραξι καθωπλισμέ νον καὶ νομίσας ἐπ' αὐτοῦ φέρεσθαι τὸν βασιλέα, ἐκπηδήσας τῆς παρατάξεως ἐμπλέκεται τῷ τῶν πολεμίων ἀθροίσματι καὶ πολλοὺς ἀποκτείνας τῶν περὶ τὸν ἐλέφαντα ὑποκάτωθεν αὐτοῦ ὑπέδυ, καὶ πατάξας εἰς τὴν γαστέρα τὸν ἐλέφαντα, πέπτωκε τὸ θηρίον εὐθὺς ἐπάνω αὐτοῦ καὶ τοῦτον συνέ τριψεν. ὅπερ Ἰούδας θεασάμενος καὶ κραταιότερον τὸν πόλεμον αἰσθόμενος εἰς Ἱερουσαλὴμ ἔφυγεν. καὶ ἐπιδιώξας Ἀντίοχος ἐπολιόρκει ταύτην, εἶτα λόγους εἰρηνικοὺς μεθ' ὅρκων ποιησαμένου, δέχεται αὐτὸν Ἰούδας ἔνδον τῆς πόλεως. ὁ δὲ εἰσελθὼν καὶ τὸν ὅρκον παρασπονδήσας καὶ τὸ τεῖχος τέλεον καταστρέψας καὶ τοὺς οἰκήτορας σκυλεύσας εἰς Ἀν τιόχειαν ὑπέστρεψεν. μετὰ δὲ ταῦτα Ἰούδας τρισὶν ἔτεσι τὴν θρησκείαν ὀλιγωρηθεῖσαν τὴν πάτριον ἀνεκτήσατο καὶ πολλοὺς ἐπιδειξάμενος πολέμους καὶ τρόπαια μεγάλα στησά μενος καὶ τῆς χώρας ἅπαντας ἀπελάσας τοῦ Ἀντιόχου καὶ τὸν ναὸν ἐκκαθάρας, αὐτῷ πᾶς ὁ τῶν Ἰουδαίων λαὸς τὴν ἀρχιερωσύνην παρέδωκεν. ἐφ' οὗ καὶ Ἰησοῦς ὁ τοῦ Σιρὰχ ὁ σοφὸς καὶ πολυμαθὴς καὶ τὴν πανάρετον σοφίαν συντάξας Ἑβραίοις ἐγνωρίζετο. 293 Τὰ δὲ Ῥωμαίων πράγματα διοικεῖτο πρώην ὑπὸ ὑπά των ἐπὶ ἔτη τξδʹ ἕως Ἰουλίου Καίσαρος τοῦ μὴ γεννηθέντος. τῆς γὰρ μητρὸς αὐτοῦ θανούσης ἐν τῷ θʹ μηνί, καὶ ταύτην ἀνασχίσαντες ἐξέβαλον αὐτόν, ὅθεν καὶ λέγεται Καῖσαρ. ἀφ' οὗ Καίσαρες οἱ Ῥωμαίων βασιλεῖς προσηγορεύθησαν, ὅ ἐστιν ἀνατομὴ κατὰ τὴν τῶν Ῥωμαίων γλῶσσαν. [Βιβλίον Ηʹ.]
286.3.1
Περὶ Ἰουλίου Καίσαρος.] Μετὰ δὲ ταῦτα βασιλεύσας Ἰούλιος Καῖσαρ πρῶτος καὶ μόνος ἐκράτησε τῶν Ῥωμαϊκῶν σκήπτρων μετὰ πολλῆς ὑπερη φανίας καὶ ἀλαζονείας· ὅθεν καὶ δικτάτωρ ἐκαλεῖτο, ὅ ἐστι μονάρχης. πάντων δὲ κρατήσας ἐν ἰταμότητι καὶ τυραννίδι ἐπὶ ἔτη ιηʹ ἀνῃρέθη ἐπὶ συγκλήτου. ὃς καὶ νόμους Ῥω μαίων ἔδωκε καὶ τὰς ἰνδίκτους καὶ τὸ βίσεκστον ἐφεῦρε καὶ τὸν μῆνα Ἰούλιον ὠνόμασε πρότερον Κυιντίλιον καλούμενον. ἐφ' οὗ ἦν καὶ Ἰούδας ὁ Γαλιλαῖος ὁ ἐν ταῖς πράξεσι τῶν ἀποστόλων μνημονευόμενος, καὶ Ἀντίπατρος ὁ Ἡρώδου πατὴρ βασιλεὺς τῆς Ἰουδαίας κατέστη. [βʹ. Περὶ Αὐγούστου Καίσαρος.] Μετὰ δὲ Ἰούλιον Καίσαρα ἐβασίλευσεν Αὔγουστος Καῖ σαρ ἀνεψιὸς αὐτοῦ, Ὀκταβίου υἱός, ὁ καὶ Σεβαστὸς ἔτη νϛʹ. 294 ἀφ' οὗ Σεβαστοὶ καὶ Αὔγουστοι προσηγορεύθησαν οἱ Ῥω μαίων βασιλεῖς, καὶ ὁ μὴν Αὔγουστος ἐκλήθη πρότερον Ἐκστίλιος ὀνομαζόμενος. οὗτος οὖν ὁ Αὔγουστος Κλεοπά τραν τῷ τετάρτῳ ἔτει τῆς βασιλείας αὐτοῦ χειρωσάμενος καὶ πᾶσαν τὴν Αἴγυπτον ὑποτάξας καθελὼν τὴν βασιλείαν τῶν Πτολεμαίων διαρκέσασαν ἔτεσι ςϟʹ, καὶ πάσης τῆς γῆς κυ ριεύσας καὶ τὰς τοπαρχίας καταλύσας ἀνεῖλε τοὺς φονεύ σαντας αὐτοῦ τὸν θεῖον Ἰούλιον. κτίσας δὲ καὶ πόλεις δύο, μίαν ἐν τῷ Πόντῳ καὶ ἄλλην ἐν τῇ Ἀραβίᾳ, καὶ ἑτέραν ἐν Συρίᾳ καταπεσοῦσαν ὑπὸ θεομηνίας ὀνόματι Σαλαμίνην ἀνεγείρας, ἐκάλεσε τὴν μὲν Ἄγκυραν διὰ τὸ μέσην αὐτὴν εἶναι τῶν βʹ θαλασσῶν τῆς τε Ποντικῆς καὶ τῆς Ἀσιανῆς, τὴν δὲ Βόστραν εἰς ὄνομα τοῦ κτίσαντος αὐτὴν στρατηγοῦ Βόστρου, τὴν δὲ μετωνόμασε Διόσπολιν. Ἐντεῦθεν τοίνυν ἄρχεται ἡ τετάρτη βασιλεία, ἣν ὁ Δα νιὴλ ἐν τῇ τῶν δʹ θηρίων ὀπτασίᾳ τέταρτον θηρίον δια φέρον τῶν ἄλλων τροπικῶς ὀνομάζει. ἐφ' οὗ καὶ ὁ τῶν πρώτων δʹ στοιχείων δημιουργὸς καὶ τὸν τετραπέρατον κόσμον συνδήσας ἐν τούτοις Ἰησοῦς Χριστὸς ἐσαρκώθη διὰ τὴν ἡμετέραν σωτηρίαν. ὅθεν εἰκότως μέγας βασιλεὺς καὶ ἐπίσημος ὑπὲρ πάντας ὁ Αὔγουστος καὶ δυνατὸς γενόμενος ὑπέταξε τὰς μερικὰς βασιλείας πάσας διὰ τὸν ἐν ταῖς ἡμέ ραις αὐτοῦ βασιλέα τοῦ παντὸς καὶ κύριον τεχθέντα κατὰ 295 τὴν Ἡσαΐου προφητείαν. φησὶ γάρ· καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος κυρίου, καὶ ὁ οἶκος τοῦ θεοῦ ἐπ' ἄκρων τῶν ὀρέων καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν, καὶ ἥξουσιν ἐπ' αὐτὸν πάντα τὰ ἔθνη, καὶ πορεύ σονται λαοὶ πολλοὶ καὶ ἐροῦσιν· δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος κυρίου καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακώβ, καὶ ἀναγ γελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ. ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος καὶ λόγος κυρίου ἐξ Ἱερουσα λήμ, καὶ κρινεῖ ἀνὰ μέσον ἐθνῶν πολλῶν καὶ ἐλέγξει λαὸν πολύν. καὶ συγκόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα, καὶ οὐ λήψεται ἔθνος ἐπ' ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν. Ἰουδαῖοι δέ, φησὶ Θεοδώρητος, πλανώμενοι περὶ τῆς ἐκ Βαβυλῶνος ἐπανόδου φασὶν εἰρῆσθαι τοῦτο. καὶ οὐ θαῦμα· ὡς γὰρ ἐν ταῖς λοιπαῖς διασφάλλονται προφητείαις, οὕτω κἀνταῦθα. ποῖα γὰρ ἔθνη πελάζοντα καὶ πόρρωθεν ἀπῳκισμένα μετὰ τὴν ἐπάνοδον συνέδραμον εἰς τὸν Ἰου δαίων ναὸν τὸν ἐκείνων ἀσπασάμενα νόμον καὶ τὸν ἐκεῖθεν ἐκπορευόμενον ἀγαπήσαντα λόγον, καὶ οὐχὶ μᾶλλον αὐτοῖς ἐναντιοῦντο; μετὰ γὰρ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον καὶ Γὼγ καὶ Μαγὼγ μετὰ πλείστων ἐθνῶν ἐπεστράτευσαν Ἰου