Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon
Georgius HamartolusChro 296 · pg-scrape-grcMore by Georgius Hamartolus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-hamartolus" aria-label="More works by Georgius Hamartolus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
296.1.1
δαίοις, καὶ οἱ περίοικοι δὲ πάντες αὐτοὺς πολεμοῦντες διε τέλεσαν, ἔνθεν μὲν Ἰδουμαῖοι καὶ Ἀμμανῖται καὶ Μωαβῖται, ἐκεῖθεν δὲ ἀλλόφυλοι καὶ Σαμαρεῖται, καὶ ὀλίγου δὲ χρόνου διελθόντος τὰ Μακεδονικὰ αὐτοῖς ἐπέστη κακά, ἃ τῶν Μακ καβαίων αἱ συγγραφαὶ περιέχουσιν. ἐνταῦθα δὲ ὁ προ φητικὸς λόγος εἰρήνην ὑπισχνεῖται βαθεῖαν. ὅτι δὲ τὸν μετὰ τὴν τοῦ κυρίου παρουσίαν προσημαίνει ταῦτα καιρόν, πάλιν τὰ πράγματα σαφῶς μαρτυροῦσιν. πρὸ μὲν γὰρ τῆς Ῥωμαίων βασιλείας συχναὶ τῶν ἐθνῶν κατ' ἀλλήλων ἐπα ναστάσεις ἐγίνοντο, ἅτε δὴ καθ' ἕκαστον ἔθνος τῆς βασι λείας μεμερισμένης, πάσης δὲ ἡγεμονίας εἰς Ῥωμαίους μετα τεθείσης, καὶ τῆς καθ' ἕκαστον ἔθνος βασιλείας ἐπὶ τῆς Χριστοῦ παρουσίας καταλυθείσης, εἰρήνη βαθεῖα κατέσχε τὴν οἰκουμένην, ὡς μηκέτι ἔθνος κατὰ ἔθνους ἐπιστρατεύειν καὶ μερικὰς βασιλείας καθαρπάζειν, ἀλλὰ τῇ γεωργίᾳ προσέ χειν. οὐκοῦν μάλα δείκνυται σαφῶς τὸ τῆς προρρήσεως τέλος. ἢ οὐχ ὁρᾶτε τῆς ἐκκλησίας τὸ ὕψος καὶ πάντας ὑπο κύπτοντας καὶ ταύτῃ τὸ σέβας προσφέροντας, καὶ τοὺς μὲν πλείστους ἑκόντας καὶ εὐγνωμόνως, τοὺς δὲ παρὰ γνώμην δουλεύοντας καὶ μάτην ἀντιλέγοντας; οὐχ ὁρᾶτε τῶν ὀρέων τὰς κορυφάς, ὦ Ἰουδαῖοι καὶ Ἕλληνες, τοῦ ὑμετέρου μύσους ἀπηλλαγμένας καὶ ταῖς τῶν ἀσκητῶν καταγωγαῖς κοσ μουμένας, καὶ πάντας συρρέοντας καὶ τὸν ἐν τῇ Σιὼν ἐπιφανέντα λόγον θεολογοῦντας καὶ τὸν ἐκεῖθεν προελθόντα νόμον ἀσπαζομένους, καὶ τοὺς μὲν πολέμους πεπαυμένους, 297 τὰ δὲ τῆς γεωργίας ὄργανα μεταχειριζομένους ἀντὶ τῶν πολεμικῶν ὅπλων; ἢ οὐκ ἴστε ὡς, ὁπηνίκα ταῦτα ὁ προφή της ἐθέσπιζεν, ἄλλος μὲν τῆς Ἱερουσαλὴμ ἐβασίλευεν, ἄλλος δὲ τῆς Σαμαρείας καὶ ἄλλος Ἰδουμαίων καὶ ἕτερος Μωα βιτῶν καὶ αὖ πάλιν ἄλλος Ἀμμανιτῶν καὶ ἄλλος Ἀράβων; καὶ Μαδιναῖοι μὲν καὶ Ἀμαληκῖται ὑπ' ἄλλοις ἡγεμόσιν ἐτέ λουν, Γάζα δὲ καὶ Ἀσκάλων καὶ Ἄζωτος καὶ μέντοι καὶ Σιδὼν καὶ Τύρος καὶ Δαμασκὸς ὑπὸ διαφόρων ἀρχόντων ἰθύνοντο; τοῦ δὲ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κατὰ σάρκα τεχθέντος εὐθὺς Αὔγουστος Καῖσαρ ἐκράτησε πάντων καὶ τὰς ἐθναρ χίας πάσας καὶ μερικὰς βασιλείας καταλύσας, ὡς ἔφην, τοῖς Ῥωμαίων οἴαξι πάντας ὑπέταξεν. Ὅπερ καὶ Δαυὶδ προθεωρῶν καὶ προαναφωνῶν ἔψαλλεν· δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ θεοῦ, ἃ ἔθετο τέρατα ἐπὶ τῆς γῆς ἀνταναιρῶν πολέμους μέχρι τῶν περάτων τῆς γῆς. τόξον συντρίψει καὶ συνθλάσει ὅπλα καὶ θυρεοὺς κατακαύσει ἐν πυρί. ναὶ μὴν αἱ τοπαρχίαι καὶ αἱ μερικαὶ βασιλεῖαι κατελύθησαν, δι' ἃς οὐδὲ βραχείας εἰρήνης ἀπήλαυον οἱ ἄνθρωποι, ἀλλὰ πᾶσα πόλις καὶ χώρα ἔνοπλος ἦν τὰς ἐξα πιναίως γινομένας ἐφόδους δειμαίνουσα. ἐπὶ δὲ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ Δαυὶδ πάλιν λέγει· ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης. ἡ Ῥωμαίων βασιλεία τὰς μερικὰς βασιλείας, ὡς πολλάκις ἔφην, καταλύ 298 σασα καὶ μάχας, εἰρήνη βαθεῖα πανταχοῦ γέγονε καὶ τὰς τῶν ἀνθρώπων ἀκοὰς εὐτρεπίσασα τοῖς κηρύττουσι τὸν τῆς εἰρήνης πρύτανιν, ἀδεῶς λοιπὸν ὡς ἐν μιᾷ βασιλείᾳ διέδραμον καὶ τὴν σωτήριον διδασκαλίαν τοῖς ἀνθρώποις προσήνεγκαν. κατὰ μὲν οὖν τὴν ἱστορίαν οὕτως ἐκβέβηκε τό· ἀνταναιρῶν πολέμους καὶ τὰ ἑξῆς, τροπικώτερον δὲ εἴ τις ἐθέλοι νοῆσαι, ὄψεται τοῦ κατὰ τῆς ἐκκλησίας πολέμου τὴν παῦλαν. φησὶ γάρ· ἐταράχθησαν ἔθνη, ἔκλιναν βασιλεῖαι. ἔδωκε φωνὴν αὐτοῦ ὁ ὕψιστος, ἐσαλεύθη ἡ γῆ. τῆς θείας γὰρ βοηθείας ἐπιφανείσης νῶτα δέδωκαν οἱ πολέμιοι, καὶ αἱ πάλαι τἀναν τία φρονοῦσαι βασιλεῖαι ὑπέκλιναν τὸν αὐχένα καὶ τὸν σωτήριον ζυγὸν ὑπεδέξαντο. τῇ γὰρ ἀληθείᾳ καὶ τῇ τῶν πραγμάτων μαρτυρίᾳ καὶ ταῖς παντοδαπαῖς θαυματουργίαις οἷόν τινι φωνῇ χρησάμενος ὁ θεὸς τὸ οἰκεῖον ὕψος ὑπέ δειξε καὶ δέους αὐτῶν τὰς ψυχὰς ἐπλήρωσεν. προειδὼς τοίνυν ὁ προφητικὸς λόγος τὴν Ἰουδαίων περὶ τὰς θείας γραφὰς παρερμηνείαν ἀπόνοιάν τε καὶ ἀθέτησιν ἔφη ὡς ἐκ προσώπου τοῦ προφητευομένου ὥσπερ προασφαλιζόμενος αὐτοὺς καὶ λέγων· σχολάσατε καὶ γνῶτε ὅτι ἐγώ εἰμι ὁ θεός, ὁ δηλαδὴ ταῦτα κατορθῶν καὶ ὑφ' ὑμῶν ἀθετηθείς, ὑψω θήσομαι ἐν τοῖς ἔθνεσιν, ὑψωθήσομαι ἐν τῇ γῇ. ἡμῖν δὲ παραδηλῶν, τίς οὗτός ἐστιν, καὶ ὥσπερ συνευφραινόμενος ἐπάγει· κύριος τῶν δυνάμεων μεθ' ἡμῶν, ἀντιλήπτωρ ἡμῶν ὁ θεὸς Ἰακώβ. τοῦ δὲ Ἰακὼβ τὴν μνήμην οὐχ ἁπλῶς ἐποιήσατο, ἀλλ' ἐπειδὴ πρῶτος ἐκεῖνος τὴν τῶν ἐθνῶν 299 προεθέσπισε κλῆσιν. οὐκ ἐκλείψει, γάρ φησιν, ἄρχων ἐξ Ἰούδα, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν, τὴν μεταβολὴν κἀνταῦθα τῶν ἐθνῶν προθεσπίζων εἰκότως τὸν τοῦ Ἰακὼβ θεὸν τοῦ ταῦτα προειρηκότος ἔφη ταῦτα κατωρθωκέναι. Ὡσαύτως δὲ καὶ ὁ Χρυσόστομός φησιν· οὐδὲν οὖν τῆς ἀνθρωπίνης θηριωδίας χεῖρον ἦν πρὸς τῆς Χριστοῦ παρου σίας. ὥσπερ γὰρ ἐχθροὶ καὶ πολέμιοι πάντες πρὸς ἀλλήλους διακείμενοι τοὺς ἑαυτῶν παῖδας ἔσφαζον, πατέρες καὶ μητέ ρες παισὶν ἐπεμαίνοντο, οὐδὲν ἦν ἑστηκός, οὐ φυσικὸς οὐ γραπτὸς νόμος, ἀλλ' ἀνατέτραπτο πάντα. μοιχεῖαι γὰρ διη νεκεῖς καὶ φόνοι καὶ κλοπαὶ καὶ πᾶν εἶδος κακίας διεπράτ τετο καὶ εἰς ἀρετὴν ἐλογίζετο, πόλεμοι δὲ συνεχεῖς καὶ ἐπάλληλοι κατὰ πόλιν καὶ χώραν καὶ κώμην καὶ οἰκίαν ἐγίνοντο καὶ εἰς ἀνδρείαν καὶ κλέος ἀνεκηρύττοντο, καὶ μέντοι καὶ τοὺς υἱοὺς καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαι μονίοις θύοντες καὶ μαντευόμενοι καὶ φαρμακεύοντες καὶ εἰδωλολατροῦντες θεοσεβεῖν ἐνόμιζον. τοῦ δὲ κυρίου ἡμῶν ἐληλυθότος ἀπηλέγχθησαν ταῦτα πάντα ὡς θεοστυγῆ σαφέ στατα, καὶ εἰρήνη βαθεῖα καὶ ἀρετὴ πλατεῖα ἐν τῷ κόσμῳ ἐμπολιτεύεται. Τοιγαροῦν ἐν τῷ μαʹ ἔτει τῆς Αὐγούστου βασιλείας, ἐν 300 τῷ# 22εφʹ ἔτει ἀπὸ κτίσεως κόσμου, ἤρχθη ὁ κατὰ Ἀντιόχειαν τῶν ἐτῶν ἀριθμός, καὶ Ἡρώδης μὲν ἐξ ἐθνῶν ἤδη βασι λεὺς τῆς Ἰουδαίας ἀνηγορευμένος, καὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ κατὰ σάρκα γεννηθέντος, καὶ τοῦ Ἡρώδου κακῶς τὸν βίον μεταλλάξαντος, πεπλήρωται τό· οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, ὅς ἐστι Χριστός, ἐπειδὴ γὰρ αὐτὸς Ἡρώδης ἀλλόφυλος ὢν περιτμηθεὶς ἦρξε τῶν Ἰουδαίων καὶ ἀρχιερέα κατέστησεν ἀλλογενῆ τὸν Ἀνάνιλον, ἐφ' οἷς ἐπαύθη κατὰ τὴν θείαν πρόρρησιν ἡ ἐξ Ἰούδα ἀρχὴ μέχρι τότε κρατήσασα. οἱ γὰρ ἱερεῖς προεστή κεσαν τῶν πραγμάτων, ἄχρις οὗ Πόμπιος Ῥωμαίων στρα τηγὸς ἐπιστὰς τὴν μὲν Ἱερουσαλὴμ κατὰ κράτος πολιορ κεῖ, μιαίνει δὲ τὰ ἅγια μέχρι τῶν ἀδύτων εἰσελθὼν τοῦ ἱεροῦ, τὸν δὲ ἐκ τῆς προγόνων διαδοχῆς μέχρις ἐκείνου τοῦ καιροῦ διαρκέσαντα βασιλέα τε ὁμοῦ καὶ ἀρχιερέα Ἀρι στόβουλον δέσμιον ἐπὶ Ῥώμην ἐκπέμψας τὸ πᾶν Ἰουδαίων ἔθνος Ῥωμαίοις ὑπόφορον κατέστησεν. καὶ οὕτω πρῶτος ἀλλόφυλος Ἡρώδης, ὡς ἔφην, τὸ Ἰουδαίων ἔθνος ἐγχειρίζεται, καθ' ὃν ἐναργῶς τῆς Χριστοῦ παρουσίας ἐνστάσης ἐξέλιπον εἰκότως οἱ τῶν Ἰουδαίων ἀρχιερεῖς τε καὶ ἡγού μενοι κατὰ τὴν ἱερὰν χρησμολογίαν. καὶ γὰρ οἱ ἀρχιερεῖς ἐξ Ἰούδα ἦσαν κατὰ μητέρα, ἐπείπερ ὁ μέγας Ἀαρὼν τὴν τοῦ Ἀμιναδὰβ θυγατέρα ἠγάγετο γυναῖκα, καὶ κατὰ τοῦτο συγγενεῖς ὑπῆρχον οἱ ἐξ Ἰούδα καὶ Λευΐ, ὅθεν 301 ἡ ἐκ τοῦ Ἀαρὼν Ἐλισάβετ συγγενὶς εἴρηται τῆς θεοτόκου Μαρίας. Ἐκλειπόντων οὖν τῶν παρὰ Ἰουδαίοις ἀρχιερέων Ἡρώδης ἀλλόφυλος τυγχάνων βασιλεύς, ὡς εἴρηται, τῶν Ἰου δαίων καθίσταται, καθ' ὅν, τῆς Χριστοῦ γεννήσεως πλησια ζούσης, ἡ ἐκ προγόνων τῆς ἀρχιερωσύνης κατελύθη διαδοχή, καὶ ὁ προφητευόμενος παρὰ τῷ Δανιὴλ ἡγούμενος λαμβάνει τέλος. χριστοὶ γὰρ ἡγούμενοι ἤτοι ἀρχιερεῖς ἦσαν μέχρις Ἡρώδου, ἀρξάμενοι μὲν ἀπὸ τῆς κατὰ Δαρεῖον ἀνανεώσεως τοῦ ἱεροῦ, λήξαντες δὲ ἐπὶ Ὑρκανὸν ἔτεσι υπγʹ, ὁπόσα καὶ ὁ Δανιὴλ θεσπίζει λέγων· καὶ γνώσῃ καὶ συνήσῃ ἀπὸ ἐξό δου λόγων τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσα λὴμ ἕως Χριστοῦ ἡγουμένου ἑβδομάδες ζʹ καὶ ἑβδομάδες ξβʹ. αἱ γὰρ ξβʹ ἑβδομάδες συμπληροῦσιν ἔτη υπγʹ, ὅσα τὰ τῆς ἀρχῆς ὑπάρχει τῶν χριστῶν ἡγουμένων. ὧν τελευταίου Ὑρκανοῦ ὑπὸ Πάρθων αἰχμαλωτισθέντος, Ἡρώδης ὑπ' Αὐγούστου παραλαμβάνει τὴν βασιλείαν, μεθ' ὃν οἱ τούτου παῖδες μέχρι τῆς ὑστάτης Ἱεροσολύμων πολιορκίας. οὐκέτι γὰρ ἐκ διαδοχῆς τοῦ ἀρχιερατικοῦ γένους τῶν Ἰουδαίων καὶ Ἀσαμωναίων ἤτοι Μακκαβαίων, ὥς φησιν Ἰώσηπος, ἱερῶντο τῷ θεῷ, οὐδ' αὖ πάλιν οἱ διὰ βίου κατὰ τὸν Μωσέως νό μον ἐπίσημοι, ἀλλ' ἄσημοί τινες ἄλλοτε ἄλλος, καὶ οἱ μὲν 302 ἐνιαύσιοι, οἱ δὲ ἐπ' ὀλίγῳ παρὰ τῶν Ῥωμαίων τὴν ἱερωσύ νην ὠνούμενοι. διὸ καὶ Δανιὴλ προφητεύει λέγων· καὶ μετὰ τὰς ζʹ καὶ ξβʹ ἑβδομάδας ἐξολοθρευθήσεται χρίσμα καὶ κρίμα οὐκ ἔσται, καὶ τὰ ἑξῆς. Διελεῖς δὲ τὰς οʹ ἑβδομάδας οὕτως· τὰς μὲν ζʹ μετὰ τὴν ἐπάνοδον τῆς αἰχμαλωσίας ἕως τῆς οἰκοδομῆς τοῦ ναοῦ, τὰς δὲ ξβʹ συναπτομένας ταῖς ζʹ εἰς τὸν χρόνον, ὃν κατ έσχον οἱ χριστοὶ ἡγούμενοι. τὴν δὲ μίαν ἑβδομάδα, καθ' ἣν ὁ κύριος ἐκήρυξε τὴν καινὴν διαθήκην· ἧς ἑβδομάδος ἐν τῷ ἥμισυ ἦλθεν ἐπὶ τὸ σωτήριον πάθος, καὶ ἤρθη ἐκ μέσου ἡ διὰ Μωσέως παραδεδομένη διαθήκη. καὶ ταῦτα μὲν Εὐσέβιος. Ὁ δὲ Θεοδώρητος αὖθις ἔφη· καὶ δυναμώσει διαθήκην, φησίν, πολλοῖς ἑβδομὰς μία. καὶ ἐν τῷ ἥμισυ τῆς ἑβδο μάδος ἀρθήσεται θυσία καὶ σπονδὴ καὶ ἐπὶ τὸ ἱερὸν βδέ λυγμα ἐρημώσεως. συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν. ἐν γὰρ ταύτῃ διαθήκη δέδοται καινὴ τοῖς πιστεύουσι καὶ δυνάμεως ἁπάσης αὐτοὺς ἐπλήρωσεν, ἐπείπερ μεσούσης τῆς ἑβδομάδος ταύτης ἡ κατὰ νόμον ἤρθη θυσία, τῆς ἀλη θινῆς προσφερομένης θυσίας. καὶ οὐ μόνον ἡ θυσία ἐκείνη παυθήσεται, ἀλλὰ καὶ βδέλυγμα ἐρημώσεως ἐπὶ τὸ ἱερὸν δοθήσεται. σημεῖον δὲ τῆς ἐρημίας ὑπέφηνε γενέσθαι εἰ 303 κόνες τινὲς ἀπηγορευμέναι τῷ νόμῳ εἰς τοῦτον εἰσκομιζό μεναι. καὶ γὰρ τοῦτο πεποίηκε Πιλάτος νύκτωρ εἰς τὸν ναὸν τὰς βασιλικὰς εἰσκομίσας εἰκόνας παρὰ τὸν νόμον. ὅπερ δὴ καὶ ὁ κύριος εἶπεν· ὅταν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως τὸ ῥηθὲν διὰ τοῦ προφήτου Δανιήλ, γινώσκετε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς. ταῦτα δὲ λέγων ἐσήμαινε τὸ τάχος τῆς καταληψομένης αὐτοὺς πανωλεθρίας. καὶ ἵνα μὴ νομίσωσιν Ἰουδαῖοι πάλιν ἀπολήψεσθαι τὸν ναὸν καὶ τὴν πόλιν καὶ τὴν προτέραν εὐπρέπειαν, ἐπήγαγεν· καὶ ἕως συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν. ἕως γάρ, φησίν, τῆς τοῦ κόσμου συντελείας ἡ τῆς ἐρημώ σεως συντέλεια μένει μεταβολὴν οὐ δεχομένη. τοῦτο καὶ Δαυὶδ ἔφη· ἐν ὀργῇ συντελείας, καὶ οὐ μὴ ὑπάρξουσιν, καὶ γνώσονται ὅτι ὁ θεὸς δεσπόζει τοῦ Ἰακὼβ καὶ τῶν περάτων τῆς γῆς. οἵ γε μᾶλλον γνώσονται, ὅταν ἴδωσι τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ. τότε γὰρ ὄψονται κατὰ φυλὰς φυλὰς τοῦτο καὶ εἰς ὃν ἐξεκέντησαν. Ἰστέον δὲ ὡς Ἑβραῖοι κατὰ τὸν τῆς σελήνης δρόμον ἀριθμοῦντες τὸν ἐνιαυτὸν ἡμέρας ιαʹ περισσοτέρας ἀποφαί νουσιν, ἃς καὶ ἡμεῖς ἐμβολίμους καλοῦμεν. ὁ γὰρ τῆς σελήνης δρόμος ἐν ἡμέραις κθʹ καὶ ὥραις ϛʹ συμπληροῦται. 304 οὕτω δὲ καὶ ἀριθμοῦντες ἡμερῶν τνδʹ ποιοῦσι τὸν ἐνι αυτόν. ἐπεὶ οὖν ὁ ἀρχάγγελος τῷ Δανιὴλ προσδιαλεγόμενος, ἀνδρὶ Ἑβραίῳ, καὶ τὸν ἀριθμὸν τῶν ἐτῶν διδάσκων τὸν συνήθη πάντως ἀριθμὸν ἔλεγεν, ἀναγκαίως δεῖ προσ θεῖναι τὰ ἀπὸ τῶν ἐμβολίμων ἔτη συναγόμενα. τούτων γὰρ προστιθεμένων τὰ υπγʹ ἔτη εὑρεθήσονται κατὰ τὸν Ἰουδαϊ κὸν ἀριθμόν, ἅπερ συνάγουσι καὶ αἱ ζʹ καὶ ξβʹ ἑβδομάδες. διεῖλε δὲ αὐτὰς οὐχ ἁπλῶς, ἀλλὰ πραγμάτων τινῶν προση μαίνων μεταβολάς. οὐκοῦν ἀπὸ μὲν τῆς οἰκοδομῆς Ἱερου σαλήμ, ἥτις ἐγένετο ἐπὶ Νεεμίου καὶ Ἔσδρα, μέχρις Ὑρκανοῦ τελευταίου ἀρχιερέως ἐκ τῶν Ἀσαμωναίων εἴτ' οὖν Μακ καβαίων, ὃν Ἡρώδης ἀνεῖλεν, ὁ τῶν ξβʹ ἀριθμὸς συμπλη ροῦται, ἀπὸ δὲ τῆς ἐκείνου σφαγῆς μέχρι τῆς τοῦ σωτῆρος ἡμῶν ἐπιφανείας καὶ τῆς πρὸς τὸν Ἰορδάνην ἀφίξεως αἱ λοιπαὶ ζʹ ἑβδομάδες τέλος λαμβάνουσιν. ἐν ᾧ χρόνῳ μετὰ τὴν ἀναίρεσιν Ὑρκανοῦ μέχρι τῆς τοῦ Χριστοῦ παρουσίας παρανόμως λοιπὸν οἱ ἀρχιερεῖς ἐγίνοντο. καὶ τοῦτο δηλῶν Ἰώσηπος ἔφη· τὴν δὲ βασιλείαν Ἡρώδης παρὰ Ῥωμαίωνἐγχειρισθεὶς οὐκέτι τοὺς ἐκ τοῦ Ἀσαμωναίου γένους, ἀλλά τισιν ἀσήμοις καὶ μόνον Ἑβραίοις οὖσι τὴν ἀρχιερωσύνην ἀπένειμεν. καὶ μετὰ τὰς ξβʹ ἑβδομάδας, φησίν, ἐξολοθρευ θήσεται χρίσμα καὶ κρίμα. ὡς εἶναι δῆλον ὅτι τὰς ξβʹ ἑβδομάδας προτέταχε καὶ μετὰ ταύτας τὰς ζʹ, ἐν αἷς 305 ἔφησεν ἐξολοθρευθήσεσθαι χρίσμα, τοῦτ' ἔστι τὴν ἐπανθοῦ σαν χάριν τοῖς ἀρχιερεῦσιν. εἰ γὰρ καὶ ἐχρίοντο, ἀλλὰ πα ρανόμως καὶ παρ' ἀξίαν. ἕως, γάρ φησιν, χριστοῦ ἡγου μένου ἑβδομάδες ζʹ καὶ ἑβδομάδες ξβʹ. τῷ γὰρ ἡγουμένῳ Χριστῷ καὶ σωτῆρι τὰς ἑπταπλασιαζούσας ἑβδομάδας τέθει κεν, ἵνα γνῶμεν ὡς ἀπὸ τοῦ Χριστοῦ καὶ ἐπὶ τὰ ἄνω ἀριθμεῖν βουλόμενοι τὰς ζʹ πρότερον ἑβδομάδας εὑρήσομεν καὶ τότε τὰς ξβʹ. εἶτα λέγει καὶ τὴν μέλλουσαν ἐρημίαν τῆς πόλεως καὶ τῆς παρανόμου ἀρχιερωσύνης φάσκων· καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ. ἡγούμενον γὰρ τὴν ἀλλόφυλον ἔφη βασιλείαν καὶ τὴν παράνομον ἀρχιερωσύνην. Οὕτω γε μὴν καὶ ὁ θεῖος Κύριλλος Ἱεροσολύμων ἔφη· οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, φησίν, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται. σημεῖον οὖν ἔδωκε τῆς Χριστοῦ παρουσίας τὸ παύσασθαι τὴν ἀρχὴν τῶν Ἰουδαίων. εἰ γὰρ μὴ νῦν ὑπὸ Ῥωμαίους εἰσίν, οὔπω ἦλθεν ὁ Χριστός. εἰ ἔχουσι τὸν ἐκ γένους Ἰούδα καὶ Δαυὶδ εἰς ἄρχοντας, οὔπω ἦλθεν ὁ προσδοκώμενος, ὁ δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ κατὰ τὸν προφήτην Ζαχαρίαν ἐκλειπόντων τοίνυν τῶν ἐξ Ἰούδα ὁ ἀλλόφυλος Ἡρώδης βασιλεύει. λέγει γὰρ καὶ ὁ προσδιαλεγόμενος ἄγγελος τῷ Δανιήλ· καὶ γνώσῃ καὶ συνήσῃ, ἀπὸ ἐξόδου λόγων τοῦ 306 ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλὴμ ἕως χριστοῦ 306 ἡγουμένου ἑβδομάδες ζʹ καὶ ἑβδομάδες ξβʹ. ἑξήκοντα δὲ καὶ δύο ἑβδομάδες ἐτῶν συνάγουσιν ἔτη υπγʹ. ἐπεὶ οὖν μετὰ τὸ οἰκοδομῆσαι Ἱερουσαλὴμ υπγʹ ἔτη διῆλθον, καὶ τῶν ἀρχόντων ἐκλειπόντων ἔρχεταί τις ἀλλόφυλος βασιλεύς, ἐφ' οὗ γεννᾶται ὁ Χριστός. Δαρεῖος γοῦν ὁ Μῆδος ἐκέλευσε τὴν Ἱερουσα λὴμ οἰκοδομηθῆναι τῷ ἕκτῳ μηνὶ τῆς ἑαυτοῦ βασιλείας, πρώτῳ δὲ ἔτει τῆς καθ' Ἕλληνας ξϛʹ ὀλυμπιάδος. ὀλυμπιὰς δὲ
296.2.1
Ἕλλησι καλεῖται ὁ κατὰ δʹ ἔτη συντελούμενος ἀγὼν διὰ τὴν κατὰ τετραετίαν τῶν τοῦ ἡλίου δρόμων ἐκ τῶν κατ' ἔτος ὡρῶν γʹ συντελουμένην ἡμέραν. Ἡρώδης δὲ βασι λεύει τῇ ρπϛʹ ὀλυμπιάδι, τετάρτῳ ἔτει ταύτης. ἀπὸ οὖν τῆς ξϛʹ εἰς τὴν ρπϛʹ γίνονται μεταξὺ ρκʹ ὀλυμπιάδων ἔτη υπγʹ. αἱ τοίνυν οʹ ἑβδομάδες εἰς τὸν ἐπὶ Χριστοῦ συντελοῦνται χρόνον κατὰ τοὺς Ἰουδαίων ἀριθμούς. ἐκεῖνοι γὰρ κατὰ τὸν σεληνιακὸν δρόμον τοὺς ἐνιαυτοὺς ἀριθμοῦσιν, ὡς ἔστι πρόχειρον εἰπεῖν τὸν μῆνα ἡμερῶν εἶναι παρ' αὐτοῖς κθʹ ἥμισυ, ὡς τοῦ μὲν ἡλιακοῦ κύκλου ὑπάρχοντος τξεʹ, τοῦ δὲ σεληνιακοῦ τνδʹ, ὡς τὸν ἡλιακὸν παραλλάσσειν ἐνιαυτὸν ἡμέρας ιαʹ τὸν σεληνιακὸν ἐνιαυτόν. ὅθεν Ἕλληνες καὶ Ἰουδαῖοι μῆνας γʹ ἐμβολιμαίους ἔτεσιν ὀκτὼ παρεμβάλλουσιν. εἰ τοίνυν ζητεῖς τὸ αἴτιον τῆς Χριστοῦ παρουσίας, ἄκουσον. μετὰ γὰρ τὴν ἐκ παραδείσου ἀπόπτωσιν ἔγνω Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ, καὶ δεύτεροι γεγόνασι διάδοχοι τῆς ἀν 307 θρώπων γενεᾶς Κάϊν καὶ Ἄβελ. καὶ Κάϊν ἀνθρωποκτόνος πρῶτος. καὶ κατακλυσμὸς ὕστερον ἐπεχύθη διὰ τὴν τῶν ἀνθρώπων πολλὴν πονηρίαν, πῦρ ἄνωθεν κατῆλθεν ἐπὶ Σόδομα διὰ τὴν αἰσχρουργίαν. ἐξελέξατο μετὰ χρόνους ὁ θεὸς τὸν Ἰσραήλ, ἀλλὰ καὶ οὗτος διεστράφη καὶ ἐτραυ ματίσθη. ἀπεστάλησαν προφῆται μετὰ Μωσέα θεραπεῦσαι τοῦτον, ἀλλ' ἰατρεύσαντες ἀπεθρήνουν μὴ περιγενόμενοι τοῦ πάθους, ὥστε λέγειν αὐτούς· ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ κατορθῶν ἐν ἀνθρώποις οὐχ ὑπάρχει. καί· πάν τες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν. οὐκ ἔστι ποιῶν χρηστό τητα, οὐκ ἔστιν ἕως ἑνός. καί· ἀρὰ καὶ κλοπὴ καὶ μοιχεία καὶ φόνος κέχυται ἐπὶ τῆς γῆς. τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας ἔθυσαν δαιμονίοις, οἰωνίζοντο καὶ ἐφαρμακεύ οντο. καὶ ἁπλῶς μέγιστον ἦν τὸ τραῦμα τῆς ἀνθρωπότητος ἀπὸ ποδῶν ἕως κεφαλῆς, οὐκ ἦν μάλαγμα ἐπιθεῖναι οὔτε ἔλαιον οὔτε καταδέσμους. εἶτα οἱ προφῆται δεινῶς ἀπο κλαιόμενοι καὶ ἀποροῦντες ἔλεγον· τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ; καί· κύριε, κλῖνον οὐρανοὺς καὶ κατάβηθι, ὑπερβαίνει γὰρ τὴν ἡμετέραν ἰατρείαν τὰ τῆς ἀνθρωπότητος τραύματα. τοὺς προφήτας σου ἀπέκτειναν καὶ τὰ θυσιαστήριά σου κατέσκαψαν, καὶ ἀδιόρθωτον ἡμῖν 308 τὸ κακόν. σοῦ λοιπὸν δεῖται τοῦ διορθωτοῦ καὶ σωτῆρος. ἐπακούσας οὖν τῆς δεήσεως τῶν προφητῶν ὁ κύριος κατῆλθε φάσκων· ἰδοὺ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ ὑμῶν. καί· ἔσομαι πάντων θεός, καὶ αὐτοὶ ἔσονταί μοι λαός. καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πλησίον αὐτοῦ καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ. γνῶθι τὸν κύριον, ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ αὐτῶν καὶ ἕως μεγάλου, ὅτι ἵλεως ἔσομαι ταῖς ἁμαρτίαις καὶ ἀδικίαις αὐτῶν. Ὁ δέ γε Ἡρώδης ἔσχεν υἱοὺς ὁμωνύμους αὐτοῦ καὶ διωνύμους τρεῖς· Ἡρώδην Ἀντίπαν τὸν καὶ τὸν πρόδρομον ἀποτεμόντα, ἐφ' οὗ καὶ ὁ κύριος ἐσταυρώθη· καὶ Ἡρώδην Φίλιππον, ᾧ πρῶτον Ἡρωδιὰς συναφθεῖσα θυγατέρα Σαλώμην ἔσχε τὴν καὶ ὀρχησαμένην· καὶ Ἡρώδην Ἀγρίππαν τὸν καὶ Ἰάκωβον ἀνελόντα τοῦ Ζεβεδαίου. πρὸς ὃν τοῦ δήμου ἐπιφωνοῦντος τότε· φωνὴ θεοῦ καὶ οὐκ ἀνθρώπου, δίκην ἔδωκεν αὐτίκα. στολὴν γὰρ ἐξ ἀργύρου πεποιημένην περιθέμενος καὶ εἰς τὸ θέατρον ἐλθὼν καὶ ἐφ' ὑψηλοῦ βήματος καθίσας ἐδημηγόρει. τῆς δὲ ἡλιακῆς ἀκτῖνος προσ πεσούσης τῷ ἐνδύματι, καὶ λαμπηδὼν τῇ αὐγῇ τῆς ἐσθῆτος ἀνακραθεῖσα τὰς ὄψεις τῶν περιεστώτων κατήστραπτεν. καὶ ἀωρηθέντες ἐπὶ τούτῳ καὶ ὡς θεὸν αὐτὸν εὐφημήσαντες, 309 ἐπαίρεται πλέον ὁ δείλαιος. ὃν εὐθὺς ἄγγελος κυρίου ἐπά ταξεν ἀθρόως, καὶ ἀνεπήδησε τῆς καθέδρας ἐκ τοῦ σπαράτ τεσθαι δεινῶς τὴν γαστέρα αὐτοῦ. Τὸν δὲ θεῖον Ἰάκωβον ἰδὼν ἀπαγόμενον [τὴν ὁδὸν] τὴν ἐπὶ θάνατον ὁ κατήγορος αὐτοῦ καὶ μεταμεληθεὶς προσέπεσε τοῖς ποσὶ τοῦ ἀποστόλου λέγων· συγχώρησόν μοι, ἄνθρωπε τοῦ θεοῦ, ὅτι μεταμεμέλημαι ἐφ' οἷς ἐλάλησα κατά σου. ὁ δὲ μακάριος παραυτίκα τοῦτον καταφιλήσας εἶπεν αὐτῷ· εἰρήνη σοι, τέκνον, εἰρήνη σοι καὶ συγχώρησις τοῦ πταί σματος. ὁ δὲ μετὰ φωνῆς μεγάλης εὐθέως Χριστιανὸν ἑαυ τὸν ἐπὶ πάντων ἀνηγόρευσε καὶ οὕτω συγκαταριθμηθεὶς τῷ ὑπ' αὐτοῦ κατηγορηθέντι σὺν αὐτῷ καὶ τὸ βραβεῖον τοῦ μαρτυρίου ἀπηνέγκατο. Ὁ δὲ ἄθλιος Ἡρώδης ἐπὶ ἡμέρας φθειρόμενος καὶ σκώ ληκας ἐκβράζων ἐλεεινῶς τὸν βίον κατέλυσεν ὥσπερ καὶ ὁ δυσσεβέστερος αὐτοῦ πατήρ. καὶ γὰρ κἀκεῖνος τὰ ἐπίχειρα τῆς κατὰ Χριστοῦ καὶ τῶν ὁμηλίκων αὐτοῦ τόλμης ἔτι περιὼν τῷ βίῳ κομισάμενος αἰσχίστῳ μόρῳ τὸν βίον κατέ στρεψεν. ὅνπερ ἐνδίκως ὡς ἄδικον ἡ δίκη μετελθοῦσα τὰ 310 μετὰ τὴν ἐνθένδε ἀπαλλαγὴν διαδεξόμενα τὸν ταλαίπωρον κολαστήρια διεδείκνυ φανερῶς προοίμια. εὐθὺς γὰρ κατα λαβοῦσα τοῦτον θεήλατος καὶ ὀλέθριος μάστιξ εἰς θάνατον ἀργαλέον συνήλασεν. ἔνθεν γάρ, φησὶν Ἰώσηπος, αὐτοῦ τὸ σῶμα ἡ νόσος διαλαβοῦσα ποικίλοις πάθεσιν ἐμέριζεν. πυ ρετὸς μὲν γὰρ λάβρος ἦν, κνισμὸς δὲ ἀφόρητος τῆς ἐπι φανείας ὅλης καὶ κόλου συνεχεῖς ἀλγηδόνες καὶ περὶ τοὺς πόδας οἰδήματά τινα δυσώδη τοῦ τε ἤτρου φλεγμονὴ καὶ αἰδοίου σηπεδὼν σκώληκας γεννῶσα, καὶ πρὸς τούτοις ὀρ θόπνοια καὶ δύσπνοια καὶ σπασμοὶ τῶν μελῶν ἁπάντων αὐτῷ καθεστήκασιν, ἀηδὴς δὲ ἀποφορὰ ἐκ τοῦ συνεχοῦς ἄσθματος ἐξεπορεύετο, ὡς τοὺς ἐπιθειάζοντας ποινὴν θεή λατον εἶναι λέγειν. τούτοις δὴ οὖν καὶ τοῖς τοιούτοις πάθεσιν ἐπὶ πλείονα χρόνον περιαντλούμενος τοσοῦτον εἶχε τὸν πόνον ἀνύποιστον, ὡς καὶ αὐτόχειρα ἑαυτοῦ γενέσθαι κατατολμήσαντα. αἰτήσας γὰρ μῆλον ὁμοῦ καὶ μάχαιραν, ὡς δῆθεν ἐπιθυμῶν αὐτὸς δι' ἑαυτοῦ ἀπογεύσασθαι, καὶ λαβὼν ἀνέτεινε τὴν χεῖρα κατὰ τοῦ λαιμοῦ πλῆξαι βουλό μενος, καὶ ἔπληξεν ἄν, εἰ μή τις τῶν θεραπόντων θεασά μενος ταχέως τὴν μάχαιραν ἐκ τῶν χειρῶν αὐτοῦ μόλις ἀπέσπασεν. ἐπὶ πλεῖον οὖν ταῖς ὀδύναις βασανιζόμενος καὶ τὴν ἀδελφὴν Σαλώμην καὶ τὸν ἄνδρα αὐτῆς Ἀλέξανδρον προσκαλεσάμενος ὑπέθετο αὐτοῖς, ὥστε τοὺς τῶν Ἰουδαίων ἐξάρχους καθεῖρξαι εἰς τὸν ἱππόδρομον, καὶ τελευτήσαντος αὐτοῦ παραχρῆμα τούτους ὑπὸ τοῦ στρατοῦ δεινῶς ἀναιρε 311 θῆναι, ἵνα μὴ τοῦ θανάτου αὐτοῦ ἡ ἡμέρα χαρᾶς τοῖς Ἰουδαίοις ἀλλὰ πένθους πρόξενος γένηται. καὶ ταῦτα δια ταξάμενος καὶ λίαν ὑδεριάσας καὶ μετὰ πολλῶν ἀλγηδόνων τὴν ψυχὴν ἀπορρήξας, εὐθὺς ἡ Σαλώμη πάντα διαπραξα μένη τοῖς Ἰουδαίοις εἰς μέγα πένθος καὶ θρῆνος αὐτοὺς ἐνέβαλεν. ὅσαις μὲν οὖν πρὸς ταῖς λοιπαῖς αὐτοῦ κακουρ γίαις τὰς κατὰ τὴν βασιλείαν αὐτοῦ νομισθείσας εὐπραγίας ταῖς κατὰ τὸν οἶκον ἐπαλλήλοις ἠμαύρωσε συμφοραῖς γυναι κὸς καὶ τέκνων καὶ τῶν λοιπῶν τῶν μάλιστα πρὸς γένους ἀναγκαιοτάτων τε καὶ φιλτάτων μιαιφονίαις οὐδὲ οἷόν τε νῦν καταλέγειν, τραγικὴν ἅπασαν δραματουργίαν ἐπισκια ζούσης τῆς περὶ τούτων ὑποθέσεως, ἣν εἰς πλάτος ἐν ταῖς κατ' αὐτὸν ἱστορίαις Ἰώσηπος διελήλυθεν. [γʹ. Περὶ Τιβερίου.] Μετὰ δὲ Αὔγουστον ἐβασίλευσε Τιβέριος υἱὸς αὐτοῦ ἔτη κγʹ. ὃς κτίσας πόλιν ἐν τῇ Ἰουδαίᾳ χώρᾳ παρὰ τὴν λίμνην ἐκάλεσεν αὐτὴν εἰς τὸ ἑαυτοῦ ὄνομα Τιβεριάδα. ἐφ' οὗ μέγας σεισμὸς γενόμενος κατήνεγκε πόλεις ἕως ἐδάφους ιγʹ, Ἔφεσον, Μαγνησίαν, Σάρδην, Μοστίνην, Λιγάϊν, Ἱεροκαισάρειαν, Φιλαδέλφειαν, Τίμολον, Κύμην, Μυρίναν, Ἀπολ λωνίαν, Δίαν, Ὑρκανίαν. καὶ ἐν μὲν τῷ ιεʹ ἔτει τῆς αὐτοῦ 312 βασιλείας ὁ κύριος ἡμῶν βαπτισθεὶς τοῦ εὐαγγελικοῦ κηρύγ ματος ἀπήρξατο, ἐν δὲ τῷ ιηʹ ἔτει τῆς βασιλείας αὐτοῦ σταυ ρωθεὶς ὁ κύριος ἀνίσταται τῇ κθʹ τοῦ Φαμενὼθ μηνὸς ἤτοι Μαρτίου τοῦ πρωτοκτίστου μηνὸς Νισὰν παρ' Ἑβραίοις λεγομένου κεʹ, ἐπιφωσκούσης κυριακῆς μιᾶς σαββάτων τῆς πρώτης καὶ ἀρχῆς καὶ τιμιωτάτης τῶν ἡμερῶν ἡμέρας, περὶ ἧς ἔφη Μωϋσῆς· ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. καί· αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς, ᾗ ἡμέρᾳ ἐποίησεν ὁ θεός. διό φησιν ὁ Δαυίδ· αὕτη ἡ ἡμέρα, ἣν ἐποίησεν ὁ κύριος· ἀγαλλιασώμεθα καὶ εὐφραν θῶμεν ἐν αὐτῇ. ἥτις ἐστὶ τὸ κυριακὸν πάσχα Μαρτίου κεʹ, ὡς εἴρηται. Περὶ ἧς γέ τοι καὶ ὁ μέγας ἔφη Χρυσόστομος· εἰ οὖν ἐν τῇ τρίτῃ ἡμέρᾳ ἀνέστη Χριστός, ὡς αὐτὸς ἔλεγεν· δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι καὶ ἀποκτανθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι, διὰ τί ἡ ὀγδόη ἀνάστασις λέγεται τοῦ κυρίου; καὶ τρίτη μὲν εἴρηται ὡς ἀπὸ τοῦ πάθους καὶ τοῦ σταυροῦ, ὀγδόη δὲ ὡς ἀπὸ τῆς δημιουργίας καὶ τῆς ἀναστάσεως. ἐπεὶ οὖν τῇ κυριακῇ ἀνέστη Χριστός, ἐν ᾗ ἀρχὴ τοῦ φαινομένου κόσμου γέγονεν, ἥτις ὑπάρχει τὸ φῶς ἀπὸ τοῦ κόσμου λάμψαν ἐν αὐτῇ, καὶ τὸ νοητὸν φῶς τὸ ἀληθινόν, ὁ Χριστός, ἐκ τάφου ἀνέτειλεν, δι' ὃν καὶ ὡς ἀπὸ τάφου καὶ θανάτου ὁ κόσμος ἐγήγερται. ἀπὸ κυριακῆς οὖν εἰς κυριακὴν ἡ ὀγδόη ἀπαντᾷ, καὶ ἔστι 313 τρίτη καὶ ὀγδόη ἡ αὐτή, τρίτη ἀφ' οὗ ἔπαθεν, ὀγδόη ἀφ' ἧς ὁ κόσμος ἐγένετο. ἔστι δὲ καὶ ἄλλη αἰτία τῆς ὀγδόης καὶ τῆς τρίτης, διὰ τί ἀνάστασις ἑκάστη ὠνόμασται. ἐν γὰρ τῇ ὀγδόῃ ἡμέρᾳ κατέπαυσεν ὁ θεὸς ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, καὶ ἔστιν ἡ κατάπαυσις τέλος καὶ συντέλεια ἔργων ἀπηρτισμένων. τέλος δὲ καὶ κατάπαυσις λέγεται καὶ ἡ τοῦ κόσμου συντέλεια, ὅτε μέλλει παράγειν τὸ σχῆμα τοῦ κόσμου τούτου ὁ θεός. ἐπεὶ οὖν ἁμαρτιῶν ὁ βίος ἔγεμε καὶ ἠπει λεῖτο κόσμου συντέλεια, ὁ δὲ Χριστὸς ἐπὶ συντελείᾳ τοῦ αἰῶνος εἰς ἀθέτησιν τῆς ἁμαρτίας ἦλθε καὶ ἔπαθε καὶ ἐτάφη καὶ ἀνέστη, ἐν τῇ κυριακῇ, ἐν ᾗ τὸν κόσμον ποιεῖν ἤρξατο, ἐν αὐτῇ ὁ κοσμοποιὸς ἀνέστη καὶ τὸν κόσμον ἀνέ στησεν, καὶ ἡ πρώτη ἐν δημιουργίᾳ ὀγδόη ἐν τῇ παλιγγε νεσίᾳ γέγονεν. τῇ ἕκτῃ ἐπὶ ξύλου σταυροῦται διὰ τὸν ἐν τῇ ἕκτῃ γενόμενον ἄνθρωπον. διὰ τοῦτο γὰρ ἐν τῇ ἕκτῃ ἐσταύρωται ἡμέρᾳ, ἵνα πάντες μάθωμεν, ὅτι ὁ ἐν τῇ ἕκτῃ δημιουργήσας τὸν ἄνθρωπον αὐτὸς ἐκεῖνος ἐν τῇ ἕκτῃ ἐσταυρώθη διὰ τὸν ἄνθρωπον. καὶ οὐ μόνον ἐν ἡμέρᾳ ἕκτῃ, ἀλλὰ καὶ ἐν ὥρᾳ ἕκτῃ ἐπὶ ξύλου ἐκρέματο, ἐπειδὴ ἀρχὴ ἁμαρτίας ὥρᾳ ἕκτῃ ἀπὸ τοῦ ξύλου γέγονεν, ὅτε Ἀδὰμ τὸν θάνατον ἠρίστησεν, ὅθεν λοιπὸν τότε καὶ λογχευθεὶς ἐξέβλυσεν αἷμα καὶ ὕδωρ, οἱ δύο μάρτυρες τῶν κυριοκτό νων, τὸ μὲν αἷμα, ἵνα Ἰουδαίους ἐλέγξῃ εἰπόντας· τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν, τὸ δὲ ὕδωρ, ἵνα τοῦ Πιλάτου κατηγορήσῃ, ὅτι λαβὼν ὕδωρ καὶ νιψάμενος ὡς ἀθῷος τὸν ἀθῷον καὶ δίκαιον φραγελλώσας ἐσταύρωσεν. 314 ἐπεὶ οὖν, ὡς πολλάκις ἔφην, ἡ ὀγδόη καὶ ἡ τῶν νεκρῶν ἔγερσις βοᾷ τὴν τοῦ κόσμου συντέλειαν, ἰστέον ὡς τότε πάντως ἡ τοῦ κόσμου γενήσεται συντέλεια, ὅτε οἱ ὅσιοι καὶ εὐσεβεῖς ἐκλείψουσιν ἀπὸ τῆς γῆς. καὶ τούτου μάρτυς ὁ Χριστὸς εἰπών· ἆρα ἐλθὼν ὁ υἱὸς τοῦ ἀνθρώπου εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς; καὶ ὁ ἀπόστολός φησιν· ἐὰν μὴ ἔλθῃ πρῶτον ἡ ἀποστασία, ὅτε ἀποστήσονται τῆς πίστεως προσέχοντες πνεύμασι πλάνης καὶ διδασκαλίαις δαιμονίων. καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται. καὶ ὥσπερ κυβερνητῶν ἀπώλεια τῶν πλοίων ἐστὶ ναυάγια, καὶ ποιμένων ἀπουσία προβάτων ὄλεθρος, καὶ γεωργῶν ἀμέλεια χωρίων ἀφανισμός, οὕτω καὶ τῶν ὁσίων ἡ ἔκλειψις τοῦ κόσμου κατάλυσις. ὁσιότης δέ ἐστιν ἡ πρὸς τὸν θεὸν καθοσίωσις, καὶ ἐκεῖνος ὅσιος ὁ ἑαυτὸν διὰ πίστεως καὶ ἔργων ἀγαθῶν καθοσιώσας καὶ τῷ θεῷ ἀφιερώσας. ὅθεν περὶ τοῦ θεὸν καταλιμπάνον τος καὶ ἀρνουμένου τὰς πρὸς αὐτὸν συνθήκας ἔλεγεν ὁ Μωσῆς· μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου· ὅσιά μοι γένοιτο ἐν τῷ ἀποστῆναι ἀπὸ κυρίου. καθάπερ οὖν ὁ τοῦ θεοῦ ἀπο στάτης καὶ κακοῦργος ἀνόσιος λέγεται, οὕτως ὁ τῷ θεῷ διὰ πίστεως καὶ ἀγαθουργίας οἰκειωθεὶς ὅσιος καὶ δίκαιος εἰ κότως ὀνομάζεται. 315 Διὰ ξύλου τοίνυν θάνατος καὶ διὰ ξύλου ἡ ζωή. τῇ ἑβδόμῃ κατέπαυσεν ἀπὸ τῶν ἔργων, τῇ ἑβδόμῃ ἐν τῷ τάφῳ τὸ σῶμα ἀνέπαυσεν (τελείαν γὰρ ἡμέραν τὴν ἑβδόμην ἔμει νεν), τῇ ὀγδόῃ ἀνέστη καὶ τὸν κόσμον ἤγειρεν. καὶ ἔστιν ἡ κυριακὴ καὶ τρίτη καὶ ὀγδόη, τρίτη μὲν διὰ τὴν τοῦ κυρίου ἀνάστασιν, ὀγδόη δὲ οὐ μόνον διὰ τὴν τοῦ κυρίου, ἀλλὰ καὶ διὰ τὴν τοῦ κόσμου ἔγερσιν. οὐκοῦν, ἀγαπητέ, ἄκουσον θαυμαστὸν καὶ μέγα μυστήριον. διὰ τί ἡ τοῦ κυρίου ἀνάστασις ὀγδόη ὠνόμασται; ἐπειδὴ ἑπτάκις νεκρῶν ἀνάστασιν εὕρομεν ἐν τῇ θείᾳ γραφῇ, καὶ μετὰ τοὺς ἑπτὰ ὄγδοος ἐκ νεκρῶν ἀνέστη κύριος ὁ ἐγείρας τοὺς ἑπτά. πρὸ γὰρ τῆς Χριστοῦ ἀναστάσεως ἑπτὰ μόναι ἀναστάσεις νεκρῶν ἐγένοντο. καὶ πρώτη μὲν ἐν τῇ παλαιᾷ ἡ τοῦ υἱοῦ τῆς χήρας, ὃν Ἡλίας ἐν Σαράφθοις ἀνέστησεν. δευτέρα δὲ ἡ τοῦ υἱοῦ τῆς Σωμανίτιδος, ὃν Ἐλισσαῖος ἤγειρεν. τρίτη δὲ ἡ τοῦ στρατιώτου, ὃν ἐγγὺς Ἐλισσαίου θάψαντες, καὶ τῶν ὀστέων τοῦ προφήτου ὁ νεκρὸς ἁψάμενος ὡς ἀπὸ πυρὸς ἐξεπήδησεν. τετάρτη δὲ ἐν τῇ καινῇ ἡ τοῦ ἀρχι συναγώγου τῆς θυγατρός. πέμπτη δὲ ἡ τοῦ υἱοῦ τῆς χήρας. ἕκτη δὲ ἡ τοῦ Λαζάρου. ἑβδόμη δὲ ὅτε πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων ἀνέστη. ὀγδόη δὲ ἡ τοῦ κυρίου ἀνάστασις μετὰ τὸ σωτήριον πάθος, καθ' ὃν και ρὸν τοῦ πάθους καὶ τοῦ γενομένου σεισμοῦ ἐν πολλοῖς 316 μὲν εὑρέθησαν Ἑλληνικοῖς ὑπομνήμασιν, ὅτι σεισμὸς ἐγέ νετο μέγιστος καὶ σκότος, ὥστε καὶ ἀστέρας φανῆναι. κατὰ δὲ τοὺς χρόνους τούτους καὶ Ἰώσηπος ἱστορεῖ ἐν ἡμέρᾳ τῆς πεντηκοστῆς κινήσεως καὶ κτύπου τοὺς ἱερέας ἀντιλαμβά νεσθαι πρότερον, ἔπειτα φωνῆς ἀθρόας, ἀγγελικῆς δηλονότι, ἔνδοθεν ἀπὸ τοῦ ἐσωτάτου ἱεροῦ ἀκούειν· μεταβαίνομεν ἐντεῦθεν. καὶ μέντοι καὶ ἕτερον παραδοξότερον ἐξηγεῖται, χρησμόν τινα ἐν ἱεροῖς γράμμασιν εὑρεθῆναι περιέχοντα οὕτως, ὡς κατὰ τὸν καιρὸν ἐκεῖνον ἀπὸ τῆς αὐτῶν χώρας ἄρξει τις ἄνθρωπος τῆς οἰκουμένης πάσης, ὃν αὐτὸς μὲν ἐπὶ Οὐεσπασιανὸν ἐξείληφε πεπληρῶσθαι, διήμαρτε δὲ τῆς ἑρμηνείας ἐκ διαμέτρου. οὐ γὰρ πάσης οὗτος ἦρξεν, ἢ μόνης τῆς Ῥώμης. λείπεται δὴ οὖν ἐπὶ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τοῦτο πληροῦσθαι, πρὸς ὅν φησιν ὁ πατήρ· αἴτησαι παρ' ἐμοὶ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. ὅθεν εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν ἱερῶν ἀποστόλων αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν διαρρή δην κηρυττόντων αὐτοῦ τὴν ἀίδιον ἀρχήν τε καὶ βασιλείαν αἰώνιον. ἐπεὶ οὖν κατὰ τὸν καιρὸν τοῦτον ὁ θεὸς τὴν κτίσιν ἐδημιούργησεν, καὶ μαρτυρεῖ τῶν δένδρων ἡ βλάστη σις, κατὰ τὴν θείαν ἀπόφασιν μέχρι νῦν ἀρχομένου τοῦ 317 ἔαρος ἡ γῆ βλαστάνει βοτάνην χόρτου καὶ οἱ λειμῶνες ἀν θοῦσι καὶ τὰ δένδρα φύει καρπόν. διὰ τοῦτο καὶ τὸν Ἰσραὴλ κατὰ τὸν καιρὸν τοῦτον ἠλευθέρωσε τῆς Αἰγυπτιακῆς δουλείας καὶ τῇ παρθένῳ Γαβριὴλ ὁ ἀρχάγγελος εὐηγγελί σατο. εἰκότως οὖν κατὰ τὸν αὐτὸν καιρὸν καὶ ὁ Χριστὸς ὑπέμεινε τὸ σωτήριον πάθος. Ὁ τοίνυν Πιλάτος μετὰ τὴν Χριστοῦ σταύρωσιν εἰκόνας, τοῦ Καίσαρος προτομάς, εἰς τὸ ἱερὸν νύκτωρ ἀνέθηκεν. ὄρθρου δὲ γενομένου Ἰουδαῖοι θεασάμενοι τοσοῦτον ἐταρά χθησαν, ὥστε Πιλάτος ἐκδειματωθεὶς ἀλλαχοῦ ταύτας μετέ θηκεν. καὶ δὴ καὶ τὸν ἱερὸν θησαυρὸν τὸν καλούμενον κορβονᾶν διαφθείρας αἴτιος ἀναιρέσεως πολλῆς καὶ συγχύ σεως τοῖς Ἰουδαίοις μίσει τῷ πρὸς αὐτοὺς γέγονεν. τὴν γὰρ ἐπανάστασιν αὐτῶν ὑφορώμενος πρὸ τοῦ βήματος αὐτοῦ στρατιώτας παρέστησεν, ἔνδοθεν μὲν ὅπλα φοροῦντας αὐτούς, ἔξωθεν δὲ ἰδιωτικὴν ἐσθῆτα πρὸς τὸ ἀνυπονόητον. ὡς οὖν ὥρμησαν ἐπ' αὐτὸν Ἰουδαῖοι στασιάζοντες, ἐπαφῆκε τοὺς στρατιώτας αὐτοῖς, οἵ γε ξύλοις καὶ λίθοις αὐτοὺς παίοντες τραυματίας ἀπέλυσαν, τινὰς δὲ αὐτῶν καὶ ἀπέκτειναν. πολλοὶ δὲ τῶν Ἰουδαίων ὑπ' ἀλλήλων ὠθούμενοι συμπατη 318 θέντες ἀπώλοντο, οὓς καὶ ἀριθμήσαντες εὗρον λαὸν ἄπειρον. ἔμιξε δὲ καί τινων αὐτῶν μετὰ τῶν θυσιῶν τὸ αἷμα τρόπῳ τοιούτῳ· οἱ Γαλιλαῖοι τοῖς δόγμασιν ἐξακολουθήσαντες Ἰούδα τοῦ Γαλιλαίου, οὗ καὶ Λουκᾶς ἐν ταῖς πράξεσι τῶν ἀποστό λων μέμνηται, κενοφωνίαν καὶ πλάνην ἔμαθον ἐξ αὐτοῦ, καθὼς Ἰώσηπος ἔφη. προφάσει γὰρ εὐσεβείας δῆθεν κύριον μηδὲ μέχρι στόματος ἔφασκε δεῖν τινα λέγειν, μήτε κατὰ τιμὴν μήτε κατὰ φιλοφροσύνην, καὶ τὴν θεῷ μόνῳ πρέπου σαν τιμήν τε καὶ δόξαν ἀνθρώποις ἀπονέμειν. ὅθεν καὶ πολλοὶ αὐτῶν περὶ τοῦ μὴ εἰπεῖν Καίσαρα κύριον καὶ δεσπότην χαλεπὰς αἰκίας ὑπέστησαν. οἵτινες λοιπὸν καὶ ἐδίδασκον μηδὲν παρὰ τὰς διατεταγμένας ἐν τῷ Μωσέως νόμῳ θυσίας ἀναφέρεσθαι τῷ θεῷ, κἀντεῦθεν τοίνυν κωλύ οντες τὰς ὑπὸ τῆς γερουσίας τοῦ λαοῦ παραδιδομένας γί νεσθαι περὶ τῆς σωτηρίας τοῦ βασιλέως καὶ τοῦ Ῥωμαίων ἔθνους θυσίας, εἰκότως ἐπὶ τούτοις ἀγανακτοῦντα πρὸς Γαλιλαίους Πιλάτον κελεῦσαι παρὰ ταῖς θυσίαις, αἷς ἐδό κουν κατὰ νόμον προσφέρειν, ἀναιρεθῆναι, ὥστε ἀναμιχθῆ ναι ταῖς προσφερομέναις θυσίαις τὸ αἷμα τῶν προσφε ρόντων. Ὁ δέ γε Τιβέριος πρὸς τοῖς λοιποῖς αὐτοῦ πλεονεκτή μασι καὶ τοῦτο ἐκέκτητο. τοὺς εἰς ἀξίαν ὑπ' αὐτοῦ προ αγομένους θᾶττον οὐκ ἤμειβεν, ἀλλ' ἢ πολὺν χρόνον ἢ ἕως τέλους τοῦ βίου κατέχειν αὐτοὺς τὴν ἀρχὴν παρεσκεύαζεν. 319 ἐρωτηθεὶς οὖν ποτε τὴν αἰτίαν ὑπὸ τῶν φίλων αὐτοῦ ἔφη· ἀεὶ πᾶσα ἡγεμονία τοῦ πλεονεκτεῖν ἐφίεται φύσει, καὶ εἰ ἐπὶ πλεῖον κρατοῖεν, ἀμβλυστέρως τῇ πλεονεξίᾳ κέχρηνται, εἰ δὲ ἐπ' ὀλίγον, μειζόνως ἐπὶ κλοπαῖς παροξύνονται ἐν ἀδήλῳ τὴν διαδοχὴν ἔχοντες. λέξω δὲ ὑμῖν καὶ ἐναργὲς παράδειγμα τούτου. τραυματίας τις ἔκειτο, καὶ πλῆθος μυῶν τὰ ἕλκη αὐτοῦ ἀνειμᾶτο. παριὼν δέ τις καὶ νομίσας αὐτὸν μὴ δύνασθαι τὰς μύας ἀποσοβεῖν προσελθὼν ἀπεδίω κεν. ὁ δὲ τραυματίας φησίν· δέομαι, παῦσον καὶ μὴ ἀπο σόβει, μειζόνως γάρ με βλάπτεις. αἱ γὰρ κορεσθεῖσαι τοῦ αἵματος οὐ πάνυ μοι τὴν δῆξιν ὀδυνηρὰν παρέχονται, εἰ δὲ ἀποδιώκοιντο, ἕτεραι προσελθοῦσαι λιμῷ τὰς ὀδύνας μοι παρέξουσι μειζοτέρας ὥστε καὶ τοῦ ζῆν ἀποστερῆσαι. διὰ δὴ τοῦτο καὶ αὐτὸς ὑπὸ πολλῶν κλοπῶν τοὺς ἡγεμόνας διεφθαρμένους ἰδὼν συνεχῶς οὐκ ἀμείβω. φροντίζων γέ τοι λίαν τοῦ δικαίου ἔγραφεν ἀεὶ ταῖς ὑπ' αὐτὸν πόλεσι λέγων· ἐάν τι γράψω παρὰ τοὺς νόμους προστάσσων γίνε σθαι μὴ προσέχειν ὡς ἠγνοηκότι. διὸ καὶ Πιλάτος εἰδὼς αὐτοῦ τὸ φιλάληθες καὶ φιλοδίκαιον τὰ τεράστια Χριστοῦ πάντα καὶ τὰ τῆς εὐσεβείας αὐτοῦ δόγματα δι' ἐπιτομῆς ἀνεκοινώσατο αὐτῷ, καθὼς ἱστορεῖ Τερτυλιανὸς ὁ τῶν Ῥω μαϊκῶν νόμων ἐπιστήμων ἐν τῇ ὑπὲρ Χριστιανῶν ἀπολογίᾳ,

Intertext edge

Open linked passage

Note