Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon
Georgius HamartolusChro 30 · pg-scrape-grcMore by Georgius Hamartolus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-hamartolus" aria-label="More works by Georgius Hamartolus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
30.1.1
ἰαβέ, Ἰουδαῖοι δὲ ἀειά. τῆς οὖν ἱερατικῆς ἐσθῆτος ἡ τετρά ριθμος χροιὰ σύμβολον τῶν τεσσάρων ἐτύγχανε στοιχείων, ἐξ ὧν τὰ πάντα συνέστηκεν, ἅπερ ὁ ἀρχιερεὺς μυστικῶς τε καὶ συμβολικῶς περιβαλλόμενος καὶ εἰς τὰ ἅγια εἰσερχόμενος δι' αὐτῶν ὑπὲρ τοῦ κόσμου τὸν τοῦ παντὸς δημιουργόν τε καὶ κύριον ἐξιλεοῦτο. ἡ μὲν γὰρ βύσσος ἀντὶ τῆς γῆς, ἡ δὲ ὑάκινθος ἀντὶ τοῦ ἀέρος, ἡ δὲ πορφύρα ἀντὶ τοῦ ὕδατος, τὸ δὲ κόκκινον ἀντὶ τοῦ πυρός. καὶ ἦσαν ἄλλα μὲν τὰ φαινόμενα, ἄλλα δὲ τὰ νοούμενα. καὶ μέντοι καὶ ἡ σκηνὴ τοῦ μαρτυρίου ἔνδοθεν καὶ ἔξωθεν χρυσίῳ περικεκαλυμμένη τὸν ὄροφον εἶχεν ἐξ ὑφασμάτων ποικίλων καὶ ἐκ διαφόρων κατασκευασμένων χρωμάτων. τὸ μὲν γὰρ ἦν ἁλουργόν, τὸ δὲ ῥοδοειδὲς ἢ κοκκοβαφές, τὸ δὲ ὑακίνθῳ προσεοικός, ἡ δὲ βύσσος τὴν λευκὴν εἶχε χροιάν. ἅπερ δὴ τῶν τεσσάρων ἦν στοιχείων, ὡς ἔφην, αἰνίγματα. ὁ μὲν γὰρ ὑάκινθος τῷ ἀέρι προσέοικεν, τὸ δὲ ῥοδοειδὲς ἢ κοκκοβαφὲς τῷ πυρί, τὸ δὲ ἁλουργὸν δηλοῖ τὴν θάλασσαν (ἐκείνη γὰρ τρέφει τὴν κόχλον, ἐξ ἧς τὸ τοιοῦτον γίνεται χρῶμα), ἡ δὲ βύσσος τὴν γῆν· ἐκ ταύτης γὰρ φύεσθαι λέγεται. ὁ μέντοι θεὸς τοῖς ἱερεῦσι παντοδαπὸν περιτέθεικε κόσμον τὸν μὲν λαὸν κατα πλήττοντα τῷ διαφόρῳ τοῦ σχήματος, αὐτοὺς δὲ τοὺς ἱερέας διδάσκοντα, ὅπως χρὴ τὴν ψυχὴν ὡραΐζειν καὶ τὸν τῆς ἀρετῆς αὐτῇ κόσμον περιτιθέναι. 31 Οὕτω τοίνυν καὶ μετὰ τοιαύτης στολῆς τε καὶ δόξης μετὰ τῶν λοιπῶν ἱερέων καὶ τοῦ πολιτικοῦ πλήθους ἱερο πρεπῆ καὶ διαφέρουσαν τῶν ἄλλων ἐθνῶν ποιησάμενος ὁ ἀρχιερεὺς τὴν ὑπάντησιν εἰς τόπον ἐπίσημον ἔστη, ἔνθα μάλιστα ἡ περικαλλὴς τοῦ ναοῦ πρόσοψις ἐξεφαίνετο. καὶ τὸ μὲν πλῆθος πόρρωθεν ἰδὼν ὁ Ἀλέξανδρος ἐν λευκαῖς στολαῖς, τοὺς δὲ ἱερεῖς προεστῶτας ἐν βυσσίναις μετὰ πολλῆς εὐταξίας καὶ σεμνότητος, τὸν δὲ ἀρχιερέα ἐν ὑακίνθῳ καὶ διαχρύσῳ κόσμῳ καὶ ἐπὶ τῆς κεφαλῆς τὴν κίδαριν ἔχοντα καὶ τὸ χρυσοῦν ἐπ' αὐτῆς ἔλασμα, ᾧ τὸ τοῦ θεοῦ ὄνομα ἐπεγέγραπτο, καθὼς εἴρηται, καὶ ἐπὶ τῇ ξένῃ θέᾳ κατα πλαγεὶς ὁ Ἀλέξανδρος καὶ ἀπὸ τοῦ ἅρματος εὐθὺς κατα πηδήσας καὶ προσελθὼν μόνος προσεκύνησε τὸ θεῖον ὄνομα καὶ τὸν ἀρχιερέα ἠσπάσατο· ὃν πάντες οἱ Ἰουδαῖοι μιᾷ φωνῇ σὺν τῷ ἀρχιερεῖ γνησίως ἀντησπάσαντο. τῶν δέ γε τῆς Συρίας βασιλέων καὶ τῶν λοιπῶν καταπλαγέντων καὶ διε φθάρθαι τὴν διάνοιαν Ἀλεξάνδρου ὑπειληφότων, καὶ Παρ μενίωνος τοῦ στρατηγοῦ μᾶλλον θαυμάσαντος καὶ ἀγανακτή σαντος διότι καθάπερ τις τῶν ὑπηκόων πεσὼν προσεκύνησεν, εἶπεν Ἀλέξανδρος· οὐ τὸν ἀρχιερέα προσεκύνησα, ἀλλὰ τὸν ὑπ' αὐτοῦ θεὸν τιμώμενον κἀμοὶ τὴν βοήθειαν κατὰ τῶν ἐναντίων ὑποσχόμενον. ἡνίκα γὰρ τὴν κατὰ Περσῶν διε νοούμην στρατείαν καὶ οὐκ ἐτόλμων διὰ τὸ μέγεθος τῆς δυναστείας αὐτῶν, ὤφθη μοι κατ' ὄναρ κατὰ τὸ σχῆμα τοῦδε τοῦ ἀρχιερέως ὁ θεὸς καὶ θαρρεῖν μοι παρεκελεύσατο καὶ τῆς προθυμίας σπουδαίως ἔχεσθαι λέγων· εἰς σὲ καταλήξω τὴν Περσῶν δυναστείαν. διὸ τοῦτον θεασάμενος ἐν τοιαύτῃ στολῇ καὶ τῆς κατὰ τοὺς ὕπνους ὑπομνησθεὶς ὄψεως εἰκότως προσεκύνησα. καὶ ταῦτα εἰπὼν πρὸς τὸν οἰκειακὸν Παρ 32 μενίωνα καὶ τὸν ἀρχιερέα δεξιωσάμενος, τῶν ἱερέων παρ επομένων, εἰς τὴν πόλιν Ἱερουσαλὴμ παρεγένετο μετὰ πολλῆς τῆς ὑπὸ τῶν Ἰουδαίων δεχθεὶς εὐφροσύνης. οἱ δὲ γραμμα τεῖς τὴν βίβλον τοῦ Δανιὴλ προσκομίσαντες τὴν προφητείαν αὐτῷ διηρμήνευον, ἣν ὁ προφήτης προηγόρευσεν, ὡς δεῖν τινα τῶν Μακεδόνων τὴν βασιλείαν Περσῶν χειρώσασθαι. ὃς ἐπὶ τούτῳ μᾶλλον ἡσθεὶς καὶ περιχαρὴς γενόμενος καὶ ἐπὶ τὸ ἱερὸν ἀνελθὼν θύει μὲν τῷ θεῷ κατὰ τὴν τοῦ ἀρχ ιερέως ὑφήγησιν, αὐτὸν δὲ τὸν ἀρχιερέα καὶ πάντας τοὺς ἱερεῖς ἀξιοπρεπῶς τιμήσας καὶ λαμπροῖς καὶ μεγίστοις ἀνα θήμασι τὸν ναὸν διακοσμήσας κατὰ Περσῶν ἐκίνησεν. Ἰου δαίων δέ τινας πρὸς συμμαχίαν λαβών, ἐν οἷς ὑπερέχων ἦν τις ὀνόματι Μοσόμαχος ἄριστος κατὰ ψυχὴν καὶ τοξότης εὐστοχώτατος, ὃς βαδιζόντων αὐτῶν κατὰ τὴν ἐπὶ Βαβυλῶνα ὁδόν, καὶ μάντεώς τινος ὀρνιθευομένου καὶ πάντας ἐπέχον τος, ἠρώτησε τὴν αἰτίαν τῆς παραμονῆς τοῦ λαοῦ. καὶ ἀποκριθεὶς ὁ μάντις δεικνύων τὸν ὄρνιν λέγει· ἐὰν μὲν ἀσάλευτος μείνῃ, προσμένειν συμφέρει πᾶσιν, ἐὰν δὲ ἀνα στὰς εἰς τοὔμπροσθεν πέτηται, προάγειν, εἰ δὲ ὄπισθεν, ἀναχωρεῖν αὖθις. καὶ ταῦτα Μοσόμαχος ἀκούσας παρὰ τοῦ μάντεως καὶ λάθρα τόξον ἑλκύσας βάλλει τὸν ὄρνιν. ἐφ' οἷς ὁ μάντις χαλεπήνας καὶ οἱ τῇ πλάνῃ ταύτῃ δεδουλωμένοι, λαβὼν εἰς χεῖρας νεκρὸν τὸν ὄρνιν τοιάδε ἔφη· τί μοι 33 μέμφεσθε, κακοδαίμονες; πῶς γὰρ οὗτος μὴ τὴν ἑαυτοῦ σω τηρίαν προγινώσκων τὸ ὑμέτερον συμφέρον προανήγγειλεν; εἰ γὰρ ἠδύνατο προειδέναι τὸ μέλλον, οὐκ ἂν εἰς τὸν τόπον τοῦτον ἦλθε φοβούμενος μὴ τοξεύσας αὐτὸν ἀποκτείνῃ Μο σόμαχος. καὶ ταῦτα εἰπόντος αὐτοῦ κατῃσχύνθησαν σφόδρα. ὁ δὲ Ἀλέξανδρος ἀντιπαραταξάμενος Δαρείῳ ἐν Ἰσοπόλει τῆς Κιλικίας καὶ τοῦτον χειρωσάμενος καὶ πολλοὺς σὺν αὐτῷ κατασφάξας παρέλαβε πᾶσαν τὴν βασιλείαν αὐτοῦ καὶ πᾶσαν τὴν Περσῶν καὶ Μήδων καὶ Πάρθων καὶ Βαβυλωνίων χώραν καὶ μέντοι καὶ τὰ Ἰνδικὰ μέρη πάντα καὶ τὰ βασίλεια αὐτῆς δίχα τῆς βασιλείας Κανδάκης τῆς χήρας βασιλευούσης τῶν ἐνδοτέρων Ἰνδῶν, ἥτις καὶ συνέλαβεν αὐτὸν οὕτως. Ἔθος γὰρ εἶχεν ὁ Ἀλέξανδρος μετὰ τῶν πεμπομένων ὑπ' αὐτοῦ πρεσβευτῶν πρὸς τοὺς ἐναντίους βασιλεῖς συν εισέρχεσθαι σχήματι στρατιώτου καὶ ὁρᾶν ὁποῖός ἐστιν ὁ βα σιλεὺς ἐκεῖνος. ἡ οὖν Κανδάκη τοῦτο μαθοῦσα περιειργά σατο, ὁποίας ἐστὶ θέας καὶ τί ἔχει σύσσημον, καὶ μαθοῦσα ὅτι χθαμαλός ἐστιν ὀδόντας ἔχων μεγάλους καὶ φαινομένους καὶ τὸν ἕνα μὲν ὀφθαλμὸν γλαυκόν, τὸν δὲ ἕτερον μέλανα, παρεσημειώσατο καθ' ἑαυτὴν ταῦτα. καὶ δὴ εἰσελθόντα πρὸς αὐτὴν ἅμα τοῖς πεμφθεῖσι παρ' αὐτοῦ πρεσβευταῖς καὶ γνω ρίσασα ἐκ τῶν συσσήμων συνέσχεν αὐτὸν λέγουσα· Ἀλέ ξανδρε βασιλεῦ, τὸν κόσμον ἔλαβες, καὶ γυνὴ σὲ παρέλαβεν. ὁ δὲ εἶπεν αὐτῇ· διὰ τὸ πανοῦργον καὶ περίεργον τῆς φρο νήσεώς σου ἀβλαβῆ σε καὶ τοὺς υἱούς σου καὶ τὴν βασι λείαν σου διαφυλάξω καὶ λήψομαί σε γυναῖκα. ἣν καὶ λαβὼν 34 καὶ εἰς Αἴγυπτον ἐλθὼν καὶ τὴν μεγάλην Ἀλεξάνδρειαν εἰς τὸ ἴδιον κτίσας ὄνομα πάλιν ὑπέστρεψεν εἰς Βαβυλῶνα, ἐν ᾗ καὶ τελευτᾷ ὑπάρχων ἐτῶν λβʹ, βασιλεύσας ἔτη ιβʹ. Πολλὰ μὲν οὖν καὶ ἄλλα μυρία τρόπαια καὶ δυσδιήγητα καὶ λόγον ὑπερβαίνοντα εἰργάσατο. καὶ διὰ τοῦτο πτηνὴν πάρδαλιν ὁ προφήτης αὐτὸν προβλέπει, τὸ τάχος καὶ σφο δρὸν καὶ τὸ πυρῶδες καὶ τὸ ἄφνω διαπτῆναι τὴν οἰκου μένην μετὰ τροπαίων καὶ νίκης προϋπεμφαίνων. λέγεται δὲ ὅτι καὶ φιλοσόφου τινὸς ἤκουσεν εἰπόντος, ὅτι ἄπειροι κόσμοι εἰσίν· καὶ μέγα στενάξας ἔφη· εἰ ἀπείρων ὄντων μηδὲ ἑνὸς ἐγὼ κεκράτηκα. οὕτως ἦν μεγαλόφρων μεγαλό ψυχός τε καὶ γενναῖος. ὅθεν καὶ πανταχοῦ ᾔδετο καὶ ἐθαυ μάζετο μάλιστα διὰ τὴν σωφροσύνην αὐτοῦ καὶ σύνεσιν καὶ πολλὴν ἀγχίνοιάν τε καὶ φιλοσοφίαν. Ἀριστοτέλει γὰρ μα θητευθεὶς πᾶσαν λογικὴν ἐπιστήμην εἰς ἄκρον ἐπαιδεύθη. πολεμικώτατος δὲ καὶ τολμηρότατος ὑπάρχων καὶ ἰδὼν ὁμώ νυμον αὐτοῦ νεανίσκον τινὰ δειλῶς μαχόμενον εἶπε πρὸς αὐτόν· ἢ τὸν τρόπον ἄλλαξον, ἢ τὴν κλῆσιν. ἐπεὶ οὖν σωφροσύνῃ πολλῇ διεκοσμεῖτο ἐκδηλοτέραν πᾶσιν ἐποίησε 35 ταύτην μετὰ τὴν νίκην. καὶ γὰρ αἰχμαλώτους λαβὼν τὰς θυγατέρας Δαρείου μαρτυρουμένας ἔχειν κάλλος ἀξιοθαύ μαστον οὐδὲ προσιδεῖν ἠξίωσεν, αἰσχρὸν καὶ λίαν ἄτοπόν τε καὶ καταγέλαστον εἶναι φήσας τὸν ἄνδρας ἀνδρείως χειρω σάμενον ὑπὸ γυναικῶν ἀθλίως ἡττηθῆναι. Ὅς γε καὶ μέχρι τῶν ἐνδοτάτων Ἰνδῶν καὶ τοῦ κυ κλοῦντος πᾶσαν τὴν γῆν ὠκεανοῦ μεγάλου ποταμοῦ καὶ τῆς μεγίστης νήσου τῶν Βραχμάνων φθάσας, ὧν καὶ τὸν θαυ μάσιον καὶ ὑπὲρ ἄνθρωπον βίον καὶ τὴν εἰς τὸν πάντων θεὸν εὐσέβειάν τε καὶ λατρείαν μεμαθηκὼς ἐξεπλάγη πάνυ καὶ ἠγάσθη τῆς τῶν ἀνδρῶν ἐκείνων ἀκροτάτης φιλοσοφίας. ἐν ᾧ τόπῳ καὶ στήλην στήσας ἐπέγραψεν· ἐγὼ μέγας Ἀλέ ξανδρος βασιλεὺς ἔφθασα μέχρι τούτου. ἐν ἐκείνῃ γὰρ τῇ νήσῳ κατοικοῦσιν οἱ λεγόμενοι Μακρόβιοι. ζῶσι γὰρ οἱ πλείους αὐτῶν περὶ τὰ ρνʹ ἔτη διὰ τὴν πολλὴν καθαρότητα καὶ εὐκρασίαν τοῦ ἀέρος καὶ ἀνεξερεύνητον θεοῦ κρίμα, ἐν ᾗ πάλιν οὐδέποτε ὀπώρα παντοία λείπει τὸν ὅλον χρόνον, ἐπειδὴ γὰρ ἐν ταὐτῷ ἡ μὲν ἀνθεῖ, ἡ δὲ ὀμφακίζει, ἡ δὲ τρυγᾶται, καί γε καὶ τὰ μέγιστα Ἰνδικὰ γίνονται κάρυα καὶ τὰ δυσπόριστα ἡμῖν καὶ πανεπέραστα ἀρώματα καὶ ὁ μαγνή της λίθος. οἱ τοίνυν Βραχμάναι ἔθνος ἐστὶν εὐσεβέστατον καὶ βίον ἀκτήμονα σφόδρα κεκτημένον καὶ τὸν κλῆρον τοῦτον ἐκ τῶν τοῦ θεοῦ κριμάτων κληρωσάμενον καὶ τὴν τοῦ πο ταμοῦ παροικίαν, ἐν γυμνότητι φυσικῶς διαζῶν ἀεὶ τὸν θεὸν 36 δοξάζει. παρ' οἷς οὐδὲν τετράποδόν ἐστιν, οὐ γεώργιον, οὐ σίδηρος, οὐκ οἰκοδομή, οὐ πῦρ, οὐ χρυσός, οὐκ ἄργυρος, οὐκ ἄρτος, οὐκ οἶνος, οὐχ ἱμάτιον, οὐ κρεοφαγία, οὐκ ἄλλο τι τῶν εἰς ἐργασίαν συντελούντων ἢ πρὸς ἀπόλαυσιν συν τεινόντων, ἀλλὰ τὸν ὑγρὸν καὶ γλυκὺν καὶ εὔκρατον ἄγαν καὶ κάλλιστον ἀέρα καὶ πάσης ἀρρωστίας τε καὶ φθορᾶς ἀπηλλαγμένον, καὶ μικρᾶς ὀπώρας καὶ διειδεστάτου ὕδατος ἀπολαύοντες σέβονται γνησίως τὸν θεὸν καὶ ἀδιαλείπτως προσεύχονται. καὶ οἱ μὲν ἄνδρες εἰς τὸ μέρος τοῦ ὠκεανοῦ ποταμοῦ παροικοῦσιν, αἱ δὲ γυναῖκες αὐτῶν ἐντεῦθέν εἰσι τοῦ ποταμοῦ Γάγγου τοῦ παραρρέοντος εἰς τὸν ὠκεανὸν ἐπὶ τὸ μέρος τῆς Ἰνδίας. οἱ οὖν ἄνδρες περῶσι πρὸς τὰς γυναῖκας Ἰουλίῳ καὶ Αὐγούστῳ μηνί, παρ' οἷς ὑπάρχουσι ψυχρότεροι, τοῦ ἡλίου πρὸς ἡμᾶς καὶ πρὸς βορρᾶν ὑψω θέντος, οἵ γε καὶ εὐκρατότεροι γινόμενοι πρὸς οἶστρον αὐτοὺς κινεῖν λέγουσιν. ὅπερ δὴ καὶ τὸν Νεῖλόν φασιν οὐ κατὰ τὸν αὐτὸν τοῖς ἄλλοις ποταμοῖς πλημμυρεῖν καιρόν, ἀλλὰ μεσοῦντος τοῦ θέρους ἐπικλύζειν τὴν Αἴγυπτον, ὡς τοῦ γε πάντως ἡλίου τὴν βορειοτέραν διαθέοντος ζώνην, καὶ τοῖς ἄλλοις μὲν παρενοχλοῦντος ποταμοῖς καὶ σμικρύ νοντος, τούτου δὲ πλεῖστον ἀπέχοντος. καὶ ποιήσαντες μετὰ τῶν γυναικῶν αὐτῶν ἡμέρας μʹ πάλιν ἀντιπερῶσιν. τῆς δὲ γυναικὸς δύο παιδία γεννησάσης οὐκέτι ὁ ἀνὴρ ἀντιπερᾷ 37 πρὸς αὐτήν, οὔτε μὴν ἐκείνη πρὸς ἕτερον πλησιάζει παντε λῶς διὰ πολλὴν εὐλάβειαν. εἰ δὲ συμβῇ στεῖραν ἐν αὐταῖς εὑρεθῆναι, μέχρι πενταετίας διαπερῶν ὁ ἀνὴρ αὐτῆς καὶ συγγινόμενος αὐτῇ, ἐὰν οὐ τέκῃ, οὐκέτι προσεγγίζει αὐτῇ ἄλλοτε, καὶ διὰ τοῦτο οὐδὲ πολυάνθρωπός ἐστιν αὐτῶν ἡ χώρα διά τε τὴν ὀλιγοδεΐαν καὶ τὴν φυσικὴν ἐγκράτειαν. καὶ αὕτη μὲν ἡ τῶν Βραχμάνων πολιτεία καὶ διαγωγή. τὸν δὲ ποταμόν φασι δυσπεραιότατον εἶναι διὰ τὸν λεγόμενον ὀδοντοτύραννον. ζῶον γάρ ἐστιν ἀμφίβιον μέγιστον λίαν ἐν τῷ ποταμῷ διαιτώμενον καὶ δυνάμενον ἐλέφαντα κατα πιεῖν ὁλόκληρον διὰ τὴν ὑπερβολὴν τοῦ μεγέθους. ὃς ἐν ταῖς τεσσαράκοντα ἡμέραις τῆς περαιώσεως τῶν ἀνδρῶν ἐκεί νων ἀφανὴς γίνεται κατὰ θείαν πρόσταξιν. οὐ μὴν δὲ ἀλλὰ καὶ δράκοντές εἰσιν ἐν τοῖς ἐρημοτέροις τόποις ἐκείνοις μέ γιστοι σφόδρα, ὡς πηχῶν ἑβδομήκοντα τὸ μῆκος καὶ τὸ πάχος πολύ τε καὶ φρικωδέστατον, καὶ τὴν σοφίαν τοῦ δημιουργοῦ καὶ δόξαν φαινόμενοι προφανῶς ἐκδιηγοῦνται. καὶ οἱ μὲν σκορπίοι πάλιν εὑρίσκονται πηχυαῖοι, οἱ δὲ μύρ μηκες παλαιστιαῖοι. διὸ καὶ δυσδιόδευτοί εἰσιν οἱ ἐρημικοὶ τόποι ἐκεῖνοι καὶ ἀοίκητοι διὰ τὰ φοβερώτατα θηρία τε καὶ ἰοβόλα. ἐλέφαντες δὲ γίνονται κατὰ τὰς χώρας ἐκείνας πλεῖ στοι ὡς καὶ ἀγεληδὸν παραπορευόμενοι βόσκεσθαι. Ἀμέλει γέ τοι καὶ ὁ μέγας Καισάριος ἀδελφὸς τοῦ με 38 γάλου Γρηγορίου διαφόρων ἐθνῶν καὶ ἠθῶν καὶ τρόπων τε καὶ νόμων ἐξηγούμενος ἐν ἐπιτομῇ τοιάδε φάσκει· ἐν γὰρ ἑκάστῃ χώρᾳ καὶ ἔθνεσιν ἐν τοῖς μὲν ἔγγραφος νόμος ἐστίν, ἐν τοῖς δὲ ἡ συνήθεια. νόμος γὰρ ἀνόμοις τὰ πάτρια δοκεῖ. ὧν πρῶτοι Σῆρες οἱ τὸ ἄκρον τῆς γῆς οἰκοῦντες νόμον ἔχουσι τὸ πατρῷον ἔθος μὴ πορνεύειν ἢ μοιχεύειν ἢ κλέπτειν ἢ λοιδορεῖν ἢ φονεύειν ἢ κακουργεῖν τὸ σύνολον. νόμος δὲ καὶ παρὰ Βακτριάναις ἤτοι Βραχμάναις καὶ Νησιώταις ἡ ἐκ προγόνων παιδεία τε καὶ εὐσέβεια μὴ κρεοφαγεῖν ἢ οἰνο ποτεῖν ἢ λαγνεύειν ἢ παντοίαν κακίαν διαπράττεσθαι διὰ πολὺν φόβον θεοῦ καὶ πίστιν, καίτοι γε τῶν παρακειμένων αὐτοῖς Ἰνδῶν μιαιφονούντων, οἰνοφλυγούντων, αἰσχροπρα γούντων ἐμμανῶς τε καὶ ὑπερφυῶς, ἐν δὲ τοῖς ἐνδοτέροις μέρεσι τούτων ἀνθρωποβοροῦντες καὶ τοὺς ἐπιξενουμένους ἀναιροῦντες μάλιστα κατεσθίουσιν ὥσπερ κύνες. ἕτερος νόμος Χαλδαίοις τε καὶ Βαβυλωνίοις μητρογαμεῖν, ἀδελφοτεκνοφθο ρεῖν καὶ μιαιφονεῖν καὶ πᾶσαν θεοστυγῆ πρᾶξιν ὡς ἀρετὴν ἀποτελεῖν, κἂν πόρρω τῆς χώρας αὐτῶν γένωνται. ἄλλος δὲ παρὰ Γηλαίοις νόμος γυναῖκας γεωργεῖν καὶ οἰκοδομεῖν καὶ τὰ ἀνδρῶν πράττειν, ἀλλὰ καὶ προνεύειν ὡς ἂν βού λωνται μὴ κωλυόμεναι παντελῶς ὑπὸ τῶν ἀνδρῶν αὐτῶν ἢ ζηλούμεναι. ἐν αἷς ὑπάρχουσι καὶ πολεμικώταται καὶ θηρῶσαι τὰ μὴ λίαν ἰσχυρότατα τῶν θηρίων. ἄρχουσι δὲ τῶν οἰκείων ἀνδρῶν καὶ κυριεύουσιν. ἐν δὲ Βρεττανίᾳ πλεῖστοι ἄνδρες 39 μιᾷ συγκαθεύδουσι γυναικὶ καὶ πολλαὶ γυναῖκες ἑνὶ ἑταιρί ζονται ἀνδρί, καὶ τὸ παράνομον ὡς νόμον καλὸν καὶ πα τρῷον πράττουσιν ἀζήλωτον καὶ ἀκώλυτον. Ἀμαζόνες δὲ ἄνδρας οὐκ ἔχουσιν, ἀλλ' ὡς τὰ ἄλογα ζῶα ἅπαξ τοῦ ἔτους περὶ τὴν ἐαρινὴν ἰσημερίαν ὑπερόριοι γίνονται καὶ μιγνύ μεναι τοῖς γειτνιῶσιν ἀνδράσιν ὡς πανήγυρίν τινα καὶ με γάλην ἑορτὴν τὸν καιρὸν ἐκεῖνον ἡγοῦνται. ἐξ ὧν καὶ κατὰ γαστρὸς συλλαβοῦσαι παλινδρομοῦσιν οἴκαδε πᾶσαι. τῷ δὲ καιρῷ τῆς ἀποκυήσεως τὸν μὲν ἄρρενα φθείρουσιν, τὸ δὲ θῆλυ ζωογονοῦσι καὶ τιθηνοῦσιν ἐπιμελῶς καὶ ἐκτρέφουσιν. [κʹ. Περὶ τῆς μετὰ θάνατον Ἀλεξάνδρου πολυαρχίας.] Μετὰ δὲ τὴν Ἀλεξάνδρου τελευτὴν εἰς πολλὰς ἀρχὰς ἡ βασιλεία αὐτοῦ διῃρέθη. καὶ Ἀρινδαῖος μὲν ὁ ἀδελφὸς Ἀλεξάνδρου, ὁ καὶ Φίλιππος, Μακεδονίας ἀφηγεῖται, Ἀντίπατρος δὲ Εὐρώπης ἐβασίλευσεν, Αἰγύπτου δὲ Πτολεμαῖος ὁ Λαγοῦ, Φοινίκης δὲ καὶ Κοίλης Συρίας Σέλευκος, Κιλικίας δὲ Φι λώτας, Ἀσίας δὲ Ἀντίγονος, Καρίας δὲ Κάσανδρος, Ἑλληςπόντου δὲ Λεωνᾶς, Παφλαγονίας δὲ Εὐμενής, Θρᾴκης δὲ Λυσίμαχος. καὶ οὐ διέλιπον ἀεὶ κατ' ἀλλήλων ἐπανιστάμενοι, ἕως οὗ ἡ Ῥωμαίων ἀρχὴ τὰς τοπαρχίας πάσας κατέλυσεν. Τούτων δὲ οὕτω καὶ ἐπὶ τοσοῦτον εἰρημένων δεῖν ᾠήθη μεν ἐπανάληψιν ποιήσασθαι καὶ ἀπὸ Ἀδὰμ πάλιν ἀρξάμενοι καὶ ἑκάστου τῶν ἐπισήμων καὶ ἀναγκαίων ἀνδρῶν τοὺς τῆς ζωῆς χρόνους διὰ βραχέων ἐπισημηνάμενοι καὶ μέντοι καὶ 40 τοὺς καθεξῆς ἄρχοντάς τε καὶ βασιλεῖς τοῦ Ἰσραὴλ ἐν ἐπι τομῇ ἀπομνημονεύσαντες οὕτως αὖθις τὴν ἀκολουθίαν τῆς χρονικῆς πραγματείας ἐπισυνάψαι. τὴν δέ γε ἀπαρίθμησιν τῶν χρόνων κατὰ τὸν μέγαν Μωϋσῆν ποιησώμεθα, τὸν καὶ προγενέστερον καὶ ἀληθέστερον καὶ σοφώτερον τῶν
30.2.1
Ἕλλησιν ἀρχαίων πάντων σοφῶν τε καὶ συγγραφέων εἰκό τως ἀναφανέντα. πρῶτος γὰρ σοφὸς Μωϋσῆς ἀναδέδεικται, ὡς ἱστορεῖ Εὐπόλεμος, καὶ πρῶτος γράμματα τοῖς Ἑβραίοις παρέδωκεν, ἅπερ ὁ θεῖος Ἁβραὰμ ἀπὸ τῶν Χαλδαίων ἐκό μισεν. λέγει γὰρ Ἰώσηπος, ὅτι πρῶτος Ἁβραὰμ δημιουργὸν τὸν θεὸν ἀνεκήρυξε καὶ πρῶτος κατελθὼν εἰς Αἴγυπτον ἀριθμητικὴν καὶ ἀστρονομίαν Αἰγυπτίους ἐδίδαξεν. πρῶτοι γὰρ εὑρεταὶ τούτων οἱ Χαλδαῖοι γεγένηνται, παρὰ δὲ τῶν Ἑβραίων ἔλαβον Φοίνικες, ἀφ' ὧν ὁ μὲν Κάδμος ταῦτα μετήγαγεν εἰς τοὺς Ἕλληνας, ὁ δὲ Ἡσίοδος εὖ μάλα συντάξας εὐφυῶς ἐξελλήνισεν. Ὁ μὲν οὖν Κλήμης καὶ Ἀφρικανὸς καὶ Τατιανός, τῶν δὲ ἐκ περιτομῆς Ἰώσηπος καὶ Ἰοῦστος κατὰ Ἴναχον, ἀκμάσαιτὸν θεσπέσιον Μωϋσῆν ἱστόρησαν, ἰδίως ἕκαστος ἐκ πα λαιᾶς ἱστορίας ὑποσχὼν τὴν ἀπόδειξιν. ὁ δὲ πολυμαθὴς καὶ πολυίστωρ Εὐσέβιος διακριβεστάτην τῶν χρόνων ἀνα γραφὴν ποιησάμενος τοῖς χρόνοις μὲν Ἰνάχου τὸν ἱερὸν 41 Ἰακὼβ εὗρε συνακμάσαντα, Μωσέα δὲ Κέκροπος. χρονικοῦ γὰρ κανόνος σύνταξιν ἐπινοήσας ἐκ παραλλήλου ἀντεπαρέ θηκε τὸν παρ' ἑκάστῳ ἔτει δυναστεύοντα. συνήγαγε δὲ χρό νους τῆς βασιλείας Χαλδαίων, Λακεδαιμονίων, Κορινθίων, Θετταλῶν, Μακεδόνων, τῶν πάλαι Κητιαίων λεγομένων Λα τίνων, τῶν ἀπὸ Λατίνου βασιλέως αὐτῶν καὶ Ἰταλῶν ἔκ τινος ἡγεμονεύσαντος αὐτῶν πάλιν προσαγορευθέντων καὶ ὕστερον ἐπικληθέντων Ῥωμαίων ἀπὸ Ῥώμου καὶ Ῥήμου. καὶ τούτων τοὺς χρόνους ἐπὶ τὸ αὐτὸ συναρτήσας ἑκάστου ἔθνους τῶν βασιλέων συνέκρινε τοὺς χρόνους ἀντιπαρατιθεὶς τὰ ἔτη τῆς βασιλείας τῇ Ἀσσυρίων βασιλείᾳ, τοῦτ' ἔστι τῆς Σεμιράμεως τοῖς Ἁβραὰμ ἔτεσιν. κατὰ γὰρ τὴν Σεμίραμιν Ἁβραὰμ ἐγνωρίζετο καὶ Ἰακὼβ κατὰ Ἴναχον καὶ Μωϋσῆςκατὰ Κέκροπα τὸν διφυῆ, ὃν πρῶτον βασιλέα τῆς Ἀττικῆς Ἕλληνες ἱστόρησαν· ὡς εἶναι τῶν παρ' Ἕλλησιν ἀρχαίων σοφῶν Μωϋσέα πρεσβύτερον, Ὁμήρου λέγω καὶ Ἡσιόδου καὶ τῶν Τρωϊκῶν Ἡρακλέως τε καὶ Μουσαίου Λιδίου ἔτι καὶ Ὀρφέως καὶ Διοσκούρων Ἀσκληπιοῦ καὶ Διονύσου καὶ Ἑρμοῦ Ἀπόλλωνός τε καὶ τῶν Ἑλληνικῶν μυστηρίων καὶ 42 τελετῶν καὶ αὐτῶν τῶν Διὸς πράξεων. ὅθεν καί τινες τῶν παρ' αὐτῶν προκρίτων φαίνονται ἐκ τῶν αὐτοῦ συγγραμ μάτων σφετερισάμενοι. πάντες γὰρ οὗτοι μετὰ τὸν Κέκροπα γεγόνασιν, ὧν πολὺ Ὅμηρος καὶ Ἡσίοδος τοῖς χρόνοις ὑποβεβήκασιν. οὗτός γέ τοι Μωσῆς τῶν σοφῶν πάντων διδά σκαλος πέφηνε τῶν ἀπορρήτων ἐξηγητὴς γενόμενος καὶ τῆς ἀληθείας ὑφηγητὴς θειότατος. τὴν γὰρ τῶν Αἰγυπτίων σοφίαν διαπτύσας ἄριστα περὶ τῆσδε τοῦ κόσμου διεξῆλθε συντάξεως ὑπ' αὐτοῦ δηλονότι τοῦ ἐπὶ πάντων θεοῦ τε καὶ δημιουργοῦ πάσης κτίσεως ἐμπνευσθεὶς τὴν ἀλήθειαν. λέγει γάρ· ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. καὶ πολλοὶ τῶν παρ' Ἕλλησι τἀναντία τούτων διεξιέναι τολμήσαντες εἰς βυθὸν ἀγνοίας καὶ ἀσεβείας κατηνέχθησαν. καὶ εἰκότως· τὰ γὰρ ἐξ ἀνθρωπίνης διανοίας προφερόμενα δόγματα σαθρὰ τυγχάνει καὶ ἀνερμάτιστα. διόπερ οὐδεὶς παρ' αὐτοῖς ἕστηκε λόγος ἀκίνητος, ἀεὶ τοῦ δευτέρου τὸν πρὸ αὐτοῦ καταβάλλοντος, ὥστε μηδὲν ἡμῖν ἔργον εἶναι τὰ ἐκείνων ἐλέγχειν. ἀρκοῦσι γὰρ ἀλλήλοις πρὸς τὴν οἰκείαν ἀνατροπήν. οἱ γὰρ θεὸν ἀγνοήσαντες αἰτίαν ἔμφρονα προ εστάναι τῆς γενέσεως τῶν ὅλων οὐ συνεχώρησαν, ἀλλ' οἰκείως τῇ ἐξ ἀρχῆς ἀγνοίᾳ τὰ ἐφεξῆς συνεπέραναν. διὰ τοῦτο οἱ μὲν ἐπὶ τὰς ὑλικὰς ὑποθέσεις κατέφυγον τοῖς τοῦ κόσμου στοιχείοις τὴν αἰτίαν τοῦ παντὸς ἀναθέντες, οἱ δὲ ἄτομα 43 καὶ ἀμερῆ σώματα καὶ ὄγκους καὶ πόρους συνέχειν φύσιν τὴν ὁρατὴν ἐφαντάσθησαν. νῦν μὲν γὰρ καὶ συνιόντων ἀλλήλοις τῶν ἀμερῶν σωμάτων, νῦν δὲ μετασυγκρινομένων τὰς γενέσεις καὶ τὰς φθορὰς ἐπιγίνεσθαι καὶ ἐπὶ τῶν διαρ κεστέρων σωμάτων τὴν ἰσχυροτέραν τῶν ἀτόμων ἀντεμπλο κὴν τῆς διαμονῆς τὴν αἰτίαν παρέχειν. ἀλλ' ὄντως ἱστὸν ἀράχνης ὑφαίνουσιν οἱ ταῦτα γράφοντες, οἱ οὕτω λεπτὰς καὶ ἀνυποστάτους ἀρχὰς οὐρανοῦ καὶ γῆς καὶ θαλάσσης [ἀνοήτως] ὑποτιθέμενοι. οὐ γὰρ ᾔδεσαν εἰπεῖν· ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. [Βιβλίον Βʹ.]
30.3.1
Περὶ Ἀδάμ.] Ἀδὰμ τοίνυν κατὰ τὸν σοφώτατον καὶ θεῖον ὑποφήτην Μωϋσῆν γενόμενος ἐτῶν σλʹ ἐγέννησε τὸν Σὴθ καὶ μετὰ τοῦτο ἔζησεν ἔτη ψʹ καὶ ἀπέθανε ζήσας τὰ πάντα ἔτη Ϡλʹ. ὃς λέγεται πρῶτος εἰς τὴν γῆν, ἐξ ἧς ἐλήφθη, ταφῆναι, καὶ μνῆμα αὐτῷ κατὰ τὴν Ἱεροσολύμων γεγονέναι γῆν Ἑβραϊκή τις ἱστορεῖ παράδοσις, ὥς φησιν Ἰώσηπος. [βʹ. Περὶ Σήθ.] Σὴθ δὲ γενόμενος ἐτῶν σεʹ ἐγέννησε τὸν Ἐνὼς καὶ μετὰ 44 τοῦτο ἔζησεν ἔτη ψζʹ καὶ ἀπέθανε ζήσας τὰ πάντα ἔτη Ϡιβʹ. περὶ οὗ εἴρηται· καὶ εἰσῆλθον οἱ υἱοὶ τοῦ θεοῦ πρὸς τὰς θυγατέρας τῶν ἀνθρώπων, ἤτοι τὰς ἀπὸ τοῦ Κάϊν. θεὸν γὰρ αὐτὸν οἱ τότε ἄνθρωποι προσηγόρευον διὰ τὸ ἐξευρη κέναι τά τε Ἑβραϊκὰ γράμματα τάς τε τῶν ἀστέρων ὀνομασίας, καὶ πρὸς τούτοις τὴν πολλὴν εὐσέβειαν αὐτοῦ θαυμάσαντες. ὅς γε καὶ πρῶτος ἐπικαλεῖσθαι θεὸς καὶ ὀνομάζεσθαι λέ γεται, καθὰ καὶ τῷ Μωϋσῇ λέγει κύριος· θεὸν δέδωκά σε τῷ Φαραῷ. καὶ περὶ τῶν ἐναρέτων καὶ πνευματικῶν καὶ τῶν κριτῶν ἔφη· θεοὺς οὐ κακολογήσεις καὶ ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς. εἰκότως οὖν οἱ τοῦ Σὴθ καὶ Ἐνὼς καὶ Ἐνὼχ παῖδες υἱοὶ θεοῦ ἢ υἱοὶ τῶν θεῶν κατὰ Σύμμαχον νοείσθωσαν, οἵτινες ἁλόντες ἀκολασίᾳ πρὸς τὰς θυγατέρας Κάϊν εἰσῆλθον, ἐξ ὧν οἱ τῆς ἀκαταλλήλου μιαιγαμίας γίνον ται γίγαντες, διὰ μὲν τὸν δίκαιον ἰσχυροὶ καὶ μέγιστοι, διὰ δὲ τὸν ἄδικον καὶ βέβηλον Κάϊν πονηροὶ καὶ κάκιστοι. [γʹ. Περὶ Ἐνώς.] Ἐνὼς δὲ γενόμενος ἐτῶν ρϟʹ ἐγέννησε τὸν Καϊνᾶν καὶ μετὰ τοῦτο ἔζησεν ἔτη ψιεʹ καὶ ἀπέθανε ζήσας τὰ πάντα ἔτη Ϡεʹ. [δʹ. Περὶ Καϊνᾶν.] Καϊνᾶν δὲ γενόμενος ἐτῶν ροʹ ἐγέννησε τὸν Μαλελεὴλ 45 καὶ μετὰ τοῦτο ἔζησεν ἔτη ψμʹ καὶ ἀπέθανε ζήσας τὰ πάντα ἔτη Ϡγʹ. [εʹ. Περὶ Μαλελεήλ.] Μαλελεὴλ δὲ γενόμενος ἐτῶν ρξεʹ ἐγέννησε τὸν Ἰάρεδ καὶ μετὰ τοῦτο ἔζησεν ἔτη ψδʹ καὶ ἀπέθανε ζήσας τὰ πάντα ἔτη ωϟεʹ. [ϛʹ. Περὶ Ἰάρεδ.] Ἰάρεδ δὲ γενόμενος ἐτῶν ρξβʹ ἐγέννησε τὸν Ἐνὼχ καὶ μετὰ τοῦτο ἔζησεν ἔτη ωʹ καὶ ἀπέθανε ζήσας τὰ πάντα ἔτη Ϡξβʹ. [ζʹ. Περὶ Ἐνώχ.] Ἐνὼχ δὲ γενόμενος ἐτῶν ρξεʹ ἐγέννησε τὸν Μαθουσάλα καὶ μετὰ τοῦτο ἔζησεν ἔτη ςʹ καὶ μετετέθη ζήσας τὰ πάντα ἔτη τξεʹ. [ηʹ. Περὶ Μαθουσάλα.] Μαθουσάλα δὲ γενόμενος ἐτῶν ρξζʹ ἐγέννησε τὸν Λάμεχ καὶ μετὰ τοῦτο ἔζησεν ἔτη ωβʹ καὶ ἀπέθανε ζήσας τὰ πάντα ἔτη Ϡξθʹ. [θʹ. Περὶ Λάμεχ.] Λάμεχ δὲ γενόμενος ἐτῶν ρπηʹ ἐγέννησε τὸν Νῶε καὶ μετὰ τοῦτο ἔζησεν ἔτη φξεʹ καὶ ἀπέθανε ζήσας τὰ πάντα ἔτη ψνθʹ. δύο τοίνυν Λάμεχ ἡ γραφὴ μέμνηται, ἑνὸς μὲν τοῦ ἀπὸ Κάϊν, ἑνὸς δὲ τοῦδε τοῦ πατρὸς Ἐνώχ. γεγέννηται γὰρ Νῶε διὰ Λάμεχ οὐκ ἐκ τοῦ ἀπὸ Κάϊν, τοῦ καὶ πεφο νευκότος ἄνδρα τε καὶ νεανίσκον, ἀλλ' ἐκ μεταγενεστέρου καὶ ἐξ ὁμωνύμου τοῦ ἀπὸ Σήθ. ἐκεῖνος γὰρ λέγει· ἄνδρα 46 ἀπέκτεινα εἰς τραῦμα ἐμοὶ καὶ νεανίσκον εἰς μώλωπα ἐμοί. καὶ ὡς δύο φόνους πεποιηκὼς καὶ τῶν δύο τὰς γυναῖκας εἰληφώς, Ἐλδὰν καὶ Σελλάν, ἑαυτὸν καταμέμφεται ἑβδομη κοντάκις ἑπτὰ ἄξιον εἶναι κολάσεως, ὅτι ἐκ Κάϊν μέν, φησίν, ἐκδικεῖται ἑπτάκις, ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά. καὶ διὰ τί μειζόνως κολάζεται; διότι τῇ πτώσει τοῦ προημαρτη κότος οὐκ ἐσωφρονίσθη. ὁρᾷς πῶς τὸ πρὸ ἡμῶν τινας ἁμαρτεῖν αὔξει τὴν κόλασιν ἡμῖν τοῖς οὐδ' οὕτω σωφρο νιζομένοις καὶ ἀσύγγνωστον ποιεῖ τὴν τιμωρίαν. ὥσπερ δὴ καὶ ὁ Λάμεχ οὗτος πέπονθεν. τοῦ δικαίου γὰρ Ἐνὼχ ἀδελ φοὺς ἀνεῖλε τοῦ πίστει διὰ τοῦτο προσευξαμένου μὴ ἰδεῖν τοιοῦτον θάνατον, καὶ ἀκουσθεὶς μετετέθη. ἦν δὲ Ἐνὼχ ἐκ τοῦ δικαίου Σήθ, ἐξ οὗ Χριστὸς κατάγεται γενεαλογούμενος ἀπὸ τοῦ Ἀδὰμ ὑπὸ Λουκᾶ ἕως τοῦ Σὴθ καὶ τοῦ Ἀδὰμ καὶ τοῦ θεοῦ. τὸ μὲν γὰρ κατὰ σάρκα ἐξ αὐτῶν, τὸ δὲ κατὰ πνεῦμα ἐκ τοῦ θεοῦ. πνεῦμα γὰρ ὁ θεός. ἐσπού δαζεν οὖν τῶν ἀσεβῶν τὸ σπέρμα τῶν δικαίων ἐξᾶραι τὸ γένος, ἐπειδὴ γὰρ βδέλυγμα ἁμαρτωλῷ θεοσέβεια. καὶ γὰρ τὸ γένος καὶ σπέρμα τοῦ μὲν Κάϊν κατηράθη, τὸ δὲ τοῦ Σὴθ ηὐλογήθη. καὶ οὐκ ἐβούλετο ὁ θεὸς ἐπιμιξίαν γενέ

Intertext edge

Open linked passage

Note