Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Chronicon
Georgius HamartolusChro 320 · pg-scrape-grcMore by Georgius Hamartolus
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/georgius-hamartolus" aria-label="More works by Georgius Hamartolus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
320.1.1
διεξιὼν καὶ ὅτι μετὰ θάνατον ἀνεβίωσε καὶ ἤδη παρὰ πᾶσι θεὸς εἶναι πιστεύεται. καὶ ὁ Τιβέριος καταπλαγεὶς ἀνήγ γειλε πάντα ἐπὶ τὴν σύγκλητον, ἡ δὲ οὐ προσήκατο πειθ αρχεῖν νόμῳ παλαιῷ λέγουσα, μὴ πρότερον θεοποιεῖσθαί τινα, εἰ μὴ ψήφῳ καὶ δόγματι παρ' αὐτῆς ἐγκριθείη. ὁ δὲ τὸν μὲν νόμον τοῦτον ἐδέξατο, ἐκέλευσε δὲ μηδένα ἐμποδί ζειν τοῦ Χριστοῦ τῷ κηρύγματι, καὶ μέν γε καὶ θάνατον προσηπείλησε τοῖς κατηγορεῖν τολμῶσι τοῦ κηρύγματος. Οὕτω γοῦν τῇ θείᾳ Χριστοῦ δυνάμει ἀθρόως ἡ σύμ πασα οἰκουμένη τῆς ἱερᾶς τοῦ κηρύγματος διὰ τῆς τῶν ἀποστόλων διδασκαλίας πεπλήρωται. ἐξ ὧν Θαδδαίου ἐν Ἐδέσσῃ τῇ πόλει κηρύσσοντος τὸν λόγον, καὶ ὁ ἐκεῖσε τοπ άρχης Αὔγαρος τοὔνομα δεινῷ πάθει κατεχόμενος καὶ φθειρόμενος, ἀκούσας τὸ ὄνομα Χριστοῦ καὶ τὰς δυνάμεις συμφώνως ὑπὸ πάντων μαρτυρουμένας ἱκέτης Χριστοῦ διὰ γραμματηφόρου γίνεται ἀξιῶν τῆς νόσου λύσιν εὕρασθαι, γράψας διά τινος Ἀνανίου ταχυδρόμου εἰς Ἱερουσαλὴμ τάδε· Αὔγαρος τοπάρχης Ἰησοῦ σωτῆρι ἀγαθῷ ἀναφανέντι ἐν Ἱερουσαλὴμ χαίρειν. ἤκουσταί μοι τὰ περὶ σοῦ καὶ τῶν σῶν ἰαμάτων ὡς ἄνευ φαρμάκων καὶ βοτανῶν ὑπό σου γινομένων. ὡς γὰρ λόγος τυφλοὺς ἀναβλέπειν ποιεῖς καὶ χωλοὺς περιπατεῖν καὶ λεπροὺς καθαρίζεις καὶ ἀκάθαρτα πνεύματα ἐκβάλλεις καὶ τοὺς ἐν μακρονοσίᾳ βασανιζομένους 321 θεραπεύεις καὶ νεκροὺς ἐγείρεις. ἅπερ ἀκούσας κατὰ νοῦν ἐθέμην τῶν δύο τὸ ἕτερον, ἢ ὅτι σὺ εἶ ὁ θεὸς ἀπ' οὐρα νοῦ καταβὰς ἢ υἱὸς ὑπάρχεις τοῦ θεοῦ ποιῶν ταῦτα. διὰ τοῦτο νῦν γράψας ἀξιῶ ἐλθεῖν σε πρός με καὶ τὸ συνέχον με πάθος θεραπεῦσαι. καὶ γὰρ ἤκουσα ὅτι καταγογγύζουσιν Ἰουδαῖοι καὶ βούλονταί σε κακῶσαι. πόλις δέ μοι μικρο τάτη ἐστίν, ἥτις ἐξαρκέσει ἀμφοτέροις. ὁ δὲ κύριος ἀνα γνοὺς ταῦτα ἀντιγράφει πρὸς αὐτὸν οὕτως· μακάριος ὁ πιστεύσας ἐν ἐμοὶ κἂν μὴ ἑώρακέ με. περὶ δὲ οὗ ἔγραψας ἐλθεῖν με πρός σε, δέον ἐστὶ πληρῶσαι πάντα, δι' ἃ ἀπε στάλην ἐνταῦθα, καὶ ἀναληφθῆναι πρὸς τὸν ἀποστείλαντά με. καὶ οὕτως ἀποστελῶ σοί τινα τῶν μαθητῶν μου, καὶ ἰάσεταί σου τὸ πάθος καὶ ζωήν σοι καὶ τοῖς σύν σοι παρέ ξει. ταύταις οὖν ταῖς ἐπιστολαῖς ἔτι καὶ ταῦτα συνῆπτο τῇ τῶν Σύρων φωνῇ, Θαδδαίου πράξαντος μετὰ τὴν ἀνά ληψιν τοῦ κυρίου· ὁ τοίνυν Αὔγαρος ἀκούσας τὴν ἐπιστολὴν τοῦ κυρίου μᾶλλον εἰς πόθον καὶ πίστιν ἐξήφθη μείζονα κἂν ἐν εἰκόνι τὸν Χριστὸν μόνον θεάσασθαι, καὶ ἀποστέλλει ζωγράφον, ὥστε τὸ θεῖον εἶδος ἐκεῖνο διαχαράξαντα πρὸς αὐτὸν κομίζειν ὡς τάχιστα. τοῦ δὲ διαμαρτόντος τοῦ σκο ποῦ διὰ τὴν ὑπερβάλλουσαν τοῦ προσώπου χάριν τε καὶ λαμπρότητα, αὐτὸς τῷ οἰκείῳ προσώπῳ ὀθόνην ἐπιθεὶς ἐν απομάττει τὸ ἑαυτοῦ ὁμοίωμα καὶ ἐκπέμπει τῷ ἐρῶντι τὸ 322 ποθούμενον. καὶ μέντοι καὶ πρὸ τούτου πάλιν ὡσαύτως ἱστόρηται, ὅτιπερ, τοῦ κυρίου τεχθέντος ἐν Βηθλεὲμ [τῆς Ἰουδαίας], ὁ τῶν Περσῶν βασιλεὺς εὐφυῆ τινα ζωγράφον ἐξέπεμψεν, ὃς τὴν τοῦ τεχθέντος καὶ τῆς τεκούσης εἰκόνα διαγράψας πρὸς αὐτὸν ἤγαγεν. εἰ δὲ οὐ πάντα κατὰ τὴν εὐαγγελικὴν ἱστορίαν ἀναγέγραπται, οὐ παρὰ τοῦτο καὶ ἄπιστα. οὐδὲ γὰρ τὰ ἄλλα σημεῖα ἃ ἐποίησεν ὁ Ἰησοῦς ἀθετητέον πολλά γε ὄντα, ὡς μηδὲ χωρεῖν τὸν κόσμον καθ' ἓν γραφόμενα, ἐπειδὴ οὐκ ἀναγέγραπται, φησὶν ὁ μέγας εὐαγγελιστὴς Ἰωάννης. Ὁ οὖν Τιβέριος τοιοῦτος ὑπάρχων ἄριστος ἐν νεότητι καὶ πρὸς γῆρας ἐλθὼν λόγοις φιλοσόφοις καὶ ῥητορικοῖς καὶ βελτίστοις ἔργοις κομῶν ὁ γεννάδας, αἰφνίδιον εἰς τὴν χείρονα μετεβλήθη γνώμην, ὥστε καὶ παραφρονεῖν αὐτὸν νομισθῆναι καὶ ὑπὸ δαίμονος ἐλαύνεσθαι πρὸς πᾶσαν ἀνο σιουργίαν καὶ μιαιφονίαν τε καὶ οἰστρηλασίαν, καὶ οὐ μόνον ἐν τοῖς κατὰ φύσιν καὶ παρὰ φύσιν ἑαυτὸν ἐβεβήλωσε καθ' ὑπερβολήν, ἀλλὰ καὶ ἐν πάσῃ ἀδικίᾳ καὶ τυραννίδι. οὕτως οὖν τὴν ἀρχὴν διοικήσας καὶ ἐξ ἀγαθουργίας εἰς κακουργίαν κατενεχθεὶς φοβερᾷ μὲν ὠμότητι, μυσαρᾷ δὲ πλεονεξίᾳ καὶ αἰσχρουργίᾳ καταστρέφει τὸν βίον, μηδὲν ἐκ τῆς προλαβού σης καλοκαγαθίας καὶ ἀριστείας ὠφεληθείς, ἀλλὰ καὶ μᾶλλον ὑπὸ πάντων μισηθεὶς ὡς ἐν τέλει τὸ πᾶν ἐξυβρίσας καὶ διαφθείρας καὶ εἰς αἰώνιον κόλασιν μετὰ τῶν ὁμοίων αὐτοῦ ἀσεβῶν ἀπενεχθείς. τοὺς γὰρ ἐκκλίνοντας εἰς τὰς στραγγα 323 λιὰς ἀπάξει κύριος μετὰ τῶν ἐργαζομένων τὴν ἀνομίαν. εἰκότως οὖν ὁ μὲν ἀπόστολος ἔλεγεν· ὁ ἐναρξάμενος ἐν ὑμῖν ἔργον ἀγαθὸν καὶ ἐπιτελέσει, ὁ δὲ κύριός φησιν· ὁ ὑπομεί νας εἰς τέλος οὗτος σωθήσεται. [δʹ. Περὶ Γαΐου.] Μετὰ δὲ Τιβέριον ἐβασίλευσε Γάϊος υἱὸς αὐτοῦ ἔτη δʹ. ὃς τὸ μὲν πρῶτον μεγαλοφρόνως διεῖπε τῆς βασιλείας τὰ πράγματα καὶ πᾶσι τοῖς ὑπηκόοις καθηκόντως ἐκέχρητο, ὕστερον δὲ μετὰ δύο χρόνους ἐκστὰς τῆς ἀνθρωπίνης φρο νήσεως κατὰ μίμησιν τοῦ πατρὸς ἑαυτὸν ἀπεθέωσε καὶ ἀνδριάντα ἑαυτοῦ κατὰ πόλιν ἐν τοῖς ναοῖς ἀπέστειλε καθι δρύσασθαι. ὅπερ καὶ εἰς τὸν ἐν Ἱεροσολύμοις ναὸν θεσπί σας νέου Γαΐου ἱερὸν προσέταξεν ὀνομάζεσθαι. καὶ οὐ μόνον Ἰουδαίους ἐτυράννει, ἀλλὰ καὶ πάντας τοὺς ἐν Ῥώμῃ ἐπισήμους ἀναιρῶν ἐλάμβανεν αὐτῶν τὰς οὐσίας. καὶ πρὸς τούτοις δουλοκρατίαν νομοθετήσας ἐπέτρεψε κατηγορεῖν τῶν δεσποτῶν, εἴ τι συνείδοιεν αὐτοῖς πλημμέλημα. κἀντεῦθεν δεινὴ συμφορὰ κατειλήφει τὴν οἰκουμένην πᾶσαν, τῶν οἰ κετῶν μεγάλαις τιμωρίαις ὑποβαλλόντων τοὺς δεσπότας. ἕκαστος γὰρ αὐτῶν ἀμύνασθαι τὸν ἴδιον ἐσπούδαζε δεσπό 324 την, ὑπὲρ ὧν ὑπ' αὐτοῦ βασάνων προέπασχεν. οὐ μὴν δὲ ἀλλὰ καὶ εἰς μανίαν ἐκτραπεὶς ἄθεσμον στολὰς γυναικείας ἠμφιέννυτο καὶ τὴν κόμην πλοκάμοις καὶ πλοκῇ τινι περι στέλλων καὶ γυναικιζόμενος καὶ πᾶσαν αἰσχρουργίαν δια πραττόμενος τελετὰς ἐπενόει καὶ ξένα μυστήρια ἐπετέλει. καὶ δὴ λαβών ποτε τὴν οἰκείαν θυγατέρα καὶ εἰς τοὺς κόλπους τοῦ ἀγάλματος αὐτὴν θέμενος οὕτως ἔφη· σὺ ταύ την γεγέννηκας καὶ πατὴρ αὐτῆς ἔννομος ὑπάρχεις. ταῦτα τοίνυν οὕτως οἱ στρατιῶται θεωροῦντες αὐτὸν ποιοῦντα καὶ μὴ ὑποφέροντες διεχειρίσαντο αὐτὸν ἐν τῷ βαλανείῳ λουόμενον. Ἐφ' οὗ Θευδὰς ὁ ἐν ταῖς πράξεσι τῶν ἀποστόλων μνημονευόμενος πλάνος ἀναπείσας πολλοὺς ἐπηγγείλατο τε μεῖν τὸν Ἰορδάνην καὶ δίοδον ποιῆσαι τῷ λαῷ, καὶ διαμαρ τήσας ἀνῃρέθη καὶ οἱ μετ' αὐτοῦ πάντες. καὶ ὁ πύργος ἔπεσε τοῦ Σιλωὰμ ἐπὶ τοὺς ιηʹ ἄνδρας, καὶ Στέφανος ὁ πρωτομάρτυς ἐμαρτύρησεν, καὶ Παῦλος ἐπίστευσεν, καὶ Φίλων καὶ Ἰώσηπος οἱ ἐξ Ἑβραίων σοφοὶ ἐγνωρίζοντο. ὅστις Ἰώσηπος φιλαλήθης ὑπάρχων μέμνηται Ἰωάννην τὸν πρόδρομον καὶ τὸν Χριστόν. καὶ περὶ μὲν Ἰωάννου λέγει τάδε· τισὶ δὲ τῶν Ἰουδαίων ἐδόκει διολωλέναι τὸν Ἡρώδου στρατὸν ὑπὸ τοῦ θεοῦ καὶ μάλα δικαίως τιννυμένου δίκην διὰ ποι νὴν Ἰωάννου τοῦ καλουμένου βαπτιστοῦ. τοῦτον γὰρ Ἡρώδης κτείνει ἀγαθὸν ἄνδρα καὶ τοῖς Ἰουδαίοις κελεύοντα ἀρετὴν ἐπασκοῦσι καὶ τὰ πρὸς ἀλλήλους δικαιοσύνῃ καὶ 325 πρὸς τὸν θεὸν εὐσεβείᾳ χρωμένους βαπτισμῷ συνιέναι. περὶ δὲ τοῦ Χριστοῦ πάλιν φησίν· γίνεται δὲ κατὰ τὸν χρόνον τοῦτον Ἰησοῦς, ἀνὴρ σοφός, εἴ γε ἄνδρα λέγειν αὐτὸν χρή. ἦν γὰρ παραδόξων ἔργων ποιητὴς καὶ διδάσκαλος ἀνθρώ πων τῶν ἡδονῇ τἀληθῆ δεχομένων, καὶ πολλοὺς μὲν τῶν Ἰουδαίων, πολλοὺς δὲ καὶ ἀπὸ τοῦ ἑλληνισμοῦ ἐπηγάγετο. ὁ Χριστὸς οὗτος ἦν. καὶ αὐτὸν ἐν δόξῃ τῶν πρώτων ἀν δρῶν παρ' ἡμῖν σταυρῷ ἐπιτετιμηκότος Πιλάτου, οὐκ ἐξεπαύ σαντο οἱ πρῶτον ἀγαπήσαντες. ἐφάνη γὰρ αὐτοῖς τρίτην ἔχων ἡμέραν πάλιν ζῶν, τῶν θείων προφητῶν ταῦτά τε καὶ ἄλλα μυρία περὶ αὐτοῦ θαυμάσια προειρηκότων. εἰς ἔτι καὶ νῦν τῶν Χριστιανῶν ἀπὸ τοῦδε ὠνομασμένων οὐκ ἐπέλειπε τὸ φῦλον. ταῦτα τοῦ ἐξ Ἑβραίων συγγραφέως ἀνέκαθεν διεξελθόντος, ποίαν ἀπολογίαν ἢ συγγνώμην ἔχουσιν ἀνοη ταίνοντες οἱ ἐμβρόντητοι Ἰουδαῖοι. Τοιγαροῦν φησιν ὁ Χρυσόστομος· πολλῷ μείζονα τοῦ Χριστοῦ τὸν Ἰωάννην ἐνόμιζον εἶναι διὰ τὸ τὸν μὲν ἐν ἐρημίᾳ τραφῆναι τὸν ἅπαντα χρόνον καὶ υἱὸν ἀρχιερέως καὶ τοιαύτην στολὴν περικεῖσθαι καὶ πάντας ἐπὶ τὸ βάπτισμα καλεῖν καὶ ἀπὸ στείρας τεχθῆναι, τὸν δὲ Χριστὸν καὶ διὰ τὸ ἐξ εὐτελοῦς κόρης εἶναι (ὁ γὰρ ἐκ παρθενίας τόκος οὐδέπω κατάδηλος ἦν πᾶσιν) καὶ διὰ τὸ ἐν οἰκίᾳ τραφῆναι καὶ μετὰ πάντων ἀναστρέφεσθαι καὶ τὴν κοινὴν ταύτην ἐσθῆτα 326 περιβεβλῆσθαι ἔλαττον αὐτοῦ ὑπώπτευον εἶναι οὐδὲν οὐδέπω τῶν ἀπορρήτων εἰδότες ἐκείνων. συνέβη δὲ καὶ βαπτισθῆ ναι αὐτὸν παρὰ Ἰωάννου, ὅπερ μᾶλλον ἐβεβαίου τὴν ὑπό νοιαν ταύτην. ἐννόησον γοῦν ἡλίκον ἦν ἰδεῖν ἄνθρωπον μετὰ ἔτη λʹ φοβερὸν ἀπὸ τῆς ἐρήμου καταβαίνοντα, βαθείαν μὲν τὴν ὑπήνην ἔχοντα, μειζοτέραν δὲ τὴν κόμην, καὶ τρίχας καμήλων ἠμφιεσμένον καὶ τῶν ἀνθρωπίνων μηδέποτε δε ηθέντα. καὶ γὰρ ἦν θαυμαστὸν ἄγαν καὶ παράδοξον ἐν ἀνθρωπείῳ σώματι καρτερίαν τοσαύτην ἰδεῖν, ὃ δὴ καὶ τοὺς Ἰουδαίους ἐφείλκετο μᾶλλον τὸν μέγαν Ἡλίαν ἐν αὐτῷ βλέποντας καὶ πρὸς τὴν ἐκείνου μνήμην παραπεμπομένους ἐκ τῶν ὁρωμένων τότε, μᾶλλον δὲ καὶ πρὸς ἔκπληξιν μείζονα. ἐκεῖνος μὲν γὰρ ἐν πόλεσι καὶ ἐν οἰκίαις ἐτρέφετο πολλάκις τὴν κοινὴν τροφὴν ταύτην, οὗτος δὲ τὴν ἔρημον ᾤκησεν ἐκ σπαργάνων αὐτῶν δι' ὅλου τῶν ἀνθρωπίνων βρωμάτων τε καὶ πομάτων ἀπηλλαγμένος. ὅθεν φησὶν ὁ κύριος· ἦλθεν Ἰωάννης ἐν ὁδῷ δικαιοσύνης μήτε ἐσθίων μήτε πίνων. [εʹ. Περὶ Κλαυδίου.] Μετὰ δὲ Γάϊον ἐβασίλευσε Κλαύδιος ἔτη ιγʹ, καὶ φο νεύσας τοὺς φονεῖς Γαΐου ἀνῃρέθη ὑπὸ τῆς ἰδίας γυναικὸς φαρμάκῳ. ἐφ' οὗ Ἰάκωβος ὁ Ζεβεδαίου ἐμαρτύρησεν, καὶ Σίμων ὁ μάγος ἀντιτασσόμενος Πέτρῳ δεινότητι λόγων καὶ μαγείας ἀπάτῃ χρώμενος ἀντεφέρετο γενναίως τοῖς ὑπὸ τοῦ 327 ἀποστόλου λεγομένοις θείοις λογίοις. ἀντετάσσετο δὲ τῷ ἀσε βεῖ Σίμωνι καὶ Κλήμης ὁ Ῥωμαῖος Πέτρου μαθητὴς λόγῳ πεπαιδευμένος ἄκρως Ἑλληνικῷ τε καὶ Ῥωμαϊκῷ. περιῆν δὲ ἐπὶ Κλαυδίου καὶ ὁ ἐν ταῖς πράξεσιν ἐμφερόμενος Αἰγύ πτιος λῃστὴς ὁ ἐξαγαγὼν τοὺς Σικαρίους εἰς τὴν ἔρημον, οὓς καὶ μετῆλθε Φίλιξ. Σικαρίους δὲ αὐτοὺς ἐκάλουν ἐκ τῶν μαχαιρῶν ὧν ἐφόρουν. μικρὰς γὰρ μαχαίρας ἐπιφερό μενοι καὶ σικάρια ταύτας προσαγορεύσαντες λαθραίως τοὺς παρατυγχάνοντας ἔπληττον. καθ' ὃν χρόνον μεταξὺ Θήρας καὶ Θηρασίας νῆσος ἀνεφυσήθη σταδίων λʹ, καὶ λιμὸς ἐνέ σκηψε μέγας τε καὶ παγκόσμιος. Καὶ Μάρκος ὁ εὐαγγελιστὴς ἐν Αἰγύπτῳ πρῶτος ἐκ κλησίας πηξάμενος πολλὰ μοναστήρια συνεστήσατο, ἅπερ σεμνεῖα τότε προσηγορεύθησαν. τὰ γὰρ μέχρι δεῦρο ἐν ἐκείνῃ τῇ χώρᾳ μέγιστα μοναστήρια τυγχάνοντα μόνος οὗτος καὶ πρῶτος ἐξ ἀρχῆς συνεστήσατο, καθὼς καὶ Εὐσέβιος ὁ Παμφίλου δηλῶν οὕτω φάσκει· Μάρκον πρῶτον ἴσμεν ἐν Αἰγύπτῳ τὸ εὐαγγέλιον συγγεγραφέναι καὶ ἐκκλησίας πρῶτον ἐπ' αὐτῆς Ἀλεξανδρείας συστήσασθαι. τοσαύτη δὲ τῶν αὐ τόθι πεπιστευκότων πληθὺς ἀνδρῶν τε καὶ γυναικῶν ἐκ πρώτης ἐπιβολῆς συνέστη δι' ἀσκήσεως φιλοσοφωτάτης τε καὶ σφοδροτάτης, ὡς καὶ συγγραφῆς αὐτῶν ἀξιῶσαι τὰς 328 διατριβάς τε καὶ συνελεύσεις καὶ πᾶσαν ἄλλην τοῦ ἀρίστου βίου διαγωγὴν Φίλωνα τὸν σοφώτατον καὶ αὐτόπτην Πέτρου τοῦ ἀποστόλου καὶ αὐτήκοον καὶ συνόμιλον ἐν Ῥώμῃ γενό μενον. τῶν γὰρ παρ' ἡμῶν ἀσκητῶν ἀποδεχόμενος τὸν βίον ἐκθειάζει σφόδρα καὶ σεμνύνει τοὺς κατ' αὐτὸν ἀπο στολικοὺς ἄνδρας ἐξ Ἑβραίων, ὡς ἔοικεν, γεγονότας καὶ τῶν Ἐσσαίων τὴν ἄσκησιν καὶ πολιτείαν εὖ μάλα προακουτισθέν τας, ἥτις γε τῶν Φαρισαίων καὶ γραμματέων τὴν δικαιοσύ νην ἐξ ἐπιμέτρου διανέστηκεν. πρόγονοι γὰρ ἦσαν Ἰωναδὰβ υἱοῦ Ῥηχὰβ τοῦ δικαίου. καὶ γὰρ τοὺς ἐξ ἐκείνου κατα γομένους Ἱερεμίας παρακελευόμενος ἐν λόγῳ κυρίου πειρα στικῶς πιεῖν οἶνον, ἀποκριθέντες εἶπον· οὐ μὴ πίωμεν οἶνον. ὁ γὰρ Ἰωναδὰβ υἱὸς Ῥηχὰβ ὁ πατὴρ ἡμῶν ἐνετείλατο ἡμῖν λέγων· οὐ μὴ πίητε οἶνον ὑμεῖς καὶ υἱοὶ ὑμῶν ἕως τοῦ αἰῶνος καὶ οἰκίας οὐ μὴ οἰκοδομήσητε καὶ σπέρμα οὐ μὴ σπείρητε, καὶ ἀμπελὼν οὐκ ἔσται ὑμῖν, ἀλλ' ἐν σκη ναῖς κατοικήσητε πάσας τὰς ἡμέρας ὑμῶν, ὅπως ἂν ζήσητε πολλὰς ἡμέρας ἐπὶ τῆς γῆς, ἐφ' ἧς διατρίβετε. καὶ εἰσηκού σαμεν τῆς φωνῆς Ἰωναδὰβ τοῦ πατρὸς ἡμῶν τοῦ φυλάξαι 329 ταῦτα πάντα. διὸ δή φησιν ὁ θεός· ἐπειδὴ ἤκουσαν υἱοὶ Ἰωναδὰβ υἱοῦ Ῥηχὰβ τὴν ἐντολὴν τοῦ πατρὸς αὐτῶν ποιεῖν ὅσα ἐνετείλατο αὐτοῖς, οὐ μὴ ἐκλείπῃ ἀνὴρ τῶν υἱῶν Ῥηχὰβ παρεστηκὼς κατὰ πρόσωπόν μου πάσας τὰς ἡμέρας τῆς γῆς. Ἐκ τῶν δικαίων οὖν τούτων καταχθέντες οἱ Ἐσσαῖοι οὗτοι καὶ θαυμάσιοι μᾶλλον ἐπηύξησαν καὶ προσέθεσάν τε καὶ ἐπέτειναν τήν τε πανάγαστον καὶ πανάριστον ἀκτημοσύ νην καὶ τὴν θεοφιλῆ καὶ ἁγιοπρεπῆ σκληραγωγίαν καὶ ἀν υπέρβλητον δικαιοσύνην, ὡς ἔστιν ἀκοῦσαι τὰ περὶ αὐτῶν ἐναργῶς ὧδε· Ἐσσαῖοι, ὥς φησιν Ἰώσηπος, Ἰουδαῖοι μένεἰσι τὸ γένος, φιλάλληλοι δὲ καὶ τῶν ἄλλων εὐλαβεῖς πλεῖον, οἳ τὴν μὲν ἡδονὴν ὡς κακίαν ἀποστρέφονται, τὴν δὲ σω φροσύνην καὶ ἐγκράτειαν καὶ τὸ μὴ τοῖς πάθεσιν ὑποπί πτειν ἀρετὴν ὑπολαμβάνουσιν. καὶ γάμος μὲν παρ' αὐτοῖς ὑπερορᾶται, τοὺς δ' ἀλλοτρίους παῖδας νέους ἔτι προσλαμ βανόμενοι καὶ διδάσκοντες ὡς συγγενεῖς ἡγοῦνται καὶ τοῖς ἤθεσιν ἑαυτῶν ἐντυποῦσιν. καὶ τὸν μὲν ἔννομον καὶ σώ φρονα γάμον καὶ τὴν ἐξ αὐτοῦ διαδοχὴν ἀποδέχονται, τὰς δὲ παρανόμους καὶ θεοστυγεῖς μίξεις καὶ ἀσελγείας τέλεον ἀποστρέφονται καὶ ἀποβάλλονται. καταφρονεῖται δὲ παρ' αὐτοῖς πλοῦτος καὶ πολυκτησία, καὶ τὴν ἀκτημοσύνην ὡς ἀπερίσπαστον καὶ ἐνάρετον ἀσπάζονται. καὶ πρὶν μὲν ἀνα σχεῖν τὸν ἥλιον οὐδὲν ἀργὸν φθέγγονται, προσευχὰς δὲ καὶ 330 ψαλμῳδίας πρὸς τὸν θεὸν ἐκ μέσης νυκτὸς μέχρις αὐγῆς ἀναφέρουσι μετ' εὐλαβείας καὶ σεμνότητος. καὶ οὕτω πρὸς ἣν ἕκαστος ἔχει τέχνην ὑπὸ τοῦ προεστῶτος ἀποστέλλεται, καὶ μέχρις ὥρας ἕκτης ἐργασάμενοι συντόνως μετὰ νήψεως καὶ θεολογίας οὕτως ἐπὶ τὸ δειπνητήριον συναθροίζονται μετ' εὐλαβείας καὶ ἡσυχίας πολλῆς. καὶ ὁ μὲν σιτοποιὸς ἐν τάξει παρατίθησιν ἄρτους, ὁ δὲ μάγειρος ἓν ἀγγεῖον ἐξ ἑνὸς ἐδέσματος πάντοτε προσάγει, προκατεύχεται δὲ τῆς τροφῆς ἁγνῆς οὔσης καὶ καθαρᾶς ὁ ἱερεύς. ἀθέμιτον γὰρ πρὸ τῆς εὐχῆς ἡγοῦνται γεύσασθαί τι. καὶ πάλιν ἀριστησάντων ὁ ἱερεὺς ἐπεύχεται, καὶ ἁπλῶς ἀρχόμενοί τε καὶ παυόμενοι γεραίρουσι τὸν θεὸν ἀδιαλείπτως. καὶ αὖθις ἐπ' ἔργα μέ χρις ἑσπέρας διακαρτερήσαντες καὶ δειπνήσαντες μετὰ τῆς συνήθους σιωπῆς καὶ σεμνοπρεποῦς καταστάσεως ἐπὶ τὰς εὐχὰς πάλιν ἐπὶ τὸ αὐτὸ συνέρχονται καὶ τοὺς βραχυτάτους ὕπνους καὶ κουφοτάτους, ὅπερ ἐστὶν αἴτιον ἡ διηνεκὴς νῆψις καὶ τὸ μετρεῖσθαι παρ' αὐτοῖς τροφὴν καὶ πόσιν λιτὴν καὶ ἀπερίεργον καὶ σπανίζουσαν. οὐδεὶς γὰρ παρ' αὐτοῖς κόρος καὶ χορτασία κοιλίας, ἀλλ' ἔνδεια πολλὴ καὶ ὀλιγοδεΐα. τῷ δὲ προσερχομένῳ ζηλῶσαι τὸν βίον οὐκ εὐθὺς ἀδοκιμάστως καὶ ἀγυμνάστως παραδέχονται, ἀλλ' ἐνιαυτὸν ἔξω μένοντα τὴν αὐτὴν ὑποτίθενται δίαιταν καὶ κατάστασιν, ἀξινάριόν τε καὶ περίζωμα δόντες καὶ πενιχρὸν ἱμάτιον γυμνάζουσιν ἐπ' ἔργοις ἀρίστοις καὶ λόγοις. εἶτα μετὰ τὴν τῆς καρτερίας ἐπίδειξιν δυσὶν ἄλλοις ἔτεσι τὸ ἦθος καὶ τὸ ἐν πᾶσιν ὑπήκοον δοκιμάζεται, καὶ φανεὶς ἄξιος καὶ δόκι 331 μος οὕτως εἰς τὸν ἱερὸν ὅμιλον ἐγκρίνεται. καὶ πρό γε πάντων ὅρκους φρικώδεις ἀπαιτοῦσιν, πρῶτον μὲν εὐσεβεῖν καὶ θεραπεύειν ἐξ ὅλης καὶ καθαρᾶς ψυχῆς καὶ σώματος τὸ θεῖον, ἔπειτα δὲ πρὸς ἀνθρώπους δίκαια φυλάττειν ἅπαντα καὶ ἀπροσωπόληπτα καὶ μήτε κατὰ γνώμην βλάψαι τινά, μήτε μὴν συγκοινωνεῖν ἀδίκοις, ἀλλὰ κατὰ δύναμιν τοῦ δικαίου φροντίζειν καὶ βιάζεσθαι πάντοτε καὶ τὸν ἐνήδονον καὶ περιττὸν καὶ ὑγρὸν ἀποστρέφεσθαι βίον μέχρι θανάτου. πρὸς δὲ τούτοις ὀμνύουσι πάλιν μηδενὶ μὲν τὸ παράπαν μεταδοῦναι τῶν δογμάτων καὶ τῶν ἁγιοπρεπῶν τούτων ἐπι τηδευμάτων, ἢ ὡς αὐτὸς ἀκριβῶς παρέλαβεν, ἀφέξεσθαι δὲ πάσης ἐναντίας δόξης καὶ λατρείας καὶ ταύτῃ μόνῃ προσ ανέχειν τῇ θείᾳ μέχρις αἵματος θρησκείᾳ καὶ καταστάσει. τοσαύτη δέ ἐστιν ἡ περὶ τὴν δίαιταν λιτότης καὶ ὀλιγότης τῶν θαυμαστῶν ἀνδρῶν ἐκείνων, ὡς ὅλῃ τῇ ἑβδομάδι μὴ δεῖσθαι κενώσεως. ἐξ ἧς ἀσκήσεως τοσαύτην πεποίηνται σφοδρὰν τὴν καρτερίαν, ὥστε καὶ ποηφαγεῖν ὀλίγον καὶ μόνον ἀρκοῦνται πολλάκις. κἀντεῦθεν εἰκότως ἐν αὐτοῖς πολλοὶ καὶ τὰ μέλλοντα προγινώσκειν ἐκ θείας ἐπιπνοίας καὶ χάριτος καὶ ἀκαταπαύστου μελέτης προφητῶν καὶ λοι πῶν ἱερῶν λογίων καὶ προσευχῆς ἐμπαιδοτριβούμενοι. Ταύτην οὖν Ἰώσηπος ἄκρως ἀσκήσας τὴν φιλοσοφίαν ἐπὶ μεῖζόν τι προκόπτειν ἔσπευσεν. ἀκούσας γάρ τινα δια φερόντως ἀσκοῦντα κατὰ τὴν ἔρημον Ἀββᾶν ὀνομαζόμενον ἐσθῆτι μὲν ἀπὸ δένδρων καλυπτόμενον, τροφῇ δὲ αὐτομάτως 332 φυομένῃ χρώμενον, καὶ τὴν ἄκραν ἄσκησιν αὐτοῦ ζηλώσας πρὸς αὐτὸν ἀφίκετο, καὶ τρεῖς παρ' αὐτῷ φιλοσοφήσας ἐνι αυτοὺς εἰς τὴν πόλιν ὑπέστρεψε καὶ τῇ τῶν Φαρισαίων ἐπολιτεύετο δικαιοσύνῃ. Ὁ δέ γε Φίλων, ὡς εἴρηται, περὶ τῶν ἐξ Ἑβραίων ἡμε τέρων ἀσκητῶν ἀναφανέντων μέμνηται σαφῶς ἐν τῷ λόγῳ, ἐν ᾧ ἐπέγραψεν περὶ θεωρητικοῦ βίου. οὓς θεραπευτάς, καὶ τὰς ὁμοιοσχήμους καὶ ὁμοτρόπους γυναῖκας θεραπευτίδας ὠνόμασεν. καὶ θεραπευταὶ μέν, φησίν, κέκληνται ἢ παρὰ τὸ τὰς ψυχὰς τῶν προσιόντων αὐτοῖς ἀπὸ κακίας παθῶν ἰατρῶν δίκην ἀπαλλάττοντας θεραπεύειν, ἢ [παρὰ τὸ] τῆς περὶ τὸ θεῖον καθαρᾶς καὶ εἰλικρινοῦς θεραπείας καὶ θρη σκείας ἕνεκα. ταύτην οὖν τὴν προσηγορίαν εἴτε αὐτὸς ἐξευρὼν ἔγραψεν, εἴτε καὶ κατ' ἀρχὰς οἱ πρῶτοι τῶν οὕτω βιούντων ἐκαλοῦντο. εἶτα, φησίν, πρῶτον μὲν ἀρχόμενοι φιλοσοφεῖν ἐξίστανται τῶν προσηκόντων καὶ τῶν ὑπαρχόν των, ἔπειτα δὲ πάσαις ἀποταξάμενοι ταῖς τοῦ βίου φροντίσι καὶ ἔξω τειχῶν προελθόντες ἐν μονάγροις καὶ κήποις ἢ ἐν ὄρεσι τὰς διατριβὰς ποιοῦνται τὰς ἐκ τῶν ἀνομοίων ἐπι μιξίας ἀλυσιτελεῖς τε καὶ βλαβερὰς εἰδότες τὸν προφητικὸν ζηλοῦσι καὶ ἀσκοῦσι βίον. οὕτω πολλαχοῦ μὲν τῆς οἰκου μένης ἐστὶ τὸ γένος. ἔδει γὰρ ἀγαθοῦ τελείου μετασχεῖν καὶ τὴν Ἑλλάδα καὶ τὴν βάρβαρον, ἐν Αἰγύπτῳ δὲ πλεονάζειν καὶ μάλιστα περὶ τὴν Ἀλεξάνδρειαν. καὶ ἐν ἑκάστῃ συμ 333 μορίᾳ οἴκημά ἐστιν ἱερόν, ὃ καλοῦσι σεμνεῖον καὶ μοναστή ριον, ἐν ᾧ μονούμενοι τὰ τοῦ σεμνοῦ βίου μυστήρια τελοῦν ται μηδεὶς μηδὲν κομίζοντες, μὴ ποτὸν μὴ σιτίον μηδέ τι τῶν ἄλλων, ὅσα πρὸς τὰς τοῦ σώματος χρείας ἀναγκαῖα, ἀλλὰ νόμους καὶ λόγια θεσπισθέντα διὰ προφητῶν καὶ ὕμνους καὶ τἄλλα οἷς ἐπιστήμη καὶ εὐσέβεια συναύξονταί τε καὶ τελειοῦνται. τὸ δὲ ἐξ ἑωθινοῦ μέχρις ἑσπέρας διά στημα σύμπαν αὐτοῖς ἐστιν ἄσκησις. ἐντυγχάνοντες γὰρ τοῖς ἱεροῖς γράμμασι φιλοσοφοῦσι τὴν πάτριον φιλοσοφίαν. ἐγκράτειαν δὲ ὥσπερ τινὰ θεμέλιον προκαταβαλλόμενοι τῇ ψυχῇ τὰς ἄλλας ἐποικοδομοῦσιν ἀρετάς. σιτίον γὰρ ἢ πο τὸν οὐδεὶς ἂν αὐτῶν προσενέγκοιτο πρὸ ἡλίου δύσεως, ἐπει δήπερ τὸ μὲν φιλοσοφεῖν ἄξιον φωτὸς εἶναι κρίνουσιν, σκότους δὲ τὰς τοῦ σώματος ἀνάγκας. ἔνιοι δὲ καὶ δι' ἡμερῶν τριῶν ὑπομιμνήσκονται τροφῆς, οἷς πλέον ὁ πόθος τῆς ἐπιστήμης ἐνίδρυται. τινὲς δὲ οὕτως ἐνευφραίνονται καὶ τρυφῶσιν ὑπὸ σοφίας ἑστιώμενοι πλουσίως καὶ ἀφθό νως τὰ δόγματα χορηγούσης, ὡς καὶ πρὸς διπλασίονα χρό νον ἀντέχειν μόγις δι' ἡμερῶν ἓξ ἀπογεύεσθαι τροφῆς ἀναγ καίας ἐθισθέντες. αἱ δὲ ἐξηγήσεις τῶν ἱερῶν λογίων γίνονται αὐτοῖς δι' ὑπονοιῶν ἐν ἀλληγορίαις. πᾶσα γὰρ ἡ νομο θεσία δοκεῖ τοῖς ἀνδράσι τούτοις ζώῳ ἐοικέναι καὶ σῶμα μὲν ἔχειν τὰς ῥητὰς διαλέξεις, ψυχὴν δὲ τὸν ἐναποκείμενον ταῖς λέξεσιν ἀόρατον νοῦν. ὡσαύτως δὲ τῆς αὐτῆς εἰσιν ἱερᾶς πολιτείας καὶ καταστάσεως καὶ γυναῖκες, ὧν αἱ πλεῖσται 334 γηραλέαι τυγχάνουσι καὶ παρθένοι καὶ τὴν ἁγνείαν οὐκ ἀνάγκῃ, καθάπερ ἔνιαι τῶν παρ' Ἕλλησιν ἱερισσῶν, φυλάξα σαι διὰ πρόσκαιρον ἔπαινον, ἀλλ' ἑκουσίως καὶ ἐκ προαιρέ σεως ἀγαθῆς ὀρεχθεῖσαι τὰ μέλλοντα ἀγαθὰ καὶ αἰώνια. ὅτι δὲ τοὺς πρώτους κήρυκας τῆς κατὰ τὸ εὐαγγέλιον δι δασκαλίας τά τε ἀρχῆθεν πρὸς τῶν ἀποστόλων ἔθη παρα δεδομένα καταλαβὼν ὁ Φίλων ἔγραψε ταῦτα παντί που δῆλον. πολύς γε μὴν τῷ λόγῳ καὶ πλατὺς ταῖς διανοίαις ὑψηλός τε ὢν καὶ μετέωρος ἐν ταῖς θεωρίαις τῆς θείας γραφῆς ποικίλον καὶ πολύτροπον τῶν ἱερῶν λογίων τὴν ὑφήγησιν πεποίηται. Καὶ ταῦτα μὲν Εὐσέβιος ἐν τῇ ἐκκλησιαστικῇ ἱστορίᾳ διεξῆλθεν, ἐν δὲ τοῖς πρὸς Μαρῖνον τοιάδε πάλιν φησίν· καὶ γὰρ ἡ τοῦ Χριστοῦ ἐκκλησία δύο βίους νομοθετεῖ καὶ τρόπους, τὸν μὲν ὑπερφυῆ καὶ τῆς κοινῆς καὶ ἀνθρωπίνης πολιτείας ἐπέκεινα, οὐ γάμους, οὐ παιδοποιΐας, οὐ περιου σίας ὕπαρξιν παραδεχόμενον, ἀλλ' ὅλον δι' ὅλου τῆς κοινῆς καὶ συνήθους τῶν βιωτικῶν ἀνθρώπων ἀγωγῆς παρηλλαγμέ νον καὶ μόνῃ τῇ τοῦ θεοῦ θεραπείᾳ προσοικειωμένον καθ' ὑπερβολὴν ἔρωτος οὐρανίου. οἱ γὰρ τόνδε μετιόντες τὸν τρόπον τεθνάναι δοκοῦντες τὸν θνητὸν βίον καὶ αὐτὸ μόνον τὸ σῶμα περιφέροντες ἐπὶ γῆς, φρονήματι δὲ τὴν ψυχὴν εἰς οὐρανοὺς μετενηνεγμένοι οἷά τινες οὐράνιοι τὸν τῶν ἀνθρώπων ἐφορῶσι βίον ὑπὲρ τοῦ παντὸς γένους ἀφιερω 335 μένοι τῷ ἐπὶ πάντων θεῷ οὐ βουθυσίαις καὶ αἵμασιν οὐδὲ σπονδαῖς καὶ κνίσαις, ἀλλὰ δόγμασιν ὀρθοῖς ἀληθοῦς εὐσε βείας καὶ ψυχῆς διαθέσει κεκαθαρμένης, καὶ προσέτι τοῖς κατ' ἀρετὴν ἔργοις τε καὶ λόγοις, οἷς τὸ θεῖον ἐξιλεούμενοι τὴν ὑπὲρ αὐτῶν καὶ τῶν ὁμογενῶν ἀποτελοῦσιν ἱερουργίαν. καὶ ὁ μὲν ἐντελὴς καὶ πρῶτος τῆς κατὰ χριστιανισμὸν πολι τείας τρόπος τοιόσδε καθέστηκεν, ὁ δὲ δεύτερος καὶ ὑπο βεβηκὼς ἀνθρωπινώτερος καὶ τοῦ πρώτου λίαν ἀσύγκριτος, ὃς καὶ γάμοις συγκατιέναι σώφροσι καὶ παιδοποιΐαις, οἰκο νομίας τε τοῖς κατὰ τὸ δίκαιον ἐπιμελεῖσθαι, καὶ στρατευο μένοις τε καὶ τὰ πρακτέα ὑποτίθεσθαι, ἀγρῶν τε καὶ ἐμπο ρίας καὶ τῆς ἄλλης πολιτικωτέρας ἀγωγῆς μετὰ τοῦ θεο σεβοῦς φροντίζειν, οἷς καὶ ἀσκήσεων καιροὶ μαθητείας τε καὶ τῶν θείων λογίων ἀκροάσεως ἡμέραι ἀφωρίσθησαν, καὶ δεύτερος εὐσεβείας ἀπενεμήθη βαθμὸς κατάλληλον τῷ τοιῷδε βίῳ παρέχων τὴν ὠφέλειαν. Ὡσαύτως δὲ καὶ ὁ θεῖος Ἀθανάσιος ἔφη· δύο γὰρ ὁδῶν καὶ πολιτειῶν οὐσῶν ἐν τῷ βίῳ, μιᾶς μὲν μετριωτέρας καὶ βιωτικῆς, τοῦ γάμου λέγω, ἑτέρας δὲ ἀγγελικῆς καὶ ἀποστολικῆς τε καὶ ἀνυπερβλήτου, τῆς παρθενίας ἤτοι τῆς μοναδικῆς πολιτείας, εἰ μέν τις τὴν κοσμικήν, τοῦτ' ἔστι τὸν γάμον, ἕλοιτο, μέμψιν μὲν οὐκ ἔχει, τοσαῦτα δὲ χαρίσ ματα οὐ λήψεται· λήψεται γάρ, ἐπειδὴ φέρει καὶ αὐτὸς καρπὸν τῶν τριάκοντα. εἰ δὲ τὴν ἁγνὴν καὶ ὑπερκόσμιον 336 ἀσπάσοιτό τις, εἰ καὶ τραχεῖα παρὰ τὴν ἀρχὴν μάλιστα καὶ δυσκατόρθωτος φαίνεται, ἀλλ' ἔχει μετὰ τὴν ἔννομον ἄθλη σιν καὶ καρτερίαν χαρίσματα θαυμασιώτερα καὶ ἀξιάγαστα. τὸν γὰρ τέλειον καὶ πληρέστατον καρπόν, τὴν ἑκατοντάδα λέγω, φαιδρὸν καὶ ἁγιοπρεπῆ φανερῶς πάντως ἐβλάστησεν. Οὐκοῦν ὥσπερ ὁ παλαιὸς νόμος εἰς δύο βίους ἦν διῃ ρημένος, εἴς τε τὸν Φαρισαϊκὸν καὶ ὑψηλὸν καὶ εἰς τὸν ὑποδεέστερον κοσμικόν, οὕτω δὴ καὶ ὁ κατὰ χριστιανισμὸν νέος θεσμὸς εἰς μοναδικὸν ὑπερφερῆ καὶ βιωτικόν. Φαρι σαῖοι τοίνυν οἱ ἑρμηνευόμενοι ἀφωρισμένοι καὶ μεμερισμένοι παρὰ τὸ μερίζειν καὶ ἀφορίζειν ἑαυτοὺς τῶν ἄλλων ἁπάν των ἐλέγοντο εἰς τε τὸ καθαρώτατον τοῦ βίου καὶ ἀκριβέ στατον καὶ εἰς τὰ τοῦ νόμου ἐντάλματα. τὸν δὲ αὐτὸν βίον μετήρχοντο καὶ οἱ γραμματεῖς, παρ' οἷς καὶ πολιτεία ἡ αὐτὴ ἐγκράτειά τε καὶ παρθενία, νηστεία δὶς τοῦ σαββά του, ξεστῶν καὶ πινάκων καὶ ποτηρίων καθαρισμοὶ ἀποδεκα τώσεις τε καὶ ἀπαρχαὶ καὶ ἐνδελεχεῖς εὐχαὶ καὶ τὰ λοιπὰ πάντα, ὑφεξαιρουμένων δηλονότι τῶν θαυμασίων Ἐσσαίων ὡς ὑπερτέρων σφόδρα καὶ λίαν ὑπερκειμένων. ἣν δὴ 337 Φαρισαϊκὴν ὡς ἄριστον πολιτείαν ὁ Παῦλος ζηλώσας εὖ μάλα σεμνύνεται φάσκων· Ἰσραηλίτης εἰμὶ φυλῆς Βενιαμίν, Ἑβραῖος ἐξ Ἑβραίων, κατὰ νόμον Φαρισαῖος. ὅθεν εἰκότως ὁ κύριος ἡμῶν τὸν τελειότερον καὶ ἀγγελικὸν ὑποτιθέμενος ἐναργῶς βίον ἔφασκε πρὸς τοὺς ἐραστὰς τῆς οὐρανίου κληρουχίας· ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλεῖον τῶν Φαρισαίων καὶ γραμματέων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ὅθεν γέ τοι καὶ ὁ ἀποστολικὸς Διονύσιος ὡς ἔοικεν ἀποσεμνύνων τὴν ἱερὰν τῶν μοναχῶν τάξιν οὕτω φάσκει· ἡ δὲ τῶν τελουμένων ἁπασῶν ὑψηλοτέρα τάξις ἡ τῶν μο ναχῶν ἐστιν ἱερὰ διακόσμησις, πᾶσαν μὲν ἀποκεκαθαρμένη κάθαρσιν ὁλικῇ δυνάμει καὶ παντελεῖ τῶν οἰκείων ἐνεργειῶν ἁγνότητι, πάσης δὲ οὔσης θεμιτὸν θεωρεῖν αὐτῇ ἱερουργίας, ἐν νοερᾷ θεωρίᾳ καὶ κοινωνίᾳ γεγενημένη καὶ ταῖς τῶν ἱεραρχῶν τελειωτικαῖς δυνάμεσιν ἐγχειριζομένη καὶ ταῖς ἐν θέοις αὐτῶν ἐλλάμψεσι καὶ ἱεραρχικαῖς παραδόσεσιν ἐκδι δασκομένη καὶ τὰς ἐποπτευθείσας τῶν κατ' αὐτὴν ἱερῶν τελετῶν ἱερουργίας καὶ πρὸς τῆς ἱερᾶς αὐτῶν ἐπιστήμης ἀναλόγως εἰς τελειοτάτην ἀναγομένη τελείωσιν. ἔνθεν οἱ 338 θεῖοι καθηγεμόνες ἡμῶν ἐπωνυμιῶν αὐτοὺς ἱερῶν ἠξίωσαν, καὶ οἱ μὲν θεραπευτὰς οἱ δὲ μοναχοὺς ὀνομάσαντες ἐκ τῆς τοῦ θεοῦ καθαρᾶς ὑπηρεσίας καὶ θεραπείας καὶ τῆς ἀμε ρίστου καὶ ἑνιαίας ζωῆς ὡς ἑνοποιούσης αὐτοὺς ἐν ταῖς τῶν διαιρετῶν ἱεραῖς συμπτύξεσιν εἰς θεοειδῆ μονάδα καὶ φιλόθεον τελείωσιν. διὸ καὶ τελεστικὴν αὐτὴν ἡ ἱερὰ θεσ μοθεσία χάριν ἐκάλεσε καί τινος αὐτοὺς ἠξίωσεν ἀφιερω τικῆς ἐπικλήσεως, οὐχ ἱερατικῆς (ἐκείνη γὰρ ἐπὶ μόναις γίνεται ταῖς ἱερατικαῖς τάξεσιν) ἀλλ' ἱερουργικῆς ὑπὸ τῶν ὁσίων ἱερέων τῇ ἱεραρχικῇ τελετουργίᾳ δευτέρως ἱερουρ γουμένη. Ταῦτα δὲ ἐκ πολλῶν ἐρανισάμενος ὀλίγα ἀναγκαίως οἶμαι συντέθεικα διὰ τοὺς ἐπαποροῦντας πότε καὶ ποῦ καὶ πόθεν ἡ τῶν μοναχῶν ἤρξατο διαγωγή τε καὶ ἄσκησις καὶ τάξις. ποῦ τοίνυν εἰσὶν οἱ τὴν μοναδικὴν πολιτείαν μετὰ τῶν ἄλλων τῆς ἀποστολικῆς ἐκκλησίας θείων παραδόσεών τε καὶ θεσμῶν εἰκονομάχοι δυσσεβῶς καὶ ἀνοήτως ἀποβαλλόμενοι καὶ διαπτύοντες, ἀρτιφανεῖς Ἰουδαῖοι καὶ κατὰ τὸν ἀσεβῆ καὶ θεοστυγῆ μυσταγωγὸν αὐτῶν Κοπρώνυμον νέαν καὶ πρόσφατον ταύτην δογματίζοντες ἐξ ἄκρας μανίας τε καὶ ἀπονοίας καὶ ἀβελτηρίας μὴ νοοῦντες μήτε ἃ λέγουσιν, μήτε 339 περὶ τίνων διαβεβαιοῦνται. ἡμεῖς δὲ ταῖς διδασκαλίαις τῶν ἁγίων πατέρων ἑπόμενοι καὶ ἀρχαίαν ταύτην καὶ παλαιὰν πιστεύομεν ὑπάρχειν. καὶ οὐ θαῦμα περὶ τῆς μοναδικῆς πολιτείας ὅτι λέγουσιν, ὅπου γε περὶ τῆς ἐνσάρκου οἰκο νομίας ἀποτυφλώττουσι πάνυ καὶ κακουργοῦσιν, πολλῷ μᾶλ λον περὶ τῶν λοιπῶν ἁπάντων. δυσωπείτω δὴ οὖν αὐτοὺς εἰ καὶ μὴ ὁ θεσπέσιος καὶ ἀποστολικὸς Διονύσιος, ἀλλά γε κἂν οὗτος ὁ μέγας παρ' αὐτοῖς Εὐσέβιος μάλα περὶ αὐτῆς δι' ἀκριβείας ἐξηγούμενος, καὶ παυσάσθωσαν ἀνοηταίνοντες οἱ ἀμαθεῖς καὶ ἀλόγιστοι. ἰδοὺ γὰρ προφανῶς ἐκ περιου σίας διαβεβαιοῦται καὶ Φίλωνα παράγει μάρτυρα φιλαλήθη τε καὶ ἀξιόχρεον ὡς ἀποστολικὴ τάξις ὑπάρχει καὶ παράδοσις ἀρχαιοτάτη καὶ θεοφιλεστάτη. ἰσχυραὶ δὲ αἱ παρὰ τῶν ἐχ θρῶν μαρτυρίαι πεφύκασι βεβαιοῦσαι τὴν παρ' ἡμῖν ἀλή θειαν μηδαμῶς τὸ ἀμφήριστον ἐπιδέχεσθαι. ἀκουέτωσαν δέ γε πρὸς τοῖς παλαιοῖς τούτοις ἐξηγηταῖς οἱ πανάθλιοι καὶ παλαιοὶ τὴν κακίαν καὶ ἄλλων μεταγενεστέρων θείων πατέ ρων περὶ τῶν αὐτῶν ἐν ἐπιτομῇ διεξιόντων καὶ συμφωνούν των ἐκείνοις, ἵνα κἂν οὕτω δυνηθῶσι τάχα μικρὸν ἀνεθῆναι τῆς πολλῆς μανίας καὶ λύσσης. Ὁ γάρτοι μέγας Βασίλειος περὶ ἀποταγῆς καὶ μοναδικῆς πολιτείας διεξιὼν οὕτως ἔφη· διὰ τοῦτο καὶ ὁ φιλάνθρωπος κύριος κηδόμενος ἡμῶν τῆς σωτηρίας εἰς δύο βίους διεῖλε

Intertext edge

Open linked passage

Note